1
chapter
1
Ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ, ταῦτα φυλαττέτωσαν, τοῦ Θεοῦ συνεργοῦντος αὐτοῖς.
2
chapter
2
Πρὸ πάντων μὲν ἡσυχίαν ἀσκεῖν καὶ ἀπὸ ἀργολογίας φυλάξαι τὸ στόμα ὅτι καθὼς γέγραπται· « ἀπὸ πολυλογίας, οὐκ ἐκφεύξεται ἁμαρτία ».
3
chapter
3
Εἰ ἔστι σοι λόγος συνετός, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χεῖρ σου ἔστω ἐπὶ τῷ στόματί σου.
4
chapter
4
Τέκνον, μὴ καταλάλει ἀδελφοῦ· μηδὲ ἀνέχου καταλαλούντων· ἵνα μή, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ἐκδιωχθῇς ἐν ταῖς σαῖς δεήσεσι καταισχυμμένος « τὸν » γὰρ « καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον ». ἀλλὰ μᾶλλον ἐὰν γένηται χρεία, ἐν ἀγαπῇ Θεοῦ ἔλεγξον. « ὁ γὰρ ἐλέγχων, ὡς γέγραπται, μετὰ παρρησίας εἰρηνοποιεῖ ».
5
chapter
5
Τέκνον, ἃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς· καὶ ὃ θέλεις, ἵνα ποιήσῃ σοι ὁ πλησίον. καὶ σὺ τὸ ὅμοιον ποίει.
6
chapter
6
Τέκνον, γέλωτα ἄκαιρον καὶ ἀπρεπῆ, ἔκκοψον ἀπὸ σοῦ.
7
chapter
7
Σπούδασον μὴ λυπῆσαι ἀδελφόν, καὶ μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ τινι· ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
8
chapter
8
Τέκνον, εἰς ὑπακοὴν ἕτοιμος ἔσο, ὅση σοι δύναμίς ἐστιν.
9
chapter
9
Πρόσεχε μὴ ποιεῖν τι πρὸς τὸ τοῖς ἀνθρώποις ἀρέσκειν· ἵνα μὴ ζημιωθῇς. ἀλλὰ πᾶν ὃ ἐὰν ποιῇς, ὡς ἐπόπτην τὸν Θεὸν ἔχων ποίει, καὶ οὐχ ἁμαρτήσῃς ποτέ.
10
chapter
10
Τέκνον, πρόσεχε σεαυτῷ ἐν πάσῃ σου ἐργασίᾳ· καὶ μὴ ἐκκλίνῃς δεξιὰ μήτε ἀριστερά· ἀλλὰ τὸ ἴσον κράτει, ἐν παντὶ πράγματι.
11
chapter
11
Τέκνον, τοὺς λογισμούς σου διάκρινε, εἰ κατὰ Θεόν εἰσιν· ἐὰν δὲ οὐ δύνασαι, ἐρώτησον τὸν δυνάμενον εὐθὺς διακρῖναι. Τέκνον, ἐὰν ἔλθῃ σοι λογισμὸς αἰσχρὸς ἢ ἀπρεπής, εὐθέως τὴν μέλλουσαν κόλασιν διάγραψον ἐν ἑαυτῷ, καὶ δραπετεύει.
12
chapter
12
Ὕπνον ἄμετρον μὴ θῇς ἐν ἑαυτῷ· ἐν δὲ ταῖς ὑπηρεσίαις, νηφόντως ἐργάζου ἐπί σοι πονηρόν· καὶ προσεύχου ἀδιαλείπτως, εὐχαριστῶν τῷ Θεῷ· ὅτι ἀπέσπασέν σε ἀπὸ τῆς δουλείας τοῦ διαβόλου, καὶ κατηξίωσέν σε ἔρχου, οὗ ἄγγελοι ποιοῦσιν.
13
chapter
13
Μὴ ἐξουθενήσῃς ἀδελφόν, μήτε ἐν τῇ καρδίᾳ σου, μήτε ἐν τῇ γλώσσῃ σου. ἀλλ' ἔσχατον πάντων, ἑαυτὸν εἶναι νόμιζε.
14
chapter
14
Τέκνον, ὃ οὐκ ἔστι σοι χρεία, μὴ περιεργάζου.
15
chapter
15
Ἐν θλίψεσι διαφόροις ὑπόμενε εὐχαρίστως διὰ τὴν μέλλουσαν ἀνταπόδοσιν.
16
chapter
16
Ἔστω σοι τὸ ναί, ναί· καὶ τὸ οὔ, οὔ. Τέκνον, ὑπὲρ τῆς ἀληθείας δὲ ἐξαιρέτως, μέχρι θανάτου, ἀγώνισαι· τὴν πίστιν τῆς Τριάδος φύλαξον, ἐν ἐλπίδι ἀγαθῇ.
20
chapter
20
Τέκνον, ὅτον ταῦτα πάντα ποιήσῃς, ὅρα μὴ ὑψωθῇ ἡ καρδία σου· ἀλλ' εἰπὲ ἑαυτὸν ἀχρεῖον δοῦλον· καὶ ὅτι ὃ ὤφειλον ποιῆσαι, πεποίηκα.
17
chapter
17
Πρόσεχε σεαυτῷ μή ποτε γένηται κρυπτὸν ἀνόμημα ἐν τῇ καρδίᾳ σου πονηρόν· ὦ τέκνον, πάσῃ φυλακῇ τηρεῖ σὴν καρδίαν· ἐκ γὰρ ταύτης ἔξοδοι ζωῆς.
18
chapter
18
Ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γὰρ ἔστιν σοι τῶν ξένων καὶ ἀλλοτρίων χρεία ἔχειν τὴν μέριμναν.
19
chapter
19
Πρὸ πάντων δὲ ἀγάπησον τὸν Θεόν σου, ἐξ ὅλης καρδίας σου καὶ διανοίας σου· μετ' αὐτῶν δέ, τὸν πλησίον σου ὡς ἑαυτόν.
ep
epilogue
ep
Οὕτως γὰρ ζῶν, καὶ οὕτως πολιτευόμενος, φυλαχθήσῃ καὶ τηρηθήσῃ ὑπὸ τοῦ ἀψευδοῦς Θεοῦ τοῦ φήσαντος· ὁ ἀγαπῶν με τὰ ἐντολάς μου τηρήσει· κἀγὼ τηρήσω αὐτὸν ἑμαυτῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν Πατρὶ ἀνάρχῳ καὶ Πνεύματι ἁγίῳ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.