ch
1
1
Ἀρξάμενος διὰ νηστείας χαλίνωσον τὴν γλῶσσάν σου· τὸ <...> συμποδίσας βιβλίῳ καὶ κέλλῃ καὶ λογισμῷ εὐσεβείας· ῥῆξον φωνὴν βοῶν πρὸς Χριστὸν εἰ ἥμαρτες ἐν γνώσει, τὸ βάπτισμα μιάνας· Ἰησοῦς γὰρ ἐπέστη μετάνοιαν κηρύσσων· ἡ χρεία γὰρ τῆς σαρκὸς εἰς δόξαν θεοῦ ἐκτίσθη, καὶ τῆς σαρκὸς καὶ τῆς ψυχῆς Ἰησοῦς ἐστιν ἰατρός· χρῆσαι οὖν τῇ σαρκί σου πρὸς τὰς εὐλόγους χρείας ὑποπιάσας ἐν πᾶσι, πορνείαν καὶ ὀργὴν νίκησον, βάδιζε δὲ νηφόντως, πάντοτε τὴν σάρκα σου κολαφίζων· μείζονα γὰρ αὐτῆς ἐχθρὸν οὐκ ἔχεις ὑπὸ τὸν οὐρανόν.