Ἡσυχίαν ἀσκεῖν, καὶ ἀπὸ πολυλογίας φυλάξασθαι· ὅτι ἀπὸ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτίας.
1 1 1 | grc-1953 + grc-1955 ...
ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν χριστῷ ἰησοῦ ταῦτα φυλαττέτωσαν τοῦ θεοῦ συνεργοῦντος αὐτοῖς |
2 2 2 | grc-1953 Ἡσυχίαν ἀσκεῖν, καὶ ἀπὸ πολυλογίας φυλάξασθαι· ὅτι ἀπὸ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτίας. | grc-1955 Πρὸ πάντων μὲν ἡσυχίαν ἀσκεῖν καὶ ἀπὸ ἀργολογίας φυλάξαι τὸ στόμα ὅτι καθὼς γέγραπται· « ἀπὸ πολυλογίας, οὐκ ἐκφεύξεται ἁμαρτία ». |
3 3 3 | grc-1953 + grc-1955 ...
εἰ ἐστίν ἔστι σοι λόγος συνέσεως συνετός ἀποκρίθητι τῷ πλησίον εἰ δὲ μή γε ἡ χεῖρ σου ἐν ἔστω ἐπὶ τῷ στόματί σου ἔστω |
4 4 4 | grc-1953 Μὴ καταλάλει ἀδελφοῦ· καὶ μὴ ἀνέχου καταλαλούντων, ἵνα μή ἐξαρθῇς, ἀλλὰ μᾶλλον ἐὰν γένηται χρεῖα, παρρησίᾳ ἔλεγξον. | grc-1955 Τέκνον, μὴ καταλάλει ἀδελφοῦ· μηδὲ ἀνέχου καταλαλούντων· ἵνα μή, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ἐκδιωχθῇς ἐν ταῖς σαῖς δεήσεσι καταισχυμμένος « τὸν » γὰρ « καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον ». ἀλλὰ μᾶλλον ἐὰν γένηται χρεία, ἐν ἀγαπῇ Θεοῦ ἔλεγξον. « ὁ γὰρ ἐλέγχων, ὡς γέγραπται, μετὰ παρρησίας εἰρηνοποιεῖ ». |
5 5 5 | grc-1953 + grc-1955 ...
τέκνον ἃ μισεῖς ἄλλῳ μὴ ποιήσῃς καὶ ὃ θέλεις ἵνα ποιήσῃ σοι ὁ πλησίον καὶ σὺ τὸ ὅμοιον ποίει |
6 6 6 | grc-1953 Γέλωτα ἀπρεπῆ καὶ ἄκαιρον, ἔκκοψον ἀπὸ σοῦ. | grc-1955 Τέκνον, γέλωτα ἄκαιρον καὶ ἀπρεπῆ, ἔκκοψον ἀπὸ σοῦ. |
7 7 7 | grc-1953 + grc-1955 ...
σπούδασον μὴ λυπῆσαι ἀδελφόν καὶ μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ τινι ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν |
8 8 8 | grc-1953 Εἰς ὑπακοὴν ἕτοιμος ἔσο, τὸ κατὰ Θεὸν γινόμενον, ὅση δύναμίς σοι ἐστίν. | grc-1955 Τέκνον, εἰς ὑπακοὴν ἕτοιμος ἔσο, ὅση σοι δύναμίς ἐστιν. |
9 9 9 | grc-1953 + grc-1955 ...
πρόσεχε μὴ ποιεῖν τί ποτε τι πρὸς τὸ τοῖς ἀνθρώποις ἀρέσκειν ἵνα μὴ ζημιωθῇς ἀλλὰ πᾶν ὃ ποιεῖς ἐὰν ποιῇς ὡς ἐπόπτην τὸν θεὸν ἔχων ποίει καὶ οὐχ ἁμαρτήσεις ἁμαρτήσῃς ποτέ |
10 10 10 | grc-1953 Μὴ ἐκκλίνῃς δεξιὰ ἢ ἀριστερά· ἀλλὰ τὸ ἴσον κράτει ἐν παντὶ πράγματι. | grc-1955 Τέκνον, πρόσεχε σεαυτῷ ἐν πάσῃ σου ἐργασίᾳ· καὶ μὴ ἐκκλίνῃς δεξιὰ μήτε ἀριστερά· ἀλλὰ τὸ ἴσον κράτει, ἐν παντὶ πράγματι. |
11 11 11 | grc-1953 Τοὺς λογισμούς σου διάκρινε κατὰ Θεὸν εὐσεβῶς· ἐὰν δὲ οὐ δύνασαι ἐρώτησον τὸν δυνάμενον διακρῖναι. Ἐὰν σοι ἔλθῃ λογισμὸς αἰσχρὸς ἢ ἀσεβής· εὐθέως τὴν μέλλουσαν κρίσιν διάγραψον ἐν ἑαυτῷ, καὶ εὐθέως δραπετεύσει. | grc-1955 Τέκνον, τοὺς λογισμούς σου διάκρινε, εἰ κατὰ Θεόν εἰσιν· ἐὰν δὲ οὐ δύνασαι, ἐρώτησον τὸν δυνάμενον εὐθὺς διακρῖναι. Τέκνον, ἐὰν ἔλθῃ σοι λογισμὸς αἰσχρὸς ἢ ἀπρεπής, εὐθέως τὴν μέλλουσαν κόλασιν διάγραψον ἐν ἑαυτῷ, καὶ δραπετεύει. |
12 12 12 | grc-1953 Ὕπνῳ ἀμμέτρῳ μὴ ἐθίσῃς ἐν σεαυτόν· καὶ ἐν ταῖς ὑπηρεσίαις νήφων στήκε· ἀποσυνάγων τὸν νοῦν ἀπὸ λογισμῶν ἀνωφελῶν καὶ προσεύχου ἀδιαλείπτως εὐχαριστῶν τῷ Θεῷ· ὅτι ἀπέσπασέν σε ἀπὸ τῆς δουλείας τοῦ ἀντικειμένου, καὶ κατηξίωσέν σε εἰς ἔργον ὃ ποιοῦσιν ἄγγελοι. | grc-1955 Ὕπνον ἄμετρον μὴ θῇς ἐν ἑαυτῷ· ἐν δὲ ταῖς ὑπηρεσίαις, νηφόντως ἐργάζου ἐπί σοι πονηρόν· καὶ προσεύχου ἀδιαλείπτως, εὐχαριστῶν τῷ Θεῷ· ὅτι ἀπέσπασέν σε ἀπὸ τῆς δουλείας τοῦ διαβόλου, καὶ κατηξίωσέν σε ἔρχου, οὗ ἄγγελοι ποιοῦσιν. |
13 13 13 | grc-1953 Μὴ ἐξουθενήσῃς τὸν ἀδελφόν σου· μήτε ἐν τῇ διανοίᾳ σου· ἀλλ' ἔσχατον ἑαυτὸν πάντων εἶναι νόμιζε. | grc-1955 Μὴ ἐξουθενήσῃς ἀδελφόν, μήτε ἐν τῇ καρδίᾳ σου, μήτε ἐν τῇ γλώσσῃ σου. ἀλλ' ἔσχατον πάντων, ἑαυτὸν εἶναι νόμιζε. |
14 14 14 | grc-1953 Οὐκ ἔστιν σοι χρεῖα· μὴ περιεργάζου. | grc-1955 Τέκνον, ὃ οὐκ ἔστι σοι χρεία, μὴ περιεργάζου. |
15 15 15 | grc-1953 Ἐν θλίψεσιν διαφόροις ὑπόμενε εὐχαριστῶν διὰ τὴν μέλλουσαν ἀνταπόδοσιν. | grc-1955 Ἐν θλίψεσι διαφόροις ὑπόμενε εὐχαρίστως διὰ τὴν μέλλουσαν ἀνταπόδοσιν. |
16 16 16 | grc-1953 + grc-1955 ...
ἔσται ἔστω σοι τὸ ναί ναί καὶ τὸ οὔ οὔ ὑπὲρ δὲ τέκνον ὑπὲρ τῆς ἀληθείας ἕως δὲ ἐξαιρέτως μέχρι θανάτου ἀγώνισαι τὴν πίστιν τῆς τριάδος φύλαξον ἕως τέλους ἐν ἐλπίδι ἀγαθῇ |
17 17 17 | grc-1953 + grc-1955 ...
πρόσεχε σεαυτῷ μή ποτε γένηται κρυπτὸν ἀνόμημα πονηρὸν ἐν τῇ διανοίᾳ καρδίᾳ σου ἀλλὰ πονηρόν ὦ τέκνον πάσῃ φυλακῇ τηρεῖ σὴν καρδίαν ἐκ γὰρ τούτων ταύτης ἔξοδοι ζωῆς |
18 18 18 | grc-1953 Ἃ προσετάγη σοι ταῦτα διανοοῦ· οὐ γὰρ ἐστίν σοι χρεῖα τῶν κρυπτῶν. | grc-1955 Ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γὰρ ἔστιν σοι τῶν ξένων καὶ ἀλλοτρίων χρεία ἔχειν τὴν μέριμναν. |
19 19 19 | grc-1953 Πρὸ πάντων δὲ τούτων καὶ ἐπὶ πάντων, ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. | grc-1955 Πρὸ πάντων δὲ ἀγάπησον τὸν Θεόν σου, ἐξ ὅλης καρδίας σου καὶ διανοίας σου· μετ' αὐτῶν δέ, τὸν πλησίον σου ὡς ἑαυτόν. |
ep ep ep | grc-1953 | grc-1955 Οὕτως γὰρ ζῶν, καὶ οὕτως πολιτευόμενος, φυλαχθήσῃ καὶ τηρηθήσῃ ὑπὸ τοῦ ἀψευδοῦς Θεοῦ τοῦ φήσαντος· ὁ ἀγαπῶν με τὰ ἐντολάς μου τηρήσει· κἀγὼ τηρήσω αὐτὸν ἑμαυτῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν Πατρὶ ἀνάρχῳ καὶ Πνεύματι ἁγίῳ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
20 20 20 | grc-1953 + grc-1955 ...
τέκνον ὅτον ταῦτα πάντα ποιήσῃς ὅρα μὴ ὑψωθῇ ἡ καρδία σου ἀλλ εἰπὲ ἀχρεῖον ἑαυτὸν εἶναι δοῦλον ἑαυτὸν ἀχρεῖον δοῦλον καὶ ὅτι ὃ ὤφειλον ποιῆσαι πεποίηκα |