schol
1
1
Ὁ μὲν Μωϋσῆς τὸν ἄνθρωπον ἐκ τῆς κατ' ἐνέργειαν ἁμαρτίας ἐξάγει· ὁ δὲ Ἰησοῦς διαδεχόμενος, ἐκ δευτέρου περιτέμνει, τουτέστι τὸ κατὰ διάνοιαν ἁμάρτημα· διὰ τοῦτο ἴσως ὁ μὲν ἱερεὺς, οὐκ ἐθεράπευσεν· ὁ δὲ σαμαρείτης τὸν ἡμιθνῆτα, ὃς οὐδὲ λέγει ὡς ὁ προφητικὸς λόγος, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους· ὅτι δὲ προνοίᾳ ἦλθε, δῆλον ἐκ τοῦ καταδέσμους ἔχειν οἷον ἔλαιον· διὰ πολλοὺς γὰρ τραυματίας ἐπήγετο ταῦτα· ζώντων μὲν οὖν λόγον ἐπέχουσι οἱ ἄγγελοι· νεκρῶν δὲ, οἱ δαίμονες· νοσούντοων δὲ, οἱ ἄνθρωποι, πρὸς οὓς καὶ ὁ ἰατρὸς ἦλθε· πρὸς δὲ τὰ ὑποκείμενα πράγματα, ὀνομάζεται ὁ σωτήρ· ἐὰν γὰρ ἄρρωστον εἴπῃ τὴν λογικὴν φύσιν, ἰατρὸς λέγεται· ἐὰν πρόβατον, ποιμήν· ἀνθρώπων δὲ, βασιλεύς· τριά γε μὴν εἰσὶ πράγματα, ὁ ἰατρὸς, τὰ φάρμακα, ὁ πάσχων· ὁ οὖν λαβὼν τὸ φάρμακον καὶ μὴ ἰαθεὶς, ἤ τοι παρὰ τὴν τοῦ ἰατροῦ πρόσταξιν, ἢ παρὰ τὴν τῶν φαρμάκων ἀσυμφορίαν, ἢ παρὰ τὴν ἰδίαν οὐκ ἰάθη ἀταξίαν· ὁ δὲ τῶν ψυχῶν ἰατρὸς καταλλήλως προστάσσει, καὶ τοῖς πάθεσιν αἱ ἐντολαὶ αὐτοῦ κατάλληλαι· παρ' ἰδίαν τοιγαροῦν ἀταξίαν ὁ ἄρρωστος οὐχ' ὑγιαίνει· ἕκαστον τῶν μελῶν ἔγραψαν οἱ ἰατροὶ πῶς δεῖ θεραπεύεσθαι· ὁ δὲ σωτὴρ σύντομον φάρμακον τὸ, ἀγαπήσεις τὸν πλησίον σου εἶπε· καὶ πρότερόν γε τὸ, ἀγαπήσεις κύριον τὸν θεόν σου· δι' οὗ δυνατὸν καὶ τὰς ἄλλας τηρεῖν ἐντολάς· καὶ εἴη ἂν τὰ δύο δηνάρια, ἡ ἀρετὴ καὶ ἡ θεολογικὴ θεωρία, ἤγουν πίστις, καὶ ἔργα, ἀγάπη θεοῦ, καὶ ἀγάπη τοῦ πλησίον· καὶ χρὴ εἰδέναι ὅτι ὅσα προστάττει ἡμῖν ὁ νόμος, ταῦτα δεῖ κατὰ ἀγάπην φυλάσσειν· φόρου γὰρ λόγον ἐπέχει, ὡς ἡ ἀγάπη· διὸ εἴρηται μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν· ὅσα δὲ ἐκ προαιρέσεως, οἷον παρθενία, ἀναχώρησις, δῶρα εἰσὶ, καὶ ξενίου λόγον ἐπέχει· ξένιον δὲ οὐ προσφέρεται κατὰ ἀγάπην· εἰ δὲ μὴ, οὐκ ἔστι ξένιον· ὁ γὰρ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.
schol
2
2
Εὐνοεῖ δέ τις καὶ τῷ ἀντιδίκῳ, τὰ ἐναντία ὧν ὑποβάλλει κακῶν ὁ διάβολος, πράσσων.
schol
5
5
Ἧκε τοίνυν ἐπὶ τὸν θάνατον, ὃν καταλῦσαι προὔθετο, ἵν' ἐκ τῶν δεσμῶν αὐτοῦ τοὺς προκαταληφθέντας ἀπολύσῃ· καὶ ἑαυτὸν ἐκδέδωκεν ὑπὲρ πάντων· ἀμνὸς γενόμενος τοῦ θεοῦ· αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου τῇ ἰδίᾳ σφαγῇ ἣν ἑκουσίως ἀνεδέξατο· καὶ αὕτη μὲν ἦν αὐτῷ πρόθεσις, ἐπὶ καταλύσει τῶν πονηρῶν δαιμόνων δοῦναι τὸ αἷμα· ἵνα κατακοιμίσῃ τούτους, κάρον αὐτοῖς ἐνεργαζόμενος· τὸ γὰρ σωτήριον αἷμα, ἀσθένειαν, αὐτοῖς μᾶλλον δὲ νέκρωσιν ἐπήγαγεν· ἔδοξαν δὲ οἱ ἐπιβουλεύειν αὐτῷ προελόμενοι, ἀπὸ φθονεροῦ πάθους, μᾶλλον δ' ἐνεργείας σατανικῆς, ἐπὶ προδοσίαν αὐτοῦ ὡρμῆσθαι· ἐπειδὴ γὰρ ἐθεῶντο τὰς ψυχὰς ὁσημέραι ἀφισταμένας τῆς πολλῆς κακίας, καὶ τῆς ἄλλης ἀπάτης ἀναχωρούσας, διὰ τὸν θεῖον τῆς διδασκαλίας αὐτοῦ λόγον, καὶ τὴν ἄχραντον αὐτοῦ πολιτείαν, ἣν ἄνθρωπος ὢν ἀνεδέξατο, προθεὶς ἑαυτὸν ὑπογραμμὸν τοῖς σπουδὴν ἔχουσι βιοῦν ἀνεπιλήπτως, ἐνόμισαν ἐμποδίζειν τὴν τῶν ἀνθρώπων σωτηρίαν, διὰ τοῦ ὑποβαλεῖν τὸν διδάσκαλον καὶ ὠφελητὴν αὐτῶν θανάτῳ· ἀλλ' ἐσφάλησαν οἱ ἠλίθιοι· καθ' ἑαυτῶν γὰρ δι' ὧν ἔπραττον, μᾶλλον δὲ τῶν ἐνεργούντων αὐτοὺς ἐμηχανῶντο τὰς πανουργίας, ἃς δῆθεν κατὰ Ἰησοῦ συνετίθεσαν· ἐθελούσιος γὰρ αὐτοκελεύστῳ προθυμίᾳ ὁρμῆσαι πρὸς τὸν θάνατον ἐδικαίωσε· καὶ δυνάμενος τῷ λεγομένῳ ἰδίῳ τέλει χρήσασθαι, ἤ τοι νόσῳ διαφθαρείσης αὐτῷ μετὰ σαρκὸς ζωῆς, ἢ ἄλλως ἀποβαλεῖν τὸ σῶμα, τοῦτο γενέσθαι οὐκ ἀσφαλὲς ἔκρινεν· εἰ γὰρ τοιουτοτρόπως ἦν τὸν θάνατον εἰσδεξάμενος, εἶτα αὖθις ἀναβιώσας κατὰ τὰς ἀψευδεῖς αὐτοῦ περὶ τῆς τριημέρου ἀναστάσεως φωνὰς, πρόφασιν ἐλάμβανον ἀπιστίας οἱ ἐθελόκακοι καὶ κακολογεῖν αὐτοῦ τὴν ἀνάστασιν βουλόμενοι, λέγοντες μηδόλως αὐτὸν τεθνάναι, ἀλλὰ κεκλοφέναι ἑαυτὸν, καὶ κεκρυφέναι ἀπὸ τῶν ἀνθρωπίνων ὄψεων, εἶτ' αὖθις εἰς μέσον ἥκοντα, λέγειν ἐκ νεκρῶν ἐγηγέρθαι καὶ ἐκ τοῦ καταχθονίου χώρου ἀνεληλυθέναι· ὅπως οὖν μὴ δὲ μία τοῦ ἀπιστεῖν εἰς τὴν ἀνάστασιν αὐτοῦ πιθανότης χώραν ἔχῃ, δικαστῇ παραδοθῆναι ὑπέμεινε, καὶ ὑπ' ἐκείνου πολλῶν ὁρώντων κατακριθῆναι· καί τοι βουλομένου τοῦ δικαστοῦ ἀφεῖναι αὐτὸν, διὰ τὸ δὲ μίαν εὑρίσκειν ἐν αὐτῷ αἰτίαν θανάτου, τῶν ἰουδαίων λῃστὴν αὐτοῖς ἀντ' αὐτοῦ ἀπολυθῆναι ἀξιούντων· Ἰησοῦς ἐπὶ τοῦ βήματος ἑστηκὼς, σιωπὴν ἄγειν ἐδικαίωσεν· εἰ γὰρ ἦν ἀπολογησάμενος περὶ ἑαυτοῦ, ἐξέφυγεν ἂν τὴν ψῆφον τοῦ θανάτου· οὐκ ἔχοντος τοῦ δικάζοντος οὐδὲ μίαν πρόφασιν, κόλασιν ὁρίσαι κατ' αὐτοῦ· σκοπὸν γὰρ εἶχεν, ὡς προεῖπον, συντόνῳ σπουδῇ ὁρμῆσαι ἐπὶ τὴν χώραν, ἔνθα αἱ σωμάτων ἀπολυθεῖσαι ψυχαὶ κατέχονται· ἵνα κἀκείνων αὐτῶν τὰς προσιεμένας αὐτοῦ τὴν ἐκεῖσε παρουσίαν τῆς κατεχούσης κακοπραγίας τε καὶ δεινῆς ἀνάγκης ἀφῇ· καὶ δὴ τοῦθ' ὅπερ ἠβούλετο, γεγένηται· καὶ ἀναρτηθεὶς ἐπὶ τὸ ἰκρίον τοῦ σταυροῦ, φανερὸν τὸν ἀοίδιμον θάνατον αὐτοῦ παρέστησε, καὶ δι' αὐτοῦ πιστοποίησιν ἐργαζόμενος τοῖς μὴ σφόδρα τὴν διάνοιαν βλαβεῖσιν.
schol
6
6
Ἐξ αὐτοῦ γοῦν τοῦ σκόλοπος, τὰς τεραστίους ἐπιτελῶν δυνάμεις, ἀληθῶς υἱὸς εἶναι θεοῦ ὡμολόγητο· κλόνον γοῦν ὑπέμεινεν ἡ γῆ, κρεμάμενον αὐτὸν ὁρῶσα· ἀλλὰ καὶ αἱ ἀρραγεῖς πέτραι, ῥῆξιν ὑπέστησαν, αὐτοῦ ἐπὶ τοῦ σταυροῦ ὄντος· τὸ καταπέτασμά τε τοῦ ναοῦ ἀπάνωθεν κάτω ἄφνω ἐρρήγνυτο· ναὶ μὴν, καὶ τὰ μνήματα τῶν νεκρῶν ἐξαπίνης ἀνοιγόμενα, τοὺς πάλαι κειμένους ἐξέπεμπε νεκροὺς, ζωτικῆς δυνάμεως μεταποιουμένους· ἀλλὰ καὶ ὁ ἥλιος ὁ φωστὴρ ὁ μέγας, ὁ εἰς ἀρχὰς τεταγμένος τῆς ἡμέρας ὑπὸ τοῦ δημιουργοῦ καὶ προνοητοῦ πάσης κτίσεως, ἡμέρας μεσούσης, ἀνθρώποις τὸ φῶς οὐκ ἔδωκε· σκότος γοῦν γέγονεν ἀπὸ ἕκτης ἕως ἐνάτης ὥρας, οὐ τῆς κατὰ συνήθειαν ἐκλείψεως γεγενημένης τότε, ὡς οἱ διαβάλλειν τὸ εὐαγγέλιον σπουδάζοντες, πειρῶνται λέγειν· ὑπὸ γὰρ τῆς προσούσης αὐτοῖς ἀπεχθείας, καὶ τοῖς ὑπ' αὐτῶν ὁμολογουμένοις ἀντιδοξοῦσι· περὶ γὰρ τῆς ἐκλείψεως τῆς ἐξ ἔθους γινομένης τοῦ ἡλίου, νομοθετοῦσι τοιαῦτα· ὡς ἄρα ἑτέρῳ καιρῷ οὐ γίνεται αὕτη, ἢ ὅτε ἡ σελήνη συνοδεύει τῷ ἡλίῳ· ὅταν γάρ φασιν ὑποτρέχουσα τὸν ἥλιον ἡ σελήνη, ὑπ' αὐτὸν κατὰ κάθετον γένηται, ἐπιπροσθεῖ ταῖς αὐγαῖς τοῦ ἡλίου, μὴ ἐπιτρέπουσα αὐτὰς εἰς τὸν περὶ τὴν χῶρον γενέσθαι· ἔλαθε δὲ αὐτοὺς θέλοντας, ὅτι οὐκ ἦν καιρὸς συνόδου ὅτε Ἰησοῦς τὸν σταυρὸν ἀνεδέξατο· ὡμολόγηται δὲ παρὰ πᾶσιν ἐν αὐτῷ τῷ πάσχα τῷ ἰουδαϊκῷ πεπονθέναι αὐτὸν, ἐν ᾗ ὥρᾳ οὐδαμῶς ὑποτρέχει τὸν ἥλιον ἡ σελήνη, ἀντιπροσώπως πρὸς αὐτὸν ἔχουσα, διὰ τὸ πλησιφαὴς εἶναι, ἤδη τεσσαρεσκαιδεκάτην ἡμέραν ἀπὸ τῆς συνόδου ἔχουσα· ἐξ ὧν φανερὸν, ὅτι οὐχ' ἡ κατὰ περίοδον ἐνιαυτῶν τινῶν ἔκλειψις γεγένηται, ἀλλὰ δυνάμει τοῦ παραδοξοποιοῦντος ἀπὸ τοῦ σταυροῦ· ἢ τάχα καὶ αὐτοῦ τοῦ ἡλίου μὴ ὑπομένοντος τὸ ἴδιον ἀποτελεῖν ἔργον, τὸν κοινὸν δεσπότην πρὸς εὐτελῶν ἀνθρώπων ὁρῶντος ὑβριζόμενον· καὶ αὗται δὲ αἱ παραδοξοποιΐαι, γεγένηνται ἕνεκα τοῦ πανῆναι τίς ἦν ὁ τὸν θάνατον ἀναδεξάμενος, ὅτι ἡνίοχος καὶ ταξιάρχης πάσης ὑπάρχει τῆς κτίσεως· τάχα δὲ καὶ ἕκαστον τῶν γεγενημένον, σημεῖον καὶ σύμβολον ἦν τῶν μελλόντων κατορθοῦσθαι· ὁ γὰρ σεισμὸς τῆς γῆς, ἐδήλου τὴν μετάθεσιν τῶν πανταχοῦ τῆς γῆς πατρίων ἐθῶν, καὶ τὴν ἀναχώρησιν τῶν ἀνθρώπων ἀπὸ τῆς πολυθέου πλάνης· ἀμέλει τὰ πανταχοῦ γῆς χρηστήρια, καὶ οἱ τούτων προϊστάμενοι μαντικοὶ δαίμονες πάλαι τοὺς ἀνθρώπους θέλγοντες λόγοις ἀπατηλοῖς, σιωπὴν ἔλαβον, ὡς μὴ δὲ δοκεῖν γεγονέναι ποτέ· ἔρημοι γοῦν καθεστήκασιν αἱ μαντικαὶ πηγαὶ, τῶν ἐν αὐταῖς δαιμόνων πεφυγαδευμένων, φόβῳ τῆς τοῦ παθόντος δυνάμεως· ἀλλὰ καὶ νόμοι οἱ παρ' ἑκάστοις, σχολάζουσι λοιπὸν, μόνου τοῦ εὐαγγελικοῦ νόμου πολιτευομένου καὶ κρατοῦντος τοῦ τῶν ἀνθρώπων γένους· ἡ σχίσις δὲ τῶν πετρῶν αἰνίττεται καὶ αὐτὴ σημεῖον οὖσα, τὴν κατάνυξιν τῶν ἠλιθίων καὶ σκληροτάτων ψυχῶν· ἡ ῥῆξις δὲ τοῦ καταπετάσματος, ἐμφαίνει ἀναχώρησιν γεγονέναι ἀπὸ τοῦ ἰουδαϊκοῦ ναοῦ τῆς ἁγιστείας καὶ πάσης τῆς παραδόξου ἐπιφανείας, πάλαι μὲν ἐκεῖσε τυγχανούσης, νῦν δ' εἰς πάντα τὰ ἔθνη διηκούσης· τέλος λαμβανούσης τῆς προφητείας ἐκείνης τῆς φασκούσης· ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ διακρινεῖ ἀνάμεσον ἐθνῶν πολλῶν.
schol
3
3
Ἡ συκαμίνη τὴν μετάνοιαν σημαίνει, ὁ δὲ ὄχλος τὰ πάθη· ὁ τοίνυν ταῦτα διασχὼν, καὶ διὰ μετάνοιαν ὑψωθεὶς, ὁρᾷ τὸν Ἰησοῦν, καὶ ὁρᾶται ὑπ' αὐτοῦ, καὶ ὑποδέχεται αὐτὸν παρ' αὐτῷ σκηνούμενον, καὶ λαμβάνει τὴν σωτηρίαν, καὶ υἱὸς Ἁβραὰμ γίνεται.
schol
4
4
Ἐπειδὴ δὲ μισθόν τινες τῶν ἰδίων κατορθωμάτων παρὰ τοῦ σωτῆρος ἔσχον, ἐξουσιάσαι δέκα πόλεων ἢ πέντε, ἄρχοντες τούτων τῶν πόλεων ἀναδειχθησόμενοι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, περὶ ταύτης δὲ τῆς ἐπαγγελίας χαμαιζήλως τινὲς διανοηθέντες, νομίζουσιν σατραπείας καὶ δυναστείας ἐγχειρισθήσεσθαι, διὰ τὸ εὖ βεβιωκέναι καὶ κατὰ Χριστὸν πεπολιτεῦσθαι· καὶ οὗτοι γὰρ ὥσπερ οἱ τροφὴν σωματικὴν ὑπολαβόντες τὰ ἆθλα τῆς ἀρετῆς εἶναι ἐν τῇ κάτω Ἱερουσαλὴμ, ἐκ λίθων τιμίων ἀνοικοδομουμένῃ, ἄρξειν καὶ δυναστεύσειν ἡγοῦνται· ἐπεὶ γὰρ καὶ τούτους ἔρως εἶχε τοῦ ἄρχειν καὶ ἐξουσιάζειν, ἐνταῦθα ἔτι διατρίβοντας, καὶ διὰ τοῦτο ἀτυφίᾳ καὶ τῷ ὑποτάττεσθαι τοῖς πέλας ἐπιδεδώκασι σφᾶς, διὰ τὸν Χριστοῦ λόγον, λέγοντα· πᾶς ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται, τὸ φίλαρχον καὶ φιλόδοξον πάθος τῆς ψυχῆς οὐκ ἀποβαλόντες, ποθοῦσι μετὰ τὴν ἀνάστασιν σατράπαι ἢ ἡγεμόνες καὶ στρατηγοὶ ἀναφανῆναι· χρὴ καὶ τούτους ἀπαγαγεῖν τῆς χαμαιπετοῦς ὑπολήψεως, καὶ ζητῆσαι τίνες αἱ πόλεις, καὶ πῶς ἔχουσαι, καὶ ποῦ οὖσαι τυγχάνουσιν, ὧν τὴν ἐξουσίαν ὁ βασιλεὺς σωτὴρ ὀρέγει τοῖς τὰς ἐγχειρίσεις αὐτοῦ εἰς πέρας ἀγαγοῦσιν· νομίζομεν τοίνυν παραπλησίους εἶναι τὰς πόλεις ταύτας τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ οὔσῃ πόλει θεοῦ ζῶντος, περὶ ἧς λέγεται ἐν ψαλμοῖς ὑπὸ τῶν ἐπ' αὐτὴν φθασάντων· καθάπερ ἡκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐν πόλει κυρίου τῶν δυνάμεων· οἱ γὰρ ἔτι ἐν τῇ ἀνθρωπίνῃ ζωῇ ὄντες, ἀκηκοότες περὶ τῆς ἄνω πόλεως, καὶ τῆς ἐν αὐτῇ ἀγωγῆς, καὶ ὅσα ἐπ' αὐτῆς θεοπρεπῶς καὶ ἁγίως ἐπιτελεῖται, ἐπ' αὐτὴν φθάσαντες, καὶ ταῦτα εὑρόντες ἔργοις βεβαιούμενα, ὧν τοὺς λόγους ἐνταῦθα ἐπαιδεύοντο, συμβαλόντες οἷς ἀκηκόασι τὰ εὑρεθέντα πράγματα, φασὶν· ἃ ἠκούσαμεν, ταῦτα καὶ εὕρομεν· ἀληθῶς γὰρ πόλις ἐστὶ τοῦ παμβασιλέως υἱοῦ θεοῦ, κυρίου ὄντος τῶν, ἵν' οὕτως εἴπω, στρατιωτικῶν δυνάμεων· αὕτη δὲ ἡ πόλις, οὐχ ὑπὸ τοῦ τυχόντος ἵδρυται, ἢ ὑπὸ τοῦ, πάντα τὰ γενητὰ εἰς οὐσίαν ἀγαγόντος· διὸ εἴρηται ὁ θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα· συνῳδὰ δὲ τούτοις περὶ τῆς ἐλπίδος τῶν ἁγίων γράφει ὁ φάσκων· ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς, ὁ θεὸς· τοιούτων δηλαδὴ καὶ ἑτέρων πόλεων πεφυκυιῶν, οἵα ἐστὶν ἡ ἐπουράνιος Ἱερουσαλὴμ, ἀκόλουθον καὶ αὐτὰς ἐπουρανίους εἶναι· ἐὰν οὖν τούτων τῶν πόλεων, τοῖς ἀνδραγαθήσασιν ἐφ' οἷς ἐπιστεύθησαν χρήμασι λογικοῖς δούλοις ἑαυτοῦ, ὁ σωτὴρ ἐξουσίαν νέμῃ, οὐ δεῖ οἴεσθαι σατραπείας καὶ δυναστείας ἀνθρωπίνας ἐν τῇ ἐπιγείῳ Ἱερουσαλὴμ δίδοσθαι, ἀλλὰ τοὺς ἐξουσίαν εἰληφότας ἠγήσασθαι τῶν προκειμένων πόλεων, παραπλησίως ἄρξειν τοῖς ἡγουμένοις τῶν ἀγγέλων ἀρχαγγέλοις· τῶν ἱερῶν τούτων πόλεων τάχα συμπληρουμένων ἐξ οἰκητόρων, ἤτοι ψυχῶν ἱερῶν καὶ πνευμάτων δικαίων· ταύτης δὲ τῆς ἐπαγγελίας τεύξονται, οἱ ἀπεντεῦθεν ἄρξαντες τοῦ ἰδίου σώματος, καὶ τῶν ἀλόγων τῆς ψυχῆς παθῶν, καὶ τῶν ὁμοφύλων· ὑποπιάσαντες γὰρ τὸ σῶμα, καὶ δουλαγωγήσαντες, νεκρώσαντές τε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ἐν εἰσαγωγῇ τοῦ ἄρχειν γεγένηνται· εἶτα μετὰ τὸ ἑαυτοὺς ὠφελῆσαι, ἄξιοι κριθέντες καὶ ἑτέρους εἰς παίδευσιν παραλαβεῖν ὧν αὐτοὶ κατώρθωσαν, διδάσκαλοι ἔργῳ καὶ λόγῳ τούτων ἀποδειχθέντες· τοῦτο γὰρ ἦν τὸ τὰ λογικὰ ὑπάρχοντα τοῦ δεσπότου ὄντα θεῖα παιδεύματα· κατὰ τὰ λόγια κυρίου, τὰ λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ, τοκίζειν καὶ διαπραγματεύεσθαι, κερδήσαντες τὴν τῶν πεπαιδευμένων ὑπὸ σφῶν ὠφέλειαν, ἐπὶ τὸ καὶ τὰ μείζονα πιστευθῆναι εἰκότως ἤχθησαν· πόλεων γοῦν ἐπουρανίων ἄρχοντες ἀπεδείχθησαν παρ' αὐτοῦ τοῦ παμβασιλέως θεοῦ λόγου τὴν ἡγεμονίαν ἐπιτραπέντες· καὶ ὥσπερ παρ' ἡμῖν ὁ δι' ἠθικῆς παιδεύσεως ἄρχειν ἑαυτοῦ μαθὼν, ἐπὶ οἰκονομίαν ἄγεται, τέλος δὲ τῷ οἰκονομίαν ἐπιτραπέντι πρόκειται, τὸ εὖ τὴν οἰκονομίαν διαθέσθαι, ἐφ' ᾧ κατορθώματι μισθὸν λήψεται τὸ καὶ πόλεως ἠγήσασθαι· τούτου δὲ σύμβολον, ὁ τοῦ Ἰωσὴφ βίος φέρει· ἑαυτοῦ γὰρ ἄρχειν μαθὼν παρὰ τῷ πατρὶ τοὺς θείους πεπαιδευμένος νόμους, ὡς πασῶν ἡδονῶν καὶ τῶν ἄλλων παθῶν, διὰ σωφροσύνης καὶ τῆς λοιπῆς ἀρετῆς ἀνωτέρω χωρήσας, τὴν τῆς οἰκίας οἰκονομίαν, ὑπὸ τοῦ πριαμένου ἐγχειρίζεται· καὶ τὴν ἐπιμέλειαν τοῦ δεσμωτηρίου ὑπὸ τοῦ εἰρκτοφύλακος παραλαμβάνει· καὶ τούτοις ἄριστος κηδεμὼν ἀποδειχθεὶς, τῆς πάσης Αἰγύπτου τὴν προστασίαν δέχεται, ὕπαρχος μετὰ τὸν βασιλέα χειροτονηθεὶς· κατὰ τὸ ἀκόλουθον οὖν καὶ οἱ τῆς θεοσεβείας ἄνθρωποι, πρότερον αὐτῶν δι' ἐγκρατείας ἄρξαντες, καὶ τῶν ἰδίων οἴκων ἐπιμεληθέντες, ἐκκλησίας ἡγεῖσθαι χειροτονοῦνται· ᾗ φησι Παῦλος· εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας θεοῦ ἐπιμελήσεται· μετὰ τὸ τοίνυν ἑαυτὸν, καὶ τέκνων, καὶ οἴκου, εἶτα ἐκκλησίας ὃν δεῖ τρόπον ἐπιμέλεσθαι, τούτων αὐτῶν τῶν κατορθωμάτων ἆθλον ἕξουσι τὴν ἐπὶ τῶν προειρημένων πόλεων ἐξουσίαν· τούτων δὲ τῶν πόλεων σύμβολα δυνατὸν εἶναι, τὰς τῆς κάτω Ἰουδαίας πόλεις· ὡς γὰρ ἡ ἐπίγειος Ἱερουσαλὴμ εἰκόνα περιέχει τῆς ἐπουρανίου, οὕτω νομίζω καὶ τὰς ὑπὸ ταύτῃ τῇ Ἰουδαίᾳ πολεις· ὡς γὰρ ἡ ἐπίγειος Ἱερουσαλὴμ μίμημα καὶ τύπον φέρει τῶν ὑπὸ τὴν ἄνω Ἱερουσαλὴμ πόλεων· ὥσπερ οὖν πόλις ἦν τοῦ βασιλέως, ἡ ἐπίγειος Ἱερουσαλὴμ, τῶν δ' ἄλλων πόλεων ἄρχειν ἐδοκιμάζοντο ὑπὸ τοῦ βασιλέως οἱ πρὸς τοῦτο ἐπιτηδείως ἔχοντες, οὕτω τῆς ἐπουρανίου Ἱερουσαλὴμ τῆς πόλεως τοῦ ζῶντος θεοῦ, βασιλεὺς μέγας ἐστὶν ὁ κύριος· τῶν δὲ λοιπῶν ἐπουρανίων πόλεων ἄρχοντες γενήσονται, οἱ ὑπὸ τοῦ σωτῆρος λαβόντες ἐπαγγελίαν ἐξουσίαν ἔχειν ἐπάνω δέκα πόλεων, ἢ γίνεσθαι ἐπάνω πέντε πόλεων.