schol
41
1 41
διὰ τὴν Ἑβραϊκὴν ἐπὶ τοῦ κυρίου παρασημείωσιν ταῦτα λεκτέον· δέκα ὀνόμασι παρ' Ἑβραίοις ὀνομάζεται ὁ θεός, ὧν ἓν μὲν Ἀδωναῒ λέγεται, ὅ ἐστιν· "κύριος", ἕτερον δὲ Ἰά, ὃ καὶ αὐτὸ ἐν τῷ Ἑλληνικῷ εἰς τὸ "κύριος" μετελήφθη, ἕτερον δέ τι παρὰ ταῦτά ἐστι τὸ τετραγράμματον ἀνεκφώνητον ὂν καὶ παρ' Ἑβραίοις, ὃ καταχρηστικῶς παρὰ μὲν αὐτοῖς Ἀδωναῒ καλεῖται, παρὰ δὲ ἡμῖν "κύριος". τοῦτο δέ φασιν ἐπὶ τῷ πετάλῳ τῷ χρυσῷ τῷ ἐπὶ τοῦ μετώπου τοῦ ἀρχιερέως γεγράφθαι κατὰ τὸ ἐν τῷ νόμῳ εἰρημένον· ἐκτύπωμα σφραγῖδος ἁγίασμα τῷ κυρίῳ, יהוה. τὰ δὲ λοιπὰ ὀνόματά ἐστι ταῦτα· Ἤλ, Ἐλωείμ, Ἀδών, Σαβαώθ, Σαδδαΐ, Ἰαΐε, Ἐσεριέ, καὶ τὰ προγεγραμμένα τρία, ὧν ἐστι τὸ τετραγράμματον τούτοις γραφόμενον τοῖς στοιχείοις· Ἰωθ, Ἠπ, Οὐαυ, Ἰηπ, יהוה ὁ θεός.