section
5
5
Οὐχ ἁρμόσει ἄφρονι γνῶσις· καὶ λίθος ἄτιμος ἐν σφενδόνι χρυσοῦ:-
section
10
10
Οὐκ ἀρέσει ἄφρονι τέκνα σοφῶν· καὶ ἀσύνετος ἀθετήσει αὐτά:-
section
11
11
χρόνος μακρὸς οὐ δίδωσι σοφίαν· καὶ ἔτη πολλὰ οὐ δωρεῖται γνῶσιν:-
section
12
12
Ὥσπερ ποταμοῦ ῥοῦς δυσκάθεκτος· οὕτως ἀνδρὸς ἀδίκου πλεονεξία ἀκόρεστος:-
section
13
13
Σκώληξ ἐν ξύλῳ· καὶ λόγος μνησικακοῦντος ἐν ψυχῇ αὐτοῦ:-
section
14
14
Ἐὰν κτήσῃ ἀγάπην, συνήσεις λόγους σοφῶν· καὶ ζητήσης εἰρήνην· καὶ οὐκ ἐξουδενώσης καρποὺς κοιλίας αὐτῶν:-
section
15
15
Ἀνὴρ θυμώδης οὐκ ὄψεται φῶς· καὶ ἀκάθαρτος οὐ συνήσει αὐτό:-
section
16
16
Ὕδωρ ἀληθινὸν πιέται ἀνὴρ πραύς· ὕδωρ δὲ ψεύδους δοθήσεται ἀνδρὶ ὀργίλῳ:-
section
18
18
Πάσῃ φυλακῇ τήρει πατέρων πλοῦτον· καὶ μὴ ἐπιλάθῃ τοῦ γεννήσαντός σε:-
section
19
19
Δοῦλος ὑπνώδης ἀπολεῖ τὸ χρυσίον τὸ ἐν τῷ κόλπῳ αὐτοῦ· καὶ μέθυσος τὴν ζωὴν αὐτοῦ:-
section
20
20
Εἶδον ἄνδρας ὡς νεοσσοὺς γυπῶν ὑψωθέντας· καὶ ὑπὸ ὀσμῆς τεθνηκότος, πάλιν εἰς γῆν κατενε
χθέντας:-
section
21
21
Ἐλεήμων ἀνὴρ φυλάξει τὸν πλοῦτον αὐτοῦ· ὁ δὲ θρασὺς προσθήσει καὶ τὸ ἱμάτιον αὐτοῦ:-
section
22
22
Ἐρασθεὶς παιδείας, παροξύνης τοὺς ἐχθρούς σου· καὶ ζητῶν σοφίαν, ἐκθλίψεις αὐτοὺς:-
section
23
23
Διασκορπιοῦσι πλοῦτον υἱοὶ παράνομοι· καὶ ἄφρονες οὐκ ὄψονται θησαυρὸν πατέρων αὐτῶν:-
section
25
25
Λυομένων στοιχείων εὐφρανθήσονται δίκαιοι· ἀδίκων δὲ ψυχαὶ πενθήσουσιν ἑαυτούς:-
section
29
29
Πτωχοὶ διαρπάσουσι σκεύη πλουσίων· καὶ ταπεινοὶ μεριοῦνται πλοῦτον αὐτῶν:-
section
34
34
Λύκος πεισῶν ἐξιχνιάσει ποίμνην· καὶ πνεῦμα πορνείας τοὺς πληροῦντας γαστέρα αὐτῶν:-
section
35
35
Οἶκοι φιλαργύρων πλησθήσονται θηρίων ὀργῆς· καὶ λύπης ὄρνιθες νοσσεύσουσιν ἐν αὐτοῖς:-