title
title
ΤΟΥ ΑΥΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ Γνῶμαι ἀπάγουσαι τῶν φθαρτῶν καὶ κολλῶσαι τοῖς ἀφθάρτοις τὸν ἄνθρωπον.
ch
114
114
1
Ὁδὸς εἰς ἀρετὴν, ἡ τοῦ βίου φυγὴ, ἀγαθή τε καὶ σύντομος.
ch
115
115
2
Χρὴ τὸν ἐπιθυμοῦντα τῶν ἀφθάρτων, ἀντ’ οὐδενὸς ἡγεῖσθαι τὰ φθειρόμενα.
ch
116
116
3
Εἰ τὴν ζωὴν τὴν ὄντως ποθεῖς, ἀεὶ προσδέχου τὸν ἀνθρώπινον θάνατον.
ch
117
117
4
Μίσει τὸν παρόντα βίον, ὁρᾷς γὰρ αὑτοῦ τὸν τροχὸν ἀτάκτως κινούμενον.
ch
118
118
5
Μὴ ποθήσῃς ἀγαθὰ, ὧν ἡ χρῆσις παρέρχεται, καὶ ἡ κτῆσις ἀπόλλυται.
ch
119
119
6
Γέλα τοὺς εὐπραγοῦντας, τοῖς δυσπραγοῦσι σύμπασχε· τοῦτο μὲν γὰρ μισθοῦ, ἐκεῖνο δὲ φιλοσοφίας πρόξενον.
ch
120
120
7
Τὴν ὑπομονὴν ἀσκοῦ, οἵαν αὐτὴν ἔγνωμεν γυμνασθῆναι τοὺς μάρτυρας, ἐπειδὴ τὸ τῆς συνειδήσεως μαρτύριον καὶ ἡμεῖς ἀπαιτούμεθα.
ch
121
121
8
#p123
Πάντων προτίμα τὴν ψυχὴν, καὶ τῆς ἀρετῆς ὁ δρόμος ἀκαμάτως ἀνύεται·
ch
122
122
8
#p122
πάντα γὰρ φθαρτὰ, ἡ δὲ ψυχὴ ἀθάνατος· προτιμᾶσθαι τοίνυν τῶν φθαρτῶν, τὴν ἀθάνατον προσῆκεν.
ch
123
123
9
Ἑτοιμάζου πρὸς τὰ λυπηρὰ, καὶ κερδαίνεις τὰ πλείονα.
ch
124
124
10
Μὴ ζήτει παρὰ Θεοῦ τὰ ἡδέα, μόνα δὲ τὰ συμφέροντα, ἐκεῖνα γὰρ αἰτηθεὶς, οὐ δίδωσιν, εἰ δὲ καὶ λάβῃς, φθείρονται.
ch
125
125
11
Μὴ μέμφου τὴν πενίαν, ἀπερίσπαστον γὰρ τῷ νόμῳ τὸν ἀθλητὴν ἐργάζεται.
ch
126
126
12
Μὴ εὐφραίνου πλούτῳ, αἱ περὶ γὰρ αὐτοῦ φροντίδες χωρίζουσιν ὡς τὰ πολλὰ, καὶ παρὰ γνώμην τὸν ἄνθρωπον ἀπὸ τοῦ Θεοῦ.
ch
127
127
13
Ἐγγὺς τὸ τέλος, ὁ ῥᾳθυμῶν ἑτοιμαζέσθω πρὸς μάστιγας.
ch
128
128
14
Οὐ μακρὰν τὸ θέρος, ἀκανθῶν τοίνυν τὸν ἀγρὸν τῆς ψυχῆς ἀπαλλάξωμεν.
ch
129
129
15
Οὐδὲν λανθάνει τὸν Θεὸν, ὥστε μάτην λανθάνειν ἁμαρτάνοντες σπεύδομεν.
ch
130
130
16
Πρὸ τῶν ἀνθρώπων, αἰσχύνου τοὺς ἀγγέλους· πολλοὶ γὰρ ἡμῖν πάρεισι, πάσης αἰσχρὰς ἀποχωρίζου πράξεως.
ch
131
131
17
Μερίμνα τοῦ Κριτοῦ τὸν ζυγὸν, καὶ πᾶν εἴ τι σοι κίβδηλον τῆς πείρας τῆς βιωτικῆς ἐκβάλλεται.
ch
132
132
18
Ζημίαν εἶναι τὴν σχολὴν, καὶ ἄνεσιν νόμιζε, καὶ σπεῦδέ τι πράττειν, ὧν ἀπαιτεῖσθαι μέλλομεν.
ch
133
133
19
Ἀεὶ τοῦ βίου λογίζου τὸ ἀβέβαιον, καὶ οὐδέν σε τῶν ἐν αὐτῷ περισπᾶσαι δυνήσεται.
ch
134
134
20
Τὰ φαιδρά σε τῆς γῆς μὴ τερπέτω, τὰ πρόσκαιρα, ἄγκιστρα γάρ ἐστι τὴν ψυχὴν ὡς ἰχθὺν δελεάζοντα, καὶ σαγηνεύοντα.
ch
135
135
21
Ἀπέχου τοὺς πειρασμοὺς, εἰς δὲ τὴν ἀνδρίαν ἐπίδειξον.
ch
136
136
22
Μηδέποτε πτωχὸν παρίδῃς δακρύοντα, ἵνα μὴ παροφθῇ τῆς σῆς προσευχῆς τὰ δάκρυα.
ch
137
137
23
Ἡ φιλοσοφία κτῆμα τοῖς ἀνθρώποις ἐξαίρετον, οὖσα δὲ τοῖς ἀνθρώποις μόνη, μόνῳ συνεῖναι τῷ κεκτημένῳ βούλεται.
ch
138
138
24
Χιτὼν ἡ ἀρετὴ τοῦ Θεοῦ· ταύτην ὕφαινε, καὶ γίνῃ στολιστὴς τοῦ τὴν κτίσιν ἐνδύοντος.
ch
139
139
25
Ὅσα ἐπὶ γῆς, κλέπτεται, τὰ κατ’ οὐρανὸν ἐργάζου, ταῦτα γὰρ τοὺς τῶν συλώντων δακτύλους οὐκ εἰσέρχεται.
ch
140
140
26
Παραιτεῖσθαι δεῖ τὸ τρυφᾷν, ἕλκει γὰρ εἰς πράξεις, ἀφ’ ὧν στεναγμοὶ μετὰ τὴν νῆψιν γίνονται.
ch
141
141
27
Τοὺς λογισμοὺς ἄμεινον τοὺς φιλοσάρκους βδελύττεσθαι, φθείρουσι γὰρ τὸ σῶμα, καὶ τὴν ψυχὴν μολύνουσιν.
ch
142
142
28
Οὐδὲ τὰ τῆς γῆς ἀγαθὰ χωρὶς κόπων
ἀνύεται, ἀνθότου τὰ οὐράνια, διὰ τὸν μόχθον, ἐκκλίνομεν;
ch
143
143
29
Βούλει τὴν ἀρετὴν κόπου χωρὶς ἐργάζεσθαι , λογίζου τὸν κόπον, ὅτι πρόσκαιρος, καὶ τὸν μισθὸν ὡς αἰώνιον.
ch
144
144
30
Ὅσοι πρὸς τὰς ἡδονὰς τὰς ἀτόπους τετήκασι, τῆς ἀπολαύσεως τὸ βραχὺ, καὶ τῆς τιμωρίας τὸ μακρὸν λογιζέσθωσαν.
ch
145
145
31
Ὅσον ὁ βίος ῥυπαρὸς, κτηνώδης, εἰκότως ἡ ψυχὴ, καὶ παθεῖν, ὡς τὸ λογικὸν, καὶ ὑφ’ ἑαυτῶν ζημιωθέντες ὀφείλουσι.
ch
146
146
32
Πάντα νόμιζε φθαρτὰ, καὶ τὴν ἀρετὴν ἄφθαρτον.
ch
147
147
33
Ἀμέλει τῶν ἄλλων ὅσα κτηνώδη κατασκευάζει τῶν ἄνθρωπον· ἐργάζου δὲ ταῦτα ὅσα σε οὐράνιον ἀναδεῖξαι δυνήσονται.
ch
148
148
34
Ἐπιμελοῦ τῆς ἀρετῆς, αὕτη γὰρ Θεὸν διὰ φιλοσοφίας, τὸν Ἀδὰμ ἀποδείκνυσι.
ch
149
149
35
Κρατεῖς γαστρός; κράτει καὶ γλώττης, ἵνα μὴ τῷ μὲν ὑπάρχῃς δοῦλος. τῷ δὲ τυγχάνῃς ἀνόνητος ἐλεύθερος.
ch
150
150
36
Ἀγάπα τὸν Θεὸν, ὑπὲρ αὐτὸν δὲ τοῖς οἰκείοις μὴ πρόσπασχε, μήπως αὐτοῦ, κατὰ τὴν αὐτοῦ φωνὴν εὑρεθῇς, ὡς οὐ θέλεις, ἀνάξιος.
ch
151
151
37
Καρτέρει τὰς θλίψεις· ἐν αὐταῖς γὰρ τοῖς ἀθλοῦσιν ὁ στέφανος.
ch
152
152
38
Μακάριον πάσχειν κακῶς, τὸ ποιεῖν δὲ τρισάθλιον, τοῦ Χριστοῦ γὰρ κληρόνομος ὁ πάσχων, ποιῶν δὲ τοῦ διαβόλου συγκληρόνομος.
ch
153
153
39
Καλὸς ὁ τῆς νηστείας ἄρτος, ἐπειδὴ τῆς ζύμης ἐστὶ τῶν ἡδονῶν ἐλεύθερος.
ch
154
154
40
Ἅγιος ὁ τῆς προσευχῆς βωμὸς, ἕλκει γὰρ πρὸς ἡμᾶς τὸν τῶν ἁγίων Ἅγιον.
ch
155
155
41
Μὴ δόκει τὴν δικαιοσύνην ἀρετῆς εἶναι πάρεργον, αὐτῆς γὰρ χωρὶς, πᾶσα πρᾶξις ἀκάθαρτος.
ch
156
156
42
Εἰ σπείρεις πτωχοῖς, τὰ σαυτοῦ σπεῖρον, τὰ γὰρ ἀλλότρια, ζιζανίων πικρότερα.
ch
157
157
43
Τυφλὸς ἐλεήμων, εἰ μὴ ὑπάρχει δίκαιος, γεωργῶν ἀγρὸν, ὃν θερίζειν οὐ δύναται.
ch
158
158
44
Προσδόκα μὲν ἀεὶ τὸν θάνατον, μὴ φοβοῦ δὲ, ἀληθὴς γὰρ χαρακτὴρ φιλοσοφίας ἑκάτερον.
ch
159
159
45
Σχηματίζου τὴν ἀρετὴν, οὐχ’ ὅπως ἀπατᾷς, ἀλλ’ ὅπως ὠφελῇς τοὺς βλέποντας.
ch
160
160
46
Λέγειν χρὴ καλὰ καὶ τὸν μὴ καλὰ πράττοντα, ὅπως ἄρξηται τῶν ἔργων, τοὺς λόγους αἰσχυνόμενος.
ch
161
161
47
Εἰ τὸν οὐρανὸν ποθεῖς, μηδὲν σοι καὶ τῇ γῇ· οὐκ ἐᾷ γὰρ ἐκείνη πρὸς ἐκεῖνον ἀνίπτασθαι.
ch
162
162
48
Μὴ βούλου πλουτεῖν, φιλοπτωχίας ἕνεκα, ἀπὸ γὰρ τῶν ὄντων, ἐλεεῖν ὁ Θεὸς νομοθετεῖ τὸν δίκαιον.
ch
163
163
49
Εἰ ποτήριον ψυχροῦν δικαιοῖ τὸν οἰκτίρμονα, πόση τις ἀμοιβὴ τὸν πάντα σκορπίζοντα τοῖς πτωχοῖς διαδέχεται;
ch
164
164
50
Πατέρες τῶν ἀρετῶν ἁγνεία, καὶ συμπάθεια,
οὐ τοίνυν ἔνι τῷ Χριστῷ δίχα ταύτης ἢ ἐκείνης στρατεύεσθαι.
ch
165
165
51
#p167
Μὴ ἀμέλει τῆς συμπαθείας,
ch
166
166
51
#p166
τὸ γὰρ ἐξ αὐτῆς ὄργανον, τὸν δι’ ἡμᾶς σαρκωθέντα τοῖς ἀνθρώποις παρέστησεν.
ch
167
167
52
Μὴ εἴπῃς· Τίσομαι τὸν ἐχθρὸν, κριτὴν γὰρ δίκαιον ἐν οὐρανῷ κεκτήμεθα.
ch
168
168
53
Μὴ βούλου πλουτεῖν, μὴ δοξάζεσθαι, φθορὰ γὰρ ταῦτα τοῦ βίου, ἡμεῖς δὲ οὐκ ἐσμεν ὡς οἱ φθειρόμενοι.
ch
169
169
54
Ἐπὶ νεκρῷ μὴ θρήνει, κοινὴ γὰρ ἡ ὁδὸς, ὁ δὲ φθάνων μακάριος.
ch
170
170
55
Τὸν ἁμαρτάνοντα πένθησον, οὐχὶ δὲ τὸν πτωχεύοντα, στεφανοῦται γὰρ αὐτὸς, ἐκεῖνος δὲ κολάζεται.
ch
171
171
56
Γέλα μὲν τοῦ βίου τὸν τροχὸν ἀτάκτως κυλιόμενον, φυλάττου δὲ τὸν τροχὸν εἰς ὃν κυλίει, τοὺς ἐν αὐτῷ νυστάζοντας.
ch
172
172
57
Λάλει τῷ Θεῷ πολλὰ, καὶ τοῖς ἀνθρώποις ἐλάχιστα, τῇ μελέτῃ δὲ τοῦ νόμου κατορθώσεις ἑκάτερα.
ch
173
173
58
Λουτὴρ ἀγαθὸς τῇ ψυχῇ τὸ τῆς προσευχῆς δάκρυον, ἀλλὰ μετὰ τὴν προσευχὴν μέμνησο τίνος χάριν ἐδάκρυσας.
ch
174
174
59
Τοὺς δυνατοὺς τοῦ βίου μὴ μακάριζε, δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται, ὅθεν αὐτοὶ τὸν κριτὴν αὐστηρότερον ἕξουσιν.
ch
175
175
60
Δεῖ πονεῖν τὸν Ἀδὰμ, ἡμεῖς δὲ πονοῦντες ἐν τῷ νόμῳ, τὴν ἀμοιβὴν κερδαίνομεν.
ch
176
176
61
Ἀνάγκη τῆς Εὔας τοὺς κληρονόμους θλίβεσθαι, ἀλλ’ ὅταν εὐχαρίστως τὰς θλίψεις ὐπομένωμεν, εἰς εὐλογίαν ἡμῖν ἡ κατάρα μετέρχεται.
ch
177
177
62
Λύχνῳ πρὸς τὰς πράξεις τῷ συνειδότι κέχρησο· τοῦτο γάρ σοι ἐν βίῳ ποίας ἀγαθὰς δείκνυσιν.
ch
178
178
63
Ἑαυτοὺς κρίνωμεν, καὶ ὁ Κριτὴς κατήλλακται· χαίρει γὰρ ὡς ἀγαθὸς, τὸν ἁμαρτωλὸν θεωρῶν, τὸ φορτίον σκορπίζοντα.
ch
179
179
64
Εἴ τι ῥυπαρὸν πέπρακται, τῇ μετανοίᾳ πλύνωμεν, μέλλομεν γὰρ τὴν εἰκόνα καθαρὰν μεθοδεύεσθαι.
ch
180
180
65
Πρὶν γυμνωθῆναι, ἕλκη τῆς ψυχῆς θεραπεύωμεν, ἵνα κερδάνωμεν τοῖς φαρμάκοις τὰς μάστιγας.
ch
181
181
66
Ὥσπερ δυσχερῶς οἱ δεσμῶται βαδίζουσιν, οὕτως τὸν δρόμον τῆς ἀρετῆς οἱ συμπλακέντες τῷ βίῳ καθαρὸν οὐκ ἀνύουσιν.
ch
182
182
67
Χρὴ τὴν ἁμαρτίαν μισεῖν, οὕτως γὰρ ἐκ τῆς αὐτῆς παγίδος θᾶττον, κἂν ὀλισθήσῃ τις πρὸς αὐτὴν, ἐξελεύσεται.
ch
183
183
68
Ὃς οὐ μισεῖ τὴν ἁμαρτίαν, ἐν ἁμαρτωλοῖς, εἰ καὶ μὴ πράττει τὴν ἁμαρτίαν, κρίνεται.
ch
184
184
69
Ἐπὶ τῷ πλησίον ἁμαρτάνοντι στέναξε, ἵνα καὶ σεαυτὸν στενάξῃς, πάντες γάρ ἐσμεν ἁμαρτίαις ὑπεύθυνοι.
ch
185
185
70
Ἀναμίμνησκε τοῦ Κριτοῦ τὸν φίλον ὀλισθήσαντα, καὶ τὸ σὸν ἐμπλάττεις τραῦμα, κοινὸν γὰρ τῆς συμβουλῆς τὸ φάρμακον.
ch
186
186
71
Λέγειν τί μέλλων, ἢ πράττειν, τῆς μετὰ μικρὸν ἀπολογίας φρόντιζε, καὶ σωφρονεῖς τῷ φόβῳ διορθούμενος.
ch
187
187
72
Τῆς ἁμαρτίας τὴν τιμωρίαν φοβοῦ, τὴν αἰσχύνην δὲ νάρκα, τὸ χαλεπὸν γὰρ ἑκατέρων ἄμετρον.
ch
188
188
73
Τῶν μελλόντων ἀγαθῶν, καὶ τὸ κάλλος, καὶ πλῆθος ἄπειρον· ταῦτα δὲ σκιὰ, καὶ καπνὸς, καὶ πομφόλυγες.
ch
189
189
74
Μὴ σπεῖρε πονηρὰ, τὸ γὰρ θέρος ἐγγὺς, καὶ τὸ πῦρ τὸν γεωργὸν τῶν ἀκανθῶν ἐκδέχεται.
ch
190
190
75
Ῥόδα τοῦ βίου ὑποκριταὶ, πλεονέκται, φιλήδονοι, ἀλλὰ μικρὸν καρτερεῖς, καὶ τὸν χόρτον θεωρεῖς πατούμενον.
ch
191
191
76
Πᾶσα πονηρὰ πρᾶξις, ὁπλίζει τὸν διάβολον, ὁπλισθεὶς δὲ χαλεπῶς τοῖς ὁπλίσασι κέχρηται.
ch
192
192
77
Βούλει τὸν ἐχθρὸν ἀσθενεῖν, τὴν ἁμαρτίαν περίκοπτε, καὶ γυμνωθεὶς τῶν πτερῶν, ὡς στρουθίον, ἐμπαίζεται.
ch
193
193
78
Οὐαὶ τῷ ἀσεβεῖ, ὅτι, ὅταν πάντες φωτίζωνται, τότε ἐκεῖνος σκοτίζεται.
ch
194
194
79
Οὐαὶ τῷ βλασφήμῳ, δεσμεῖται γὰρ τὴν γλῶτταν, καὶ πῶς ἀπολογεῖσθαι πρὸς τὸν Κριτὴν οὐ δύναται.
ch
195
195
80
Οὐαὶ τῷ ἀνόμῳ, πρὸς Κριτὴν γὰρ αὐστηρόν τε καὶ δίκαιον τὸν νομοθέτην ἀπέρχεται.
ch
196
196
81
Οὐαὶ τῷ πλεονέκτῃ, ὁ πλοῦτος αὐτὸν φεύγει, καὶ τὸ πῦρ ὑποδέχεται.
ch
197
197
82
Οὐαὶ τῷ ῥᾳθύμῳ, ζητήσει τὸν καιρὸν, ὃν κακῶς ἐδαπάνησεν.
ch
198
198
83
Οὐαὶ τῷ ἀλαζόνι, ὅταν εἰσέλθῃ τὸν τάφον, τίς ὑπάρχει διδάσκεται.
ch
199
199
84
Οὐαὶ τῷ φιλοπόρνῳ, ῥυποῦντι στολὴν νυμφικὴν, καὶ τοῦ βασιλικοῦ γάμου μετ’ αἰσχύνης ἐκβάλλεται.
ch
200
200
85
Οὐαὶ τῷ λοιδόρῳ, καὶ σὺν αὐτῷ τῷ μεθύσῳ, ὅτι μετὰ φονευτῶν τάττονται, καὶ μετὰ μοιχῶν κολάζονται.
ch
201
201
86
Οὐαὶ τῷ τρυφῶντι χρόνον ὀλίγον, ὡς μόσχος εἰς σφαγὴν ἑτοιμασθεὶς, σιτεύεται.
ch
202
202
87
Οὐαὶ τῷ ὑποκριτῇ, ὁ ποιμὴν αὐτὸν ἀρνεῖται, καὶ λύκον ὁ Κριτὴς ἀποφαίνεται.
ch
203
203
88
Μακάριος ὁ στενὴν ὁδεύων ὁδὸν, στεφανηφορῶν γὰρ τὸν οὐρανὸν εἰσέρχεται.
ch
204
204
89
Μακάριος ὁ τὰς ἡδονὰς πατῶν, τρέμουσι γὰρ προς αὐτὸν οἱ δαίμονες.
ch
205
205
90
Μακάριος ὁ τὴν ἀρετὴν καθαρὸς καὶ τὴν ψυχὴν ἀνυπόκριτος· κρίνειν γὰρ μέλλει τὸν κόσμον, οὐχὶ δὲ μετὰ τοῦ κόσμου κρίνεσθαι.
ch
206
206
91
Μακάριος ὁ τὸν βίον ἔχων ὑψηλὸν, ταπεινὸν
δὲ φρόνημα, Χριστὸν γὰρ μιμεῖται, καὶ αὐτῷ συγκαθέζεται.
ch
207
207
92
Μακάριος, οὗ τῆς γλώττης ὁ νόμος οὐκ ἀφίσταται, τούτου γὰρ τῆς σκηνῆς ὁ Θεὸς οὐ χωρίζεται.
ch
208
208
93
Μακάριος ὁ πολλοὺς εὖ ποιῶν, πολλοὺς γὰρ εὑρήσει συνηγόρους κρινόμενος.
ch
209
209
94
Μακάριος ὁ μὴ νοθεύων τὴν ἀρετὴν, τοῦ Κριτοῦ γὰρ τὸ πτύον οὐκ ἐμπαίζεται.
ch
210
210
95
Μακάριος ὁ τὰς ἑαυτοῦ πράξεις κοσμῶν, πρὶν ὀφθῆναι τὸ πῦρ, ᾧ πάντα δοκιμάζεται.
ch
211
211
96
Μακάριος ὁ σπεύδων πρὸς τὴν ζωὴν τὴν μέλλουσαν, τὰ παρόντα γὰρ ὄζει φθορᾶς, καὶ πρὸς θάνατον ἕλκεται.
ch
212
212
97
Μακάριος ὁ τὰ φαῦλα σκορπίζων, ἃ συνήγαγε, καὶ καθαρὸς τῷ καθαρῷ Κριτῇ παριστάμενος.
ch
213
213
98
Κεφάλαιον μὲν τοῦ λόγου· ψυχὴ μὴ ἀμέλει, μέλλεις γὰρ τὸν ζυγὸν μετὰ μικρὸν μετέρχεσθαι τοῦ φοβεροῦ κριτηρίου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.