chapter
11
11
ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως ἐστὶ τὸ σῶμα τοῦ Κυρίου ἡμῶν Ἱησοῦ Χριστοῦ τὸ καταπατῆσαν τὰς ἑπτὰ δυνάμεις τοῦ δράκοντος τοῦ ἀποστάτου διὰ τῆς ἑπταδυνάμου δυνάμεως τοῦ πληρώματος τοῦ ἁγίου καὶ ἀχράντου πνεύματος αὐτοῦ, ὡς ἐν τῷ Ἡσαίᾳ
chapter
8
8
βασιλεία ἐστὶ Θεοῦ τελείωσις οἰκοδομῆς Χρίστου, πλήρωμα νόμου καὶ χάριτος, τελείωσις τέκνων Θεοῦ, γνῶσις ἀνελπίστων αὐτοῦ κληρονομιῶν, πλήρῶμα βουλῆς αὐτοῦ εὐχῇ, ἕνωσις ἀμέριστος αὐτοῦ τε καὶ τῆς λογικῆς φύσεως αὐτοῦ, τριὰς ἑνοῦσα τὰ σύμπαντα, καὶ μονάς μὴ ἔχουσα δυάδα, πάντα γὰρ εἴη ὁ Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν
chapter
1
1
θυσιαστήριόν ἐστι νοῦς καθαρὸς καὶ ἄϋλος ἐν καιρῷ προσευχῆς μὴ παραδεχόμενος μηδὲ ψιλὸν νόημα
chapter
2
2
θυσία ἱερά ἐστι συνειδὸς καθαρὸν ἀπερίεργον· τὸ δὲ τούτου ἀντίζυγον εἰδωλόθυτον
chapter
13
13
κυριακή ἐστι σύμβολον ἀρχῆς καὶ τελειώσεως τῆς τοῦ Κυρίου προνοίας· διὸ καὶ πρώτη καὶ μονὰς καὶ ὀγδοάς, καὶ τῆς ἀπὸ ἕκτης τρίτη, ἥτις ἐστὶν ἀναστάσιμος τοῦ πρώτου φωτὸς καὶ λάμψις ἀκτῖνος τοῦ ἡλίου τῆς δικαιοσύνης, ἡμέρα Κυρίου· κυριακή, ἀρχὴν λαμβάνουσα καὶ τέλος μὴ ἔχουσα διὰ τὸ ἐν αὐτῇ βασιλεῦον νοερὸν καὶ ἅγιον φῶς τοῦ Χριστοῦ, καὶ τοὺς ἐν αὐτῇ θετοὺς ἀστέρας τοὺς ἐν ἡμέρᾳ συμβασιλεύοντας τῷ Χριστῷ τῷ ἡλίῳ τῆς δικαιοσύνης εἰς ἀπεράντους αἰῶνας
chapter
3
3
πῦρ ἀλλότριόν ἐστιν ἀγάπη αἰσθητῶν, διʼ ἧς ὁ Θεὸς οὐ λειτουργεῖταί ποτε
chapter
4
4
πῦρ ἅγιόν ἐστιν ἀγάπη θεία τὰς καθαρὰς κατεσθίουσα θυσίας, ὥσπερ στέαρ πῖον
chapter
5
5
πῦρ καυστικὸν ἐστι ζῆλος κριτικὸς τὰς κακίας καταναλίσκων τῶν ῥαθύμων
chapter
6
6
πέτρα στερεά ἐστι πίστις ἀρραγὴς τοῦ κύριου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς οἰκοδομὴν ψυχῆς ἐν τῷ ἡγεμονικῷ προθεμελιουμένη
chapter
10
10
πῦρ χωνευτήριόν ἐστι δριμυτάτη κατάνυξις τῇ τοῦ Χριστοῦ χάριτι ἐν καιρῷ προσευχῆς τῷ νῷ προσγινομένη κατὰ θεωρίαν μνήμην λαμβάνοντι τῆς ἀποστερήσεως αὐτοῦ, ἣν θεραπεύει τὸ ὕδωρ τὸ ζῶν, ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐλπιζομένη ἐπιφάνεια
chapter
13
13
παρασκευή ἐστι παρασκευασία τῶν ἐν τῷ ἕκτῳ ἀριθμῷ επὶ τὴν κατάπαυσιν
chapter
13
13
σάββατόν ἐστι σύμβολον τῶν συνταφέντων τῷ Χριστῷ ἀπὸ παθημάτων εἰς κατάπαυσιν ἀπαθείας ἐπ' ἐλπίδι τῆς σὺν αὐτῷ ἀναστάσεως
chapter
12
12
τεσσαρακοστή ἐστι σύμβολον καθαρισμοῦ τοῦ ἡμῶν σώματος εἰς παρασκευασίαν δοχῆς τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ, τάφος γὰρ τοῦ ἁγίου σώματος τοῦ Χριστοῦ ἐστι τὸ σῶμα τῶν λογικῶν· ἡ δὲ ἀνάστασις αὐτοῦ ζωὴ πάντων τῶν ἀνθρώπων