ch
title
title
ΚΕΦΑΛΑΙΑ ΤΩΝ ΜΑΘΗΤΩΝ ΤΟΥ ΕΥΑΓΡΙΟΥ
ch
1
1
Ὁ ἰατρὸς ἅμα ἰατρός, ἅμα ἔχει τὴν ἰατρικήν· καὶ μὴ ἐνεργῶν δὲ λέγεται πρῶτον ἀπ' αὐτῆς· πρῶτον γὰρ τέμνει καὶ δεύτερον θεραπεύει. Ἐπὶ θεοῦ ὁμοίως· πρῶτον <...> Ἐπιτηδειότητες ἰατρικαὶ ποιότητές εἰσιν νοεραί, αἱ δὲ ποιότητες ἐν τοῖς ἀσωμάτοις εἰσίν, ὁ δὲ θεὸς ὑπὲρ τὸ ἀσώματόν ἐστιν.
ch
2
2
Ὅσα λέγεται εἶναι τὸν θεόν, τούτων τὰ μὲν κατ’ οὐσίαν, τὰ δὲ κατ’ ἐνέργειαν λέγεται εἶναι, ὡς μὲν πρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα ὁμοουσίως, ὡς δὲ πρὸς τὴν κτίσιν ἐνεργητικῶς, οἷον πατέρα, ἀρχήν, δημιουργόν, κριτήν, προνοητήν. Ἅμα δὲ τῷ ἐπινοηθῆναι θεόν, ἐπινοεῖται πατήρ, <ἀρχή>, δημιουργός, κριτής, προνοητής· οὐ μὴν δὲ δημιουργῶν ἢ κρίνων ἢ προνοῶν, τότε μόνον ἐπινοεῖται εἶναι· ἄναρχος γὰρ ὑπάρχει, οὐσιώδης γνῶσις ὑπάρχων, ὡς τὸ «ὁ ὢν ἀπέσταλκέ με», καὶ τὸ «ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ», καὶ τὰ ὅμοια.
ch
3
3
Τῷ πυρὶ ἅμα σύνεστι τὸ καίειν καὶ φωτίζειν καὶ ξηραίνειν, οὐ μὴν ἅμα ἐνεργεῖ τὰ πάντα· φωτίζει γὰρ καὶ ἀπὸ διαστήματος, καὶ οὐ καίει τὰ διεστηκότα.
ch
4
4
Τὸ τῆς προφητείας εἶδος τετραχῶς γίνεται, οἷον· ἐν ἱστορίᾳ, ὡς τὸ ἐπὶ τοῦ Ἀβραάμ, «ἅτινά ἐστιν ἀλληγορούμενα», καὶ τὸ «ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου»· καὶ διὰ λόγου, ὡς τὸ «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει» καὶ τὰ ἑξῆς· καὶ τρίτον τυπικῶς, ὡς τὸ Ἰωνᾶ καὶ τὸ «λάβε σεαυτῷ σκεύη ποιμένος ἀπείρου» καὶ τὰ ἑξῆς· καὶ τέταρτον δι’ αἰνιγμάτων, ὡς τὸ «τί σὺ ὁρᾷς; ὁ δὲ εἶπεν· ἄγγος ἰξευτοῦ», καὶ πάλιν ῥάβδον καρυΐνην καὶ λέβητα καὶ τὰ ἑξῆς. Θαύμασαι δὲ ὅτι πῶς ἐν τοῖς αἰσθητοῖς κεῖνται λόγοι μυστικοὶ περὶ πάντων.
ch
5
5
Ἐάν τις τῶν ἔξω εἴπῃ λόγον ἀληθῆ, μὴ θαυμάσῃς· ἢ γὰρ ἐκ τῶν φυσικῶν σπερμάτων ἐστὶν ἢ ἐξ ἀκοῆς τῶν ἁγίων ἢ ἐκ δαίμονος ἀκούσαντος· ἀκούουσι γὰρ πολλάκις τῶν ἁγίων διδασκόντων τοὺς ὑπ' αὐτοὺς θεωρήματα πρακτικά.
ch
6
6
Ὁ γνωστικὸς ἑαυτὸν δοκιμαζέτω, εἰ ἔστι κατὰ διάνοιαν αὐτοῦ πρῶτον μηδὲν ποιεῖν αἰσχρὸν μηδὲ λέγειν, δεύτερον μὴ μνησικακῆσαι τῷ ζημιώσαντι καὶ λυπήσαντι, καὶ τρίτον μὴ μνησικακῆσαι τῷ κακῶς αὐτὸν λέγοντι, καὶ τέταρτον εἰ χωρὶς νοημάτων καὶ θεωρημάτων προσεύχεται· τὸ πρῶτον τοῦ ἐπιθυμητικοῦ, τὸ δεύτερον τοῦ θυμικοῦ, τὸ τρίτον τῆς κενοδοξίας, ὅπερ δύσκολον εἶπε, τὸ τέταρτον τῆς ἀπαθείας καὶ τῆς γνώσεως τεκμήριον.
ch
7
7
Τὴν δικαιοσύνην οἱ ἔξω περιεκτικὴν πασῶν τῶν ἀρετῶν προέκριναν· ἀπονεμητικὴ γάρ ἐστι τῶν κατ' ἀξίαν, τὸ συμφορώτερον παιδεύουσα· τὰς γὰρ κατ' ἐνέργειαν ἁμαρτίας περιαιρεῖ, ταύτην καὶ ὁ νόμος προστάσσει. Κατὰ δὲ τὴν τοῦ Χριστοῦ διδασκαλίαν ἡ ἀγάπη πασῶν τῶν ἀρετῶν ἐστι περιεκτική· καὶ γὰρ τὸν ἔσω ἄνθρωπον καθαρίζει, τὰς κατὰ διάνοιαν ἁμαρτίας ἐκκόπτουσα.
ch
8
8
Ὥσπερ τῷ πάσχοντι ὀφθαλμὸν κατὰ φύσιν ἐστὶ τὸ κολλύριον <μᾶλλον> ἤπερ τῷ ὑγιαίνοντι, οὕτως τῇ ψυχῇ κατὰ φύσιν ἐστὶ τὸ σῶμα· αἱ δ’ ἐν τῇ τῆς μονάδος οὖσαι ὑγείᾳ ταύτης τῆς ὑλώδους παχύτητος οὐ χρείαν ἔχουσιν.
ch
9
9
Ἔστι τι παρὰ φύσιν πρὸς ἑαυτὸ λεγόμενον, οἷον ὡς τὸ ἕκτον δάκτυλον ἔχειν τινά· καὶ ἄλλο πρὸς τὸν χρόνον, ὡς ὅταν τις ἐνιαυσιαῖος ὢν ὀδόντας ἐνέγκῃ ἢ πώγωνα πρὸ καιροῦ· καὶ τρίτον ὡς πρὸς τὸ εἶδος, ὡς ἐκ πέτρας ὕδωρ ἐκχεόμενον. Ὡς δὲ πρὸς τὴν σωματικὴν φύσιν, οὐδὲν τῶν τοιούτων παρὰ φύσιν ἐστίν· ἅπαντα γὰρ ἐκ τοῦ τετραστοίχου πέφυκε γίνεσθαι. Ἔτι δὲ καὶ ἡ ἄλογος μνήμη καὶ τὸ λαβεῖν νοήματα αἰσθητὰ καὶ τὸ γινώσκειν αἰσθητῶς καὶ τὸ τέμνειν τὴν φωνὴν ἀδιακρίτως καὶ ἀποτελεῖν προφορικὸν λόγον ὡς ὁ ψιττακὸς καὶ ἡ κίσσα τῆς σωματικῆς ἐστι φύσεως.
ch
10
10
Οὐ θαῦμα εἰ βοηθοῦντος τοῦ ἀγγέλου ἐλάλησεν ἡ ὄνος τῷ Βαλαάμ, ἄλογος οὖσα· ὁ λόγος γὰρ ὁ προφορικὸς τοῦ ποσοῦ ἐστι, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει ὑποπίπτει, ὁ λόγος ἄρα τῆς σωματικῆς φύσεώς ἐστιν. Ὥσπερ οὖν ἐκ τῆς πρὸς τὸ σῶμα συναφείας συνέβη τὸ γελᾶν καὶ τὸ τρώγειν καὶ τὸ κοιμᾶσθαι τῷ λογικῷ, καὶ τὰ ἑξῆς, οὕτως καὶ τὸ προφορικῶς λαλεῖν. Τὴν ἐνέργειαν οὖν τοῦ λογικοῦ ἔλεγε μόνην εἶναι τὸ τοὺς λόγους τῶν πραγμάτων θεωρεῖν καὶ πρὸς τὸν θεὸν διάγειν.
ch
11
11
Ἀναμέσον δαιμόνων καὶ ἀγγέλων, ἀναμέσον ὄφεων καὶ περιστερῶν εἶναι τοὺς ἀνθρώπους εἶπε· καὶ γὰρ κτηνῶν καὶ δαιμόνων καὶ ἀγγέλων οἱ ἄνθρωποι μέσοι. Τρώγοντες μὲν οὖν καὶ πίνοντες καὶ καθεύδοντες καὶ τὰ ἄλογα πάθη ἐνεργοῦντες, [καὶ] ὡς κτήνη κινοῦνται· ὀργιζόμενοι δὲ καὶ μνησικακοῦντες, ὡς δαίμονες· εὐχόμενοι δὲ καὶ ψάλλοντες καὶ θεολογοῦντες καὶ θεωροῦντες, ὡς ἄγγελοι.
ch
12
12
Τὰ ἐναντία πρὸς τὸ αὐτὸ πρᾶγμα θεωρεῖται, οἷον φῶς καὶ σκότος πρὸς τὸν ὀφθαλμὸν καὶ τὸν ἀέρα, ζωὴ καὶ θάνατος πρὸς τὸ ζῷον, ὑγεία καὶ νόσος ὁμοίως, δικαιοσύνη δὲ καὶ ἀδικία, γνῶσις καὶ ἀγνωσία πρὸς τὸ λογικόν. Μὴ ὄντος οὖν ἀέρος ἐν τῇ ἀβύσσῳ, νυχθήμερον οὐδεὶς ἐκεῖ ποιεῖ, ἀλλὰ μᾶλλον πνευματικὸς ὢν ὁ ἀπόστολος ἐστοχάσατο ὅτι τὸ διάστημα τοῦ χρόνου <ὃ> ἐκεῖ πεποίηκεν ὡρῶν ἦν εἰκοσιτεσσάρων, τουτέστι νυχθήμερον.
ch
13
13
Ἄβυσσον κατὰ θεωρίαν τινὰ τὴν ἀντικειμένην δύναμιν εἶπε, νύκτα δὲ τοὺς πειρασμοὺς τῆς ψευδωνύμου γνώσεως, ἡμέραν δὲ τὴν κατάληψιν τῆς ἀληθείας· ἀγγέλων γὰρ ἴδιον τὸ ἐν ἡμέρᾳ εἶναι διὰ παντός, δαιμόνων δὲ τὸ ἐν νυκτί, ἀνθρώπων δὲ τὸ ἐν νυχθημέρῳ.
ch
14
14
Ἡ πατρὶς τοῦ καθαροῦ νοῦ ἡ ἀρετὴ καὶ ἡ γνῶσίς ἐστιν· αἰχμάλωτος δὲ γίνεται ὅταν εἰς κακίαν καὶ ἄγνοιαν ἀπαχθῇ. Καὶ ἐν κακίᾳ μὲν ὤν, εἰς Αἴγυπτον κατέρχεται προαιρετικῶς, ὡς οἱ Ἑβραῖοι· ἀκάθαρτος δὲ ὤν, ἐξ ἀνάγκης ἐν ἀγνοίᾳ ἔσται καὶ μὴ θέλων· καὶ τοῦτό ἐστιν· «εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν.»
ch
15
15
Τῇ πρακτικῇ ὑπόκεινται ὗλαι πράγματα πέντε, σῶμα, ἄνθρωποι, βρώματα, χρήματα, κτήματα· πάντων δὲ τιμιώτατον τὸ σῶμα· διὸ καὶ οἱ τούτου καταφρονήσαντες μάρτυρές εἰσιν. Ἔλεγεν οὖν ὅτι διὰ τοῦτο ὁ διάβολος καὶ οἱ κατ' αὐτὸν ὑποβάλλουσι πονηροὺς λογισμοὺς ἡμῖν καὶ κινοῦσιν ἡμᾶς πρὸς γαστριμαργίαν καὶ πορνείαν, ἵνα ἐν τῷ πρώτῳ καὶ τιμιωτάτῳ δοθέντι ἡμῖν παρὰ θεοῦ μιανθῶμεν.
ch
16
16
Ὥσπερ ἐάν τις πιστευθῇ δημόσιά τινα καὶ λογοθετηθῇ, καθὼς εὑρέθη δαπανήσας εἰσπράττεται, οὕτως λόγος ἕκαστος τῶν ἀνθρώπων δώσει· πᾶσι γὰρ ἐνεπίστευσεν ὁ θεός.
ch
17
17
Πάντως πᾶν ὃ διά τι γίνεται ὑποδεέστερόν ἐστι τοῦ δι' ὅτι γίνεται, οἷον· τὴν πρακτικὴν μετερχόμεθα διὰ τὴν τῶν ὄντων γνῶσιν, ταύτην δὲ διὰ τὴν τοῦ θεοῦ γνῶσιν.
ch
18
18
Ἡ ἀπάθεια κατὰ δύναμιν <ἐν ταῖς> ἐντολαῖς, τὰ δὲ δόγματα ἐν τοῖς πράγμασιν, ἡ δὲ γνῶσις τοῦ θεοῦ ἐν τῇ πίστει ἐστίν.
ch
19
19
«Ἡ πολυποίκιλος σοφία» [καὶ] τῶν ὄντων ἐστὶ γνῶσις· ἡ δὲ τοῦ θεοῦ γνῶσις μονοειδὴς γνῶσίς ἐστιν. Εἰ οὖν ὡς ἐνδέχεται θεὸν γνωσόμεθα, ἐξεταστέον εἰ αὐτὸ τὸ ἐνδεχόμενον γνωσθῆναι ταὐτόν ἐστι τῷ μὴ ἐνδεχομένῳ· εἰ γὰρ οὐκ ἔστι ταὐτόν, οὐ μονοειδὴς ἡ τοῦ θεοῦ γνῶσις, ἀλλὰ σύνθετος· εἰ δὲ ταὐτόν ἐστιν, ὡς καὶ ἔστιν, τὸν θεὸν γνωσόμεθα μονοειδῶς, οὐσιώδης γὰρ γνῶσίς ἐστι, καὶ οὐκ ἔστι μέρος αὐτοῦ καταληπτὸν καὶ ἕτερον μέρος ἀκατάληπτον.
ch
20
20
Ἐὰν τὰς ἀκτῖνας τοῦ ἡλίου ἰδεῖν θέλῃ ὁ ὀφθαλμός, κάτω τοῖς πράγμασιν ἐνατενίζει· ἐὰν δὲ αὐτὸν τὸν ἥλιον, ἐπαναβαίνει τῶν πραγμάτων. Οὕτως καὶ ὁ νοῦς, ἐν τοῖς κτίσμασιν ἢ τοῖς πράγμασιν ὤν, <ἅτινα> οἷον αἱ ἀκτῖνες τοῦ θεοῦ εἰσι, θεωρεῖ τὸν λόγον αὐτῶν· ἐπὰν δὲ αὐτὸν τὸν θεὸν θέλῃ καταξιωθῆναι ἰδεῖν, ἔξω ὢν τῶν πραγμάτων ὄψεται αὐτόν.
ch
21
21
Οὐκ ἀντίκειται τὸ ἁπαλὸν τῷ ὑγρῷ πρὸς ἕν τι τῶν σημείων, οὐκοῦν ἡ κίνησις τοῦ ἀνέμου ἀντέστη τῇ ἠρεμίᾳ τοῦ ὕδατος, καὶ οὕτως ἡ θάλασσα ἐξηράνθη, ἠρέμίᾳ γὰρ κίνησις ἀντίκειται. Ἐπὶ τοῦ νεκροῦ Λαζάρου καὶ τῶν λοιπῶν, κράσεις θερμαὶ καὶ συνάφεια δύο οὐσιῶν· ἐπὶ τοῦ τυφλοῦ, εἶδος καὶ χρόνος· ἐπὶ δὲ τῆς πέτρας, τὸ ὕδωρ ἐν τῇ ἐρήμῳ· ἐπὶ δὲ τῶν ἁλύσεων, ἀὴρ πρὸς Πέτρον· ἐπὶ δὲ τῶν αὐτομάτως ἀνοιχθεισῶν θυρῶν, κίνησις ἐπεκράτησε τῆς ἠρεμίας, πέφυκε γὰρ τὰ ξύλα κινεῖσθαι· ἐπὶ τοῦ σιδήρου, ἀήρ· ἐπὶ τοῦ Ἰορδάνου, κίνησις τῆς ἠρεμίας· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως νοήσεις συμβολικῶς.
ch
22
22
Ἰδιάζοντα ἔχει ὁ πατὴρ ὡς πρὸς τὸν υἱὸν αὐτὸ τὸ εἶναι πατὴρ καὶ τὸ ἀεὶ εἶναι πατὴρ καὶ μόνου πατὴρ καὶ μόνος πατήρ· ὡς δὲ πρὸς τὸν πατέρα ἰδιάζοντα ἔχει ὁ υἱὸς τὸ ἐν ἀρχῇ εἶναι καὶ αὐτὸ τὸ εἶναι υἱὸς καὶ μόνου υἱὸς καὶ μόνος υἱὸς καὶ ἀεὶ υἱός· τὸ δὲ πνεῦμα πρὸς τὸν πατέρα ἰδιάζον ἔχει τὸ ἐκπορεύεσθαι· πάλιν δὲ ἰδιάζον ἔχει ὁ πατὴρ πρὸς τὸν υἱὸν καὶ πρὸς τὸ πνεῦμα ἅμα τὸ πατὴρ καὶ ἀρχὴ <εἶναι>· καὶ οὕτως ὄντων τῶν νοημάτων, τρεῖς ὑποστάσεις λέγομεν. Μονογενὴς οὖν ἐστιν ὁ υἱὸς τῷ φύσει υἱὸς εἶναι καὶ οὕτως μόνος ἐκ τῆς οὐσίας τοῦ πατρὸς γεννητός· καὶ γὰρ τὸ ἅγιον πνεῦμα, ἐκ τῆς οὐσίας ὂν τοῦ πατρός, οὐκ ἔστιν υἱός. Αὕτη οὖν ἡ τριάς, ἐπὰν πατὴρ καλῆται, οὐ διὰ τὸ μέλλειν πρῶτον δημιουργεῖν· καὶ οὕτως πατὴρ λέγεται τῶν μετεχόντων τῆς γνώσεως αὐτῆς, τάχα δὲ τῶν λογικῶν ἡ τριὰς ἅμα δημιουργὸς ἦν καὶ πατήρ.
ch
23
23
Ἐν μὲν τῇ σανίδι τυποῦσιν ἡμῶν τὴν εἰκόνα, ἐν δὲ τῷ ἐσόπτρῳ τὸ σχῆμα καὶ <ἡ> ἰδία ποιότης τοῦ προσώπου ἡμῶν· οἱ δ' ἄνθρωποι διὰ τῶν ἀρετῶν κατ' εἰκόνα γίνονται Χριστοῦ, ὁ δὲ Χριστὸς «εἰκών ἐστι τοῦ θεοῦ», ἔχων τὸν θεὸν ἐν ἑαυτῷ ὡς ἐν ἐσόπτρῳ. Γινόμεθα οὖν «κατ' εἰκόνα τοῦ κτίσαντος ἡμᾶς» Χριστοῦ· «εἴ τις γὰρ <ἐν αὐτῷ>, καινὴ κτίσις», οὐ καθό ἐστιν εἰκών, ἀλλὰ καθ' ἣν ἐν τῷ βίῳ τούτῳ ἔσχεν, ὁ δὲ ἐτυποῦτο, τὰ νοήματα ἀπαθῶς λαμβάνων.
ch
24
24
Τρία εἰσὶ πράγματα τῆς τριάδος σύμβολα, τὰ ἀσώματα, τὰ λογικά, ἡ σωματικὴ φύσις. Ποῦ οὖν κατεπόθη ἡ ψυχὴ τοῦ Χριστοῦ εἰς τὴν τριάδα καὶ πῶς ἐνδέχεται ψυχήν ποτε χωρὶς ἑνώσεως καθ' ἑαυτὴν οὐσιώδη γνῶσιν λέγεσθαι; πόσῳ μᾶλλον ἐπιπλεῖον τὸ σῶμα; οὐδὲ γὰρ γνώσεως δεκτικόν ἐστι τὸ σῶμα, ἀλλὰ μᾶλλον παιδαγωγεῖον γνώσεως, παιδίων κοινωνησάντων σαρκὸς καὶ αἵματος· διὸ καὶ ὁ τούτων δεσπότης «μετέσχε τῶν αὐτῶν παθημάτων», τὴν ἐλευθερίαν «αὐτοῖς ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» διὰ τοῦ θείου αὐτοῦ θανάτου καὶ <τῆς> ἀναστάσεως ἀφθόνως παρέχων. Εἰ οὖν λέγει τις· ποῦ κατεπόθη τὸ σῶμα; δηλονότι εἰς τὴν ἄφθαρτον φύσιν.
ch
25
25
Τὰ ἁπλᾶ σώματα πρότερά εἰσι τῶν συνθέτων, ὁ δὲ νοῦς ἀσύνθετός ἐστιν, ἐπεὶ μὴ ἔστιν ἐξ ὕλης, ἄρα προϋπάρχει τοῦ σώματος, οὐ μὴν χρόνῳ· ὁ γὰρ χρόνος τῆς σωματικῆς φύσεώς ἐστιν.
ch
26
26
Τὸ οὗτος <τὸ> πρόσωπον σημαίνει, τὸ δ' οὕτως τὸν τρόπον, τὸ δὲ τοιοῦτος τὸ εἶδος καὶ τὸ σχῆμα. Εἰ οὖν «οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς [καὶ] οὕτως» καὶ τὰ ἑξῆς <καὶ> «ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων» ἐλεύσεται κατὰ τὰ ἐν τῷ Λουκᾶ εὐαγγελίῳ, δηλονότι «ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς» ἐθεάσαντο αὐτὸν ἀναλαμβανόμενον.
ch
27
27
Τινὲς δοκοῦσι, διὰ τὸ μετὰ τὴν ἀνάστασιν ἐπιδεῖξαι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων, ὅτι τὴν σάρκα καὶ τὰ ὀστᾶ παχυμερῆ ἔχων κάθηται ἐν τῇ δεξιᾷ τοῦ πατρός· τούτοις ἕπεται τὸ σῶμα εἶναι τὸν θεὸν καὶ τὸ ἐν τόπῳ· ἴστωσαν δὲ ὅτι καὶ αἰσθητὸν σῶμα ἔχων ἐποίει τινὰ ἅπερ τοῦ πνευματικοῦ σώματός ἐστιν, οἷον τὸ ἐπὶ θαλάσσης περιπατεῖν καὶ τὸ διελθεῖν διὰ μέσου αὐτῶν· οὐ θαῦμα οὖν εἰ τὸ ἄφθαρτον καὶ πνευματικὸν ἔχων μετὰ τὴν ἀνάστασιν πρὸς πληροφορίαν τῶν μαθητῶν οὕτως ἐφαίνετο. Τινὲς δὲ λέγουσιν ὅτι τὸ ἐξ ἀναστάσεως πνευματικὸν σῶμα ὃ νῦν ἔχει περιορίζεται· τούτοις ἕπεται τὸ κατ' οἰκονομίαν λαβεῖν τὸ ἀνθρώπινον μόνον σῶμα τὸν κύριον, ἀεὶ δὲ αὐτὸν εἶναι ἐν περιοριστῷ σώματι, εἰ καὶ πνευματικῷ· ἐξεταστέον οὖν αὐτοὺς εἰ ἐνδέχεται ἐν σώματι περιοριστῷ θεάσασθαι τὴν ἁγίαν τριάδα· εἰ δ' οὐκ ἐνδέχεται τοῦτο, οὐκοῦν ἀπεριόριστον τοῦ Χριστοῦ τὸ σῶμα, ἐπειδὴ μὴ ὑπάρχει ἐν τόπῳ, ἀλλ' ἐν αὐτῇ. Τρίτοι δὲ εἰσιν οἱ λέγοντες ὅτι, εἰ κατ' οἰκονομίαν σῶμα ἔλαβε, δηλονότι πληρώσας τὴν οἰκονομίαν καὶ ὃ ἀνέλαβε δι' αὐτὴν τὴν οἰκονομίαν ἀπέθετο· οὐκ ἀπέθετο μέντοι, ἀλλὰ μετέθηκε κατὰ μετασχηματισμόν· ἐὰν δέ τις εἴπῃ· ποῦ; δηλονότι εἰς τὴν ἔνδοξον αὐτοῦ ἀφθαρσίαν, κατὰ τὸν Δαυίδ· «οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Σῶμα μὲν γάρ, συλλογιστικῶς εἰπεῖν, ἐκστῆναι τοῦ εἶναι σῶμα κατὰ φύσιν τῶν ἀδυνάτων ἐστὶν <ἐφ'> ὅσον ὑπάρχει ἡ σωματικὴ φύσις, ἀλλοιωθῆναι δὲ τὴν κρᾶσιν κατ' ἐπικράτειάν <τινος> τῶν τοιούτων τεσσάρων στοιχείων ἐννοηθήσεται· τὸ δ' ὑπὲρ φύσιν θεὸν ἑνωθῆναι <αὐτῷ>, τοῦτο μόνον ἡ πίστις χωρεῖ, ὁμολογοῦσα καὶ τὸ κατ' οἰκονομίαν καὶ τὸ κατὰ διάθεσιν εἰληφέναι τὸν κύριον τὴν ἡμετέραν φύσιν «χωρὶς ἁμαρτίας» καὶ ἑαυτῷ ἑνῶσαι ἀμερίστῳ καὶ ἀφράστῳ ἑνώσει καθὼς γέγραπται· «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;», ἀντὶ τοῦ οὐδείς.
ch
28
28
Πᾶσαι αἱρέσεις καὶ ἑτεροδοξίαι ἢ περὶ τὴν τριάδα ἐσφάλησαν, [ἢ περὶ Χριστοῦ παρουσίας ἀντιλέγοντες], ἢ περὶ τῆς ἀσωμάτου φύσεως ἢ περὶ τῆς σωματικῆς, ἢ περὶ προνοίας ἢ περὶ κρίσεως.
ch
29
29
Ὁ πατὴρ ἅμα πατὴρ καὶ ἀρχή, καὶ πατὴρ μὲν τοῦ υἱοῦ, ἀρχὴ δὲ τοῦ ἁγίου πνεύματος, οὐ χρονική, ἀλλ' οὐσιώδης· ἐκ τούτων οὖν τῶν ὀνομασιῶν τρεῖς ὑποστάσεις λέγομεν, ἐνθένδ' εἴρηται καὶ τὸ ἅγιον πνεῦμα· «ἀπελθόντες γάρ, φησί, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» Αὕτη δὲ ἡ ἁγία τριάς, ἅτε δημιουργὸς ἀεὶ οὖσα τῶν ὑπ' αὐτῆς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι δημιουργηθέντων, τούτους, καθὸ προαιρέσει τῆς γνώσεως αὐτῆς μεταλαμβάνουσιν, υἱοθεσίας καταξιοῖ καὶ πατὴρ θέσει λέγεται τῶν λογικῶν· ὁ δὲ υἱός, υἱὸς ὢν φύσει τοῦ πατρός, πρῶτος γίνεται τῶν λογικῶν θέσει πατήρ· τοῦτο κἂν μὴ θέλωσι, δημιουργὸς αὐτῶν ἐστι, τὸ δὲ πατέρα αὐτῶν εἶναι τῆς προαιρέσεως αὐτῶν ἐστιν.
ch
30
30
Ὁ κτίσμα λέγων εἶναι τὸν υἱὸν, πρῶτον δημιουργὸν εἰσάγει τὸν [πατέρα] θεὸν καὶ δεύτερον πατέρα. Ὁ μὲν οὖν θεὸς οὐσιώδης γνῶσίς ἐστιν· ὡς πατὴρ ὢν φύσει τοῦ υἱοῦ, δεύτερος πατὴρ θέσει γίνεται τῶν λογικῶν· ὁ δὲ υἱός, υἱός ὢν φύσει τοῦ πατρός, πρῶτος γίνεται τῶν λογικῶν θέσει πατήρ· οὐ γὰρ πατὴρ ἐλέγετο ὁ υἱὸς πρὸ τῶν λογικῶν οὐδὲ τὸ ἅγιον πνεῦμα. Τὰ δὲ λογικὰ γνώσεώς εἰσι δεκτικά, ἡ δὲ σωματικὴ κτίσις γνώσεώς ἐστιν ἀνεπίδεκτος, ἡ δὲ τῶν γεγονότων θεωρία ἀνυπόστατός ἐστι· τοίνυν οὐ σῶμα <ὁ> υἱός, ἵνα μὴ ᾖ ἀνεπίδεκτος γνώσεως καὶ φθαρτός, ἀλλ' οὐδὲ θεωρία τῶν γεγονότων, ἀνυπόστατος γάρ – ἐν γὰρ τοῖς κτίσμασιν αὕτη –, οὐδὲ γνώσεως δεκτικός, ἵνα μὴ ᾖ σύνθετος· οὐκοῦν οὐσιώδης γνῶσίς ἐστι, τῆς αὐτῆς οὐσίας τοῦ πατρός· οὐ γάρ ἐστι μεταξὺ οὐσιώδης γνῶσις ἀλλ' <ἢ> ἡ οὐσία ἐκείνη ἣν εἴπομεν εἶναι τὸν υἱὸν.
ch
31
31
Ὥσπερ ὅταν ὑγιαίνῃ ὁ ὀφθαλμὸς βλέπει τὸ φῶς καὶ τὸ οὖς ἀκούει καὶ τὰ ἑξῆς, οὕτως ὅτε καθαρός ἐστιν ὁ νοῦς ὄψεται τὰ πράγματα.
ch
32
32
Ὅταν τὰ νοήματα τῶν γυναικῶν καὶ τῶν χρημάτων καὶ τῶν λυπησάντων καὶ τὰ ἑξῆς ψιλὰ ἀνενέγκῃ ἡ μνήμη χωρὶς παθῶν, γνῶθι ὅτι συνεχωρήθησάν σοι αἱ ἁμαρτίαι σου· εἰ δὲ μετὰ ἀηδίας ἢ ἐμπαθῆ ἀναβαίνουσιν, ἀκάθαρτος ἀκμὴν εἶ, κἂν δόξῃς ἀποτάσσεσθαι· μένει γὰρ ἡ λύπη καὶ ἥμαρτες.
ch
33
33
Ἡ ὑπερηφανία οὐκ ἔχει ὕλην· ἐπισυμβαίνει δέ, ποτὲ μὲν μετὰ τὴν ἀπάθειαν, ἔσθ' ὅτε δὲ καὶ ἐπὶ κατορθώσει μιᾶς ἀρετῆς.
ch
34
34
Ἄλλο ἐστὶν ἀποκροῦσαι <τὸν λογισμὸν καὶ ἄλλο ἐκκόπτειν> τὸ πάθος. <Καὶ ἔστιν μὲν ἀποκροῦσαι τὸν> λογισμὸν ἢ προσευχόμενον ἢ ψάλλοντα ἢ ἀναγινώσκοντα ἢ περισπῶντα ἑαυτὸν ἢ ἀπὸ τόπου εἰς τόπον μεταβάλλοντα ἢ μετεωριζόμενον· ἐκκόπτει δὲ τὸ πάθος ὁ τῶν πραγμάτων ἐκείνου πάντων καταφρονῶν.
ch
35
35
Ἡ γνῶσις ὑφέστηκεν, οἷον ὁ θεὸς ἐποίησε τὰ ὄντα θεωρίᾳ τινὶ χρησάμενος καὶ αὕτη ἡ γνῶσις ἐν τοῖς πράγμασίν ἐστιν· ἡ δὲ ἄγνοια οὐχ ὑφέστηκεν· οὐ γάρ εἰσι πράγματα, ἀλλὰ παρακείμενα, ἐν οἷς ὑπόστασιν ἔχει ἡ ἄγνοια. Οὐκ ἐν τοῖς πράγμασιν οὖν γίνεται ἡ ἄγνοια, ἀλλ' ἐν τῷ ἐκπίπτοντι τῆς ἐν τοῖς οὖσιν ἀληθοῦς γνώσεως.
ch
36
36
Καὶ πάλιν πράγματα ἐνεπίστευσεν ἡμῖν ὁ θεὸς καὶ χρῆσιν εὔλογον αὐτῶν ἡμᾶς ἀπαιτεῖ· παρὰ τὴν ἄλογον οὖν χρῆσιν ὑφιστάνομεν τὴν κακίαν· ὑφίσταται οὖν ἡ κακία οὐ φυσικῶς, ἀλλὰ παρὰ τὴν χρῆσιν.
ch
37
37
Ἡ σωματικὴ φύσις τὸν νοῦν σημαίνει, αἱ δ' ἐν αὐτῇ ἐπιτηδειότητες τὰς ἐπιτηδειότητας τῶν τοῦ νοῦ καταστάσεων.
ch
38
38
Οὐδὲν παρὰ φύσιν γίνεται ἐκ τῆς σωματικῆς φύσεως· τὸ οὖν γεννῆσαι τὴν παρθένον οὐκ ἔστι παρὰ φύσιν ὡς πρὸς οὐσίαν· ὑπὲρ φύσιν δὲ ἡ σύλληψις καὶ τὸ ἐξελθεῖν ἔλαιον ἐξ ὀστράκου καὶ ὅσα ἄλλα σημεῖα γέγονε καὶ τὰ ἑξῆς.
ch
39
39
Ἀδύνατον τὸν νοῦν χρονίσαι <ἐν> πράγματι εἰ μὴ πάθος ἔχει πρὸς αὐτό, οἷον ἐπιθυμίας ἢ ὀργῆς ἢ κενοδοξίας ἢ λύπης. Ἡ οὖν ἀπάθεια ψιλὰ ποιεῖ τὰ νοήματα, ἡ δὲ γνῶσις καὶ ἡ θεωρία ἀνείδεον εἶναι συνεθίζουσι τὸν νοῦν, καὶ ἐκ τούτου συμβαίνει τὸ προσεύχεσθαι ἀπερισπάστως· οὐ γὰρ ἐκ πρακτικῆς μόνης δύναται κατορθῶσαι τὸ ἀνείδεον εἶναι αὐτὸν ἐν τῇ προσευχῇ, εἰ μή τι προπαρασκευασθῇ ἐν τῇ τῆς θεωρίας γνώσει.
ch
40
40
Ἀνατολὴ τοῦ νοὸς ἡ καθαρότης ἐστὶ καὶ τὰ ἑξῆς· ἀκάθαρτος δὲ ὤν, τὰ νῶτα τῷ θεῷ δίδωσιν ὡς οἱ προσκυνοῦντες τῷ Θαμμοὺζ πρεσβύτεροι [οἱ] καὶ νῶτα τῷ ναῷ τοῦ θεοῦ δεδωκότες.
ch
41
41
Ὁ πρὸς τὸ σῶμα πάθος ἀποθέμενος, ὅ ἐστι τὸ τῆς φιλαυτίας, εὐχερῶς καὶ τὰ ἄλλα πάθη ἀποτίθεται, οἷον ὀργήν, λύπην καὶ τὰ ἑξῆς.
ch
42
42
Ἡ ἀγάπη τῶν ἀνθρώπων εἰς τρία μερίζεται πρόσωπα· ὁ μὲν γὰρ διὰ θεὸν ἀγαπᾷ ὃν ἐὰν ἀγαπᾷ, ὁ δὲ ἐπεὶ πλούσιός <ἐστι> χάριν <λήψεως> δώρων, ὁ δὲ ἐμπαθῶς. Καὶ ὁ μὲν εἰλικρινῶς δοξάζει ὃν ἐὰν ἀγαπᾷ, ὁ δὲ διὰ πλεονεξίαν, ὁ δὲ χάριν ἡδονῆς.
ch
43
43
Εἰ μὲν ἄρχεις σεαυτοῦ καὶ σταυροῖς σεαυτόν, ἀποτασσόμενος ταῖς ὕλαις καὶ τοῖς πάθεσι καὶ θελήμασί σου, οὐκ εἶ ὑπὸ ἐντολὴν οὐδὲ αὐτὴ ἡ συνείδησίς σου ἐλέγχει σε· εἰ δὲ οὐκ ἀπετάξω τοῖς προλεχθεῖσι, χρεωστεῖς πᾶσαν ἐντολὴν ποιῆσαι, οἷον ἐπισκέψασθαι, ξενοδοχῆσαι, συγκαμεῖν καὶ τὰ ἑξῆς.
ch
44
44
Πρός τινας μὲν ἡ ὄψις ἀφ' ἑαυτῆς χαίρει, πρός τινας δὲ ἡμεῖς αὐτὴν βιαζόμεθα χαρῆναι, πρὸς ἄλλους δὲ καὶ ἡ καρδία καὶ τὰ ἑξῆς χαίρονται.
ch
45
45
Ἄλλο ἐστὶ τὸ ὑπὲρ τοῦ κτήσασθαι τὴν τοιάνδε ἀρετὴν πολεμῆσαι καὶ ἄλλο ἐστὶ τὸ ὑπὲρ φυλακῆς πολεμεῖν. <Καὶ> πάλιν· ἄλλο ἐστὶ[ν] <τὸ> ὑπὲρ τοῦ μὴ αὐξῆσαι τόδε τὸ πάθος πολεμεῖν καὶ ἄλλο <τὸ> ὑπὲρ τοῦ μειῶσαι τόδε τὸ πάθος πολεμεῖν.
ch
46
46
Ὁ θεὸς φύσει ἀγαθός ἐστιν· εἰσὶν δέ τινα ἅπερ τῇ φύσει εἰσὶ καλά, οἷον ἡ ἐλεημοσύνη τῇ φύσει καλή, οὐ καλὴ δὲ ἐὰν διὰ κενοδοξίαν καὶ οὐ δι' αὐτὸ τὸ καλὸν γένηται· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
ch
47
47
Πρῶτον δεῖ τὸν νοῦν διὰ τῆς ἐγκρατείας πολεμῆσαι πρὸς τὰ πάθη, ἔπειτα μισθὸν λαμβάνειν διακρίσει τὴν ἀπάθειαν, δι' ἧς ἀκόπως αὐτοῖς πολεμήσει· καὶ πρῶτον διὰ πίστεως δεῖ πολεμῆσαι ὑπὲρ τῶν δογμάτων, ἔπειτα μισθὸν τὴν γνῶσιν λήψεται, δι' ἧς ἀπερισπάστως ὑπὲρ αὐτῶν πολεμήσει.
ch
48
48
Οἱ μὲν διὰ φόβον ἀνθρώπινον, οἱ δὲ διά τι ἄλλο τῶν παθῶν ἀπέχονται, οἱ δὲ δι' ἐγκράτειαν.
ch
49
49
Διὰ τί πρὸ τῶν ἐπιφανείων χειμὼν γίνεται καὶ μετὰ τοῦτο, μεσάζοντος τοῦ χειμῶνος, γίνονται τὰ ἐπιφάνεια; Ἀπόκρισις. Ὑπόκειται τὸ πάθος ἐν τῇ ψυχῇ, ἐξ οὗ γεννᾶται ὁ ἐμπαθὴς λογισμός· πρὸ δὲ τούτου συνίστανται οἱ λογισμοὶ ἵνα κατὰ διάνοιαν ἁμάρτῃ· ὁμοίως καὶ πρὸ τῆς κατ' ἐνέργειαν ἁμαρτίας συνίστανται πολλὰ πράγματα· ἐπὰν δὲ τελεσθῇ ἡ ἁμαρτία, τὰ μέσα ἀφίστανται, μόνον δὲ τὸ εἴδωλον τῆς ἁμαρτίας ἐμμένει ἐν τῷ νῷ τῆς ψυχῆς καὶ τὸ πάθος τὸ γεννῶν τὸν λογισμόν· τούτου δὲ ἐπὶ πολὺ γινομένου, πολλὰ εἴδωλα πολύτροπα γίνεται ἐν τῇ ψυχῇ, ἅτινα χειμῶνος λόγον ἐπέχουσιν· ἐπιφανείων δὲ γινομένων, ἐπιφαίνεται ὁ Χριστὸς ὁ λόγος τῇ ψυχῇ, τῶν εἰδώλων αὐτὴν ἀπαλλάσσων.
ch
50
50
Ἡ ὑπερηφανία ἐπὶ κατορθώμασι πέφυκεν ἐπιγίνεσθαι· ὅταν <γὰρ οἱ δαίμονες> μὴ ἰσχύσωσί σε πεῖσαι τοῦ ἁμαρτάνειν, ὑποβάλλουσι τῷ ἵππῳ καὶ μὴ τῷ ἡνιόχῳ, ἑαυτῷ καὶ μὴ τῷ θεῷ, ἐπιγράψαι τὸ κατόρθωμα· ἐπὰν δὲ μὴ συγκαταθῆται αὐτοῖς ὁ ἄνθρωπος, τοὺς μὴ κατορθώσαντας ἀδελφοὺς ποιοῦσιν αὐτὸν ἐξουθενεῖν· οὐκ οἶδε [ὁ ἀδελφὸς] δὲ ὅτι τὸν ἴδιον αὐτοῦ βοηθὸν ἐξουθενεῖ, ὅστις κρίσει τινὶ τὸν μὲν τῶν παθῶν ταχέως, τὸν δὲ οὐ ταχέως ἀπήλλαξεν ὡς ἀγαθὸς ἰατρός.
ch
51
51
Πραότης καὶ ἀμνησικακία, τὸ μὴ φθονεῖν καὶ ζηλοῦν ἵστησι [καὶ ἱστᾶσι] τὸν θυμόν, μειοῖ δὲ αὐτὸν ἀγάπη, φιλανθρωπία, ἐλεημοσύνη καὶ τὰ ἑξῆς· καὶ ἐπὶ παντὸς πάθους ὁμοίως εἰσί τινα τὰ μὴ ἐῶντα αὐτὸ αὔξειν καὶ ἕτερα τὰ μειοῦντα αὐτό· ἐπὶ γνώσεως ὁμοίως.
ch
52
52
Ὅταν ὁ νοῦς ἐν λιμῷ τῆς ἀρετῆς καὶ τῆς γνώσεως γένηται, ἐν τῇ τῶν ἀλλοφύλων ἐστὶ γῇ ὡς ἡ Ῥούθ· ἐπὰν δὲ ἀρετὰς μετὰ γνώσεως ἔχῃ, ἐν Βηθλεέμ ἐστι καὶ γεννᾷ τὸν Χριστόν.
ch
53
53
Οἱ κοσμικοὶ καυχῶνται ἐν τοῖς χρήμασι, πολλάκις δὲ καὶ μὴ ἔχοντες· τοσοῦτον δὲ παρὰ φύσιν ἐστὶ τοῖς μοναχοῖς τὸ ἔχειν χρυσίον, ὅτι ὁ ἔχων κρύπτει αὐτὸ ἅτε αἰσχυνόμενος γνωσθῆναι· ἀρετὴν δὲ καὶ γνῶσιν οὐδεὶς κρύπτει· οὐδὲ γὰρ αἰσχύνης εἰσὶν ἄξιαι.
ch
54
54
Σωματικαί εἰσιν ἀρεταὶ τὸ νηστεῦσαι, τὸ ἀγρυπνῆσαι, τὸ ἐργάζεσθαι καὶ βοηθῆσαι τῷ χρείαν ἔχοντι καὶ τὰ ὅμοια· ψυχικαὶ δέ εἰσι πραότης, ἀγάπη, ἐγκράτεια, ἀμνησικακία καὶ τὰ ὅμοια. Εἰ καὶ συμβαίνει οὖν ἡμᾶς μὴ νηστεύειν μηδὲ ἀγρυπνεῖν διὰ νόσον ἢ δι' ἄλλην αἰτίαν, ὁ κύριος τὴν αἰτίαν οἶδε· τὸ δὲ μακροθυμῆσαι καὶ ἀγαπῆσαι οὐκ ἔστιν ὅτε οὐ δεῖ ἡμᾶς φυλάττειν.
ch
55
55
Ἡ γνῶσις τοῦ θεοῦ οὐ μόνον πάσης ἡδονῆς παρερχομένης ποιεῖ τὸν κτησάμενον καταφρονεῖν, ἀλλὰ καὶ πάσης λύπης καὶ παντὸς πόνου, καθὼς καὶ ὁ ἀπόστολος ἔφη· «ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι.»
ch
56
56
Ἡ ἁμαρτία τοῦ λογικοῦ ἐστι τὸ συγκατατίθεσθαι ταῖς ἐμπαθέσι φαντασίαις, ἀρετὴ δὲ τὸ ἐγκρατεύεσθαι καὶ κατέχειν τῶν ἐμπαθῶν φαντασιῶν καὶ ὁρμῶν καὶ μᾶλλον φιλοσοφῆσαι περὶ αὐτῶν καὶ [μὴ] ἀποκροῦσαι αὐτὰς ῥᾳδίως.
ch
57
57
Δεῖ τὸν μοναχὸν καταφρονῆσαι γαστριμαργίας, φιλαργυρίας, κενοδοξίας, φιληδονίας καὶ φιλαυτίας, ἣ πάντων ἐστὶ μήτηρ, ἔτι δὲ καὶ τῆς ἐχθρᾶς τῇ ψυχῇ, τουτέστι τῆς σαρκός· οὗτοι γάρ εἰσιν οἱ προηγούμενοι λογισμοί. Καὶ πρότερον μὲν πρᾴως παραβάλλουσι τῇ ψυχῇ καὶ πολὺ πιθανῶς καὶ οἱονεὶ ἐλεοῦντες τὸ σῶμα καὶ οἰκονομίαν τινὰ ἐπαγγελλόμενοι, ὕστερον δὲ ἀναισχύντως ἐπιπηδῶσιν ἐπ' αὐτῇ, μὴ δυναμένης αὐτῆς τούτους ἀποσπάσασθαι διὰ τὸ προσδέξασθαι αὐτὴν τὰ τούτων γεννητικὰ καὶ προηγούμενα πάθη.
ch
58
58
Ὥσπερ ἐπὶ τοῦ ἔξω ἀνθρώπου ἡ ψυχὴ διὰ τοῦ σώματος ἐνεργοῦσα ἁμαρτάνει, οὕτως καὶ ὁ ἔσω ἄνθρωπος, τουτέστιν ὁ νοῦς, διὰ τῶν νοημάτων τῶν ἐμπαθῶν. Καὶ ὥσπερ ὁ ἔξω ἔχει τὰς ἀρετὰς πρὸς παιδείαν ἵνα γένηται σώφρων, οὕτως καὶ ὁ νοῦς, καθαρῶς ὁρῶν καὶ ἀπαθῶς ὡς γέγονε τὰ πράγματα, σωφρονεῖ· εἰς τοῦτον λέγει ὁ Παῦλος οἰκεῖν τὸν Χριστόν, ὑπὲρ οὗ καὶ ἠτιμᾶσθαι γέγραπται διὰ τοῦ σταυροῦ. Καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἀποθνῄσκων χωρίζεται τοῦ κόσμου, οὕτως καὶ ὁ ἔσω ἄνθρωπος ἀποθνῄσκων κατὰ διάνοιαν χωρίζεται τῶν νοημάτων, ὅπερ δοκιμάσας εὑρήσεις ἐπὶ τῆς προσευχῆς.
ch
59
59
Ἡ συνείδησις τετάρτη ἐστίν· ὅταν γὰρ ἁμαρτήσωμεν καὶ μήτε διὰ φόβον ἀνθρώπων μήτε διὰ τὴν μέλλουσαν κόλασιν μήτε διὰ τὴν ἀγάπην τοῦ θεοῦ παυσώμεθα, τότε ἡ συνείδησις ἡμᾶς τύπτει· εἰ δὲ ἐξ ἀρχῆς ἐπαυσάμεθα, οὐδ' ἡ συνείδησις ἐπέπληξεν ἄν.
ch
60
60
Πρῶτος μοναχὸς ὁ μηδὲν κατ' ἐνέργειαν πράττων κακόν, ὡς λέγει Μωϋσῆς· «οὐ φονεύσεις» καὶ τὰ ἑξῆς· δεύτερος, ὁ μὴ ἐγχρονίζων ἐν τῷ κακῷ λογισμῷ, ὡς λέγει Σολομών· «ἀποπήδησον καὶ μὴ χρονίσῃς»· τρίτος, ὁ τὴν ἰδίαν μορφὴν ἢ ἄλλου τινὸς λυπήσαντος ἢ γυναικὸς λαμβάνων καὶ μηδὲν λέγων κατὰ διάνοιαν μηδὲ πράττων ἐμπαθῶς, ὡς ὁ Χριστὸς λέγει· «οὐκ ἐπιθυμήσεις» καὶ «οὐκ ὀργισθήσῃ»· ἢ γὰρ ἀπαθῶς κτᾶται ἢ ἐμπαθῶς ἢ οὐ κτᾶται, ἀλλὰ πωλεῖ καὶ τοῖς πτωχοῖς δίδωσιν.
ch
61
61
Τὸν πρακτικὸν πολεμοῦσιν οἱ δαίμονες ἵνα κατ' ἐνέργειαν ἁμάρτῃ· τὸν δὲ θεωρητικὸν ἵνα ἔχῃ ἐγχρονίζοντας λογισμούς, ἐμπαθεῖς δηλονότι· τὸν δὲ εὐχόμενον οἷον δὴ τρόπον ἵνα ψιλὸν νόημα ὁποιουδήποτε πράγματος λάβῃ· τοῦτον διὰ τῶν αἰσθητῶν διασῦραι φιλονεικοῦσιν ἵνα τῆς τοῦ θεοῦ μνήμης ἐκκρούσωσιν.
ch
62
62
Τῶν παθῶν ἐπιμέλειαν δεῖ ποιεῖν, καὶ οὕτως εὐκόλως τῶν λογισμῶν περιγενησόμεθα· οἷον ὡς ἐπὶ πορνείας, τῆξιν τοῦ σώματος, νηστείαν, ἀγρυπνίαν, ἀναχώρησιν, ἐπὶ δὲ ὀργῆς καὶ λύπης, καταφρονεῖν τῆς ὕλης καὶ δόξης καὶ ἀτιμίας.
ch
63
63
Ἀγαπᾷ ἀναχώρησιν ὁ ἀπαθὴς πρὸς τὸν κόσμον· ἀγαπᾷ δὲ ἀπαντῆσαι ἀδελφοῖς ὁ μηδενὶ μνησικακῶν μηδὲ τοὺς ἐξ ὑπονοίας λαμβάνων λογισμούς· ὁ δὲ μὴ σκανδαλιζόμενος ἐπὶ τοῖς τῶν ἀδελφῶν παραπτώμασιν, οὗτος γνώσεως κατηξιώθη.
ch
64
64
Οὐ πρὸς τὰ πράγματα οὐδὲ πρὸς τὰ νοήματα, ἀλλὰ πρὸς τὰ πάθη τὰ τούτοις συνεζευγμένα δεῖ ἡμᾶς πολεμεῖν.
ch
65
65
Πάθος ἐστὶ θυμός, ἐπιθυμία καὶ τὰ ἑξῆς, νόημα δέ ἐστι μνήμη ψιλή, λογισμὸς δέ ἐστι νόημα ἐμπαθές. Τὸν οὖν θυμὸν δεῖ μειοῦν ἐλεημοσύνῃ καὶ συμπαθείᾳ, ἀμνησικακίᾳ τε καὶ ἀγάπῃ, ἐπιθυμίαν δὲ μειοῖ ὁ πρὸς μηδὲν τοῦ κόσμου πάθος ἔχων.
ch
66
66
Ἔστι καὶ διὰ νοήματος ψιλοῦ ἐκφυγεῖν τὸν ἐμπαθῆ λογισμόν, καὶ δεύτερον διὰ θεωρίας, καὶ τρίτον διὰ προσευχῆς.
ch
67
67
Ἐάν τις χρόνῳ πολλῷ ἐπιμέλειαν ποιήσηται τῶν παθητικῶν δυνάμεων, θυμοῦ καὶ ἐπιθυμίας, ἐν καιρῷ τῆς εἰσβολῆς τῶν λογισμῶν, οὐ μόνον οὐ συναπαχθήσεται αὐτοῖς, ἀλλὰ καὶ φιλοσοφήσει περὶ αὐτῶν.
ch
68
68
Ἐὰν ὁ νοῦς κατ' ἐνέργειαν ἁμάρτῃ καὶ κατὰ γνῶσιν μετανοήσῃ, ἔχει συγχώρησιν· ἐὰν δὲ κατὰ διάνοιαν ἁμαρτήσας μὴ μετανοήσῃ γνησίως, οὐκ ἔχει συγχώρησιν· ἡ γὰρ κατὰ διάνοιαν ἁμαρτία αὐτοῦ ὑπερηφανία εἶναι λέγεται· οὗτος τὸν θεὸν ἀπωθεῖται, δι' οὗ τὰ φυσικὰ σπέρματα ἔχει τὰ συντηροῦντα τὴν οὐσίαν αὐτοῦ.
ch
69
69
Τρεῖς εἰσιν οἱ γενικώτατοι λογισμοὶ οἱ ἐκ τοῦ ἐπιθυμητικοῦ γινόμενοι, γαστριμαργίας καὶ φιλαργυρίας καὶ κενοδοξίας· ἢ γὰρ βρώματα ἢ χρήματα ἢ δόξαν τις ἐπιθυμεῖ. Πλεονεξίας δὲ καὶ κενοδοξίας καὶ <τῶν> τοῦ ἐπιθυμητικοῦ προηγεῖται φιλαυτία. Μόνος δὲ ὁ τῆς λύπης λογισμὸς οὐκ ἔχει ἡδονήν. Ὁ δὲ τῆς ὑπερηφανίας ἄϋλός ἐστι. Τῷ δὲ τῆς μνησικακίας καὶ τῆς ὀργῆς συνέζευκται λύπη. Λήγουσι δὲ πάντες εἰς τὸν τῆς ὑπερηφανίας, ἀναλύονται δὲ εἰς τὸν τῆς φιλαυτίας. Ὁ οὖν ἀφίλαυτος πάντως καὶ ἀφιλήδονος, πάντων γὰρ δηλονότι ἐγκρατὴς γεγονὼς ἐπεκράτησεν.
ch
70
70
Οὐκ ἔξεστι τὸ πλημμέλημα τοῦ ἀδελφοῦ εἰπεῖν, εἰ μὴ πρὸς τὸ θεραπεῦσαι αὐτὸν ἢ πρὸς τὸ ἄλλον διορθώσασθαι· εἰ δὲ δι' οὐδὲν τούτων, κατὰ κακίαν λέγει ὁ λέγων.
ch
71
71
Ὥσπερ οὐχ ὁ ἅπαξ ἐγκρατευσάμενος ἀπὸ γαστριμαργίας καὶ πορνείας καὶ κενοδοξίας καὶ ὀργῆς καὶ τῶν λοιπῶν ἤδη ἐστὶν ἐγκρατὴς καὶ σώφρων καὶ ταπεινόφρων καὶ πρᾷος, ἀλλ' ὁ ἀπάθειαν καὶ πᾶσαν γαλήνην ἔχων, <οὕτως καὶ> οὐχ ὁ ἅπαξ γαστριμαργήσας ἢ πορνεύσας ἢ κενοδοξήσας ἢ ὀργισθεὶς λέγεται ἐμπαθής, ἀλλ' ὁ ἕξιν ἐμπαθῆ πρὸς πάσας τὰς ἡδονὰς ἔχων.
ch
72
72
Πολλά ἐστιν ἐν ἡμῖν κεκρυμμένα πάθη ἃ οὐ γινώσκομεν, ὅταν δὲ ἐμπέσωσιν αἱ ὗλαι, ἐλέγχονται· ἄλλο γάρ ἐστι[ν] <τὸ> αἰσχρῶν λογισμῶν ἀπαλλαγῆναι καὶ ἄλλο ἐστὶ τὸ τῶν παθῶν ἀπαλλαγῆναι· οἷον ὁ μὲν Ἰωσὴφ οὐ μόνον λογισμῶν ἀπηλλάγη, ἀλλὰ καὶ πάθους, οὐκοῦν ἀπαθῶς ἐτεκνοποίησε, Γιεζῆ δὲ τάχα λογισμῶν ἀπηλλάγη, ἀλλ' οὐ πάθους, ἐμπεσούσης γὰρ τῆς ὕλης, ἠλέγχθη τὸ πάθος· σὺ δέ, ἐμπεσὼν ὕλαις, γίνωσκε πρὸς ποῖον ἔχεις τὸ πάθος.
ch
73
73
Ὁ μεταξὺ τῆς κινήσεως τοῦ πάθους καὶ τοῦ λογισμοῦ μαχόμενος οὐκ ἐᾷ τὸν ἐχθρὸν σταθῆναι, ὁ δὲ μεταξὺ τοῦ λογισμοῦ καὶ τῆς κατὰ διάνοιαν ἁμαρτίας οὐκ εᾷ ἐγχρονίσαι· «ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονίσει».
ch
74
74
Πᾶν νόημα πράγματος αἰσθητοῦ ἐν ᾧ χρονίζει ὁ νοῦς, πάντως ὅτι πάθος ἔχει πρὸς αὐτό.
ch
75
75
Ἀγγέλου γάρ ἐστιν ἀδύνατον παραβαλόντος μὴ μειῶσαι θυμὸν καὶ ἐπιθυμίαν, καὶ ἀδύνατον δαίμονος παραβαλόντος μὴ κινῆσαι θυμὸν καὶ ἐπιθυμίαν· οἱ μὲν γὰρ ἀγαθῶν εἰσι λειτουργοί, οἱ δὲ πονηρῶν.
ch
76
76
Τῆς κενοδοξίας τρεῖς εἰσι λογισμοὶ τῷ μοναχῷ, πρῶτος μὲν ἐπὶ βίῳ ὀρθῷ, δεύτερος δὲ ὡς δυναμένῳ ἀπελάσαι δαίμονας, τρίτος ὡς ἱκανῷ ὄντι ψυχῶν ἐπιμελεῖσθαι· ὁ δὲ ἐπὶ τέχνῃ ἢ ἐπιτηδεύματι, οὐκέτι ὡς μοναχὸς κενοδοξεῖ, ἀλλ' ὡς ἄνθρωπος.
ch
77
77
Ὁ νοῦς μόνων νοημάτων ἐστὶ δεκτικὸς καὶ μορφοῦται πρὸς ἕκαστον νόημα ὡς μορφοῦται ὀφθαλμὸς ἐν ἐσόπτροις ὀπτανόμενος.
ch
78
78
Προκόπτων ὁ νοῦς ἐν τῇ πρακτικῇ, κοῦφα ἔχει τὰ νοήματα τῶν αἰσθητῶν· προκόπτων δὲ ἐν τῇ γνώσει, ποικίλα ἕξει τὰ θεωρήματα· προκόπτων δὲ ἐν τῇ προσευχῇ, λαμπρότερον καὶ φαιδρότερον ὄψεται τὸ ἴδιον φῶς.
ch
79
79
Πρῶτος πόλεμος τοῦ νοῦ πρὸς τὴν κατ' ἐνέργειαν ἁμαρτίαν, δεύτερος τὸ μὴ ἐγχρονίσαι ἐν αὐτῷ τὸ νόημα, τρίτος τὸ μηδὲ ὅλως μορφὴν παραδέξασθαι.
ch
80
80
Ὁ ἀπαθὴς οὐκ ἔχει λογισμὸν καταγινώσκοντα αὐτοῦ, ὁμοίως καὶ ὁ ἐμπαθής, ἀλλ' ὁ μὲν διὰ τὸ μὴ δεδρακέναι κακόν, ὁ δὲ δι' ἀναισθησίαν· τῶν δὲ μέσων ἐστὶ τὸ ὑπὸ τῆς συνειδήσεως καταγινώσκεσθαι.
ch
81
81
Πρῶτον ἐνθυμηθῆναι δεῖ τὸ καλόν, δεύτερον καὶ ποιῆσαι αὐτό, καὶ τρίτον διὰ τὸν κύριον ποιῆσαι αὐτό, τέταρτον ἱλαρῶς, πέμπτον ὅτι μισθὸν ἕξεις παρὰ κυρίου· ταῦτα οἷον ὥσπερ δάκτυλοί εἰσι τῆς χειρὸς δι' ἧς ὁ νοῦς παλαίει· καλὸν δὲ λέγω ἐπὶ πάσης ἀρετῆς.
ch
82
82
Γαστριμαργίας καὶ πλεονεξίας καὶ κενοδοξίας ἐπικράτησον, καὶ οὐ μὴ θυμωθῇς οὐδ' οὐ μὴ λυπηθῇς πώποτε.
ch
83
83
Πρῶτον δι' ἔργων πολεμεῖ ὁ νοῦς, καὶ δεύτερον διὰ λόγων· οἷον τὸ μὲν πρῶτον προσεύχεται, ψάλλει, ἀναχωρεῖ, <εἰ> ἠδίκησεν ἀποδίδει, εἰ ἐλύπησέ τινα μετανοεῖ αὐτῷ· τὸ δὲ δεύτερον † λειπὸν τῷ λογισμῷ † ἤδη ἀπωθεῖται τὰ πάθη.
ch
84
84
Ἁμαρτάνει νοῦς, νόημα ἐμπαθὲς λαμβάνων καὶ ἐν τούτῳ ἐγχρονίζων· <...> μετὰ ἐμπαθοῦς νοήματος καὶ ἔτι μὴ δεχόμενος ἐμπαθὲς νόημα, καὶ αὕτη ἐστὶν ἡ μετάνοια αὐτοῦ.
ch
85
85
Τὰ τῆς θεωρίας νοήματα οὐ τυποῦσι τὸν νοῦν, ἀλλὰ τὰ νοήματα τῶν αἰσθητῶν· καὶ θεωρῶν μὲν ὁ νοῦς νοεῖν λέγεται, νοήματα δὲ αἰσθητὰ λαμβάνων βλέπειν λέγεται· ἑκάτερα δὲ νοήματά εἰσιν. Ἐπὰν οὖν προσεύχηται, ἀμφοτέρων δεῖ ἀφίστασθαι· οὔτε γὰρ θεώρημά τί ἐστιν ὁ θεὸς οὔτε νόημα πράγματος αἰσθητοῦ.
ch
86
86
Ὁ ἔξω μοναχὸς ἀπὸ τῶν πραγμάτων ἀνεχώρησε καὶ ὁ ἔσω ἀπὸ τῶν παθῶν τῶν πραγμάτων· ὁ μὲν γὰρ τὴν γυναῖκα κατέλιπεν, ὁ δὲ τὸ πρὸς τὴν γυναῖκα πάθος· καὶ ὁ μὲν τὰ χρήματα, ὁ δὲ τὴν φιλαργυρίαν καὶ τὰ ὅμοια.
ch
87
87
Περὶ ἀρετῶν καὶ δογμάτων καὶ περὶ πίστεως ἀνάγκη ἀποκρίνεσθαι ἔστιν, <ἀλλ' ἔσθ' ὅτε οὔ> ἢ διὰ τὸ ἔχειν ἔσω φροντίδα νοημάτων καὶ περιστάσεώς τινος ἢ διὰ τὸ οὐχ ἁρμόζον τῇ αὐτοῦ καταστάσει εἶναι τὸ ἐρώτημα ἢ δι' ἄλλους παρεστῶτας καὶ μὴ ὄντας ἱκανοὺς ἀκοῦσαι ἢ δι' ἄγνοιαν, οὐ γὰρ πάντα γινώσκομεν· εἰ δὲ δι' ἄλλο τι οὐκ ἀποκρίνεται, οὐκ οἶμαι εὐλόγως ποιεῖν.
ch
88
88
Οὐ πάντοτε δυνατὸν πάσας τὰς ἀρετὰς ἐπιτελεῖν ἢ διὰ νόσον ἢ δι' ἄλλην αἰτίαν· τῇ οὖν ἐπιτάσει τῶν ἐνδεχομένων γίνεσθαι, τὸ ἐλλιπὲς τῶν μὴ ἐνδεχομένων γίνεσθαι ἀναπληρώσομεν.
ch
89
89
Ἀκαθαρσία νοῦ, ἁμαρτία τε καὶ ἀδιακρισία, τὸ ἀλόγως χρᾶσθαι τοῖς πράγμασι, καὶ ἐκ τοῦ ἐναντίου.
ch
90
90
Ὁ φθόνος ἐν ταῖς ἰσότησιν ἔοικεν εἶναι, ἐπὰν μικρόν τι πλεονάσῃ· ὁ τοίνυν φθόνος ἐν ταῖς ὁμοτεχνίαις ἐστίν· οὐ γὰρ φθονεῖ διάκονος τριβούνῳ ἢ χαλκεὺς τέκτονι, ἀλλὰ τὸ ὅμοιον τῷ ὁμοίῳ, καὶ τὰ ἑξῆς· ἡ δέ γε γνῶσις ὑπὸ τῶν ἐχόντων αὐτὴν καὶ μὴ ἐχόντων φθονεῖται, ὡς Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ οἱ μαθηταί.
ch
91
91
Κενόδοξός ἐστιν ὁ ἐπὶ τῶν συντελούντων πρὸς γνῶσιν θέλων δοξασθῆναι, καὶ ὅμοιός ἐστιν ἰατρῷ οὐκ ἐπὶ τῇ ὑγείᾳ καυχωμένῳ, ἀλλ’ ἐπὶ τῶν καταπλασμάτων ἢ τῶν κολλουρίων.
ch
92
92
Ἄλλο ἐστὶν ἀπέχεσθαι ἀπὸ τῶν ἡδονῶν τῶν πραγμάτων καὶ ἄλλο ἀπὸ τῆς ἡδονῆς τῶν λογισμῶν. Ὁ <μὲν> τοῖς πράγμασιν ἀποταξάμενος τὰς ἡδονὰς τῶν πραγμάτων ἀπέκοψεν, ὁ δὲ τοῖς πάθεσι τὰς τῶν λογισμῶν ἡδονάς. Τὴν οὖν φιληδονίαν ἀρχόμεθα κόπτειν, χρημάτων καταφρονοῦντες καὶ τῶν ἑξῆς· ἐν δὲ τούτῳ γυμναζόμενοι, καὶ τῶν λοιπῶν καταφρονήσομεν.
ch
93
93
Μία ἐστὶν ἡ φυσικὴ κατάστασις, ἥτις ἐπιμελείας μὲν τυχοῦσα βελτιωθήσεται, ἀμελείας δὲ χείρων ἔσται. Ἔλεγε δὲ ὅτι τρεῖς εἰσι καταστάσεις, ἐπεὶ καὶ τρεῖς δυνάμεις ἔχει ἡ ψυχή, θυμικόν, ἐπιθυμητικόν, λογιστικόν, ἐν οἷς τὸ λογικόν, ταῦτα δὲ τὰ τρία ἄτμητά εἰσιν. Ἐπὰν δὲ ἄρξωνται αἱ κοιναὶ ἔννοιαι ἐγγίνεσθαι, τέμνονται ἢ ἐπὶ κρεῖττον ἢ ἐπὶ χεῖρον, καὶ οὕτως πολλὰ καταστάσεις γίνονται.
ch
94
94
Τοὺς δαίμονας ἔλεγε μὴ δύνασθαι τὸν θυμὸν ἐκταράσσειν, εἰ μὴ διὰ τῆς ἐπαφῆς τοῦ σώματος, διότι πάθη κινοῦσιν ὧν στερισκόμενοι ὀργιζόμεθα, καὶ οὕτως τυφλοῦντες ἡμῶν τὸν νοῦν ἐπιβουλεύουσιν. Διὸ σκοπὸς τῶν γραφῶν καὶ πασῶν τῶν ἐντολῶν, ἵνα ἀπάθειαν πρὸς τὰ πράγματα ἔχωμεν, δι' οὐδὲν ἄλλο ἢ διὰ τὸ μὴ θυμοῦσθαι τὸν νοῦν· ἀλλὰ καὶ ὁ Χριστὸς λέγων «μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν κόσμῳ», οὐδὲν ἄλλο λέγει ἢ μὴ ἀγαπᾶτε τὰ ὀργῆς δεκτικά· προηγούμενον γὰρ κακὸν ἡ φιλαυτία εἶναι λέγεται, ἐξ ἧς ἐστι τὰ [ἐκ] τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ.
ch
95
95
Τὰ ἐκ τοῦ θεοῦ δοθέντα οὐκ ἀναιρεῖ ἡ γραφὴ παντελῶς, οἷον τὸ φαγεῖν καὶ τὸ καθεύδειν καὶ τὰ χρήματα καὶ τὰ ἑξῆς, ἀλλὰ τὰ πλεονασθέντα ἢ μὴ δεδομένα ἐκ θεοῦ παντελῶς ἀναιρεῖ, κακίαν δηλονότι καὶ ἄγνοιαν.
ch
96
96
Θυμός ἐστιν ἡ ἕξις, ὀργὴ δὲ ἡ κίνησις αὐτῆς καὶ ἡ ἐνέργεια. Τοῖς δὲ λέγουσιν ὅτι φύσει κακός ἐστιν ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ ἡ λογιστική, ἔλεγεν ὅτι, ὡς ἔχομεν ἐκ θεοῦ φυσικῶς τὸ περιπατεῖν καὶ τὸ ταῖς χερσὶν ἐνεργεῖν, οὕτως καὶ ἐπὶ τοῦ θυμοῦ καὶ ἐπὶ τῆς ἐπιθυμίας καὶ τῶν λοιπῶν, οὐχ ὁ δεδωκὼς αἴτιος, ἀλλ' ἡμεῖς οἱ παρὰ φύσιν χρώμενοι· ἡμῖν γὰρ ὁ θυμὸς διὰ τὸ τοῖς δαίμοσιν ὀργίζεσθαι δέδοται καὶ ἡ ἐπιθυμία διὰ τὸ τὴν ἀρετὴν καὶ τὴν ἀλήθειαν ἀγαπᾶν, τὸ δὲ λογιστικὸν διὰ τὸ λογίζεθσαι ταῦτα καὶ διακρίνειν τὸ καλὸν ἐκ τοῦ κακοῦ.
ch
97
97
Οὐκ ἔστιν ὀργίζεσθαι εἰ μὴ διὰ χρήματα ἢ βρώματα ἢ δόξαν ἤ τι τῶν ὁμοίων· δεῖ δὲ εἰδέναι ὅτι ἐπίσης ἁμαρτάνουσιν οἱ ἐφ' ἑνὶ τούτων κρατούμενοι· σκοπὸς γὰρ τῶν δαιμόνων ἵνα τυφλὸν τὸν νοῦν διὰ οἱασδήποτε προφάσεως ποιήσωσι καὶ εὐχείρωτον εἰς κακὰ ἐπεισάξουσιν.
ch
98
98
Οὐχ ἡ κακία τῶν δαιμόνων βλάπτει ἡμᾶς, ἀλλὰ τὰ σώματα· τῇ γὰρ ἐπαφῇ τοῦ σώματος αὐτῶν πρὸς τὸ ἡμέτερον ἀλλοιοῦται ἡ κρᾶσις τοῦ ἡμετέρου σώματος, καὶ οὕτως ἐξίσταται ὁ νοῦς ἢ πτωματίζεται ἢ κυκλοῦται τόδε τὸ μέλος, καὶ τὰ ἑξῆς.
ch
99
99
Ἀρετή ἐστι τὸ εὐλόγως καὶ κατὰ φύσιν τοῖς δεδομένοις ὑπὸ τοῦ θεοῦ μέσοις χρήσασθαι, κακία δὲ τὸ παρὰ φύσιν αὐτοῖς χρᾶσθαι. Ὁ οὖν καλῶς αὐτοῖς χρησάμενος λήψεται τὴν ἐναποκειμένην ἐν αὐτοῖς ἀληθῆ γνῶσιν· ὁ δὲ κακῶς, ψευδῶς τὰς περὶ αὐτῶν ὑπολήψεται δόξας.
ch
100
100
Οὐκ ἔστι παραυτίκα ψάλλειν καὶ εὔχεσθαι ἀπερισπάστως· πολλῆς γὰρ προπαρασκευῆς δεῖται καὶ στερήσεως πάντων τῶν παθῶν, ἐπιθυμίας, θυμοῦ, κενοδοξίας καὶ τῶν λοιπῶν.
ch
101
101
Οὗτος μετανοεῖ ὁ ἀπαθὲς νόημα κτησάμενος ἀντικείμενον τῷ πρώτῳ [ἀντικειμένῳ] ἐμπαθεῖ νοήματι.
ch
102
102
Τριχῶς τρέπεται ὁ νοῦς, ἀπὸ κακίας ἐπ’ ἀρετήν, καὶ ἀπὸ ἀρετῆς ἐπὶ γνῶσιν, καὶ ἀπὸ τῆς γνώσεως ἐπὶ τὴν εὐχήν.
ch
103
103
Τὸν αὐτὸν ζιζάνιον καὶ σῖτον εἶπεν, οἷον ὅτε ἐδίωκεν ὁ Παῦλος ζιζάνιον ἦν· εἰ δὲ ἔτιλαν αὐτόν, ποταπὸν σῖτον ἔτιλλον ἄν· ὁμοίως καὶ Ματθαῖος ὁ τελώνης καὶ οἱ ἑξῆς.
ch
104
104
Ὁ Χριστὸς πρακτικῶν μὲν βασιλεύς ἐστι, γνωστικῶν δὲ ἱερεύς. Ὁ Χριστὸς τρισσῶς ἐπιφαίνεται κατὰ τὴν πρακτικήν, πρῶτον μὲν τὴν κατ' ἐνέργειαν παύων ἁμαρτίαν, ἔπειτα τὴν κατὰ διάνοιαν, καὶ ἔτι μὴ ἐῶν ἐγχρονίσαι τὰ νοήματα.
ch
105
105
Ἔστι τις κατάστασις τοῦ τοῖς ὀφθαλμοῖς ὁρῶντος ἕως σταδίων πέντε ἢ δέκα, πολλὰ δε λανθάνει μεταξὺ τοῦ διαστήματος· ἐπὰν δὲ ἄλλος δείξῃ αὐτὰ αὐτῷ, ὄψεται πολλά. Οὕτως εἰσὶ μέτρα τινὰ τῆς ἀνθρωπίνης καταστάσεως πρὸς τὸ γνῶναι τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν· ἐπὰν δὲ τύχῃ ἀγγελικῆς βοηθείας, ὄψεται τὰ ὑπὲρ ἄνθρωπον, καίπερ <μὴ> πεφυκότα ὑπὸ ἀνθρωπίνης καταστάσεως καταλαμβάνεσθαι.
ch
106
106
Δύο εἰσί δικαιοσύναι, ἡ μὲν κατὰ διάνοιαν, ἡ δὲ κατ' ἐνέργειαν· καὶ τὴν μὲν κατ' ἐνέργειαν ἀνθρώποις χρεωστοῦμεν, τὴν δὲ κατὰ διάνοιαν τῷ θεῷ· καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ὁμοίως ἔχει.
ch
107
107
Γυναῖκες ἀλλόφυλοι αἱ χείρισται ἕξεις, ἐξ ὧν γεννῶνται τέκνα ἀλλότρια, τουτέστιν αἱ κατ' ἐνέργειαν κακίαι, δαιμόνων γεννήματα· καὶ ἐκ τοῦ ἐναντίου «ὁ ἐκβάλλων γυναῖκα ἀγαθὴν ἐκβάλλει τὰ ἀγαθά.»
ch
108
108
Τὸ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται· ἐπὰν οὖν ἓν τούτων πλεονάσῃ, ἀλλοιοῦται ἡ κρᾶσις. Ἡ δὲ κατάστασις τῆς ψυχῆς ἐκ τῶν ἀρετῶν· ἐπικρατούσης γὰρ τῆς ἀρετῆς, οἷον πραότητος, πραῢς λέγεται, ἀνδρείας δὲ ἀνδρεῖος, καὶ τὰ ἑξῆς.
ch
109
109
Λέγεται ὁ θεὸς φοβερὸς εἶναι, ἀλλ' οὐχ ὡς θανασίμου θηρίου ἢ ἀνθρώπου ὠμοῦ φόβον ἔχει· ὁ γὰρ θεὸς φῶς ἐστι καὶ ζωὴ καὶ αὐτοαγαθότης. Πῶς οὖν <ἂν> φοβηθείημεν φῶς ἢ ζωὴν ἢ ἀλήθειαν ἢ ἀνάστασιν; πῶς οὖν δεῖ φοβεῖσθαι ἡμᾶς; ὥσπερ ἐάν τις ᾖ ἐπὶ ὑψηλὸν παλάτιον ἢ οἶκον, οὐ τὸν οἶκον φοβεῖται ἀλλὰ τὸ μὴ ἐκπεσεῖν ἐξ αὐτοῦ, οὕτως καὶ ἡμεῖς ὀφείλομεν φοβεῖσθαι οὐ τὸν θεὸν ἀλλὰ τὸ μὴ ἐκπεσεῖν ἐκ τοῦ φωτὸς καὶ τῆς ζωῆς ἐκείνης.
ch
110
110
Ὁ πλούσιον τιμῶν διὰ τὸ εἶναι πλούσιον τὸν πλοῦτον τιμᾷ, ὥσπερ <τὴν> ἰατρικὴν ὁ τὸν ἰατρόν· καὶ ἐκ τοῦ ἐναντίου ὁ πτωχὸν ἐξουθενῶν· καὶ ἐπὶ δικαίου καὶ σοφοῦ καὶ τὰ ἑξῆς.
ch
111
111
Τότε γνώσῃ ὅτι ἀφῆκέ σοι κύριος τὰς ἁμαρτίας σου, ὅταν ἀπάθειάν σοι χαρίσηται.
ch
112
112
Οὐ τὸ ἔχειν πράγματα βλάπτει ἡμᾶς, ἀλλὰ τὸ ἐμπαθῶς ἔχειν· πλεονάσασα γὰρ ἡ τοῦ ἀγροῦ μέριμνα καὶ ἡ πρὸς τὴν γυναῖκα ἀγάπη ἀλλοτρίους τῆς γνώσεως ἡμᾶς ποιεῖ. Οἱ οὖν ἅγιοι γυναῖκας ἔχοντες καὶ πλοῦτον οὐδὲν ἐβλάβησαν, καὶ γὰρ ὁ Ἰὼβ τὰ τέκνα ἀπολέσας ἐφιλοσόφει καὶ τοὺς φίλους διωρθοῦτο, ἅτε πάθη μὴ ἔχων.
ch
113
113
Ψυχὴ ψυχῇ ὁμοούσιον καὶ σῶμα σώματι, ἡ δὲ κρᾶσις οὐχ ἡ αὐτή, τοῦτο δὲ ἐκ τοῦ ἐφ' ἡμῖν πρὸς τοῦ δημιουργοῦ γέγονεν· ἡ γὰρ κρᾶσις κατὰ πλεονασμὸν τῶν στοιχείων ἢ κατ' ἔλλειψιν γίνεται, τῆσδε ἢ τῆσδε τῆς ἀρετῆς· διὸ καὶ πολλοὶ μακαρισμοί, ἐπεὶ καὶ πολλαὶ καταστάσεις· μακάριοι οὖν οἱ τοιάνδε κατάστασιν ἔχοντες, ὅτι τοιόνδε χάρισμα ἢ τοιάνδε χάριν λήψονται.
ch
114
114
Πᾶς νοῦς <οὐ> καθὸ νοῦς ἐστιν υἱὸς θεοῦ, ἀλλὰ καθὸ κατὰ τὴν γνῶσιν πεποίωται τοῦ θεοῦ· κατὰ γὰρ τὴν γνῶσιν εἴωθε μόνον ἀλλήλοις συνάπτεσθαι τὰ ἀσώματα.
ch
115
115
Σῶμα καθαρόν, τὸ μηδὲν κατ' ἐνέργειαν ἁμαρτάνον· νοῦς δὲ καθαρός, ἐν μὲν πρακτικῇ <ὁ> μὴ ἔχων ἐμπαθῆ νοήματα, κατὰ δὲ θεωρίαν ὁ μηδὲν ψευδὲς δόγμα ἔχων καὶ μηδὲν ἀγνοῶν.
ch
116
116
Ὁ ἔξω ἄνθρωπος μοναχὸς ὢν οὐ μοιχεύει, οὐ πλεονεκτεῖ, οὐ δέρει τινά, οὐκ ὀργίζεται· ὡσαύτως καὶ ὁ ἔσω εἰ μόνος εἴη οὐ μοιχεύει οὐδὲ μάχεται· ἐὰν γὰρ γυνὴ ἢ χρυσὸς μετὰ τοῦ ἔξω εὑρεθῇ, ὑπὸ ἀνθρώπων καταλαμβάνεται· οἱ δὲ ἄγγελοι τὸν ἔσω εὑρίσκουσιν ἢ καὶ αὐτὸς ὁ θεὸς βλέπει αὐτόν.
ch
117
117
Εἴ τις τὸν ἐν ἑαυτῷ δαίμονα ἐξέβαλεν, τοῦτον οἱ δαίμονες φοβοῦνται, ὡς οἱ πατέρες λέγουσι, καὶ ὁ τὰ ἐν ἑαυτῷ πάθη νικήσας, τούτου καὶ ὁ λόγος τοὺς ἐμπαθεῖς κατανύσσει· εἰ δὲ τοῦθ' οὕτως ἔχει, καὶ ἐκ τοῦ ἐναντίου.
ch
118
118
Εἰ τὰ νοήματα τῶν πραγμάτων κακία εἰσίν, ὁ τοιοῦτον τὸν νοῦν κατασκευάσας αἴτιος, καὶ εἰ τὰ πράγματα κακία ἦσαν, ὁ δημιουργήσας αὐτὰ αὐτὸς ἂν εἴη αἴτιος· ἀλλ' οὔτε τὰ νοήματα οὔτε τὰ πράγματα κακία εἰσὶ δηλονότι, ἀλλ' ἡ κίνησις τοῦ αὐτεξουσίου ἡ πρὸς τὰ χείρονα.
ch
119
119
Εἰ ἔστι κακίας ὑπόστασις, ἔστι καὶ ἀρετῆς· αὗται δὲ ἐν λογικῇ ψυχῇ πεφύκασι γίνεσθαι, ἅμα δὲ εἰδέναι τῶν ἀδυνάτων ἐστίν.
ch
120
120
Ἐνδέχεται, ἔτι ἀκαθάρτων οὐσῶν τῶν ψυχῶν, ἀπολύεσθαι τῶν σωμάτων ἐν τούτῳ τῷ κόσμῳ· ἐν δὲ τῷ μέλλοντι ἀδύνατον, εἴπερ ἀληθὲς τὸ «οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὐ ἀποδώσεις τὸν ἔσχατον κοδράντην.»
ch
121
121
Ὁ προσάγων ἁμαρτωλὸν τῇ ἀρετῇ ἔριφον προσφέρει, ὁ δέ γε καθαρὰν ψυχὴν τῇ γνώσει ἀρνὸν προσφέρει.
ch
122
122
Ὅσα ἡ φύσις συνέζευξε, ταῦτα μόνον ἕνεκα τῆς τοῦ θεοῦ γνώσεως ἀποζεύγνυται, οἷον γυνὴ ἀπὸ τοῦ ἀνδρὸς καὶ υἱὸς καὶ θυγάτηρ καὶ τὰ ἑξῆς.
ch
123
123
Εἰ μέλλεις τὸν θεὸν ἰδεῖν, <ἢ> ἐν τῇ σωματικῇ κτίσει ἴδοις αὐτόν – «ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται» – ἢ ἐν τῇ ἀσωμάτῳ ἢ αὐτὸν καθ' αὐτόν· ὁ οὖν λέγων μέρος θεοῦ βλέπειν, οὗτος μερίζει τὸν θεόν, ἀκατάληπτον καὶ καταληπτὸν <αὐτὸν> ὀνομάζων.
ch
124
124
Ἡ σανὶς οὐκ ἔοικε τῷ βασιλεῖ, ἀλλὰ διὰ τῶν χρωμάτων δέχεται εἰκόνα βασιλέως ἢ εἰκόνα λέοντος· οὕτως καὶ ὁ νοῦς διὰ πράξεως καὶ γνώσεως γίνεται «κατ' εἰκόνα τοῦ κτίσαντος»· καὶ ὁ μὴ φορῶν τὴν εἰκόνα τοῦ ἐπουρανίου φορεῖ τὴν εἰκόνα τοῦ χοϊκοῦ διὰ κακίας καὶ ἀγνοίας.
ch
124#2
124b
124#2
Εἰ φυσικῶς κατ' εἰκόνα θεοῦ ἦν ἄνθρωπος, οὐκ ἂν ἔλεγεν ὁ ἀπόστολος· ἵνα γένησθε «κατ' εἰκόνα τοῦ κτίσαντος». Οὐκοῦν προαιρετὸν τὸ κατ' εἰκόνα, ἐπειδὴ καὶ τὸ φορεῖν τὴν εἰκόνα τοῦ χοϊκοῦ.
ch
125
125
Ὁ καθαρὸς νοῦς πέφυκε θεωρεῖν τὴν ἀλήθειαν καὶ ὁ θεὸς τούτῳ πέφυκεν ἐμφανίζεσθαι. Ὅσοι οὖν περὶ τὴν ἀλήθειαν ἐσφάλησαν, παρὰ τὸ κακῶς βιῶσαι ἐσφάλησαν· δεῖ οὖν ἡμᾶς τούτου ἐπιμελεῖσθαι.
ch
126
126
Ὁ νοῦς νοήμασιν ὑπόκειται, τὸ δὲ σῶμα κράσεσι καὶ σχήμασι καὶ τὰ ἑξῆς· καὶ ὥσπερ ἀδύνατον τὸ σῶμα ὑποκεῖσθαι νοήμασιν, οὕτως ἀδύνατον τὸν εὐχόμενον νοῦν κρατεῖσθαι τοῖς τοῦ σώματος ἰδιώμασιν.
ch
127
127
Οἱ τῶν αὐτῶν φίλοι οὐ πάντως καὶ ἀλλήλων εἰσὶ φίλοι, μόνοι δὲ οἱ τοῦ θεοῦ φίλοι καὶ ἀλλήλων εἰσὶ φίλοι.
ch
128
128
Ἔχομεν πασῶν τῶν ἀρετῶν δύναμιν καὶ ἐπιτηδειότητα ἐκ τοῦ δημιουργοῦ, οἷον πιστευτικὴν δύναμιν καὶ ἐλπιστικὴν καὶ ἀγαπητικὴν καὶ τὰ ἑξῆς. Πιστεύομεν γοῦν καὶ ἀνθρώποις καὶ ἐλπίζομέν τινα, καὶ ἔστι τοῦτ' ἀπροαίρετον· κἂν γὰρ μὴ θέλωμεν, φυσικῶς αὐτὰ ἔχομεν. Τὸ οὖν θέλειν καλῶς ἐνεργῆσαι ἐφ' ἡμῖν ἐστι καὶ τούτῳ <τῷ> θέλειν συμβοηθεῖ ὁ θεὸς διὰ τοὺς ἐπιβουλεύοντας· χωρὶς γὰρ βοηθείας θεοῦ ἀδύνατόν ἐστι κατορθῶσαι ἡμᾶς τι· διὸ εἴρηται· «οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος θεοῦ.»
ch
129
129
Ἡμᾶς ὁ θεὸς δυσὶν εὐλογίαις ηὐλόγησε, τοὺς δὲ δαίμονας οὐδεμιᾷ· ἐστέρηνται γοῦν καὶ τῶν αἰσθητῶν ἀγαθῶν καὶ τῶν νοητῶν ὡς ἀνάξιοι. Ἐξ ὧν γοῦν ὑποβάλλουσιν ἡμῖν ποιῆσαι κακῶν, νοήσομεν ὁποῖοί εἰσι καί, εἰ ἠδύναντο [ἂν] αὐτό, τί ἂν οὐκ ἐποίουν ἡμῖν κακόν· ἀνθρωπίνου γὰρ ὀργάνου ἐστερημένοι, διδάσκουσιν ἡμᾶς τοῖς δοθεῖσι κακῶς χρῆσθαι ἢ προτιμᾶν αὐτὰ τῆς τοῦ θεοῦ γνώσεως· τὸν οὖν πατέρα ἢ κύριον ἔχοντα, τὸν πατέρα καὶ τὸν κύριον ὑβρίζειν πείθουσι, τὸν δ' ἀποταξάμενον τὸν πατέρα καὶ τὸν κύριον τῆς τοῦ θεοῦ γνώσεως προτιμᾶν συμβουλεύουσι· καὶ πρῶτον μὲν πείθουσιν ἡμᾶς κτήσασθαι χρήματα καὶ κτησαμένους κακῶς χρήσασθαι· ἡ γὰρ χρῆσις δευτέρα τῆς κτήσεώς ἐστιν.
ch
130
130
Ἡ κενοδοξία εἰ <καὶ> ἐκ τοῦ ἐπιθυμητικοῦ μέρους ἐστίν, ἀλλ' οὖν γε ἔσχατόν τι τῶν τοῦ ἐπιθυμητικοῦ· τὸ δὲ αἴτιον τῆς καθόλου ἐπιθυμίας, γαστριμαργίας τε καὶ πορνείας, φιλαργυρίας τε καὶ κενοδοξίας, καὶ τῶν ἑξῆς, ὁ πλεονασμός ἐστι τοῦ φυσικοῦ φίλτρου οὗ ἔδωκεν ὁ θεὸς τῇ ψυχῇ πρὸς τὸ σῶμα· καὶ διὰ τὸ μὴ καρτερεῖν ἐν τῇ κατὰ φύσιν ἐνδείᾳ καὶ πόνῳ, ἀλλὰ τὸ πολὺ φιλαυτεῖν, ἕπεται καὶ τὸ φιληδονεῖν· «φίλαυτοι γάρ, φησίν, ἔσονται καὶ φιλήδονοι»· «ῥίζα οὖν πάντων τῶν κακῶν» ἐστιν ἡ φιλαυτία.
ch
131
131
Ἀποσπᾷ νοῦν ἀπὸ προσευχῆς καὶ θεώρημα ψιλὸν καὶ μνήμη νοήματος ἐμπαθοῦς καὶ πράγματος αἰσθητοῦ λογισμός· ἢ γὰρ <ἀπὸ> τοῦ χθεσινοῦ λογισμοῦ ἐφαντάσθης ἢ ἵνα εὐεπίβατον τὸν νοῦν πρὸς τὴν αὔριον ἑτοιμάσωσιν.
ch
132
132
Οἶκος νοῦ ἡ τελεία ἐστὶ κατάστασις ἐξ ἀρετῶν οἰκοδομηθεῖσα· ὅταν δὲ λογισμὸς ἐγγένηται, ἁφὴ λέπρας ἐστὶν ἐν τῷ λίθῳ καὶ ἐξοίσεις τὸν λίθον καὶ ἀπαθῆ οἰκοδομήσεις.
ch
133
133
Εὐεργετῶν ἡμᾶς ὁ θεὸς οὐ χαρίζεται ἡμῖν γνῶσιν, ὁρῶν ἀμελεστέρους ὄντας πρὸς τὸ καλόν· «ὁ γὰρ γνοὺς τὸ θέλημα τοῦ κυρίου καὶ μὴ ποιήσας δαρήσεται πολλάς», καὶ τὰ ἑξῆς.
ch
134
134
Ὁ ἐν κακίᾳ ὢν οὐδὲ τὴν ἀρετὴν βλέπει καὶ τὴν κακίαν, καὶ ὁ ἐν ἀγνωσίᾳ ὁμοίως· ὁ δὲ ἐν ἀρετῇ ὢν καὶ τὴν ἀρετὴν βλέπει καὶ τὴν κακίαν, ἐξ ἧς καὶ φυλάσσει ἑαυτόν· ἔτι δὲ ἐπὶ τοῦ ψεύδους καὶ τῆς ἀληθείας ὡσαύτως ἔχει.
ch
135
135
Τοῖς νεωστὶ ἀποταξαμένοις ὁ τῆς πορνείας εἰσβάλλει εἰς τὴν καρδίαν αὐτῶν, ἔτι παχείας οὔσης· τοῖς δὲ ἤδη ἀσκήσασι τὰ περὶ λογισμῶν διαφόρων διὰ μακροῦ ἄρχεται ὕλας κομίζειν, ἵνα ἐμφανῶς ἐπὶ τὴν πορνείαν αὐτοὺς ὑποσύρῃ.
ch
136
136
Τὸ προπετῶς λαλῆσαί τινα ἢ διὰ σῶμα ἢ διὰ βρώματα ἢ διὰ κτήματα ἢ διὰ κενοδοξίαν ἐστίν· εἰ γὰρ καὶ ὑπὸ θυμοῦ ἢ λύπης λαλήσει τις, ἀλλ' οὖν αἱ ὗλαί εἰσι τῶν εἰρημένων.
ch
137
137
Οὐκ ἔστιν ὀργισθῆναι δικαίως εἰ μὴ τὸ πρὸς δαίμονας μόνον, τὰ δὲ ἄλλα παρὰ φύσιν ἐστίν· «ἐνδεικνυμένους γάρ, φησί, πᾶσαν πραΰτητα πρὸς πάντας ἀνθρώπους» ὀργισθῆναι παρὰ φύσιν ἐστίν.
ch
138
138
Πᾶς ἐμπαθὴς λογισμὸς δαιμονιώδης ἐστί, καὶ ὁ χρονίζων καὶ ὁ ἐκτυπωτέραν τὴν μορφὴν παριστῶν, καὶ ὁμοῦ πᾶς ὁ εἰς κτῆσιν ἢ εἰς κοινωνίαν ἀθέμιτον κινῶν τὸν νοῦν, ὡς ἐπὶ χρημάτων καὶ γυναικῶν.
ch
139
139
Ὅσα ἀφ' ἑαυτοῦ λογίζεται ὁ νοῦς, ταῦτα ἀπαθῆ λέγονται· ὅσα δὲ ἐνοχλούμενος ἐκ τοῦ σώματος, ταῦτα ἐμπαθῆ λέγονται ὡς πρὸς τὸν νοῦν· ὅσα δὲ μὴ συντελοῦντα πρὸς σύστασιν τοῦ σώματος, [καὶ] ταῦτα ἐμπαθῆ λέγονται καὶ κακίαι τοῦ νοῦ, ἔσθ' ὅτε καὶ προστιθεμένων τῶν δαιμόνων.
ch
140
140
Ἀνθρώπινος λογισμὸς ὁ ἀπαθὴς ὡς <πρὸς> τὰ παιδία, δαιμονιώδης δὲ ὁ ἐμπαθής· ὁ δὲ [εἰς] τὴν ἔννοιαν τῶν πνευματικῶν τῆς γραφῆς ἡμᾶς διδάσκων ἀγγελικός, ὡς καὶ ἐπὶ πρακτικῆς ὁ διδάσκων ἡμᾶς τοὺς πονηροὺς λογισμοὺς ἀποθέσθαι καὶ τοὺς ἐπαινετοὺς ἀναλαβεῖν.
ch
141
141
Ὅσα διὰ τῆς ἐπιβολῆς τῶν αἰσθήσεων κινοῦνται πάθη, ταῦτα φόβῳ παύονται· ὅσα δὲ κατὰ διάνοιαν καὶ κατὰ ἀνάμνησιν <ὑπὸ> τῶν δαιμόνων κινοῦνται, ὁ τῆς πίστεως θυρεὸς σβέννυσιν.
ch
142
142
Ἐὰν τὰ εἴδωλα ἀρχαῖα ὦσι, τὸ πάθος οὐκ ἀπέθου οὔπω· ἐὰν δὲ νέα ὦσι, πειράζῃ· ἐὰν δὲ τὴν τάξιν σου τηροῦντος ἐπίτασις παθῶν γένηται, δαίμων διεδέξατο ἰσχυρότερος· εἰ δὲ μή γε, ἠτάκτησας.
ch
143
143
Οὗτος φυλάσσει τὸ ῥῆμα, ὁ κατ' ἀξίαν ἀπονέμων τὰ τοῦ σώματος τῷ σώματι καὶ τὰ τῆς ψυχῆς τῇ ψυχῇ.
ch
144
144
Ἡ κακία, μηδὲν ἀξιόλογον ἔχουσα, ἡδονὴν ἐπαγγέλλεται· ἡ δὲ ἀρετή, καίπερ μεγάλας ἐπαγγελίας ἔχουσα, τὸν πόνον προτίθησι· καὶ αἱρούμεθα ταύτην μετὰ πόνου μετελθεῖν ἢ μεθ' ἡδονῆς τὴν κακίαν.
ch
145
145
Δεῖ τὸν νοῦν οὕτως ἐξετάζειν ἑαυτὸν μήπως ἔχῃ ἀγάπην πρός τι αἰσθητὸν καὶ ἀποβάλλειν αὐτὸ τὸ πρᾶγμα· τοῦτο δὲ ποιήσας ἅπαξ καὶ δίς, ἀπαθὴς μανθάνει εἶναι.
ch
146
146
Οὗτός ἐστι πρακτικὸς ὁ τοῦ σώματος καὶ τῶν ἐκτὸς καταφρονῶν ἢ ὁ τοῖς δεδομένοις ὑπὸ τοῦ θεοῦ εὐλόγως χρώμενος ἢ ὁ μηδὲν ἐμπαθῶς ἔχων πρός τι τῶν παρὰ τὸν ὀρθὸν λόγον ἐπαινουμένων.
ch
147
147
Κινεῖται νοῦς ἀπὸ κακίας ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν, καὶ ἀπὸ ἐμπαθῶν λογισμῶν ἐπὶ ψιλοὺς λογισμούς, ἀπὸ δὲ ψιλῶν ἐπὶ θεωρίαν, καὶ ἀπὸ θεωρημάτων ἐπὶ τὴν ἀνείδεον κατάστασιν.
ch
148
148
Ψυχῆς ὁλοκληρία ἐστὶν ἡ κατάστασις ἡ ψιλὰ νοήματα λαμβάνουσα καὶ [ἡ] θεωροῦσα τὰ τῆς γνώσεως μυστήρια καὶ τῆς τοιαύτης εὐχῆς κατάστασιν ἔχουσα, καὶ τὰ ἑξῆς.
ch
149
149
Ὧν ἀπαιτούμεθα ἀρετῶν τὴν ἐνέργειαν, τούτων τὰ σπέρματα ἔχομεν φυσικῶς, οἷον πίστεως, ἀγάπης, μακροθυμίας, ἀνεξικακίας, ἐγκρατείας, ἐλπίδος, καὶ τὰ ἑξῆς· ἐξ ὧν γὰρ πιστεύομέν τισι καὶ ἀγαπῶμεν καὶ πραΰτητα ἐνδεικνύμεθα καὶ ἀνεξικακοῦμεν οἷον πατρὶ ἢ ἀδελφῷ ἢ ἐγκρατευόμεθα ἀπὸ μητρὸς καὶ ἀδελφῆς, πρόδηλοί ἐσμεν ὅτι καὶ πρὸς πάντας δυνάμεθα ἐγκράτειαν ἔχειν· εἰ γὰρ πρὸς ἕνα, καὶ πρὸς πολλούς· εἰ δ' οὐ πρὸς ἕνα, οὐδὲ πρὸς πολλοὺς. Ἐν δὲ τῷ ἐγκρατεύεσθαι ἡμᾶς, ἐνεργοῦσιν οἱ ἄγγελοι τοῦ θεοῦ πρὸς ἀνάληψιν ἀεὶ τῆς ἀρετῆς καὶ οὐκ ἀφιᾶσιν ἡμᾶς ἀδικεῖσθαι ὑπὸ τῶν ἐχθρῶν. Οὐκοῦν ἡ κακία ἐξ ἡμῶν ἐστι διὰ τὸ αὐτεξουσίους εἶναι· ὁ γὰρ συνεργῶν καὶ βοηθῶν ἐργαζομένῳ θεῷ συνεργάζεται, καθώς φησιν ὁ ἀπόστολος· «θεοῦ ἐσμεν συνεργοί, θεοῦ γεώργιον», καὶ τὰ ἑξῆς· καὶ διὰ μὲν τοῦ ἐνεργεῖν, τὸ ἐφ' ἡμῖν· διὰ δὲ τῆς εὐχῆς, τὸν θεὸν βοηθοῦντα ἔχομεν. Ὧν δὲ πάλιν τὰ σπέρματα κατὰ φύσιν οὐκ ἔχομεν, τούτων τὴν ἐνέργειαν παῦσαι προστασσόμεθα· καὶ ἐπὶ πάντων οὕτως νοεῖν ἡμᾶς χρή.
ch
150
150
Ὁ νοῦς ἢ ἐν τοῖς νοήμασι τῶν τοῦ κόσμου πραγμάτων ἢ ἐν ταῖς θεωρίαις αὐτῶν εὑρεθήσεται· καὶ ἐν μὲν τοῖς νοήμασιν ὢν τοῖς πάθεσι ἀπαντᾷ, ἐν δὲ ταῖς θεωρίαις ταῖς πλάναις.
ch
151
151
Ὅταν γνῷς σεαυτὸν μηδὲν ἁμαρτάνοντα, τότε κατηγόρει σεαυτοῦ ἐπὶ τοῖς προγεγονόσιν· οὕτως γὰρ ἂν «ὁ δίκαιος», καίπερ δίκαιος ὤν, ἐπὶ τοῖς προγεγονόσι «κατηγοροίη ἐν πρωτολογίᾳ ἑαυτοῦ» εἰς παραφυλακὴν ἀρετῶν.
ch
152
152
Τὸ πνεῦμα τῆς πορνείας οἱ ἔξω ἔρωτα καλοῦσιν, οὗτος δὲ διὰ τῆς ἐπαφῆς τοῦ σώματος ἀλλοιῶν τὴν κρᾶσιν νόημα τῆς ποτὲ ἑωραμένης ἐντίθησι καὶ [τὸ μόριον ψηλαφῶν] τὸ πάθος ἐξάπτει· ὡσαύτως καὶ τὰ ἄλλα πνεύματα ἕτερα πάθη κινοῦσιν· διὰ γὰρ τῆς ἐπαφῆς τὴν κρᾶσιν ἀλλοιοῦντες ἐντιθοῦσι λογισμοὺς ἐμπαθεῖς· ἔσθ' ὅτε δὲ τὸ μόριον ψηλαφῶν ὁ τῆς πορνείας δι' αὐτοῦ τὸ νόημα ἐντίθησιν ἤτοι ἡμέρας ἢ νυκτός.
ch
153
153
«Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ·» διατί; ἵνα μὴ στερισκόμενοι λυπηθήσεσθε· ἡδοναὶ γὰρ ἀποτυχοῦσαι λύπην γεννῶσιν.
ch
154
154
Οὐκ ἔστιν ἀνθρώπῳ θεοῦ, Χριστοῦ δὲ μαθητῇ, λυπηθῆναι, κἂν πάντα τὰ αὐτοῦ ἀρθῇ, κἂν ἀτιμασθῇ ἢ μέλος ἀποβάλῃ ἢ ἄλλο τι πάθῃ, τάχα δὲ οὐδ' ὀργισθῆναι οὐδὲ ἓν τῶν παθῶν τὸ σύνολον κινεῖν.
ch
155
155
Ἔλεγέ τις ὅτι μόνῳ τῷ ἰατρῷ ἔξεστι θυμοῦσθαι ἢ ψεύδεσθαι· ὁμοίως δὲ καὶ τῷ διδασκάλῳ καὶ τοῦτο δι' οἰκονομίαν τινά, ἄλλῳ δὲ οὐδενί.
ch
156
156
Ἡ ἄκρα ἐγκράτεια καὶ ἡ πραότης καὶ ἡ ἐλεημοσύνη καὶ τὸ διηνεκῶς προσεύχεσθαι παντὸς κακοῦ τὸν νοῦν ἐλευθεροῖ.
ch
157
157
Πρὶν ἢ τὴν κατὰ διάνοιαν τελεσθῆναι ἁμαρτίαν, δύο ἔλεγεν εἶναι τεκμήρια καὶ οἱονεὶ προοίμια· αὐτὸ τὸ πάθος καὶ οἱ περὶ αὐτὸ λογισμοί· καὶ ἐπὶ τῆς κατ' ἐνέργειαν ὁμοίως δύο· ὁ λογισμὸς καὶ αἱ περὶ αὐτὸν πράξεις. Τὸ γὰρ εὑρεθῆναι ἐν τῇ πλατείᾳ καὶ «παραπορευόμενον παρὰ γωνίαν οἴκων αὐτῆς» καὶ τὸ ὑπ' αὐτῆς εὑρεθῆναι καὶ ὅλη ἡ διάλεξις ἣν ἐποιήσατο ἡ πόρνη ἁμαρτίαι μὲν οὐκ ἦσαν τέλειαι, παραφθοραὶ δὲ ἦσαν ἀρετῶν, καὶ τὰ ἑξῆς.
ch
158
158
Ἀκαθαρσία πρακτικοῦ αἱ ἁμαρτίαι εἰσί, νοῦ δὲ θεωρητικοῦ τὰ ἐμπαθῆ νοήματα, γνωστικοῦ δὲ τὰ ψιλὰ νοήματα.
ch
159
159
Ἐπὰν εὐλόγως τοῖς πράγμασι χρήσηται ὁ νοῦς, καλῶς τὰ νοήματα αὐτῶν λαμβάνει· οἷς δὲ καλῶς ἐχρήσατό τε καὶ ἐνόησεν αὐτά, τούτων ὄψεται τὴν θεωρίαν· ὄψεται δὲ καὶ γνώσεται πρῶτον οἷον· χάριν τίνος ὁ γάμος ἐδόθη, χρήματά τε καὶ βρώματα, διατί ὧδέ ἐσμεν, τί ἑκάστη τῶν ἐντολῶν ἐνεργεῖ καὶ ποῖον πάθος θεραπεύει, καὶ τὰ ἑξῆς.
ch
160
160
Χρῖσμα ἱερατικόν εἰσι πρακτικὴ καὶ φυσικὴ καὶ θεολογική, <καὶ> ὁ τοῦτο ἔχων νοῦς οἶδε λέπραν ἄλλου νοῦ καθαρίσαι.
ch
161
161
Τότε πραότης ἐγγίνεται ἐν τῷ θυμικῷ, ἐπὰν τὰ αἴτια τοῦ θυμοῦ πράγματα ἢ πάθη ἐκκόψωμεν. Εὐκατορθωτότερον <δὲ> τὴν σωφροσύνην ἔλεγεν εἶναι τοῦ <ἐγκρατῆ γενέσθαι> θυμοῦ· ἀπὸ ὀλίγων γὰρ ἐγκρατευσάμενος, σώφρων γίνεται ὁ ἄνθρωπος· θυμοῦ δὲ ἵνα ἐγκρατὴς γένηται, ἀπὸ μυρίων δεήσει ἐγκρατεύεσθαι, διότι πολύϋλός ἐστιν ὁ θυμός.
ch
162
162
Ἐν οἷς πράγμασιν ἢ νοήμασιν ἔχει πάθος ὁ νοῦς, ἐν τούτοις περικαθέζεται· ἐκ δὲ τούτων δυσέκσπαστός ἐστιν, ἐπειδὴ ἐχρόνισεν.
ch
163
163
Ἀπὸ τοῦ μὴ ἔχειν ἡμᾶς τελείαν ἀγάπην γίνονται οἱ ἐξ ὑποψίας λογισμοί. Ἔλεγε δὲ μέγα εἶναι καὶ ἀδύνατον τὸν νοῦν ἐν ἀγάπῃ τελειωθῆναι· οὐ γὰρ εἰ ἐπὶ τοῦδε τοῦ πράγματος οὐκ ὠργίσθης οὐδὲ ἐλυπήθης οὐδὲ ἐκενοδόξησας. ἤδη ἀόργητος καὶ ἄλυπος καὶ ἄδοξος γέγονας, οὐδὲ εἰ πρὸς τόδε καὶ τόδε ἢ πρὸς τήνδε καὶ τήνδε ἐπιθυμίαν οὐκ ἔσχες, ἤδη καὶ πάσης ἐπιθυμίας γέγονας ὑπεράνω, ἀλλ' ὅταν πάντας ἀνθρώπους ὡς ἀγγέλους θεοῦ βλέπῃς καὶ ὡς σεαυτὸν ἀγαπᾷς, τότε ὑπεράνω πάντων τῶν παθῶν γέγονας.
ch
164
164
Οὗτος ἐπιστήκει εὐκαίρως, ὁ τοὺς ἁμαρτάνοντας προτρέπων εἰς μετάνοιαν· ἀκαίρως δὲ ἐπιστήκει ὁ προλέγων τὰ προφυλακτικὰ τοῦ μὴ ἐξαμαρτάνειν τὸν λαόν.
ch
165
165
Κακία οὐκ ἔστιν ὁ νοῦς οὐδὲ τὸ πρᾶγμα οὐδὲ τὸ νόημα τοῦ πράγματος, ἀλλὰ τὸ πάθος τὸ συνεζευγμένον τῷ νοήματι· ἐγὼ δὲ αἴτιος τῆς ὑποστάσεως αὐτῆς, ἐπειδὴ καὶ τῆς ἀναιρέσεως αὐτῆς.
ch
166
166
Οἱ τῆς ἐπιθυμίας λογισμοὶ προηγούμενοί εἰσιν, οἱ δὲ ἐκ τοῦ θυμικοῦ ἑπόμενοι. Ὅσοι οὖν λογισμοὶ ἀγάπην ἐμποιοῦσιν ἡμῖν πρὸς τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ τῆς ἐπιθυμίας εἰσί· κατὰ στέρησιν δὲ τούτων πεφύκασιν οἱ τοῦ θυμικοῦ ἐπισυμβαίνειν, ὥστε εἰ οὐδὲν ἠγαπῶμεν ἢ ἐπεθυμοῦμεν, οὐκ ἂν ὠργιζόμεθά ποτε, στερισκόμενοι τούτων. Ἐὰν οὖν ἴδῃς τινὰ ὀργιζόμενον ἢ μνησικακοῦντα ἢ λυπούμενον ἢ φθονοῦντα, γίνωσκε ποίου τῶν τῆς ἐπιθυμίας παθῶν προηττήθη.
ch
167
167
Ἡ ἁμαρτία καὶ νοῦ καὶ σώματός ἐστιν· ὁ μὲν γὰρ νοήματα ἐμπαθῆ λαμβάνει, τὸ δὲ πάσχει. Δεῖ οὖν ἀμφοτέρων ἐπιμέλειαν ποιεῖσθαι καὶ τὸν μὲν νοῦν διὰ λόγων κρατεῖν, οἷον «πόρνους καὶ μοιχοὺς κρινεῖ ὁ θεός», καὶ ἕτερα τοιουτότροπα, μετ' εὐχῆς δέ, τὸ δὲ σῶμα ἐν νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ κόπῳ· «οὐ γὰρ ἄλλως ἐξέρχεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ»· νοῦ γὰρ οὐ καθάπτεται νηστεία οὐδὲ λόγος τοῦ σώματος.
ch
168
168
Ὅταν μὴ πείσωσί σε οἱ δαίμονες ὀργισθῆναι, ἄλλον πείθουσι παροργίσαι σε ἢ διὰ ὕβρεως ἢ ἀδικίας τινός, ἵνα ὀργίλον τι λαλήσῃς ἢ δράσῃς ἢ κατὰ διάνοιαν μνησικακήσῃς. Δεῖ οὖν ἀπάθειαν καὶ πραότητα ἔχειν καὶ πάντοτε εὔχεσθαι.
ch
169
169
Ἀδύνατον ἐν παντὶ ἐμπαθῆ εἶναί τινα, τὸ δὲ πρὸς πᾶν πρᾶγμα ἀπαθῆ εἶναι τῶν πάνυ σπανίων ἐστίν.
ch
170
170
Οὗτός ἐστιν εὐφυὴς νοῦς ὁ ἐν τοῖς πράγμασιν τοῦ κόσμου, τουτέστιν ἐν τοῖς νοήμασιν αὐτοῦ, ἀβλαβῶς καὶ ἀπαθῶς μετερχόμενος.
ch
171
171
Ἀρετή ἐστιν ἡ τῶν ἐναποκειμένων ἐν ἡμῖν ἀγαθῶν σπερμάτων πρὸς πάντας τοὺς ἀνθρώπους ἐνέργεια.
ch
172
172
Χοϊκὸς νοῦς ἐστιν ὁ πρὸς θάνατον ἁμαρτάνων· ψυχικός ἐστιν ὁ τῶν κατ' ἐνέργειαν μόνων παυσάμενος καὶ πνευματικὰ θεωρήματα μὴ παραδεχόμενος· πνευματικός ἐστιν ὁ τὴν κατὰ διάνοιαν καθαρότητα κατορθώσας καὶ πνευματικοῖς θεωρήμασιν ἐπακολουθῶν, πνεῦμα δὲ θεοῦ ἔχων εὐχόμενος.
ch
173
173
Τὸ ὠφελῆσαι ἄνθρωπον καὶ ὠφεληθῆναι διττόν ἐστιν, ἤτοι στῆσαι αὐτοῦ τὴν κακίαν ἢ μειῶσαι διὰ προκοπῆς· καὶ ἐπὶ γνώσεως ὡσαύτως· στήκει δ' ἡ γνῶσις τοῦ μὴ προσλαμβάνοντος θεωρήματα.
ch
174
174
Τὰ πάθη ἡμῶν κινοῦσιν ἢ ἄνθρωποι ἢ δαίμονες· ὁ οὖν τὰ ὑπὸ τῶν δαιμόνων κινούμενα πάθη νικῶν, οὗτος οὐδέποτε ἡττηθήσεται, κἂν πάντες ἄνθρωποι ἐρεθίσωσι πρὸς ὀργὴν.
ch
175
175
Ὅπου ὁ νοῦς καθ' ὥραν καὶ μὴ θέοντός σου εὑρίσκεται, πρὸς τὸ ἐκεῖ πρᾶγμα πάθος ἔχεις· μὴ οὖν ἀμέλει, ἀλλ' ἔκκοψον αὐτὸ ταχέως.
ch
176
176
Καθαρὸς ὢν ὁ νοῦς, ἔσοπτρόν ἐστι καλόν, καὶ ὁ τοιοῦτος διακρίσεως καταξιοῦται· καὶ οὕτως ὡς ἐν κατόπτρῳ ἐν ἑαυτῷ θεωρήσει τὰς ἐπιβολὰς καὶ διαβάσεις τῶν λογισμῶν τῶν δαιμόνων.
ch
177
177
Τριττὸν εἶδος λογισμῶν ἐκ τοῦ λογικοῦ ἀνθρώπου, τουτέστιν ἀκηδία, κενοδοξία καὶ ὑπερηφανία· ἐπισυμβαίνουσι δὲ ἐπὰν τοὺς ἐκ τῆς ἐπιθυμίας ἢ τοῦ θυμοῦ νικήσῃ τις λογισμούς.
ch
178
178
Τὸ πρὸ καιροῦ ζητῆσαι καρπὸν ἐν τῇ συκῇ, τὸ ἀεὶ μακροθυμεῖν θέλειν καὶ σωφρονεῖν καὶ ἐλεεῖν καὶ τὰ ἑξῆς, καὶ μὴ μόνον ὅταν τὸν κάμνοντα ὁρῶμεν· τοῦτο γὰρ καὶ ἐθνικὸς ποιεῖ, ἐκ τῶν φυσικῶν σπερμάτων ἀνακινούμενος.
ch
179
179
Ὁ κοσμικὸς καὶ ὑφ' ἑαυτοῦ καὶ ὑπὸ δαιμόνων κινεῖται πρὸς τὰ πάθη· ὁ δὲ τέλειος μοναχὸς ἀπὸ φθόνου τῶν δαιμόνων· τοῦτο καὶ ἐπὶ τῶν ἀρχαρίων νοεῖν χρή.
ch
180
180
Ἐκ τῶν σημείων τοῦ σώματος οἱ προνοοῦντες ἄγγελοι γινώσκουσιν ὁποίαν κατάστασιν λελήθαμεν ἔχοντες.
ch
181
181
Ἐπὰν στερηθῶμέν τινος ἢ λυπηθῶμεν ἐπί τινι, μνησθῶμεν τοῦ ῥητοῦ, τοῦ Πέτρου λέγοντος πρὸς τὸν κύριον καὶ ἀκούοντος τὸ «ἕως ἑβδομηκοντάκις <ἑπτά> ».
ch
182
182
Ἡ κενοδοξία καὶ πρὶν <ἢ> ποιῆσαι τὴν ἐντολὴν καὶ μετὰ τὸ ποιῆσαι ἔρχεται· διὸ ἀσφαλίσασθαι χρή.
ch
183
183
Τοῦτο ὀφείλει ὁ μοναχὸς ἀεὶ λογίζεσθαι, ὅτι μικρὸν ἄρτον καὶ ὕδωρ καὶ ὕπνου μικρὸν δέξασθαι ἀρκεῖ μοι πρὸς τὸ ζῆν καὶ οὐδὲν ἄλλο, καὶ ὅτι πρὸς οὐδὲν τῶν τοῦ κόσμου τούτου ἕξω ἀγάπην.
ch
184
184
Οὐδὲν ἄλλο λέγουσιν οἱ δαίμονες πλὴν φάγετε καὶ ὀργίσθητε, εἰδότες ὅτι τούτοις πολλὰ κακὰ ἀκολουθεῖ.
ch
185
185
Οἱ παραβαλόντες διχῶς ὠφελοῦνται, ἤτοι ὑπὸ πρακτικῶν θεωροῦντες αὐτοὺς ἢ ὑπὸ διδασκάλων τῶν διδασκόντων αὐτούς.
ch
186
186
Ὁ τῆς πορνείας δαίμων ἄνωθεν μὲν ζητεῖ τὸν πτύελον, κάτωθεν δὲ τὴν μεμιασμένην ἔκρυσιν· φθείρεται δὲ ἐν λιμῷ καὶ δίψει καὶ ἀγρυπνίᾳ.
ch
187
187
Ὥσπερ πρὸς γυναῖκα δεσμός, οὕτως οἱ ὅροι δηλονότι τῆς ἀρετῆς· τότε δὲ λύσονται τοῦ τόπου, ὅτον σταθερὰ <ᾖ> ἡ μεσημβρία τοῦ ἡλίου δικαιοσύνης.
ch
188
188
Μακάριος ὁ πειραζόμενος καὶ ὑπομένων, ὅτι ὡς λέων οὗτος ἔσται τῶν θηρίων πάντων βασιλεύς, τουτέστι τῶν ἰδίων παθῶν.
ch
189
189
Ὅταν ἄρξηται ὁ νοῦς καθαρῶς τὴν εὐχὴν ποιεῖν, τότε οἱ δαίμονες οὐ παύονται καταπλήσσοντες τὸ ἡγεμονικόν, βουλόμενοι αὐτὸ σαθρῶσαι.
ch
190
190
Ὥσπερ ἀετὸς παραχρῆμα καταναλίσκει τὴν ἐμπεσοῦσαν αὐτῷ ἄγραν, οὕτως νοῦς θεωρητικὸς τὴν [ἐμπεσοῦσαν] κακίαν.
ch
191
191
Ἀρχὴ γνώσεως ἀληθοῦς ψυχῇ ἐνθουσιασμὸς πνεύματος ἁγίου.
ch
192
192
Κλῖμαξ οὐρανοῦ, ἀποκάλυψις μυστηρίων θεοῦ, δι' ὧν προβαίνων ὁ νοῦς κατὰ βαθμὸν πρὸς θεὸν ὑψοῦται.
ch
193
193
Θεὸν ἀθετοῦμεν ἁμαρτάνοντες· οἱ γὰρ λειτουργοὶ θεοῦ δίκαιοι ὁσίως λέγονται· καὶ γὰρ «δίκαιος καὶ ὅσιος ὁ κύριος» οὗ κατ' εἰκόνα γεγόναμεν.
ch
194
194
Ὥσπερ ἀλογώτατον τὸ μὴ ἐᾶσθαι πρὸς τῶν πολλῶν τινὰς θεοσεβεῖν, οὕτως δικαιότατον συνεργεῖν πᾶσι τοῖς τὸ δικαίως ζῆν προαιρουμένοις.
ch
195
195
Ὁ μὲν βασιλεὺς νόμος ἐστὶν ἔμψυχος· ὁ δὲ νόμος βασιλεύς ἐστι δίκαιος· ὀφείλει οὖν ὁ νομοθετῶν μὴ τὰ ἀνθρώπινα μόνα, ἀλλὰ καὶ τὰ θεῖα συνεπισκοπεῖν.
ch
196
196
Ἐν τῷ τολμᾶν τὸν ἀκάθαρτον λογισμὸν εἰσελθεῖν εἰς τὴν καθαρότητα τοῦ νοὸς ἡμῶν ἐν προσχήματι γυναικός, βοήσωμεν πρὸς τὸν κύριον λέγοντες· ὁ καταξιώσας ἡμᾶς γενέσθαι ὑποδιακόνους καὶ διὰ τοῦ μυστικοῦ φραγγελλίου σου ἐκβαλὼν ἐκ τοῦ οἴκου σου τοὺς ἀτιμάσαντας τὸν ναόν σου, ἔκβαλε καὶ ταύτην ἵνα ἐν καθαρότητι καὶ ἁγιασμῷ λειτουργήσωμέν σοι ὡς ἠγάπησας.
ch
197
197
Τὸν κατὰ θεὸν ἀγωνιζόμενον ἀσφαλίζεσθαι δεῖ κατ' ἰδίαν μὲν εἰς τὸν νοῦν, ἐν συντυχίαις δὲ εἰς τὴν γλῶσσαν, ἐν θεωρίαις δὲ αἰσθητῶν εἰς τὸ ἐπιθυμητικόν, ἐν κινήσει λόγων [καὶ πραγμάτων] εἰς τὸ θυμικόν, ἐν τοῖς ἐγκωμίοις εἰς τὴν ταπεινοφροσύνην, ἐν τοῖς ὀνειδισμοῖς εἰς τὴν κατὰ θεὸν χαράν, ἐν θλίψεσιν εἰς τὴν προσδοκωμένην ἐλπίδα, ἐν φιλαυτίᾳ εἰς τὴν κατὰ θεὸν ἀγάπην, ἥτις τελείως πληροφορεῖ τὴν ψυχὴν ἐν πάσαις ταῖς θλίψεσιν αὐτῆς.
ch
198
198
Πίστεως δεῖται ὁ νοῦς ἵνα ἐπ' ἐλπίδι ἀγαθῇ τὸν θεῖον δέξηται νόμον εἰς κάθαρσιν τελείαν τῆς ἐναρέτου πολιτείας, ὅπως καταλάβῃ τὴν πρὸ τῆς κινήσεως ἀρχαίαν κατάστασιν, ἐν ᾗ διὰ τῆς τελείας ἀγάπης ἑνωθήσεται τῷ ἀρχετύπῳ <ἐν> ἁγίῳ πνεύματι, ὅπου συνάφεια ὑποστάσεων καὶ ἐξαλοιφὴ ἀριθμῶν καὶ ἀποδρασμὸς τροπῆς καὶ παῦσις ἐναντιώσεως καὶ <...> μειώσεως καὶ πλήρωμα προκοπῆς τῶν παίδων καὶ ἁγίας τριάδος ἐν δυνάμει γνῶσις καὶ ἁγίας μονάδος αὐτῆς ἀπολέμητος καὶ εἰρηνικὴ βασιλεία.
ch
199
199
Ὁ μὲν Μωϋσῆς τὸν ἄνθρωπον ἐκ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας ἐξάγει· ὁ δὲ Ἰησοῦς διαδεχόμενος ἐκ δευτέρου περιτέμνει, τουτέστι τὸ κατὰ διάνοιαν ἁμάρτημα.
ch
200
200
[Διὰ τοῦτο ἴσως·] Ὁ μὲν ἱερεὺς οὐκ ἐθεράπευσεν, ὁ δὲ Σαμαρείτης τὸν ἡμιθνῆτα, ὃς οὐδὲ λέγει ὡς ὁ προφητικὸς λόγος· «οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους»· ὅτι δὲ προνοίᾳ ἦλθε, δῆλον ἐκ τοῦ καταδέσμους ἔχειν, οἶνον, ἔλαιον· διὰ πολλοὺς γὰρ τραυματίας ἐπήγετο ταῦτα.
ch
201
201
Ζώντων μὲν [οὖν] λόγον ἐπέχουσιν οἱ ἄγγελοι, νεκρῶν δὲ οἱ δαίμονες, νοσούντων δὲ οἱ ἄνθρωποι πρὸς οὓς καὶ ὁ ἰατρὸς ἦλθε.
ch
202
202
Πρὸς [δὲ] τὰ ὑποκείμενα πράγματα ὀνομάζεται ὁ σωτήρ· ἐὰν γὰρ ἄρρωστον εἴπῃς τὴν λογικὴν φύσιν, ἰατρὸς λέγεται· ἐὰν πρόβατον, ποιμήν· ἀνθρώπων δὲ βασιλεύς.
ch
203
203
Τρία [γε μὴν] εἰσὶ πράγματα, ὁ ἰατρός, τὰ φάρμακα, ὁ πάσχων· ὁ οὖν λαβὼν τὸ φάρμακον καὶ μὴ ἰαθείς, ἤτοι παρὰ τὴν τοῦ ἰατροῦ πρόσταξιν ἢ παρὰ τὴν τῶν φαρμάκων ἀσυμφορίαν ἢ παρὰ τὴν ἰδίαν οὐκ ἰάθη ἀταξίαν· ὁ δὲ τῶν ψυχῶν ἰατρὸς καταλλήλως προστάσσει, καὶ τοῖς πάθεσιν αἱ ἐντολαὶ αὐτοῦ κατάλληλοι· παρ’ ἰδίαν τοιγαροῦν ἀταξίαν ὁ ἄρρωστος οὐχ ὑγιαίνει.
ch
204
204
Ἕκαστον τῶν μελῶν ἔγραψαν οἱ ἰατροὶ πῶς δεῖ θεραπεύεσθαι· ὁ δὲ σωτὴρ σύντομον φάρμακον τὸ «ἀγαπήσεις τὸν πλησίον σου» εἶπε καὶ πρότερόν γε τὸ «ἀγαπήσεις κύριον τὸν θεόν σου», δι’ οὗ δυνατὸν καὶ τὰς ἄλλας τηρεῖν ἐντολάς.
ch
205
205
Καὶ εἴη ἂν τὰ δύο δηνάρια ἡ ἀρετὴ καὶ ἡ θεολογικὴ θεωρία, ἤγουν πίστις καὶ ἔργα, ἀγάπη θεοῦ καὶ ἀγάπη τοῦ πλησίον.
ch
206
206
[Καὶ χρὴ εἰδέναι ὅτι] ὅσα προστάσσει ἡμῖν ὁ νόμος, ταῦτα δεῖ κατὰ ἀνάγκην φυλάσσειν· φόρου γὰρ λόγον ἐπέχει, ὡς ἡ ἀγάπη· διὸ εἴρηται· «μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀγαπᾶν.» Ὅσα δὲ ἐκ προαιρέσεως, οἷον παρθενία, ἀναχώρησις, δῶρά εἰσι καὶ ξενίου λόγον ἐπέχει· ξένιον δὲ οὐ προσφέρεται κατὰ ἀνάγκην, εἰ δὲ μὴ οὐκ ἔστι ξένιον· «ὃ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.»
ch
207
207
Εὐνοεῖ [δέ] τις καὶ τῷ ἀντιδίκῳ αὐτοῦ νόμῳ τὰ ἐναντία ὧν ὑποβάλλει κακῶν ὁ διάβολος πράσσων.
ch
208
208
Οὗτος κενόδοξός ἐστιν ὁ διὰ δόξαν ἀνθρώπων ζητῶν τὸν μισθὸν καὶ τὰ ἆθλα τῆς ἀρετῆς· πληροῦται δ' εἰς αὐτὸν τὸ γεγραμμένον· «αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖτε.»
ch
209
209
Κενοδοξίας [δέ] τις καταφρονεῖ γνώσεως τυχὼν τῆς πάντων ἡδυτάτης ἢ ὁ ἀεὶ τὸν κίνδυνον καὶ τὸ κρίμα πρὸ ὀφθαλμῶν ἔχων ἢ ὁ μηδὲν πράττων τῶν πρὸς τὸ τυχεῖν δόξης συντελούντων.
ch
210
210
Ἔστι [δὲ] τῆς ὑπερηφανίας ἴδιον πρῶτον μὲν τὸ ἐπαίρεσθαι καὶ ἐξουθενεῖν τοὺς λοιπούς· δεύτερον δὲ τὸ ἑαυτῷ ἐπιγράφειν τὰ κατορθώματα καὶ ἀπωθεῖν τὴν βοήθειαν τοῦ θεοῦ, πρὸς ὃν λέγεται· «ἰδοὺ ὁ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ.»
ch
211
211
Ἡ συκαμινέα τὴν μετάνοιαν σημαίνει, ὁ δὲ ὄχλος τὰ πάθη· ὁ τοίνυν ταῦτα διασχὼν καὶ διὰ μετάνοιαν ὑψωθεὶς ὁρᾷ ἐν ἑαυτῷ τὸν Ἰησοῦν καὶ ὁρᾶται ὑπ' αὐτοῦ καὶ ὑποδέχεται αὐτὸν παρ' αὐτῷ σκηνούμενον καὶ λαμβάνει τὴν σωτηρίαν καὶ υἱὸς Ἀβραὰμ γινεται.
ch
125 suppl f3
125_suppl_F3
125_suppl_f3
Ὁ καθαρὸς νοῦς πέφυκε θεωρεῖν τὴν ἀλήθειαν καὶ ὁ θεὸς τούτῳ πέφυκεν ἐμφανίζεσθαι. Ὅσοι οὖν περὶ τὴν ἀλήθειαν ἐσφάλησαν, παρὰ τὸ κακῶς βιῶσαι ἐσφάλησαν· Κολάζονται οὖν οἱ αἱρετικοὶ οὐχ ὅτι αἱρετικοί εἰσιν, ἀλλ' ὅτι γεγόνασι κακῶς βιώσαντες· οὐκ ἔστι γὰρ αἱρετικὸν γενέσθαι μὴ κακῶς βιώσαντα εἴτε λόγῳ εἴτε πράξει. Δικαίως οὖν κριθήσονται οὐχ ὅτι προσκόπτουσιν, ἀλλ' ὅτι ἑαυτοὺς διὰ μέθης, ἀπειθείας καὶ φιλαργυρίας τυφλοῦντες «ἐν σκότει διαπορεύονται».
ch
212
212
Εἰ ἡ παρθενία ὑπὲρ γάμον ἐστίν, ὁ δὲ γάμος κατὰ φύσιν, ἡ παρθενία ἄρα ὑπὲρ φύσιν ὑπάρχει· οὐδεὶς δὲ τῶν ὑπὲρ φύσιν τίθεται νόμος, οὐδεὶς ἄρα νόμος παρθενίας ἐστίν· διόπερ τὴν παρθενίαν ἑκούσιον ἀγαθὸν δικαίως ἄν τις προσαγορεύσειεν.