1
chapter
1
Ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ ταῦτα φυλαττέτωσαν· τοῦ Θεοῦ συνεργοῦντος.
2
chapter
2
Ἡσυχίαν ἀσκεῖν, καὶ ἀπὸ πολυλογίας φυλάξασθαι· ὅτι ἀπὸ πολυλογίας οὐκ ἐκφεύξεται ἁμαρτίας.
3
chapter
3
Εἰ ἐστίν σοι λόγος συνέσεως, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή γε ἡ χεῖρ σου ἐν τῷ στόματί σου ἔστω.
4
chapter
4
Μὴ καταλάλει ἀδελφοῦ· καὶ μὴ ἀνέχου καταλαλούντων, ἵνα μή ἐξαρθῇς, ἀλλὰ μᾶλλον ἐὰν γένηται χρεῖα, παρρησίᾳ ἔλεγξον.
5
chapter
5
Ἃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς· καὶ ὃ θέλεις ἵνα ποιήσῃ σοι ὁ πλησίον, καὶ σὺ τὸ ὅμοιον ποίει.
6
chapter
6
Γέλωτα ἀπρεπῆ καὶ ἄκαιρον, ἔκκοψον ἀπὸ σοῦ.
7
chapter
7
Σπούδασον μὴ λυπῆσαι ἀδελφόν, καὶ μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ τινι· ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
8
chapter
8
Εἰς ὑπακοὴν ἕτοιμος ἔσο, τὸ κατὰ Θεὸν γινόμενον, ὅση δύναμίς σοι ἐστίν.
9
chapter
9
Πρόσεχε μὴ ποιεῖν τί ποτε πρὸς τὸ ἀνθρώποις ἀρέσκειν· ἵνα μὴ ζημιωθῇς· ἀλλὰ πᾶν ὃ ποιεῖς, ὡς ἐπόπτην τὸν Θεὸν ἔχων ποίει· καὶ οὐχ ἁμαρτήσεις ποτέ.
10
chapter
10
Μὴ ἐκκλίνῃς δεξιὰ ἢ ἀριστερά· ἀλλὰ τὸ ἴσον κράτει ἐν παντὶ πράγματι.
11
chapter
11
Τοὺς λογισμούς σου διάκρινε κατὰ Θεὸν εὐσεβῶς· ἐὰν δὲ οὐ δύνασαι ἐρώτησον τὸν δυνάμενον διακρῖναι. Ἐὰν σοι ἔλθῃ λογισμὸς αἰσχρὸς ἢ ἀσεβής· εὐθέως τὴν μέλλουσαν κρίσιν διάγραψον ἐν ἑαυτῷ, καὶ εὐθέως δραπετεύσει.
12
chapter
12
Ὕπνῳ ἀμμέτρῳ μὴ ἐθίσῃς ἐν σεαυτόν· καὶ ἐν ταῖς ὑπηρεσίαις νήφων στήκε· ἀποσυνάγων τὸν νοῦν ἀπὸ λογισμῶν ἀνωφελῶν καὶ προσεύχου ἀδιαλείπτως εὐχαριστῶν τῷ Θεῷ· ὅτι ἀπέσπασέν σε ἀπὸ τῆς δουλείας τοῦ ἀντικειμένου, καὶ κατηξίωσέν σε εἰς ἔργον ὃ ποιοῦσιν ἄγγελοι.
13
chapter
13
Μὴ ἐξουθενήσῃς τὸν ἀδελφόν σου· μήτε ἐν τῇ διανοίᾳ σου· ἀλλ' ἔσχατον ἑαυτὸν πάντων εἶναι νόμιζε.
14
chapter
14
Οὐκ ἔστιν σοι χρεῖα· μὴ περιεργάζου.
15
chapter
15
Ἐν θλίψεσιν διαφόροις ὑπόμενε εὐχαριστῶν διὰ τὴν μέλλουσαν ἀνταπόδοσιν.
16
chapter
16
Ἔσται σοι τὸ ναί, ναί· καὶ τὸ οὔ, οὔ. ὑπὲρ δὲ τῆς ἀληθείας ἕως θανάτου ἀγώνισαι· τὴν πίστιν τῆς Τριάδος φύλαξον ἕως τέλους ἐν ἐλπίδι ἀγαθῇ.
17
chapter
17
Πρόσεχε σεαυτῷ· μή ποτε κρυπτὸν ἀνόμημα πονηρὸν ἐν τῇ διανοίᾳ σου· ἀλλὰ πάσῃ φυλακῇ, τηρεῖ σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
18
chapter
18
Ἃ προσετάγη σοι ταῦτα διανοοῦ· οὐ γὰρ ἐστίν σοι χρεῖα τῶν κρυπτῶν.
19
chapter
19
Πρὸ πάντων δὲ τούτων καὶ ἐπὶ πάντων, ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.
20
chapter
20
Ὅτον ταῦτα πάντα ποιήσῃς, ὅρα μὴ ὑψωθῇ ἡ καρδία σου· ἀλλ' εἰπὲ ἀχρεῖον ἑαυτὸν εἶναι δοῦλον· ὅτι ὃ ὤφειλον ποιῆσαι πεποίηκα.