ch
206
206
Μακάριος ὁ τὸν βίον ὑψηλὸν ἔχων, ταπεινὸν δὲ φρόνημα. Χριστὸν γὰρ μιμεῖται, καὶ αὐτῷ συγκαθίσεται.
ch
207
207
Μακάριος οὗ τῆς γλώττης ὁ νόμος οὐκ ἀφίσταται· τούτου γὰρ τῆς σκηνῆς ὁ Θεὸς οὐ χωρίζεται.
ch
208
208
Μακάριος ὁ πολλοὺς εὐποιῶν· πολλοὺς γὰρ εὑρήσκει συνηγόρους κρινόμενος.
ch
209
209
Μακάριος ὁ μὴ νοθεύων ἀρετήν· τοῦ κριτοῦ γὰρ τὸ πτύον οὐκ ἐμπαίζεται.
ch
210
210
Μακάριος ὁ τὰς ἑαυτοῦ πράξεις κατακοσμῶν· μέλλει γὰρ πῦρ ἀναφθῆναι, ᾧ τὰ πάντα δοκιμάζεται.
ch
211
211
Μακάριος ὁ σπεύδων πρὸς τὴν ζωὴν τὴν μέλλουσαν· τὰ παρόντα γὰρ ὄζει φθορᾶς, καὶ πρὸς θάνατον ἕλκει.
ch
212
212
Μακάριος ὁ τὰ φαῦλα σκορπίζων ἃ συνήγαγε καθαρὸς καθαρῷ τῷ κριτῇ παριστάμενος.
ch
213
213
Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις. Ψυχὴ μὴ ἀμέλει· μέλλεις γὰρ τὸν ζυγὸν μετὰ μικρὸν ὑπέρχεσθαι τοῦ φοβεροῦ κριτηρίου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. ὡς οὐκ οἶδας γὰρ ὁ θάνατος ἔρχεται.