section
1
1
Ἀρετή ἐστιν ἕξις ἀρίστη ψυχῆς λογικῆς, καθ' ἣν δυσκίνητος γίνεται πρὸς κακίαν
section
2
2
Ἀγένητόν ἐστιν, οὗ κατ’ οὐσίαν ὑπάρχοντος οὐδὲν ἐπινενόηται τῶν ὄντων.
section
3
3
Ἀπάθειά ἐστι κατάστασις ψυχῆς λογικῆς ἐκ πραότητος καὶ σωφροσύνης συνισταμένη.
section
4
4
Αἴσθησίς ἐστιν ἡ δύναμις, καθ' ἣν εἰώθαμεν καταλαμβάνεσθαι τῶν ὑλῶν.
section
5
5
Αἰσθητήριον δὲ ὄργανον, ἐν ᾧ καθίδρυται αὕτη ἡ αἴσθησις.
section
6
6
Αἰσθητικὸν δὲ τὸ ζῷον αὐτὸ τὸ κεκτημένον τὰς αἰσθήσεις.
section
7
7
Γεννητόν ἐστι τὸ ἔκ τινος ὡς ἐκ πατρὸς γεννηθέν, γεννητὸν δέ ἐστι τὸ ἔκ τινος γεγονός.
section
8
8
Εὐχή ἐστιν ὑπόσχεσις τῶν ἐξ ἀνθρώπων θεῷ κατʼ ἐπαγγελίαν προσαγομένων καλῶν.
section
9
9
Εὐχή ἐστιν ὑπόσχεσις ἀγαθῶν ἑκούσιος.
section
10
10
Ἔντευξίς ἐστιν παράκλησις ὑπὸ μείζονος προσαγομένη θεῷ περὶ σωτηρίας ἑτέρων.
section
11
11
Θυμοῦ φύσις ἐστὶ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι.
section
12
12
Μονογενής ἐστιν, οὗ ἄλλος οὐ προετέχθη καὶ μεθ’ ὃν ἕτερος οὐ γέγονε.