69
Χαρακτῆρες τῆς τελείας ἀγάπης, τὸ τοὺς ἐχθροὺς ἀγαπᾶν·
«Ἀγαπᾶτε γὰρ, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν·»
τὸ τοὺς μισοῦντας εὐεργετεῖν·
«Καλῶς γὰρ, φησὶ, ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς·»
τὸ ὑπερεύχεσθαι τῶν ἀδικούντων·
«Προσεύχεσθε γὰρ, φυσὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς»
· τὸ μὴ μόνον μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ καὶ μᾶλλον ἀγαθοποιεῖν·
«Νίκα γὰρ, φησὶν, ἐ<ν> τῷ ἀγαθῷ τὸ κακόν»
· τὸ χαίρειν μὲν ἐπὶ τοῖς κατορθώμασι τοῦ πλησίον· λυπεῖσθαι δὲ ἐπὶ τοῖς ἀτυχήμασιν αὐτοῦ, καὶ συνδιατίθεσθαι τούτῳ πρὸς ἀμφότερα·
«Χαίρειν γὰρ, φησὶ, μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων»
· τὸ τοὺς ἀμαθεῖς διδάσκειν καὶ χειραγωγεῖν ἐπὶ σωτηρίᾳ· τὸ τοῖς χρῄζουσι δανείζειν τὸν ἔλεον ἐν ἱλαρότητι καρδίας· τὸ οἰκειοῦσθαι τὰ πλημμελήματα τῶν ἁμαρτανόντων, καὶ οὕτως ἐπ' αὐτοῖς ἀλγεῖν καὶ θρηνεῖν, καὶ θερμῶς ἐξιλεοῦσθαι τὸν Θεὸν ὡς ἐπὶ ἰδίοις· τὸ τὴν ψυχὴν τιθέναι ὑπὲρ τῶν φίλων. Οὗτοι τῆς τελείας ἀγάπης οἱ χαρακτῆρες χριστομίμητον ποιοῦσι τὸν ἄνθρωπον· ἥδ' ἐν τραπέζαις καὶ ἀστειότησι καὶ τοιαύταις ἑταιρίαις, πεπλανημένη καὶ ψευδὴς καὶ σκιὰ ἀγάπης ἐστίν :-