9
psalm
Psalm 9
1
verse
9 1
εἰς τὸ τέλος· ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ
sch1
scholion
Sch. 1
Κρύφιά ἐστιν γνῶσις ἀπόρρητος τῶν περὶ Χριστοῦ μυστηρίων.
5
verse
part
2
9 5 2
ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην
sch2
scholion
Sch. 2
Θρόνος θεοῦ ὁ Χριστὸς· θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις.
6
verse
part
2
9 6 2
τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
sch3
scholion
Sch. 3
Εἰ τὸ ὄνομα ἐνταῦθα τὴν κακὴν σημαίνει κατάστασιν, ἐξήλειψε δὲ τὸ ὄνομα τῶν ἁμαρτωλῶν ὁ κύριος, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτῶν κατάστασιν.
12
verse
part
1
9 12 1
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν
sch4
scholion
Sch. 4
Ἐκεῖνος ψάλλει ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν.
14
verse
part
2
9 14 2
ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.
sch5
scholion
Sch. 5
Ἵνα μὴ αἱ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι
εἰς πυθμένα ᾅδου
.
17
verse
part
1
9 17 1
γινώσκεται κύριος κρίματα ποιῶν
sch6
scholion
Sch. 6
Ἔστι ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν κύριον.
18
verse
1
part
9 18 1
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην
sch7
scholion
Sch. 7
Ὥσπερ ὁ παράδεισος τῶν δικαίων ἐστὶ παιδευτήριον, οὕτως ὁ ᾅδης τῶν ἁμαρτωλῶν ἐστι κολαστήριον.
18
verse
part
2
9 18 2
πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ
sch8
scholion
Sch. 8
Εἰ ἐπελάθετο τὰ ἔθνη τοῦ θεοῦ, ᾔδει ποτὲ τὰ ἔθνη τὸν κύριον· ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό
ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν, πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία
;
19
verse
part
2
9 19 2
ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα
sch9
scholion
Sch. 9
Ὥσπερ τὸ πνεῦμα οὐ σβέννυται, οὕτω καὶ ἡ ὑπομονὴ ἀπόλλυται·
Ὁ
γὰρ
κύριος τὸ πνεῦμά ἐστιν
καὶ τὸ
σὺ εἶ ὑπομονή μου, κύριε
. Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν, ἔν τισι δὲ λέγεται καὶ κοιμᾶσθαι·
Ἐξεγέρθητι
γὰρ, φησίν,
ἵνα τί ὑπνοῖς, κύριε
;
22
verse
part
1
9 22 1
Ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν;
sch10
scholion
Sch. 10
Θεὸς ἐγγίζων ἐγώ
; φησὶν ἐν τῷ προφήτῃ.
26
verse
1
part
9 26 1
Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ
sch11
scholion
Sch. 11
Ὁ μὲν δίκαιος
εὐλογεῖ τὸν κύριον ἐν παντὶ καιρῷ
, ὁ δὲ ἁμαρτωλὸς βεβηλοῖ τὰς ὁδοὺς αὐτοῦ ἐν παντὶ καιρῷ.
26
verse
3
part
9 26 3
πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει
sch12
scholion
Sch. 12
Εἰ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ σατανᾶς, πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ εἰσι, πάντων ἄρα τῶν δικαίων κατακυριεύσει ὁ σατανᾶς. Οὐκ ἐν παντὶ δὲ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ' ἔν τινι. Μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
sch12b
scholion
Sch. 12b
Ἢ τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία γραφὴ, ὅπερ ἐπὶ πέρας ἀγαγεῖν τῶν οὐκ ἐνδεχομένων ἐστίν, εἴγε
διελογίσαντο βουλὰς ἃς οὐ μὴ δύνωνται στῆναι
. Καὶ γὰρ ἐν τῷ Ἰὼβ ψευδόμενος ὁ διάβολός φησι·
Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι
,μηδὲν πείσας τὸν Ἰὼβ ἄτοπον πεπραχέναι.
sch12c
scholion
Sch. 12c
Τῶν πειρασμῶν οἱ μὲν προσάγονται τῇ ψυχῇ, οἱ δὲ τῷ σώματι, οἱ δὲ τοῖς πέριξ τοῦ σώματος. Καὶ οἱ μὲν τῇ ψυχῇ προσαγόμενοι λογισμοὶ ἀκάθαρτοι λέγονται ἁμαρτίας γεννῶντες καὶ δόγματα ψευδῆ· οἱ δὲ τῷ σώματι προσφερόμενοι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυλακῶν καὶ θανάτων αἴτιοι γίνονται· οἱ δὲ τῶν πέριξ τοῦ σώματος πειρασμοὶ περιέχουσι ζημίας χρημάτων καὶ κτημάτων καὶ ἀποβολὰς τέκνων καὶ γυναικῶν ἀφαιρέσεις. Δῆλον οὖν ἔστιν ἐκ τούτων ὅτι πάντως διά τινος τῶν κατειλεγμένων πειρασμῶν ἐκυρίευσε παντὸς δικαίου ὁ σατανᾶς.
sch12d
scholion
Sch. 12d
Εἰ οἱ προκόπτοντες κατὰ μείωσιν τῆς κακίας προκόπτουσι, δίκαιοι δὲ λέγονται καὶ οἱ τελείαν ἕξιν τῆς δικαιοσύνης κτησάμενοι καὶ οἱ ἀνεμποδίστως προκόπτοντες —
δίκαιος
γάρ, φησίν,
ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ
· καὶ εἰ δίκαιος, πῶς κατήγορος; Εἰ δὲ κατήγορος, πάντως οὐ τέλειος δίκαιος καὶ
γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι
—, καλῶς οὖν λέγεται ὁ διάβολος πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύειν, οὐ τῶν τελείων δηλονότι ἐχθρῶν, ἀλλὰ τῶν σπευδόντων ἐπὶ τὴν τελειότητα. Εἰ γὰρ μὴ ἦν μῖσος πρὸς τὸν σατανᾶν ἀτελὲς καὶ τέλειον, οὐκ ἂν ἔλεγεν ὁ Δαυίδ·
Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι
.
29
verse
1
part
9 29 1
ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων
sch13
scholion
Sch. 13
Ἐν μὲν τοῖς ἔχουσι πλοῦτον κακίας καὶ ἀγνωσίας ὁ διάβολος ἐγκαθέζεται· ἐν δὲ τοῖς κεκτημένοις τὴν ἀρετὴν καὶ τὴν γνῶσιν αἱ ἅγιαι δυνάμεις ἐπαναπαύονται, ὧν σύμβολά ἐστι
τὰ πετεινὰ τοῦ οὐρανοῦ
τὰ
κατασκηνοῦντα ἐν τοῖς κλάδοις
τοῦ νάπυος, ὃ σημαίνει τὴν ἐνυπάρχουσαν ἐν ἡμῖν κατὰ δύναμιν βασιλείαν τῶν οὐρανῶν.
30
verse
9 30
ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν
sch14
scholion
Sch. 14
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς πλουσίους.
sch14b
scholion
Sch. 14b
Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας.
33
verse
2
part
9 33 2
μὴ ἐπιλάθῃ τῶν πενήτων.
sch15
scholion
Sch. 15
Εἰ ἐπελάθετο τῶν πενήτων ὁ κύριος, ᾔδει τοὺς πένητας ὁ κύριος.
35
verse
part
1
9 35 1
βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς
sch16
scholion
Sch. 16
Πόνους καὶ θυμοὺς ὁ σατανᾶς ἐργαζόμενος παραδίδωσι τὰς ψυχὰς εἰς κόλασιν τῷ κριτῇ.
35
verse
part
4
9 35 4
ὀρφανῷ σὺ ἦσθα βοηθῶν
sch17
scholion
Sch. 17
Ὀρφανός ἐστιν ὁ ἀποβαλὼν τὸν πονηρὸν πατέρα·
Ὑμεῖς
γὰρ, φησὶν ὁ σωτὴρ,
ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ διαβόλου ἐστέ
.
36
verse
part
1
9 36 1
σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ
sch18
scholion
Sch. 18
Εἰ ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας, τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργεσία ἐστιν, τὸ συντριβῆναί τινος τὸν βραχίονα εὐεργεσία ἐστίν· οὕτω γὰρ ἐγὼ πείθομαι κολάζειν θεόν. Βραχίονα δὲ εἶπεν τὴν πονηρὰ κατεργασαμένην ψυχήν.
sch19
scholion
Sch. 19
Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός.
37
verse
part
1
9 37 1
Βασιλεύσει κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
sch20
scholion
Sch. 20
Δεῖ γὰρ τὸν κύριον
βασιλεύειν
διὰ τῶν αἰώνων,
ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ
. Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων, δι' ἧς θεωρίας
καὶ οἱ ἐχθροὶ φίλοι γίνονται
.
37
verse
part
2
9 37 2
ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ
sch21
scholion
Sch. 21
Γῆ κυρίου ἡ θεωρία τῶν γεγονότων αἰώνων ἢ γενησομένων ἐστίν, ἣν καὶ βασιλείαν κυρίου εἶναι φαμέν.
38
verse
part
1
9 38 1
τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος
sch22
scholion
Sch. 22
Το τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ κύριος, ὁπηνίκα ἂν τὸ ἐπιθυμητὸν παράσχῃ τῇ ἐπιθυμησάσῃ ψυχῇ.
17
psalm
Psalm 17
2
verse
2
part
17 2 2
Ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου
sch1
scholion
Sch. 1
Διὰ τῆς ἀγάπης τὴν ἀγάπην ἐπιγινώσκομεν καὶ τοῦ δικαίου τὴν δικαιοσύνην· ἐκ γὰρ τοῦ ὁμοίου τὸ ὅμοιον ἐπιγινώσκεται.
5
verse
1
part
17 5 1
περιέσχον με ὠδῖνες θανάτου
sch2
scholion
Sch. 2
Ὠδῖνες θανάτου ἤτοι αἱ τὸν θάνατον τίκτουσαι ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, ὅστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται.
5
verse
2
part
17 5 2
καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με
6
verse
17 6
ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου
sch3
scholion
Sch. 3
Χείμαρροι ἀνομίας εἰσιν οἱ παράνομοι λογισμοί· οὗτοι δὲ καὶ αὐτοὶ καὶ ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας.
7
verse
part
3
17 7 3
ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου
sch4
scholion
Sch. 4
Ναὸς μὲν θεοῦ ὁ Χριστός, ναὸς δὲ Χριστοῦ αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις. Διὸ καὶ ὁ Χριστὸς νῦν καθέζεσθαι λέγεται ἐπὶ
θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ
.
9
verse
2
part
17 9 2
καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν
sch5
scholion
Sch. 5
Κατακαῖον
ξύλα, χόρτον, καλάμην
, τουτέστιν τὰς ἕξεις καταναλίσκον τὰς μοχθηράς. Οὕτω κατέκαυσέ ποτε τελώνην μὲν ὄντα τὸν Ματθαῖον, Παῦλον δὲ
διώκτην καὶ ὑβριστήν
.
11
verse
1
part
17 11 1
καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη
sch6
scholion
Sch. 6
Ὁ θεὸς ἐν μὲν τοῖς ἁγίοις ἀνθρώποις
ἐνοικεῖ καὶ ἐμπεριπατεῖ
, ἵπταται δὲ ἐν τοῖς Χερουβίμ.
12
verse
17 12
Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων
sch7
scholion
Sch. 7
Ἐπειδὴ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ καὶ ἔστη κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, διὰ τοῦτο σκοτεινόν ἐστι τὸ ὕδωρ τὸ ἐν ταῖς νεφέλαις, τουτέστι τὸ ἐν τοῖς προφήταις·
Ἐντελοῦμαι
γάρ, φησίν,
ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν
καὶ ἔσται λιμός,
οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου
. Εἰ δὲ ὁ θεὸς ἡμῶν φῶς ἐστι, πῶς καλύπτεται σκότει; Οἶμαι δὲ αὐτὸν οὕτω καλύπτεσθαι σκότει ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενον καλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν ἐν ᾗ Χριστὸς ἐκαθέζετο. Εὖ δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώσεως·
Εἰ
γὰρ
ἐγνώκαμεν
, φησί,
Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν
. Ἢ τάχα σκηνὴν τὸ σῶμα ὠνόμασεν διὰ τὴν
ἄμπελον
ἣν ἐξ
Αἰγύπτου μετῆρεν
ἵνα φυλάξῃ αὐτὴν ἄχρις οὗ πεπανθῇ ὁ βότρυς αὐτῆς καὶ μὴ
λυμήνηται αὐτὴν ὗς ἐκ δρυμοῦ
. Δύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν ἐν ᾗ θεὸς διὰ τῶν λόγων ὁρᾶται, εἴγε
ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται
καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται.
15
verse
2
part
17 15 2
καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς
sch8
scholion
Sch. 8
Ὅτε
πνευματικὰ πνευματικοῖς συγκρίνομεν
, τότε ποιοῦμεν τὰς ἀστραπὰς τὴν ἀπ' αὐτῶν γνῶσιν ἐκφαίνοντες.
16
verse
1
part
17 16 1
καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων
sch9
scholion
Sch. 9
Πηγὰς ὑδάτων λέγει τὰς ἀρετὰς· ἐκ γὰρ τούτων ἐξέρχεται γνῶσις·
Μακάριοι
γὰρ, φησίν,
οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται
.
16
verse
2
part
17 16 2
καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης
sch10
scholion
Sch. 10
Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστι Χριστός
.
18
verse
1
part
17 18 1
Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν
sch11
scholion
Sch. 11
Ἐντεῦθεν γινώσκομεν ὅτι ἰσχυρότεροι ἡμῶν ἦσαν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἡμῶν οἱ δαίμονες, νυνὶ δὲ γεγόναμεν ἡμεῖς αὐτῶν ἰσχυρότεροι· ἔδωκεν γὰρ ἡμῖν ὁ κύριος
πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ
.
21
verse
part
2
17 21 2
καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι
sch12
scholion
Sch. 12
Καθαριότης χειρῶν ἐστιν ἀπάθεια ψυχῆς ἐκ χάριτος, προσγινομένη θεοῦ καὶ σπουδῆς τοῦ ἀνθρώπου.
24
verse
part
1
17 24 1
καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ
sch13
scholion
Sch. 13
Ἄμωμός ἐστιν ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Χριστός·
Ἐγὼ
γὰρ
εἰμι
, φησίν,
ἡ ὁδός
. Ἄμωμον δὲ τὴν ὁδὸν ταύτην καὶ αὐτὸς ὁ Δαυὶδ ὠνόμασε λέγων·
Κύριε, ἄμωμος ἡ ὁδός σου
.
sch13b
scholion
Sch. 13b
Μόνος ὁ μετὰ θεοῦ ὢν δύναται ἄμωμος εἶναι.
25
verse
part
1
17 25 1
καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου
sch14
scholion
Sch. 14
Ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν
. Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παρρησίαν δυναμένων λέγειν·
Ἀνταπόδος τῷ δούλῳ σου
.
26
verse
17 26
Μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ
27
verse
17 27
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις
sch15
scholion
Sch. 15
Ἐν μὲν τοῖς ὁσίοις ὅσιός ἐστιν ὁ θεὸς, ἐν δὲ τοῖς ἀθῴοις ἀθῷος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτός, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον· στρεβλὸν γὰρ εἰπεῖν τὸν θεὸν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπλούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὕτω δὲ συστρεβλοῦται θεὸς ὡς ἐν τῷ Δευτερονομίῳ λέγει·
Ἐὰν εἰσελεύσησθε πρός με πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ
.
29
verse
17 29
ὅτι σὺ φωτιεῖς λύχνον μου, κύριε, ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου
sch16
scholion
Sch. 16
ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός
· καὶ εἰ οὖν τὸ ἐν σοὶ φῶς σκότος ἐστί, τὸ σκότος πόσον.
λύχνον
δὲ νῦν τὸν νοῦν ὀνομάζει· οὗτος γάρ ἐστι φωτὸς δεκτικός, τουτέστι γνώσεως·
Φωτίσατε
γάρ, φησίν,
ἑαυτοῖς φῶς γνώσεως
·
σῶμα
δὲ θυμὸν καὶ ἐπιθυμίαν, ἅπερ γνώσεώς εἰσιν ἀνεπίδεκται.
34
verse
17 34
ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με
sch17
scholion
Sch. 17
Ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὄφεις. Καταρτίζονταί τινος οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς· ὑψοῦνται δὲ διὰ τῆς θεωρίας.
35
verse
part
2
17 35 2
καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου
sch18
scholion
Sch. 18
Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς·
Διέφθειρες
γάρ, φησί,
τὸν χαλκόν σου
, Ἰεζεκιὴλ πρὸς τὴν Ἱερουσαλήμ.
36
verse
part
2
17 36 2
καὶ ἡ δεξιά σου ἀντελάβετό μου
part
3
17 36 3
καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος,
part
4
17 36 4
καὶ ἡ παιδεία σου αὐτή με διδάξει
37
verse
part
1
17 37 1
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου
sch19
scholion
Sch. 19
Ὁ ἐν δεξιᾷ καθήμενος τοῦ πατρὸς
οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προτέρας παιδείας ἡμᾶς ἀνορθοῖ, διὰ δὲ τῆς δευτέρας διδάσκει· πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχήν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν.
sch20
scholion
Sch. 20
[τὸ καὶ ἡ παιδεία σου αὕτη με διδάξει Θεοδοτίωνός ἐστιν. Ἀντὶ τοῦ καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος εἰρημένου τοῖς ο´.]
38
verse
1
part
17 38 1
καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς
sch21
scholion
Sch. 21
Οὗτος καταδιώκει τοὺς ἐχθροὺς ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν αὐτῷ γίνεσθαι λογισμούς· ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι.
39
verse
1
part
17 39 1
ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι
sch22
scholion
Sch. 22
Ἔκλειψιν τῶν ἐχθρῶν ἡ ἀπάθεια κατεργάζεται.
41
verse
part
1
17 41 1
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον
sch23
scholion
Sch. 23
Νῶτον διδόασιν οἱ ἐχθροὶ μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ.
46
verse
17 46
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν
sch24
scholion
Sch. 24
Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;
Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία.
48
verse
part
2
17 48 2
καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ
sch24+
scholion
Sch. 24+
[
Ἰδοῦ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ
.]
49
verse
part
1
17 49 1
ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων
sch25
scholion
Sch. 25
Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης. Εἰ δὲ ἐχθροὶ ἡμῶν ὀργίλοι εἰσίν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμώδεις εἰσίν·
Θυμὸς
γὰρ
αὐτοῖς
, φησίν,
κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως
καὶ
ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς
.
21
psalm
Psalm 21
2
verse
part
2
21 2 2
μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου
sch1
scholion
Sch. 1
Ὡσανεὶ ἔλεγεν μακράν με ποιοῦσι τῆς σωτηρίας αἱ ἁμαρτίαι.
4
verse
21 4
σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ
sch2
scholion
Sch. 2
Ὁ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ ἢ ὁ αὐτὸς ἔπαινος ὤν.
7
verse
part
1
21 7 1
ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος
sch3
scholion
Sch. 3
Ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλ' ἀπὸ ξύλου. Ὁ σκώληξ κατεσθίει ξύλα, τάχα δὲ καὶ χόρτον καὶ καλάμην· Ὁ θεὸς γὰρ ἡμῶν ἐστι πῦρ καταναλίσκον. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις — σὲ γάρ, φησίν, ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου —, ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία καὶ δικαιοσύνη, καὶ σκώληξ ὁ Χριστὸς ὀνομάζεται ἐν τοῖς τοιούτοις ξύλοις γεννώμενος.
10
verse
part
1
21 10 1
ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός
sch4
scholion
Sch. 4
Τάχα τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέσπασεν ὁ θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμένων ἀλλ' ἐξερχομένων·
Ἐξῆλθεν
γάρ, φησίν, ὁ Ἡσαῦ
ὡσεὶ δορὰ δασύς
.
10
verse
2
part
21 10 2
ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου
sch5
scholion
Sch. 5
Ἐνὼς μὲν ἤλπισεν ἐπικαλεῖσθαι τὸν θεόν
, ἀλλ' οὐκ ἀπὸ μαστῶν τῆς μητρός· πάντες γὰρ ἄνθρωποι γεννώμενοι πρότερον τῇ κακίᾳ προσέρχονται, ὁ δὲ κύριος ἡμῶν
πρὶν ἢ γνῶναι ἀγαθὸν ἢ κακὸν ἐξελέξατο τὸ ἀγαθόν
, ὥστε καλῶς οὗτος λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός·
Οὐκ ἔστιν
γάρ, φησίν,
ἄνθρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσεται
.
15
verse
part
2
21 15 2
καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου
sch6
scholion
Sch. 6
Τὰ ὀστᾶ τῆς σοφίας τὰ ἅγια δόγματα τῆς ἐκκλησίας ἐστίν, ἅπερ ἐν τῷ πάσχᾳ μὴ συντρίβειν τοῖς Ἰουδαίοις νενομοθέτηται· Ὀστοῦν γὰρ αὐτοῦ, φησίν, οὐ συντρίψετε.
16
verse
part
3
21 16 3
καὶ εἰς χοῦν θανάτου κατήγαγές με
sch7
scholion
Sch. 7
Οὐκ εἰς θάνατον, ἀλλ' εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· Οὐκ ἐγκατελείφθη γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην οὐδὲ ἡ σὰρξ αὐτοῦ οἶδεν διαφθοράν.
19
verse
21 19
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς
sch8
scholion
Sch. 8
Ἰουδαῖοι μὲν τὸν γραπτὸν νόμον τηροῦντες τὰ αἰσθητὰ ἱμάτια τοῦ λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ νόμου φυλάσσοντες τὰ νοητὰ ἱμάτια τοῦ σωτῆρος ἡμῶν διαμεριζόμεθα,
εἰς Χριστὸν βαπτιζόμενοι καὶ Χριστὸν ἐνδυόμενοι
ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην.
21
verse
1
part
21 21 1
ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου
sch9
scholion
Sch. 9
Καὶ πρὸς τὴν Μαριὰμ ὁ Συμεών φησι·
Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία
. Ῥομφαία τοίνυν ἐστὶ ψεκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος τὴν ψυχὴν ἢ γνῶσις ψευδώνυμος ἢ λογισμὸς ἀκάθαρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν, ὅπερ συμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομένοις.
21
verse
2
part
21 21 2
Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου
sch10
scholion
Sch. 10
Τὰ ἐκ τούτου τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυνάρια ὀνομάζεται·
Οὐ καλὸν
γάρ, φησίν,
ἔστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις
.
26
verse
21 26
παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ
sch11
scholion
Sch. 11
Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου
, τουτέστιν οὐκ ἐν εὐγενείᾳ οὐδ' ἐν πλούτῳ, ἀλλ' ἐν σοφίᾳ καὶ δικαιοσύνῃ.
27
verse
part
1
21 27 1
φάγονται πένητες καὶ ἐμπλησθήσονται
sch12
scholion
Sch. 12
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς.
28
verse
part
1
21 28 1
μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς
sch13
scholion
Sch. 13
Μετὰ τὴν γνῶσιν ἡ λήθη καὶ μετὰ τὴν λήθην ἡ μνήμη.
29
verse
21 29
ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν
sch14
scholion
Sch. 14
Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ
.
30
verse
part
1
21 30 1
ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς
part
2
21 30 2
ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν
sch15
scholion
Sch. 15
Ὡσεὶ ἔλεγεν ὅτι πάντες οἱ ἄδικοι γενήσονται δίκαιοι παυσάμενοι τοῦ γίνεσθαι γήϊνοι καὶ φθαρτοί.
30
verse
part
3
21 30 3
καὶ ἡ ψυχή μου αὐτῷ ζῇ
sch16
scholion
Sch. 16
Μόνη ἡ ψυχὴ τοῦ Χριστοῦ ζῇ τῷ θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ.
31
verse
part
2
21 31 2
ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη
sch17
scholion
Sch. 17
Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται·
Γενεὰ δὲ σοφίας
ἐστί, κατὰ τὸν σοφὸν Σολομῶντα,
φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή
.
34
psalm
Psalm 34
1
verse
part
2
34 1 2
δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με
sch1
scholion
Sch. 1
Οὐδὲν οὕτως ἀνθίσταται τοῖς δαίμοσιν ὡς δικαιοσύνη καὶ γνῶσις.
3
verse
part
1
34 3 1
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με
sch2
scholion
Sch. 2
Εἰ ὁ νικήσας ἐν πολέμῳ καταδουλοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κόσμον — Θαρσεῖτε γὰρ, φησίν, ἐγὼ νενίκηκα τὸν κόσμον —, Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο ἵνα πάντες γένωνται δοῦλοι Χριστοῦ.
3
verse
2
part
34 3 2
εἶπον τῇ ψυχῇ μου· σωτηρία σου ἐγώ εἰμι
sch3
scholion
Sch. 3
Αὐτὸ τοῦτο σωτηρία ἐστὶ ψυχῆς τὸ εἰπεῖν αὐτῇ τὸν κύριον· σωτηρία σου ἐγώ εἰμι· καὶ ἐπ' ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη.
4
verse
part
2
34 4 2
ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω
sch4
scholion
Sch. 4
Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν.
4
verse
part
2
34 4 2
καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά
sch5
scholion
Sch. 5
Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα.
8
verse
part
1
34 8 1
ἐλθέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν
sch6
scholion
Sch. 6
Νομίζω περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν.
Εἰ γὰρ ἔγνω, οὐκ ἂν αὐτὸν κύριον τῆς δόξης ἐσταύρωσε
.
10
verse
part
2
34 10 2
ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ
sch7
scholion
Sch. 7
Ἐντεῦθεν γινώσκομεν ὅτι χωρὶς κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν· στερεώτεροι γὰρ ἡμῶν εἰσιν.
11
verse
34 11
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με.
sch8
scholion
Sch. 8
Οἱ ἀναστάντες μάρτυρες ἄδικοι κατὰ τοῦ σωτῆρος ἔλεγον· Οὗτος εἶπεν· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· τοῦτο δὲ αὐτὸ οὐκ ἐγίνωσκον πῶς ἔλεγον. Δύναται γὰρ τὸ ῥητὸν τοῦτο καὶ ἐπὶ τοῦ σωτῆρος λαμβάνεσθαι ἢ τάχα καὶ ὅλος ὁ ψαλμός.
sch8bis
scholion
Sch. 8bis
Ἀφ' ἑαυτῶν μὲν οἱ ἄνθρωποι οὐ γινώσκουσι τὴν κακίαν, ἐρωτώμενοι δὲ ὑπὸ τῶν ἐχθρῶν διὰ τῶν λογισμῶν εἰς γνῶσιν ἔρχονται τῆς κακίας. Νῦν δὲ γνῶσιν τὴν πεῖραν λέγω· λέγεται γὰρ καὶ ἡ πεῖρα γνῶσις·
Ἔγνω
, φησίν,
Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ
.
12
verse
34 12
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου
sch9
scholion
Sch. 9
Ἄτεκνός ἐστι ψυχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν ἢ μηδενὶ ἀνθρώπων ποιήσασα ἀγαθόν.
13
verse
part
2
34 13 2
καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου
sch10
scholion
Sch. 10
Οὐδὲν οὕτω ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία.
132
verse
part
3
34 132 3
Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται
sch11
scholion
Sch. 11
Κόλπον νῦν τὸν νοῦν ὀνομάζει.
19
verse
34 19
Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως
sch12
scholion
Sch. 12
Οἱ τῷ δικαίῳ διὰ τὴν δικαιοσύνην ἐχθραίνοντες ἀδίκως αὐτῷ ἐχθραίνουσι.
20
verse
part
1
34 20 1
ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν
sch13
scholion
Sch. 13
Ἔσεσθε
γὰρ, φησίν,
ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν
· εἰρηνικὸς γὰρ οὗτος ὁ λόγος.
25
verse
34 25
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν μηδὲ εἴπαισαν· κατεπίομεν αὐτόν
sch14
scholion
Sch. 14
Καὶ ὁ Παῦλος περὶ τοῦ ἐν Κορίνθῳ· μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
26
verse
part
2
34 26 2
ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ' ἐμὲ
sch15
scholion
Sch. 15
Οἱ μὲν
εἰς Χριστὸν βαπτιζόμενοι τὸν Χριστὸν ἐνδύονται
, τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν σατανᾶν βαπτιζόμενοι αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν.
27
verse
part
2
34 27 2
καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος
sch16
scholion
Sch. 16
Ἀγγέλων μὲν τὸ διαπαντὸς μεγαλύνειν τὸν κύριον, ἀνθρώπων δὲ τὸ μὴ διαπαντός, δαιμόνων δὲ τὸ μήτε διαπαντὸς μήθ' ὁπωσοῦν.
36
psalm
Psalm 36
1
verse
36 1
μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν
sch1
scholion
Sch. 1
Ἐνταῦθα ζῆλον τὴν μίμησιν λέγει.
2
verse
36 2
ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται
sch2
scholion
Sch. 2
Εἰ πρόσκαιρα ὁ χόρτος καὶ τὰ λάχανα, οἱ δὲ ἁμαρτωλοὶ τούτοις ἀπεικάζονται, πρόσκαιροι ἂν εἶεν καὶ οἱ ἁμαρτωλοί. Πάλιν εἰ χόρτος καὶ λάχανον ἐπισυμβαίνει τῇ γῇ, χόρτῳ δὲ καὶ λαχάνῳ ὁμοίωται ἡ κακία, ἐπισυμβατὴ ἄρα καὶ ἡ κακία.
6
verse
part
1
36 6 1
καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου
sch3
scholion
Sch. 3
Φῶς δικαιοσύνης γνῶσις ἐπειδὴ καὶ δικαιοσύνη κανών ἐστιν ἀρετῶν.
7
verse
part
1
36 7 1
ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτὸν
sch4
scholion
Sch. 4
Ἡ ὑποταγὴ αὕτη ἐστὶ φύσεως λογικῆς πρὸς τὴν γνῶσιν τοῦ θεοῦ ἑκούσιος συγκατάθεσις· πολλὰ γὰρ εἴδη τῆς ὑποταγῆς.
7
verse
part
2
36 7 2
μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ
sch5
scholion
Sch. 5
Νῦν εὐόδωσιν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει, ὡς καὶ τὸ πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον.
8
verse
36 8
παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμὸν
sch6
scholion
Sch. 6
Ὀργή ἐστιν ὄρεξις τιμωρίας· τιμωρία δέ ἐστιν κακοῦ ἀνταπόδοσις.
sch7
scholion
Sch. 7
Θυμός ἐστιν ὀργὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης.
9
verse
part
1
36 9 1
ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται
sch8
scholion
Sch. 8
Τὸ ἐξολοθρευθῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκπεσεῖν ἐκ θεοῦ.
9
verse
part
2
36 9 2
οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν
sch9
scholion
Sch. 9
Ἡ γῆ νῦν γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς.
10
verse
36 10
καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς
sch10
scholion
Sch. 10
Τόπος ἁμαρτωλοῦ ἡ κακία.
11
verse
36 11
οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης
sch11
scholion
Sch. 11
Τρυφὴ δικαίου πλῆθος εἰρήνης· πλῆθος δὲ εἰρήνης ἐστὶ ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
16
verse
36 16
κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν
sch12
scholion
Sch. 12
Κρεῖσσον ὀλίγη γνῶσις πνευματικὴ ὑπὲρ πλῆθος σοφίας ἐθνῶν.
17
verse
part
2
36 17 2
ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος
sch13
scholion
Sch. 13
Οὐδὲν οὕτως ὑποστηρίζει τὸν δίκαιον ὡς χάρισμα πνευματικόν·
Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς
, φησὶν ὁ ἀπόστολος.
18
verse
part
1
36 18 1
γινώσκει κύριος τὰς ἡμέρας τῶν ἀμώμων.
sch14
scholion
Sch. 14
Τὰς τῆς ψυχῆς ἡμέρας αἵτινες γίνονται ὑπὸ τοῦ
ἡλίου τῆς δικαιοσύνης
.
18
verse
part
2
36 18 2
καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται
sch15
scholion
Sch. 15
Κληρονομία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ θεοῦ.
19
verse
part
1
36 19 1
οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ
sch16
scholion
Sch. 16
Καιρὸν πονηρὸν λέγει τὸν τῆς κρίσεως χρόνον.
19
verse
part
2
36 19 2
καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.
sch17
scholion
Sch. 17
Ἡμέρας λιμοῦ ὀνομάζει ἐν αἷς πολλοὶ τῶν ἀκαθάρτων στερίσκονται τοῦ ἄρτου τοῦ εἰπόντος·
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς
.
20
verse
part
3
36 20 3
ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον
sch18
scholion
Sch. 18
Τοῦτον τὸν καπνὸν ἀποδιώκει ἀπὸ τῶν λογικῶν ξύλων
τὸ πῦρ
ὃ
ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν
ὁ Χριστός.
23
verse
36 23
παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει
sch19
scholion
Sch. 19
Ὁδὸς κυρίου ψυχὴ καθαρά.
25
verse
2
part
36 25 2
καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον
sch20
scholion
Sch. 20
Οὐκ εἶπεν ἐγκαταλειφθέντα, ἀλλ' ἐγκαταλελειμμένον, τουτέστιν ἕως ἥξω· ὅτι γὰρ ἐγκαταλιμπάνονται οἱ δίκαιοι πρὸς καιρὸν δοκιμῆς χάριν, ὁ κύριος πρὸς τὸν Ἰώβ·
Μή με οἴου ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀποφανῇς δίκαιος
.
25
verse
3
part
36 25 3
οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους
sch21
scholion
Sch. 21
Εἰ ἡ δικαιοσύνη ἀρετή ἐστι, τὰ δὲ σπέρματα τῶν ἀρετῶν καὶ αὐταὶ ἄρεται, καλῶς τὸ σπέρμα τῶν ἀρετῶν, ὅπερ ἐστὶν ἡ ἀρετή, οὐ ζητεῖ ἄρτους. Ἄρτον δὲ λέγει τὴν γνῶσιν ἥτις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου· σπέρμα δὲ δικαίου τροπικῶς ὁ λόγος εἴρηται ὁ καταβαλλόμενος ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων.
sch21b
scholion
Sch. 21b
Σπέρμα δικαίων πλησθήσεται γνώσεως· σπέρμα δὲ πονηρῶν ἐν ἐνδείᾳ ἔσται.
26
verse
36 26
ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται
sch22
scholion
Sch. 22
Ὁ δανείζων λόγους καθαίροντας ψυχὴν εὐλογηθήσεται· ὁ δὲ μὴ ἀποδιδοὺς αὐτοὺς ἐπικατάρατος ἔσται.
27
verse
part
1
36 27 1
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν
sch23
scholion
Sch. 23
Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ τοῦ κυρίου φόβος παρέχει· τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη προστάσσει.
28
verse
part
1
36 28 1
ὅτι κύριος ἀγαπᾷ κρίσιν
sch24
scholion
Sch. 24
Κρίσιν δικαιοκρισίαν, οὐ τὴν δικαστικήν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου.
32
verse
36 32
κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν
35
verse
36 35
εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου
36
verse
part
1
36 36 1
καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν
sch26
scholion
Sch. 26
Ὡς δύσκολον τὸ παρελθεῖν τὸν ἀσεβῆ μηδὲν παθόντα.Ἢ τάχα ἡ θεία τοῦτο λέγει γραφή· ὅπου γὰρ ἂν αὕτη παρέλθῃ·
καθαιρεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ
.
37
verse
part
1
36 37 1
φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα
sch27
scholion
Sch. 27
Τό καὶ ἴδε εὐθύτητα ἀντὶ τοῦ καὶ ὄψῃ εὐθύτητα.
37
psalm
Psalm 37
1
verse
37 1
ψαλμὸς· τῷ Δαυὶδ· εἰς ἀνάμνησιν περὶ σαββάτου.
2
verse
37 2
κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
sch1
scholion
Sch. 1
Παιδεύει ἡμᾶς ὁ κύριος εἰς ἀνάμνησιν ἄγων τῆς ἀρετῆς· ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ' ὀργῆς καὶ θυμοῦ.
5
verse
37 5
ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ.
sch2
scholion
Sch. 2
Δεῦτε πάντες
, φησὶν ὁ Χριστός,
οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς
.
6
verse
37 6
προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου
sch3
scholion
Sch. 3
Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν ὁποία τίς ἐστιν· πλὴν ὅτι ἀπὸ ἀφροσύνης ἡμῖν ἐπισυμβαίνουσιν αἱ ἁμαρτίαι.
sch4
scholion
Sch. 4
Εἰ ἡ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ἡ ἀφροσύνη ἐστὶν ἄγνοια ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων.
8
verse
1
part
37 8 1
ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν
sch5
scholion
Sch. 5
Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ ἢ τερπομένους ἐπὶ γελοίοις.
10
verse
1
part
37 10 1
κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου
sch6
scholion
Sch. 6
Αὕτη ἐστὶ ἡ φυσικὴ κίνησις τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τὸ ἐφίεσθαι τοῦ θεοῦ.
11
verse
part
2
37 11 2
καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ
sch7
scholion
Sch. 7
Τὸ φῶς τῶν ὀφθαλμῶν ἐστιν ἡ θεωρία, ἥτις ἐν καιρῷ πειρασμοῦ διαφεύγει τὸν νοῦν.
12
verse
2
part
37 12 2
καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν
sch8
scholion
Sch. 8
Τάχα δυνάμεις τινὰς λέγει ἁγίας ὑποχωρούσας ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν.
14
verse
part
1
37 14 1
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον
sch9
scholion
Sch. 9
Ἐδέχετο μὲν τοὺς λογισμοὺς τοῦ πειράζοντος, οὐκ ἤκουεν δὲ αὐτῶν μὴ ἐνεργῶν κατ' αὐτούς. Κωφότης δέ ἐστιν ἡ ἀπάθεια δι' ἣν οὐκ ἤκουεν αὐτῶν.
17
verse
37 17
ὅτι εἶπα· μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν
sch10
scholion
Sch. 10
Ἐπὶ μὲν τοῖς μετανοοῦσιν οἱ ἄγγελοι χαίρουσιν, ἐπὶ δὲ τοῖς σαλευομένοις οἱ δαίμονες.
20
verse
part
1
37 20 1
οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ
sch11
scholion
Sch. 11
Οὐ ταύτην τὴν ζωὴν τὴν εἰποῦσαν·
Ἐγώ εἰμι ἡ ζωή
.
21
verse
part
1
37 21 1
οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν
sch12
scholion
Sch. 12
Ἀνταπεδίδοσαν κακὰ ἀντὶ ἀγαθῶν, οὐ τῶν εἰς ἐκείνους γενομένων, ἀλλὰ τῶν ἁπλῶς γινομένων διὰ τὸν κύριον.
22
verse
37 22
μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ·
23
verse
37 23
πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου
39
psalm
Psalm 39
3
verse
part
1
39 3 1
καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας
sch1
scholion
Sch. 1
Λάκκος ταλαιπωρίας κακία καὶ ἀγνωσία.
3
verse
part
3
39 3 3
καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου
sch2
scholion
Sch. 2
Πέτρα ἐστὶν ἡ πίστις Χριστοῦ.
3
verse
part
4
39 3 4
καὶ κατηύθυνεν τὰ διαβήματά μου
sch3
scholion
Sch. 3
Διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων.
4
verse
part
1
39 4 1
καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν
sch4
scholion
Sch. 4
Μετὰ τὴν ἀπάθειαν ᾄδομεν ᾆσμα καινὸν ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν.
4
verse
part
2
39 4 2
ὕμνον τῷ θεῷ ἡμῶν
sch5
scholion
Sch. 5
Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων.
sch5b
scholion
Sch. 5b
Πρῶτον ὁ θεὸς ἀνάγει τινὰ ἐκ λάκκου ταλαιπωρίας, δεύτερον ἐπὶ πέτραν ἵστησιν τοὺς πόδας αὐτοῦ, τρίτον κατευθύνει τὰ διαβήματα, τέταρτον ᾆσμα χαρίζεται καινόν, πέμπτον ὕμνον τῷ θεῷ. Πλὴν σημειωτέον ὅτι ὁ ἐμπεσὼν εἰς τὸν λάκκον ποτὲ οὐκ ἦν ἐν τῷ λάκκῳ. Ζητήσεις δὲ πότερον αὐτὸς ἐμπέπτωκεν ἀφ' ἑαυτοῦ ἢ ὑφ' ἑτέρου τινὸς ἐνεβλήθη ἢ καὶ ὑφ' ἑαυτοῦ καὶ ὑφ' ἑτέρου.
6
verse
part
3
39 6 3
ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν
sch6
scholion
Sch. 6
Ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ ἢ ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ.
7
verse
part
3
39 7 3
ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας
sch7
scholion
Sch. 7
Ὁλοκαυτώματα αἰσθητὰ οὐ ζητεῖ ὁ θεός·
Θυσία
γὰρ
τῷ θεῷ πνεῦμα συντετριμμένον
.
sch7b
scholion
Sch. 7b
Ὁλοκαυτοῦται ψυχὴ τῷ πυρὶ τῷ ἁγίῳ ἀποτιθεμένη κακίαν καὶ ἀγνωσίαν.
8
verse
2
part
39 8 2
ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ
sch8
scholion
Sch. 8
Πᾶσαν τὴν θεόπνευστον γραφὴν μίαν εἴρηκεν κεφαλίδα βιβλίου διὰ τὸ πᾶσαν αὐτὴν ἐφ' ἕνα νεύειν σκοπόν· καλῶς οὖν ὁ Σολομὼν παρεγγυᾷ μὴ κτᾶσθαι βιβλία πολλά, τὴν πεπλανημένην αἰνιττόμενος διὰ τοῦ πλήθους ὡς οἶμαι σοφίαν.
11
verse
39 11
τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς
sch9
scholion
Sch. 9
Ἀποκαλύπτει ὁ Χριστὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους τῇ φύσει τῇ λογικῇ καὶ τοὺς περὶ σωτηρίας. Καὶ τοὺς μὲν περὶ ἐλέους καὶ ἀληθείας λόγους εὑρήσεις ἐν τῇ θεωρίᾳ, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ.
13
verse
part
2
39 13 2
κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν
sch10
scholion
Sch. 10
Ἡ μνήμη τῶν παλαιῶν πταισμάτων πέφυκεν ἐπισκοτεῖν ἡμῖν τῇ διανοίᾳ.
13
verse
part
4
39 13 4
καὶ ἡ καρδία μου ἐγκατέλιπέν με
sch11
scholion
Sch. 11
Καρδίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν.
15
verse
part
1
39 15 1
Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτὴν
sch12
scholion
Sch. 12
Οὐ κατ' οὐσίαν ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν.
17
verse
39 17
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, κύριε
sch13
scholion
Sch. 13
Οὐκ εἶπεν οἱ ζητήσαντες, ἀλλ' οἱ ζητοῦντές σε, κύριε. Καὶ γὰρ Ἰούδας ὁ προδότης ἐζήτησεν μὲν ποτέ, οὐ ζητεῖ δὲ νῦν.
43
psalm
Psalm 43
2
verse
1
part
43 2 1
ὁ θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν
sch1
scholion
Sch. 1
Ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ ὁ παρών ἐστι ψαλμὸς ἢ ἐκ προσώπου τῶν ἀπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν ἐξ ἀκοῆς μεταπαραλαβόντες τὸν λόγον τοῦ Ἰσραὴλ.
3
verse
1
part
43 3 1
ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς
sch2
scholion
Sch. 2
Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει·
Πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν
ὁ θεὸς
ἐκριζωθήσεται
.
4
verse
1
part
43 4 1
οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν
sch3
scholion
Sch. 3
Ἐφ' ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ θεοῦ, τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν τῶν ἐφ' ἡμῖν.
6
verse
43 6
ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν
sch4
scholion
Sch. 4
Κέρας ψυχῆς νοῦς καθαρός. Καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀντικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ.
9
verse
part
1
43 9 1
ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν
sch5
scholion
Sch. 5
Ὅλην τὴν ἡμέραν τὴν ἐν τῷ θεῷ εἶπεν ζωήν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως θεοῦ.
11
verse
1
part
43 11 1
ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν
sch6
scholion
Sch. 6
Ἔμπροσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι. Διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν.
11
verse
2
part
43 11 2
καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς
sch7
scholion
Sch. 7
Διὰ τῆς κακίας καὶ ἀγνωσίας ἁρπάζουσιν ἡμᾶς οἱ ἐχθροί.
13
verse
43 13
ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν
sch8
scholion
Sch. 8
Ταῖς γὰρ ἁμαρτίαις ἐπράθημεν, ἀφ' ὧν
ὁ Χριστὸς ἡμᾶς ἐξηγόρασεν
.
16
verse
2
part
43 16 2
καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με
sch9
scholion
Sch. 9
Ἑαυτοὺς μὲν αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες, τοὺς δὲ ἀνθρώπους κατ' ἐνέργειαν πλημμελοῦντες.
17
verse
1
part
43 17 1
ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος
sch10
scholion
Sch. 10
Τοῦτο λεκτέον πρὸς τοὺς ἐν τοῖς διωγμοῖς ὑπομείναντας .
18
verse
2
part
43 18 2
καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου
sch11
scholion
Sch. 11
Ἀδικεῖ τὴν διαθήκην τοῦ θεοῦ πᾶς ὁ μὴ κατ' αὐτήν πολιτευόμενος.
20
verse
1
part
43 20 1
ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως
sch12
scholion
Sch. 12
Τόπος κακώσεως τὸ σῶμά ἐστι τὸ ἀνθρώπινον καὶ ὁ τούτου συγγενὴς κόσμος.
21
verse
2
part
43 21 2
καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον
sch13
scholion
Sch. 13
Εἴ τις οὐκ ἔστι γνῶσις οὐσιώδης ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυτῷ, θεός ἐστιν ἀλλότριος.
23
verse
1
part
43 23 1
ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν
sch14
scholion
Sch. 14
Ὁ Παῦλός φησι·
Καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ
.
24
verse
1
part
43 24 1
ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε;
sch15
scholion
Sch. 15
Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ σφοδροτέρου προσπεσόντος ἀνέμου ἐξύπνισαν αὐτὸν οἱ μαθηταί, διδάσκοντες ἡμᾶς, σφοδροτέρων λογισμῶν ἐν τῇ ψυχῇ γινομένων, ὀργῆς ἢ ἀδικίας ἢ πορνείας ἢ γαστριμαργίας ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύνην, σωφροσύνην, ἐγκρατείαν, ταπεινοφροσύνην, γνῶσιν, σοφίαν.
67
psalm
Psalm 67
2
verse
67 2
ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ
sch1
scholion
Sch. 1
Ὁ Μωσῆς φησιν·
Ἐξεγέρθητι, κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε
.
3
verse
part
1
67 3 1
ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν
sch2
scholion
Sch. 2
Τοῦτον τὸν καπνὸν ἀποδιώκει τὸ
πῦρ
ὃ
ἦλθεν
ὁ κύριος
βαλεῖν ἐπὶ τὴν γῆν
.
5
verse
part
2
67 5 2
ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα αὐτῷ
sch3
scholion
Sch. 3
Δυσμαί εἰσι φύσεις λογικαὶ ἐκπεσοῦσαι τοῦ
τῆς δικαιοσύνης ἡλίου
.
5
verse
4
part
67 5 4
ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ,
6
verse
1
part
67 6 1
τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν
sch4
scholion
Sch. 4
Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου πατρὸς ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο.
6
verse
2
part
67 6 2
ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ·
7
verse
1
part
67 7 1
ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ
sch5
scholion
Sch. 5
Τόπος θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
7
verse
2
part
67 7 2
ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ
sch6
scholion
Sch. 6
Ὥσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ καὶ τοὺς ἄφρονας ἐν φρονήσει.
9
verse
part
2
67 9 2
ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ
sch7
scholion
Sch. 7
τοῦ ἐν τῷ Σινᾷ φανέντος.
10
verse
part
2
67 10 2
καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν
sch8
scholion
Sch. 8
Ἐπειδὴ ἠσθένησε, σὺ κατηρτίσω αὐτήν.
11
verse
part
1
67 11 1
τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ
sch9
scholion
Sch. 9
Ζῷα νῦν λέγει φύσεις λογικὰς ἀλογωτέρας οὔσης καταστάσεως.
14
verse
part
1
67 14 1
ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων,
part
2
67 14 2
πτέρυγες περιστερᾶς περιηργυρωμέναι
sch10
scholion
Sch. 10
Τοὺς κλήρους καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι παλαιὰν καὶ καινὴν διαθήκην, οἱ δὲ πρᾶξιν καὶ θεωρίαν, ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων, ἕτεροι δὲ γνῶσιν θεοῦ καὶ τοῦ ἀποσταλέντος ὑπ' αὐτοῦ Χριστοῦ.
15
verse
part
1
67 15 1
ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς
sch11
scholion
Sch. 11
Βασιλεῖς εἰσιν ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη ἢ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου, καθ' ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν.
18
verse
1
part
67 18 1
τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον
sch12
scholion
Sch. 12
Ἅρμα θεοῦ ψυχαὶ καθαραὶ ἐφ' ἃς ἐπιβαίνει·
Ἐπέβη
γὰρ
ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη
.
19
verse
part
1
67 19 1
ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν,
part
2
67 19 2
ἔλαβες δόματα ἐν ἀνθρώπῳ
sch13
scholion
Sch. 13
Αἰχμαλωσία ἐστὶ Χριστοῦ φύσεων λογικῶν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος.
sch13b
scholion
Sch. 13b
ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ·
Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκεν δόματα ἐν ἀνθρώποις
, δόματα λέγων τὰ χαρίσματα τοῦ πνεύματος του ἁγίου.
22
verse
part
1
67 22 1
πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ
sch14
scholion
Sch. 14
Κεφαλαὶ ἐχθρῶν εἰσιν τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ.
24
verse
67 24
ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου, ἐξ ἐχθρῶν παρ' αὐτοῦ
sch15
scholion
Sch. 15
Ποὺς Χριστοῦ ὁ ἐκ Μαρίας ἄνθρωπος γεννηθείς, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι, ὅπερ αἷμα κωλύουσιν ἡμᾶς πίνειν οἱ ἐχθροὶ, κύνας ἡμᾶς ἀεὶ βουλόμενοι εἶναι καὶ μηδέποτε
εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν
· οἴδασι γὰρ ὅτι
οἱ τρώγοντες
τοῦ Χριστοῦ
τὰς σάρκας καὶ πίνοντες
αὐτοῦ
τὸ αἷμα ἐν
αὐτῷ
μένουσιν καὶ
αὐτὸς
ἐν αὐτοῖς
.
28
verse
part
1
67 28 1
ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει
sch16
scholion
Sch. 16
Περὶ Παύλου τοῦτό φασι προφητεύεσθαι.
30
verse
part
2
67 30 2
σοι οἴσουσιν βασιλεῖς δῶρα
sch17
scholion
Sch. 17
Ὁ Παῦλος οὐ μόνον αὐτὸς ἑαυτὸν προσῆγεν θεῷ, ἀλλὰ γὰρ καὶ ἄλλους διὰ τῆς διδασκαλίας προσέφερεν τῷ θεῷ.
31
verse
part
3
67 31 3
τοῦ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ
sch18
scholion
Sch. 18
Τοῦ χωρισθῆναι τοὺς δεδοκιμασμένους ὡς ἀργύριον.
32
verse
67 32
ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ
sch19
scholion
Sch. 19
Τὴν μὲν διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο· τὴν δὲ ἕξιν διὰ τῶν Αἰθιόπων δεδήλωκεν.
sch20
scholion
Sch. 20
Τὸ διάψαλμα κεῖται διὰ τό
ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως
.
34
verse
1
part
67 34 1
ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς
sch21
scholion
Sch. 21
Πρότερον μὲν φησι
ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν
, νῦν δὲ ψάλατε τῷ ἐπιβεβηκότι ἐπι τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς·
Ὁ
γὰρ
καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα
.
35
verse
part
3
67 35 3
καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις
sch22
scholion
Sch. 22
Νεφέλας λέγει νῦν ἁγίας δυνάμεις·
Ἐντελοῦμαι
γάρ, φησί,
ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν
καὶ ἔσται λιμός,
οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου
. Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς.
68
psalm
Psalm 68
2
verse
68 2
σῶσόν με, ὁ θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου
sch1
scholion
Sch. 1
Ὕδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν.
3
verse
part
2
68 3 2
ἐνεπάγην εἰς ἰλὺν βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις
sch2
scholion
Sch. 2
Οὐδὲν τοιοῦτον εὑρίσκομεν παθόντα τὸν Δαυὶδ ἐν ταῖς ἱστορίαις· εἰ δὲ ἐπὶ τὸν σωτῆρα ἀναφέρεται ὁ ψαλμός, διὰ τὸ ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με· οὐδὲ ἐπὶ τοῦ σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός.
5
verse
part
1
68 5 1
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν
sch3
scholion
Sch. 3
Ἐντεῦθεν ὡς οἶμαι δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων.
5
verse
part
1
68 5 1
ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον
sch4
scholion
Sch. 4
Οὐδένα τῶν ἀνθρώπων ἄκοντα ἁρπάζει θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγεν·
Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς
· καὶ τὸ
ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε
.
Ἡρπάγη
δὲ ὁ Παῦλος
ἕως τρίτου οὐρανοῦ
, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ θεῷ
6
verse
part
1
68 6 1
ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου
sch5
scholion
Sch. 5
Οὐ πάντων τὴν ἀφροσύνην γινώσκει θεός, ἀλλὰ τοῦ γινομένου ἄφρονος διὰ τοὺς ἄφρονας καὶ τοῦ γινομένου ἀνόμου διὰ τοὺς ἀνόμους καὶ τοῦ γινομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς.
10
verse
part
1
68 10 1
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με
sch6
scholion
Sch. 6
Οὗτος ὁ στίχος τέθειται ἐν τοῖς εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις.
11
verse
part
1
68 11 1
συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου
sch7
scholion
Sch. 7
Κάλυμμα τῆς ψυχῆς ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν καὶ θυμὸν ἄλογον· ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν.
13
verse
part
2
68 13 2
καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον
sch8
scholion
Sch. 8
Οὗτος
ὁ οἶνος θυμός
ἐστι
τῶν δρακόντων
.
15
verse
part
1
68 15 1
σῶσόν με ἀπὸ πηλοῦ ἵνα μὴ ἐμπαγῶ
sch9
scholion
Sch. 9
Σκοπὸς οὐχ ὁ τυχὼν ἀλληγορῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ σωτῆρος ἡμῶν γεγονότα· οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι.
16
verse
part
3
68 16 3
μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ
sch10
scholion
Sch. 10
Ἐνταῦθα φύσιν τινὰ λογικὴν καταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν.
20
verse
part
1
68 20 1
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου
part
2
68 20 2
καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου
sch11
scholion
Sch. 11
Αἰσχύνεται ἐφ' ἡμῖν ὁ
ἀρχιερεὺς
ἡμῶν, ὅς ἐστι Χριστός, ὁ
διεληλυθὼς τοὺς οὐρανοὺς
ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων.
22
verse
68 22
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος
sch12
scholion
Sch. 12
Ταῦτα πάντα γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ.
sch13
scholion
Sch. 13
Οἶνος τραπεὶς γεννᾷ ὄξος καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν.
23
verse
68 23
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον
sch14
scholion
Sch. 14
Τράπεζα τῶν Ἰουδαίων ἐστὶν ἡ παλαιὰ διαθήκη ἐν ᾗ σκανδαλίζονται τὰ περὶ Χριστοῦ μὴ νοοῦντες· αὕτη γὰρ κηρύσσει
Χριστὸν ἐσταυρωμένον,Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν
.
26
verse
68 26
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν
sch15
scholion
Sch. 15
Δυνατὸν ταῦτα περὶ τοῦ ναοῦ τῶν Ἰουδαίων ἐκλαβεῖν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα.
28
verse
part
2
68 28 2
καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου
sch16
scholion
Sch. 16
Πῶς γὰρ δύνανται εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς;
29
verse
1
part
68 29 1
ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων
sch17
scholion
Sch. 17
Βίβλος ζώντων ἡ γνῶσις ἡ τοῦ θεοῦ ἀφ’ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας·
Μακάριοι
γὰρ, φησίν,
οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται
. Τὸ δὲ ἰδεῖν θεὸν τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι.
29
verse
2
part
68 29 2
καὶ μετὰ δικαίων μὴ γραφήτωσαν
sch18
scholion
Sch. 18
Ἄδικος μετὰ δικαίου γράφεται ἐὰν ἀποθῆται τὸ εἶναι ἄδικος.
32
verse
part
1
68 32 1
Καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον
sch19
scholion
Sch. 19
Ὑπὲρ τὴν ἄλογον καὶ ἀναίσθητον θυσίαν.
34
verse
part
1
68 34 1
ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος
sch20
scholion
Sch. 20
Γενώμεθα πένητες ἵν' ὁ κύριος ἡμῶν ἐπακούσῃ.
35
verse
part
1
68 35 1
αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ
sch21
scholion
Sch. 21
Τοὺς ἐπουρανίους καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό
οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ
.
35
verse
part
2
68 35 2
θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς,
36
verse
part
1
68 36 1
ὅτι ὁ θεὸς σώσει τὴν Σιὼν
part
2
68 36 2
καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας
sch22
scholion
Sch. 22
Ἆρα τὰ ἑρπηστικὰ ζῷα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας. Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληπτέον.
sch23
scholion
Sch. 23
Ψυχὰς λογικὰς λέγει πόλεις τῆς Ἰουδαίας.
72
psalm
Psalm 72
3
verse
72 3
ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν
sch1
scholion
Sch. 1
Εἰρήνην νῦν τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν.
4
verse
part
1
72 4 1
ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν
sch2
scholion
Sch. 2
Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θανάτου, ὅθεν ὁ Σύμμαχος ὅτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν πεποίηκεν.
6
verse
part
2
72 6 2
περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν
sch3
scholion
Sch. 3
Ἡ μὲν ἀδικία ἐν τῷ κακῷ βίῳ θεωρεῖται·· ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι.
9
verse
72 9
ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς
sch4
scholion
Sch. 4
Ἔταξαν, φησί, βλασφημεῖν μὲν θεὸν, ἀνθρώπους δὲ ἀδικεῖν.
10
verse
2
part
72 10 2
καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς
sch5
scholion
Sch. 5
Καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερῶν
.
11
verse
part
1
72 11 1
καὶ εἶπαν· πῶς ἔγνω ὁ θεὸς;
sch6
scholion
Sch. 6
Ζητήσεις τοῦτο πῶς.
11
verse
part
2
72 11 2
καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ
sch7
scholion
Sch. 7
Τὸ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ ἀντὶ τοῦ εἰ γινώσκει ὁ κύριος καὶ ἐφορᾷ τὰ ἀνθρώπινα.
13
verse
72 13
καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου
sch8
scholion
Sch. 8
Ἀντὶ τοῦ καθαρὸς ἐγενόμην.
15
verse
part
1
72 15 1
εἰ ἔλεγον· Διηγήσομαι οὕτως
sch9
scholion
Sch. 9
Ζητήσεις καὶ τοῦτο.
16
verse
1
part
72 16 1
καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο
sch10
scholion
Sch. 10
Καὶ ἐπείρασα τοῦ γνῶναι.
16
verse
2
part
72 16 2
κόπος ἐστὶν ἐναντίον μου
sch11
scholion
Sch. 11
Κόπος ἐστὶ τοῦ γνῶναι τὸν λόγον τὸν περὶ προνοίας.
17
verse
1
part
72 17 1
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεου
sch12
scholion
Sch. 12
Ὅταν εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, τὸ τηνικαῦτα τὸν λόγον τὸν περὶ προνοίας γνωσόμεθα.
20
verse
part
2
72 20 2
κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις
sch13
scholion
Sch. 13
Εἰκών ἐστι τοῦ ἁμαρτωλοῦ
ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης
ὃν ἐξουδενεῖ διὰ τῆς αὐτοῦ γνώσεως.
21
verse
72 21
ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν
sch14
scholion
Sch. 14
καρδίαν μὲν λέγει τὸ διανοητικόν, νεφροὺς δὲ τὸ παθητικὸν ἀφ' οὗ τίκτεται τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.
23
verse
1
part
72 23 1
καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ
sch15
scholion
Sch. 15
Μετὰ θεοῦ λέγεται εἶναι, πρῶτος μὲν ὁ τὴν ἁγίαν γινώσκων τριάδα, καὶ μετ' αὐτὸν ὁ τοὺς λόγους τοὺς περὶ τῶν νοητῶν θεωρῶν, τρίτος δὲ πάλιν ὁ καὶ αὐτὰ τὰ ἀσώματα βλέπων, καὶ τέταρτος ὁ τὴν θεωρίαν ἐπιστάμενος τῶν αἰώνων· ὁ δὲ τὴν τῆς ψυχῆς ἀπάθειαν κεκτημένος πέμπτος ἂν τούτοις συγκαταταχθείη δικαίως.
25
verse
72 25
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἐθέλησα ἐπὶ τῆς γῆς;
sch16
scholion
Sch. 16
Οἱ τῶν ἐπουρανίων προτιμῶντες τὰ ἐπίγεια τοῦτο λεγέτωσαν· ἐνταῦθα γὰρ εἰ καὶ μὴ τῷ λόγῳ τοῦτο ὁμολογοῦμεν, ἀλλὰ γοῦν διὰ τῶν ἔργων τοῦτο δεικνύομεν.
sch26
verse
part
2
72 sch26 2
ὁ θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα
sch17
scholion
Sch. 17
Μερὶς τοῦ δικαίου ἐστὶν ἡ γνῶσις ἡ τοῦ θεοῦ.
27
verse
2
part
72 27 2
ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ
sch18
scholion
Sch. 18
Οὗτος πορνεύει ἀπὸ θεοῦ ὁ ἐπιδεδωκὼς ἑαυτὸν τῇ τῶν δαιμόνων λατρείᾳ.
73
psalm
Psalm 73
3
verse
part
2
73 3 2
ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
4
verse
73 4
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν
5
verse
73 5
ὡς εἰς τὴν εἴσοδον ὑπεράνω,
6
verse
73 6
ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
7
verse
part
1
73 7 1
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου
sch1
scholion
Sch. 1
Ταῦτα πάντα πεπλήρωται ἐν τῇ τῶν Ἱεροσολύμων ἁλώσει, ἅπερ Ἰώσηπος ἱστορεῖ καθ' ἕνα διηγούμενος τῶν πεπραγμένων.
sch2
scholion
Sch. 2
Ἀπὸ τῶν Ἰωσήπου περὶ τῆς ἁλώσεως λεγομένων· καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, οἱ Ῥωμαῖοι κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν καὶ θέμενοι τῆς ἀνατολικῆς πύλης ἄντικρυ, ἔθυσαν τε αὐταῖς αὐτόθι καὶ τὸν Τίτον μετὰ μεγίστων εὐφημιῶν ἀπέφηναν αὐτοκράτορα.
7
verse
part
2
73 7 2
εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου
sch3
scholion
Sch. 3
Σκήνωμα τοῦ ὀνόματος τοῦ θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται γήϊνος ἀντὶ ἐπουρανίου γινόμενος.
11
verse
73 11
ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
sch4
scholion
Sch. 4
Χριστός ἐστι δεξιὰ τοῦ πατρὸς,
ὁ ὢν εἰς τοῖς κόλποις τοῦ πατρὸς
.
12
verse
part
2
73 12 2
εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς
sch5
scholion
Sch. 5
Ἐντεῦθεν λαβόντες τινὲς ἀνεφήναντο τὰ Ἱεροσόλυμα ὀμφαλὸν εἶναι τῆς γῆς.
13
verse
2
part
73 13 2
σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος
sch6
scholion
Sch. 6
Κεφαλαὶ τῶν δρακόντων εἰσὶν τὰ πρῶτα κατὰ τὴν διάνοιαν συνιστάμενα φαῦλα νοήματα. Συνέτριψαν δὲ αὐτὰ δι' ὧν ἔλεγεν·
Ἐρρήθη τοῖς ἀρχαίοις· οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· πᾶς ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ
· καὶ πάλιν·
Ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν
· Οὐ ὀργισθήσῃ ὅλως· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
15
verse
part
1
73 15 1
σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους
sch6b
scholion
Sch. 6b
Ζητήσεις τίνας φησὶν πηγὰς καὶ χειμάρρους.
16
verse
part
2
73 16 2
σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον
sch7
scholion
Sch. 7
Φαῦσιν νῦν τὴν σελήνην ὠνόμασεν.
17
verse
73 17
σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά
sch8
scholion
Sch. 8
Διὰ τί παρῆκε τὸ μετόπωρον καὶ τὸν χειμῶνα; φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως.
sch8b
scholion
Sch. 8b
[Ὅρα δὲ μὴ οὕτως ἐρρέθη· φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν μετόπωρον τῷ ἤρι, τὸν δὲ χειμῶνα τῷ θέρει· τὰ κακὰ καὶ ἀναφαιρετικὰ τῶν ἀγαθῶν ἅπερ καὶ παρῆκε, φησίν, ὁ ψαλμὸς ὡς τοῦ θεοῦ αὐτὰ μὴ πεποιηκότος, ἀναγωγικῶς δηλονότι νοούμενα καὶ τὰ ἑξῆς δὲ τοῦ σχολίου εὑρίσκεται ἁρμόζοντα· εἰ μή τι βαθύτερον ἡμᾶς λανθάνει ἐν τῷ τόπῳ οἷα τὰ πολλά ἐστι τοῦ ἁγίου. Διὸ οὐ πρὸς ἀθέτησιν τοῦ κειμένου ἀλλὰ πρὸς ἀκριβῆ ἐπίσκεψιν ταῦτα παρεθήκαμεν, ὡς ἐνδεχομένου καὶ κατὰ σφάλμα τοῦτο συμβῆναι τοῦ μεταγράψαντος καθὼς καὶ ἐν τῇ θείᾳ ἐν πολλοῖς τόποις γέγονε γραφῇ.]
19
verse
part
1
73 19 1
μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι
sch9
scholion
Sch. 9
Εἰ θηρία λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμός, ἐν τοῖς δαίμοσιν ἐπικρατεῖ ὁ θυμός· καὶ ἐν τῷ Ἰὼβ λέγει·
Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι
.
19
verse
part
2
73 19 2
τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος
sch10
scholion
Sch. 10
Μνήσθητι τῶν ἐπαγγελιῶν σου, φησίν, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ
δοῦναι τῷ σπέρματι
αὐτοῦ
γῆν ῥέουσαν γάλα καὶ μέλι
.
20
verse
part
2
73 20 2
ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν
sch11
scholion
Sch. 11
Ἐσκοτισμένος νοῦς πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται.
22
verse
part
2
73 22 2
μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν
sch12
scholion
Sch. 12
Νῦν ἄφρονα τὸν διάβολον ὀνομάζει.
77
psalm
Psalm 77
2
verse
1
part
77 2 1
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου
sch1
scholion
Sch. 1
Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι τροπικῶς δηλωτικὸς τῶν πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγμένων· ἢ λόγος ἀπό τινος οὐ κυρίου μέν, ἐμφεροῦς δὲ τῷ κυρίῳ ἐπὶ τὸ ἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα· ἢ λέξις δι' ἑτέρων τὰ κυρίως δηλούμενα μετ' ἐναργείας παριστάνουσα.
7
verse
3
part
77 7 3
καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν
8
verse
1
part
77 8 1
ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν
sch2
scholion
Sch. 2
Οἱ τὰς ἐντολὰς ἐκζητοῦντες τοῦ θεοῦ οὐ γίνονται ψεκτοὶ ὡς οἱ πατέρες αὐτῶν.
9
verse
77 9
υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου
sch3
scholion
Sch. 3
Οὗτος νῶτα δίδωσι τοῖς ἐχθροῖς ὁ μὴ φυλάσσων τὸν νόμον τοῦ θεοῦ.
13
verse
part
2
77 13 2
ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν
sch4
scholion
Sch. 4
Ἀντὶ τοῦ ὡς ἐν ἀσκῷ.
16
verse
part
1
77 16 1
καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας
sch5
scholion
Sch. 5
Ἡ δὲ πέτρα
, φησίν,
ἦν ὁ Χριστός
.
17
verse
part
1
77 17 1
καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ
sch6
scholion
Sch. 6
Ὡς χαλεπὸν τὸ μετὰ τὴν γνῶσιν ἁμαρτάνειν.
19
verse
part
2
77 19 2
μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;
sch7
scholion
Sch. 7
Ἔρημον οὖσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων.
21
verse
part
2
77 21 2
καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ,
part
3
77 21 3
καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ
sch8
scholion
Sch. 8
Πῦρ μὲν ἀνάπτεται ἐπὶ τὸν πρακτικόν· ὀργὴ δὲ ἀναβαίνει ἐπὶ τὸν θεωρητικόν.
23
verse
part
2
77 23 2
καὶ θύρας οὐρανοῦ ἀνέῳξεν
sch9
scholion
Sch. 9
Θύρας οὐρανοῦ λέγει φύσεις λογικὰς πρὸς διδασκαλίαν πνευματικὴν κινηθείσας.
25
verse
part
1
77 25 1
ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος
sch10
scholion
Sch. 10
Ὁ σωτήρ φησιν·
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς
. Τοῦτον οὖν τὸν ἄρτον ἤσθιον μὲν πρότερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι. Τὸ δὲ ἐσθίειν ἐνταῦθα τὸ γινώσκειν σημαίνει· τοῦτο γὰρ ἐσθίει νοῦς ὃ γινώσκει καὶ τοῦτο οὐκ ἐσθίει ὃ οὐ γινώσκει.
27
verse
part
1
77 27 1
καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας
sch11
scholion
Sch. 11
Τὴν ὀρτυγομήτραν
σάρκας ὠνόμασεν.
29
verse
2
part
77 29 2
καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς
sch12
scholion
Sch. 12
Τὸ ἀποτέλεσμα τῆς ἐπιθυμίας ἐπιθυμίαν ὠνόμασεν, ὅπερ κυρίως ἂν εἴποι τις τὸ ἐπιθυμητόν· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον τὸ
ἡ ἐλπὶς οὐ καταισχύνει
· ἐνταῦθα γὰρ τὸ πέρας τῆς ἐλπίδος, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ,
ἐλπίδα
ὠνόμασεν· καὶ πάλιν·
Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ
;
Ἔργον
γὰρ εἶπεν τὸ περὶ ὃ ἡ ἐνέργεια.
31
verse
3
part
77 31 3
Καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν
sch13
scholion
Sch. 13
Συμποδίζεται ὁ θεωρητικὸς μὴ ἐπιβάλλων ὡς δεῖ τῇ θεωρίᾳ τῶν γεγονότων.
34
verse
part
1
77 34 1
ὅταν ἀπέκτεννεν αὐτοὺς, ἐξεζήτουν αὐτόν
sch14
scholion
Sch. 14
Ὅταν
τὸν παλαιὸν ἄνθρωπον
ὁ θεὸς ἀποκτείνῃ
τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης
, τότε ὁ νέος ἐκζητεῖ αὐτὸν
ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος
.
36
verse
77 36
καὶ ἠπάτησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ
sch15
scholion
Sch. 15
Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ.
37
verse
part
1
77 37 1
ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ
sch16
scholion
Sch. 16
Μετὰ θεοῦ οὖσα ἡ καρδία εὐθεῖά ἐστιν·
Εὐθὴς
γάρ ἐστι
κύριος ὁ θεὸς ἡμῶν
.
39
verse
part
1
77 39 1
καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν
sch
scholion
Sch.
Σὰρξ ἀντὶ τοῦ σαρκικοί.
45
verse
part
1
77 45 1
ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτοὺς
sch18
scholion
Sch. 18
Οἱ Ἑβραῖοι λέγουσι κυνόμυιαν θηρία διάφορα καὶ ἀναμεμιγμένα.
49
verse
1
part
77 49 1
ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ
2
part
77 49 2
θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν
sch19
scholion
Sch. 19
Τὸ αἴτιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς εἴρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή, καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸ πόνος λέγεται· καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύτως.
49
verse
part
3
77 49 3
ἀποστολὴν δι' ἀγγέλων πονηρῶν
sch20
scholion
Sch. 20
Τὸ πονηρὸν ποτὲ μὲν τὸ ἀντικείμενον τῷ ἀγαθῷ λέγει ἡ θεία γραφή, ὡς τὸ
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκφέρει τὸ ἀγαθὸν καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκφέρει τὰ πονηρά
, ποτὲ δὲ τὸ ἐπίπονον πονηρὸν ἀνομάζει, ὡς τὸ
περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων
, ἀντὶ τοῦ ἐπίπονον. Ἐνταῦθα οὖν τοὺς ἀγγέλους πονηροὺς εἶπεν, οὐ τοὺς τῇ κακίᾳ πεποιωμένους, ἀλλὰ τοὺς πόνους καὶ ὀδύνας ἐνεργοῦντας, ὁποῖοι γεγόνασι καὶ τοῖς Σοδομίταις οἱ ἄγγελοι του θεοῦ καίπερ ἅγιοι καὶ ἀγαθοὶ τυγχάνοντες· τοῦτο δὲ λέγω διὰ τὸ Μωσέα καὶ Ἀαρὼν δι' ἁγίων ἀγγέλων πεποιηκέναι τὰ σημεῖα ἐν Αἰγύπτῳ· τῶν γὰρ τοιούτων δυνάμεων καὶ τεράτων πᾶς τις ὁμολογήσειεν ἐστερεῖσθαι τοὺς δαίμονας, μόνον δὲ ἐνηργηκέναι διὰ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν μάγων κατὰ φαντασίαν ψιλήν, καθ' ἣν ἐφαίνετο μὲν τὰ γινόμενα, οὐ μὴν δὲ καὶ τοὺς Αἰγυπτίους ἐκόλαζεν.
51
verse
77 51
καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ
sch21
scholion
Sch. 21
Ἀπαρχὴν εἴρηκεν πόνων τὴν πληγὴν τὴν ἐπὶ τοῖς πρωτοτόκοις, οὐκ ἐπειδὴ πρῶτον ἐπ' αὐτοῖς ἤλγησαν, ἀλλ' ἐπειδὴ μείζονος ταύτης συμφορᾶς οὐκ ἀπήλαυσαν.
54
verse
part
1
77 54 1
καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ
sch23
scholion
Sch. 23
Ὄρος ἁγιάσματός ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ.
55
verse
77 55
καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ
sch24
scholion
Sch. 24
Ἐνοικήσω
γάρ, φησίν,
ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω
.
56
verse
part
1
77 56 1
καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον
sch25
scholion
Sch. 25
Ἁμαρτάνουσα ψυχὴ παραπικραίνει γνῶσιν, ἡ δὲ κατορθοῦσα γλυκαίνει αὐτήν.
57
verse
part
2
77 57 2
καὶ μετεστράφησαν εἰς τόξον στρεβλόν
sch26
scholion
Sch. 26
Τόξον στρεβλὸν ψυχὴ διεστραμμένη, βέλη δὲ αὐτῆς λογισμοὶ πονηροί.
60
verse
part
1
77 60 1
καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ
sch27
scholion
Sch. 27
Τὴν ἐν Σηλὼμ ἑστῶσαν.
61
verse
77 61
καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν καλλονὴν αὐτοῦ εἰς χεῖρας ἐχθροῦ.
sch28
scholion
Sch. 28
Τοῦ σκηνώματος τὴν καλλονὴν.
62
verse
part
2
77 62 2
καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν
sch29
scholion
Sch. 29
Κληρονομίαν ἐνταῦθα τὸ κληρονομεῖν εἴρηκεν.
sch29b
scholion
Sch. 29b
Κληρονομία θεοῦ ψυχαὶ λογικαί.
63
verse
part
1
77 63 1
τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ
sch30
scholion
Sch. 30
Τάχα πῦρ ἐστι
τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ
.
65
verse
77 65
καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου
sch31
scholion
Sch. 31
Ὥσπερ ἐν τοῖς ἁγίοις ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, οὕτως ἐν τοῖς ἁμαρτωλοῖς ὑπνοῖ καὶ κραιπαλᾷ. Καὶ γὰρ καὶ τοῖς μεθύουσι πολλάκις οἱ τοῖχοι κινούμενοι φαίνονται.
68
verse
part
1
77 68 1
καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα
sch32
scholion
Sch. 32
Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν
, φησὶν ὁ ἀπόστολος.
88
psalm
Psalm 88
3
verse
88 3
ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου
sch1
scholion
Sch. 1
Τὸ μὲν ἔλεος τοὺς ἀνθρώπους οἰκοδομεῖ· ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις.
5
verse
2
part
88 5 2
καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου
sch2
scholion
Sch. 2
Εἰ θρόνος ἐστὶ τοῦ Χριστοῦ ἡ φύσις ἡ λογική, ταύτην δὲ πεποίηκεν ὁ θεός, καλῶς λέγεται Χριστὸς κεκαθηκέναι ἐπὶ
θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ
. Τὸ δὲ γινώσκεσθαι τὸν Χριστὸν ὑπὸ τοῦ πεφυκότος γινώσκειν αὐτὸν καθέδραν ὀνομάζει ἡ θεία γραφή.
6
verse
1
part
88 6 1
Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε
sch3
scholion
Sch. 3
Ἐξομολογήσονται ἀντὶ τοῦ δοξάσουσιν.
7
verse
2
part
88 7 2
καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ;
sch4
scholion
Sch. 4
Οὐδεμία λογικὴ φύσις ὁμοία ἐστὶ τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεωρίαν γινώσκει, ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα. Χριστὸν δέ φημι τὸν μετὰ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
9
verse
2
part
88 9 2
δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου
sch5
scholion
Sch. 5
Οὐχ ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν τὴν τοῦ πατρὸς, ἀλλ' αὐτὴ κυκλοῖ τὸν Χριστόν. Πολλὴν δὲ ἐν τούτῳ τῷ ῥητῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νομίζω, ἣν ὁ ἐξαπλῶσαι βουλόμενος παρελεύσεται τοὺς τῶν σχολίων κανόνας.
10
verse
88 10
σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις
sch6
scholion
Sch. 6
Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ ποιῶν γαλήνην μεγάλην, ἵνα φθάσωσιν οἱ ἐμπλέοντες ἀπελθεῖν εἰς τὴν γῆν ἐφ' ἣν σπεύδουσιν.
13
verse
1
part
88 13 1
τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας
sch7
scholion
Sch. 7
Τὸν Βορρᾶν ἵστησιν ὁ νότος, τουτέστιν ὁ
τῷ πνεύματι ζέων
τὸν ἐν κακίᾳ ψυχρόν· ἑαυτὸν δὲ ποιεῖ νοῦς Βορρᾶν καὶ ἑαυτὴν ψυχὴ ποιεῖ θάλασσαν· οὐχὶ οὖν καθὸ Βορρᾶς οὐδὲ καθὸ θάλασσα ἐκτίσθησαν ἀπὸ θεοῦ, ἀλλὰ καθὸ φύσεις εἰσὶ λογικαί.
13
verse
2
part
88 13 2
Θαβὼρ καὶ Ἑρμωνιεὶμ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται
sch8
scholion
Sch. 8
Θαβὼρ ἐκλεκτόν· Θαβὼρ δέ ἐστιν τὸ ὄρος τῆς Γαλιλαίας ἐφ' οὗ μετεμορφώθη Χριστός· Ἑρμωνιεὶμ δέ ἐστι τὸ ὄρος ἐφ' οὗ κεῖται ἡ πόλις Ναῒν ἐν ᾗ ἤγειρεν τὸν τῆς χήρας υἱὸν ὁ Χριστός.
18
verse
2
part
88 18 2
καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν
sch9
scholion
Sch. 9
Κέρας νῦν τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως του θεοῦ.
20
verse
1
part
88 20 1
τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου
sch10
scholion
Sch. 10
Τότε ἐλάλησας διὰ τῶν ἁγίων προφητῶν περὶ τοῦ Χριστοῦ σου.
21
verse
2
part
88 21 2
ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν
sch11
scholion
Sch. 11
Τὸ ἅγιον ἔλαιον τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ.
23
verse
1
part
88 23 1
οὐκ ὠφελήσει ὁ ἐχθρὸς ἐν αὐτῷ
sch12
scholion
Sch. 12
Εἰ ὅταν ἁμαρτάνωμεν τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, ὁ Χριστὸς δὲ οὐχ ἥμαρτεν, ἄρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφέλησεν ὁ Χριστός.
25
verse
2
part
88 25 2
καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ
sch13
scholion
Sch. 13
Μόνος ἐν τῇ γνώσει τοῦ πατρὸς ὑψοῦται Χριστός.
26
verse
88 26
καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ
sch14
scholion
Sch. 14
Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ· ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν, ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς ἐὰν μὴ τηρήσῃ τὸν
ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν τοῦ ζῶντος ὕδατος
γίνεται θάλασσα.
30
verse
88 30
καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ
sch15
scholion
Sch. 15
Ὅταν
γένηται τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς
, τότε καὶ ὁ θρόνος τοῦ Χριστοῦ ἔσται ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ.
32
verse
2
part
88 32 2
καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν
sch16
scholion
Sch. 16
Ὁ μὴ φυλάσσων τὰς ἐντολὰς τοῦ θεοῦ ἐκπίπτει τοῦ εἶναι θρόνος θεοῦ·
Εἰς
γὰρ
κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας
.
33
verse
88 33
Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν
sch17
scholion
Sch. 17
Ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
37
verse
2
part
88 37 2
καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου
38
verse
1
part
88 38 1
καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα
sch18
scholion
Sch. 18
Δεῖ πρότερον ἡμᾶς γενέσθαι ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, τουτέστιν ὁμοίους ταῖς ἁγίαις δυνάμεσιν, ἔπειτα δὲ καὶ αὐτῷ παρεμφερεῖς τῷ
τῆς δικαιοσύνης ἡλίῳ
. Δεῖ γὰρ πάντως τὴν εὐχὴν τοῦ δεσπότου ἡμῶν πληρωθῆναι· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος·
Δὸς αὐτοῖς
, φησίν,
ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ
. Οὕτω γὰρ ἐσόμεθα μηκέτι αὔξησιν καὶ μείωσιν κατὰ τὴν γνῶσιν λαμβάνοντες, κατηρτισμένοι δὲ ἀεὶ ἐν κυρίῳ.
40
verse
2
part
88 40 2
ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ
sch19
scholion
Sch. 19
Ἁγίασμα τοῦ Χριστοῦ αἱ λογικαὶ ψυχαί.
42
verse
1
part
88 42 1
διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν
sch20
scholion
Sch. 20
Ἀδικεῖ τὴν κληρονομίαν ὁ ἁρπάζων τοὺς κληρονόμους καὶ ἁρπάζει τὴν γνῶσιν ὁ ποιῶν ἀκαθάρτους τοὺς πεφυκότας γινώσκειν αὐτήν. Ταῦτα δὲ πάντα ὁ κύριος εἰς ἑαυτὸν ἀναδέχεται ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος.
Αὐτὸς
γὰρ
τὰς ἀσθενείας ἡμῶν ἦρεν, καὶ τὰς νόσους ἐβάστασεν
.
45
verse
2
part
88 45 2
τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας
sch21
scholion
Sch. 21
Εἰς γῆν ἀπ' οὐρανοῦ καταράσσεται νοῦς ἀντὶ ἐπουρανίου χοϊκὸς γεγονώς.
46
verse
1
part
88 46 1
ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ
sch22
scholion
Sch. 22
Ἐκ τῆς ἐγκαταλείψεως μειοῦνται αἱ ἀρεταὶ καὶ αἱ γνώσεις ἡμῶν· αὗται γάρ εἰσιν αἱ ἡμέραι τῆς φύσεως τῆς λογικῆς.
49
verse
1
part
88 49 1
τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον;
sch23
scholion
Sch. 23
Ἡ αὔξησις τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἐκ τῆς κατὰ μικρὸν μειώσεως πασῶν τῶν κακιῶν καὶ τῆς ἀγνοίας ἐπισυμβαίνει· κακία δὲ καὶ ἀγνωσία θάνατος ψυχῆς λογικῆς, ζωὴ δὲ ἀρετὴ καὶ γνῶσις.
51
verse
88 51
μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν
sch24
scholion
Sch. 24
Κόλπον νῦν τὴν ψυχὴν ὀνομάζει διὰ τὸ καὶ τὴν γνῶσιν τοῦ θεοῦ
ἀγαθὰ
ὀνομάζεσθαι·
ἀγαθὰ
δὲ τὰ ἐν κόλποις πέφυκε βάλλεσθαι·
Πιστεύω
γὰρ, φησί,
τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων
.
52
verse
2
part
88 52 2
οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου
sch25
scholion
Sch. 25
Τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ τάχα ὁ κυριακὸς ἄνθρωπός ἐστιν.
93
psalm
Psalm 93
2
verse
part
2
93 2 2
ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις
sch1
scholion
Sch. 1
Ὑπερηφανία ἐστὶν καταφρόνησις κλήσεως ἀγαθῆς.
5
verse
part
2
93 5 2
καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν
sch2
scholion
Sch. 2
Κληρονομίαν εἴρηκεν τὴν φύσιν τὴν λογικὴν ἥτις πέφυκε κληρονομεῖν θεόν· ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονομίαν ὠνόμασεν· ἔθος γὰρ τοῦτο τῇ θείᾳ γραφῇ.
6
verse
part
1
93 6 1
χήραν καὶ προσήλυτον ἀπέκτειναν
sch3
scholion
Sch. 3
Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀποκτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγούμενος·
6
verse
part
2
93 6 2
καὶ ὀρφανοὺς ἐφόνευσαν
sch4
scholion
Sch. 4
Ὀρφανός ἐστι νοῦς ἐστερημένος τοῦ ἐπουρανίου πατρός.
12
verse
part
1
93 12 1
μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε
sch5
scholion
Sch. 5
Ὃν ἀγαπᾷ κύριος παιδεύει
, φησὶν ὁ ἀπόστολος. Εἰ δὲ ὃν παιδεύει μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ' αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ κύριος· παιδεία γάρ ἐστιν μετριοπάθεια παθῶν.
13
verse
1
part
93 13 1
τοῦ πραῧναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν
sch6
scholion
Sch. 6
Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει, ἐν αἷς ὁ παιδευόμενος ὑπ' αὐτοῦ, καθαρὸς γενόμενος ἀπὸ παθῶν, ἀπολαύσει τῆς γνώσεως ἀτάραχος διαμένων.
13
verse
2
part
93 13 2
ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος
sch7
scholion
Sch. 7
Βόθρον τὴν γέενναν ὠνόμασεν.
15
verse
part
1
93 15 1
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν
sch8
scholion
Sch. 8
Ἕως οὗ ὁ Χριστὸς κρίνῃ τὴν οἰκουμένην· Αὐτὸς γὰρ
ἡμῖν ἐγενήθη σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις
· καὶ
τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ πατήρ
.
18
verse
2
part
93 18 2
τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι
sch9
scholion
Sch. 9
Ἐνταῦθα τὸ ἔλεος τοῦ κυρίου τὴν πρόνοιαν αὐτοῦ σημαίνει, δι' ἣν ἄνθρωπος βοηθεῖται ἤτοι καὶ ἐγκαταλείπεται. Ἀλλὰ βοηθεῖται μὲν ἐνεργούσης αὐτῆς ὁ ἄνθρωπος, ἐγκαταλείπεται δὲ ὑποχωρούσης αὐτῆς.
sch9b
scholion
Sch. 9b
Ἔλεος μὲν νοῦ γνῶσις, ἔλεος δὲ ψυχῆς ἀπάθεια.
19
verse
part
2
93 19 2
αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου
sch10
scholion
Sch. 10
Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων.
20
verse
93 20
μὴ συμπροσέσται σοι, θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι;
sch11
scholion
Sch. 11
Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς ὅστις ἀντίκειται τῷ διαβόλῳ.
sch11b
scholion
Sch. 11b
Θρόνος ἀνομίας ἐστὶν ὁ διάβολος ὅστις κόπους παρέχει τοῖς τὰ προστάγματα τοῦ θεοῦ ποιοῦσιν ἀνθρώποις.
sch12
scholion
Sch. 12
Κόπον πλάσσει ἐπὶ τῶν προσταγμάτων τοῦ θεοῦ, βουλόμενος ἡμᾶς παραβαίνειν τὰ προστάγματα αὐτοῦ καὶ ἐνδελεχῶν ἡμῖν ἅμα καὶ παλαίων ἐπὶ τὸ ἐξαπατῆσαι ἡμᾶς.
23
verse
part
3
93 23 3
ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν
sch13
scholion
Sch. 13
Ἀφανιεῖ αὐτοὺς κακοὺς ὄντας, δηλονότι καλοὺς ποιῶν.
sch13b
scholion
Sch. 13b
Τὴν μὲν κακίαν ἀφανίζει κύριος ὡς δικαιοσύνη, τὴν δὲ ἄγνοιαν ὡς σοφία καὶ γνῶσις.
103
psalm
Psalm 103
2
verse
part
1
103 2 1
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον
sch1
scholion
Sch. 1
Ἱμάτιον κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φωτισθήσεται ὑπ' αὐτοῦ.
2
verse
2
part
103 2 2
ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν
sch2
scholion
Sch. 2
Διὰ τί οὐκ εἶπεν ἐκτείνας τὸν οὐρανὸν, ἀλλ' ἐκτείνων; Ἢ ἅπαξ μὲν αὐτὸν κατ' οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ἰὼβ κείμενον τὸ
ὁ ποιῶν πλειάδα καὶ ἕσπερον καὶ ἀρκτοῦρον καὶ ταμιεῖα νότου
.
4
verse
103 4
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον
sch3
scholion
Sch. 3
Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐπεφάνησαν· τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον.
5
verse
part
1
103 5 1
ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς
sch4
scholion
Sch. 4
Ὁ μὲν Ἰὼβ εἶπεν·
Κρεμάσας τὴν γῆν ἐπ' οὐδενός
· ὁ δὲ Δαυίδ· ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς θεμελιώσας αὐτήν. Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα.
6
verse
part
1
103 6 1
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ
sch5
scholion
Sch. 5
Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ θεοῦ διὰ τῆς ἀβύσσου παρίστησιν.
6
verse
2
part
103 6 2
ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα
sch6
scholion
Sch. 6
Ἐπὶ τῶν ἐν ἀγνοίᾳ ὄντων στήσεται ἡ γνῶσις.
8
verse
part
1
103 8 1
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία
sch7
scholion
Sch. 7
Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις.
9
verse
103 9
ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν
sch8
scholion
Sch. 8
Περὶ τῶν καταχθονίων δαιμόνων ταῦτα λέγεσθαί φασιν.
10
verse
1
part
103 10 1
ὁ ἀποστέλλων πηγὰς ἐν φάραγξιν
sch9
scholion
Sch. 9
Ὁ διδοὺς γνῶσιν τοῖς κενωθεῖσιν ὑπὸ τῆς ἀγνοίας καὶ δίκην φαράγγων κοιλανθεῖσιν ὑπὸ τῆς κακίας.
12
verse
103 12
ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει.
sch10
scholion
Sch. 10
Κατασκηνοῖ ἐπ' αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπειδὴ ἔσχον
πίστιν ὡς κόκκον σινάπεως
.
13
verse
part
1
103 13 1
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ
sch11
scholion
Sch. 11
Ὑπερῷα θεοῦ φύσεις καθαραὶ ποτίζουσαι τοὺς ὑψηλοτέρους τὴν καρδίαν.
13
verse
part
2
103 13 2
ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ
sch12
scholion
Sch. 12
Καρπὸς τῶν ἔργων ἐστιν ἡ θεωρία τῶν γεγονότων.
14
verse
part
1
103 14 1
ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν
part
2
103 14 2
καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων
sch13
scholion
Sch. 13
Ὁ
γὰρ
ἀσθενῶν λάχανα ἐσθίει
.
16
verse
part
1
103 16 1
χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου
sch14
scholion
Sch. 14
Ὥσπερ ἔστι τινὰ ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα τοῦ πεδίου.
17
verse
part
1
103 17 1
ἐκεῖ στρουθία ἐννοσσεύσουσιν
sch15
scholion
Sch. 15
Εἴ τις ἀπὸ ἀγρυπνίας καὶ ἀσκήσεως γέγονεν ὡς στρουθίον, οὗτος δύναται καὶ νεοσσῶν γενέσθαι πατήρ.
18
verse
part
2
103 18 2
πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις
sch16
scholion
Sch. 16
Ὁ χοιρογρυλλίου ἔχων κατάστασιν προσφευγέτω τῇ
πνευματικῇ πέτρᾳ τῇ ἀκολουθούσῃ
ἐν τῇ ἐρήμῳ καὶ ποτιζούσῃ τὸν Ἰσραήλ.
19
verse
part
2
103 19 2
ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ
sch17
scholion
Sch. 17
Ὁ
ἥλιος
τῆς
δικαιοσύνης
ἔγνω νῦν τοὺς ἐν οἷς ἔδυ ποτε.
21
verse
103 21
σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς
sch18
scholion
Sch. 18
Καὶ οἱ δαίμονες ἐν τοῖς εὐαγγελίοις τοὺς χοίρους ἐξῃτήσαντο.
22
verse
103 22
ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται
sch19
scholion
Sch. 19
Ἐν οἷς ἀνατέλλει ὁ
ἥλιος
τῆς
δικαιοσύνης
, ἐν τούτοις καὶ αἱ κακίαι κατὰ δύναμιν ἐνυπάρχουσιν.
23
verse
103 23
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας
sch20
scholion
Sch. 20
Ἔργον νῦν λέγει αὐτὴν τὴν ὕλην περὶ ἣν ἡ ἐργασία· ἐργασίαν δὲ αὐτὴν τὴν τέχνην τὴν περὶ ὕλην γινομένην.
25
verse
part
1
103 25 1
αὐτὴ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος.
sch21
scholion
Sch. 21
Αὕτη ἡ θάλασσα τὸν βίον τοῦτον σημαίνει.
25
verse
part
2
103 25 2
ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς
sch22
scholion
Sch. 22
Τῶν ἑρπετῶν ἀνθρώπων διὰ τὴν κακίαν οὐκ ἔστιν ἀριθμός·
Ὁ
γὰρ
ἀριθμῶν
, φησί,
πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν
.
29
verse
part
2
103 29 2
ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν
part
3
103 29 3
καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν
sch23
scholion
Sch. 23
Οἱ ἐκπίπτοντες τοῦ παρὰ τοῦ θεοῦ δοθέντος αὐτοῖς πνεύματος γίνονται χοϊκοί.
30
verse
part
2
103 30 2
καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς
sch24
scholion
Sch. 24
Ἣν Παῦλος ὁ ἅγιος
ἐξανάστασιν
εἴρηκεν, ταύτην Δαυὶδ ἀνακαινισμὸν προσηγόρευσεν.
32
verse
103 32
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται
sch25
scholion
Sch. 25
Τὰ καπνιζόμενα ὄρη ἀποβάλλει τὴν κακίαν, ἁπτομένου αὐτῶν τοῦ πνευματικοῦ πυρὸς τοῦ βληθέντος ἐπὶ τῆς γῆς.
35
verse
part
1
103 35 1
ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς
part
2
103 35 2
καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς
sch26
scholion
Sch. 26
Οὐχὶ μὴ ὑπάρχειν αὐτούς, ἀλλὰ μὴ ὑπάρχειν αὐτοὺς ἁμαρτωλούς.
104
psalm
Psalm 104
2
verse
104 2
διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ
sch1
scholion
Sch. 1
Ὁ κτησάμενοι πᾶσαν τὴν γνῶσιν τὴν τοῦ θεοῦ, οὗτοι δύνανται διηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ.
4
verse
part
1
104 4 1
ζητήσατε τὸν κύριον καὶ κραταιώθητε
sch2
scholion
Sch. 2
Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ θεοῦ, οὗτος ζητεῖ τὸν θεόν.
4
verse
part
2
104 4 2
Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός
sch3
scholion
Sch. 3
Τοῦτο λέγει
τὸ πρόσωπον
ζητεῖν ἡμᾶς ὅπερ
οἱ ἄγγελοι βλέπουσι διαπαντός
.
6
verse
part
1
104 6 1
σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ
sch4
scholion
Sch. 4
Οἱ τοῦ σπέρματος ὄντες τοῦ Ἀβραὰμ δυνάμει εἰσὶν ἐκλεκτοί.
6
verse
part
2
104 6 2
υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ
sch5
scholion
Sch. 5
Πολλοὶ μὲν κλητοί· ὀλίγοι δὲ ἐκλεκτοί
.
8
verse
104 8
ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς
sch6
scholion
Sch. 6
Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας.
11
verse
part
1
104 11 1
λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν
sch7
scholion
Sch. 7
Πρὸ τῆς ἐπιδημίας τῆς τοῦ Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς.
12
verse
104 12
ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ
sch8
scholion
Sch. 8
Πάροικοί εἰσιν οἱ μηδὲν ἴδιον τῶν τοῦ κόσμου τούτου νομίζοντες.
14
verse
1
part
104 14 1
οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς
sch9
scholion
Sch. 9
Ἐντεῦθεν γινώσκομεν ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀνθρώπων κατ' ἐγκατάλειψιν ἀδικοῦνται θεοῦ.
15
verse
1
part
104 15 1
μὴ ἅπτεσθε τῶν χριστῶν μου
sch10
scholion
Sch. 10
Οὗτοι οἱ χριστοὶ Χριστοῦ μετέχοντες λέγονται χριστοί· ὁ δὲ Χριστὸς τοῦ πατρὸς μετέχων λέγεται Χριστός· Χριστὸν δέ φημι τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
19
verse
104 19
μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν
sch11
scholion
Sch. 11
πολλοὺς πειρασμοὺς ἐπάγει τοῖς ἁγίοις ὁ διάβολος μέχρι τοῦ ἐλθεῖν τὸν λόγον τοῦ θεοῦ τὸν πυροῦντα καὶ καθαρίζοντα τὰς καρδίας αὐτῶν.
23
verse
104 23
καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χαμ
sch12
scholion
Sch. 12
ἐντεῦθεν γινώσκομεν ὅτι πνευματικὸς ὄντως ὁ νόμος ἐστί, καὶ τὰ πραττόμενα τότε συμβολικῶς Ἰωσὴφ ἐγίνετο. Καὶ γὰρ ὁ σῖτος ὡς ἔοικεν γνῶσιν σημαίνει καὶ ὁ λιμὸς ἀγνωσίαν καὶ ἡ Αἴγυπτος τὸν κόσμον τοῦτον δηλοῖ· ὁ γὰρ Φαραὼ τὸν διάβολον ὑπὸ πολλῶν ἡρμηνεύθη σημαίνειν.
24
verse
part
2
104 24 2
καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ
sch13
scholion
Sch. 13
Χωρὶς ἀρετῆς καὶ γνώσεως θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος.
26
verse
104 26
ἐξαπέστειλεν Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο αὐτόν·
27
verse
104 27
ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ
sch14
scholion
Sch. 14
Μωσῆς καὶ Ἀαρὼν μόνοι ᾔδεσαν τοὺς λόγους τῶν σημείων καὶ τῶν τεράτων.
28
verse
part
2
104 28 2
καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ
sch15
scholion
Sch. 15
Οἱ ἀκούοντες τῶν λόγων τοῦ θεοῦ καὶ μὴ ποιοῦντες αὐτοὺς, παραπικραίνουσι τοὺς λόγους αὐτοῦ.
31
verse
part
1
104 31 1
εἶπεν καὶ ἦλθε κυνόμυια
sch16
scholion
Sch. 16
Τὴν κυνόμυιαν οἱ Ἑβραῖοι ἑρμηνεύουσιν πλῆθος πάμμικτον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲ Ἕλληνες λέγουσι κυνόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν.
33
verse
part
1
104 33 1
καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν
sch17
scholion
Sch. 17
Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόρρας
.
34
verse
part
1
104 34 1
εἶπεν καὶ ἦλθεν ἀκρίς
sch18
scholion
Sch. 18
Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν.
37
verse
part
1
104 37 1
καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ
sch19
scholion
Sch. 19
Ἀντὶ τοῦ μετὰ ἀργυρίου καὶ χρυσίου, ἅπερ σύμβολά ἐστι τῆς ἔξωθεν σοφίας.
39
verse
104 39
διεπέτασεν νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα
sch20
scholion
Sch. 20
Ἡ νεφέλη φύσιν ἁγίαν δηλοῖ καὶ ὁ στῦλος τοῦ πυρὸς ὁμοίως δύναμιν σημαίνει νοεράν.
40
verse
part
2
104 40 2
καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς
sch21
scholion
Sch. 21
Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς
, ἐν τοῖς εὐαγγελίοις φησίν.
43
verse
104 43
καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ
sch22
scholion
Sch. 22
Εἰ ὁ λαὸς ἐξῆλθεν ἐν ἀγαλλιάσει, οἱ δὲ ἐκλεκτοὶ αὐτοῦ ἐν εὐφροσύνῃ, μεῖζον ἡ εὐφροσύνη τῆς ἀγαλλιάσεως, ἐπεὶ καὶ μείζονες οἱ ἐκλεκτοὶ τοῦ λαοῦ.
44
verse
part
2
104 44 2
καὶ πόνους λαῶν ἐκληρονόμησαν
sch23
scholion
Sch. 23
Νῦν τὸ ἀποτέλεσμα τοῦ πόνου πόνον ὠνόμασεν.
45
verse
part
2
104 45 2
καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν
sch24
scholion
Sch. 24
Εἰ
ὁ νόμος πνευματικός ἐστι
, χρῄζει πρὸς τὸ γνωσθῆναι ζητήσεως.
105
psalm
Psalm 105
2
verse
part
1
105 2 1
τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου
sch1
scholion
Sch. 1
Τὸ τίς ἐνταῦθα οὐ τὸ ἀδύνατον, ἀλλὰ τὸ σπάνιον δηλοῖ· ἐστὶ δ' ὅτε καὶ τὸ ἀδύνατον σημαίνει, ὡς τὸ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
3
verse
105 3
μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.
sch2
scholion
Sch. 2
Ἐφ' ἑκάστης ἀρετῆς τὸ ἐν παντὶ καιρῷ λεκτέον ποιοῦντες σωφροσύνην, ποιοῦντες ἀνδρείαν ἐν παντὶ καιρῷ, ποιοῦντες ἀγάπην, μακροθυμίαν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.
5
verse
part
3
105 5 3
τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου
sch3
scholion
Sch. 3
Οὗτος ἐπαινετὸς ὁ κληρονομήσας τὴν φύσιν τὴν τοῦ θεοῦ·
Ἐν τῷ κυρίῳ ἐπαινηθήσεται ἡ ψυχή μου
, τουτέστιν ἐν δικαιοσύνῃ
ἐπαινηθήσεται ἡ ψυχή μου
, καὶ ἐν σοφίᾳ, καὶ ἐν γνώσει καὶ ἐν ἀγάπῃ· Ταῦτα γὰρ πάντα ὁ κύριος ἡμῶν κατ' ἐπίνοιαν ὀνομάζεται.
8
verse
105 8
καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ
sch4
scholion
Sch. 4
Διὰ τοῦτο σῴζει ἡμᾶς ὁ κύριος, ἵνα γνῶσιν ἡμῖν τῆς δυναστείας αὐτοῦ χαρίσηται.
9
verse
part
1
105 9 1
καὶ ἐπετίμησεν τῇ ἐρυθρᾷ θαλάσσῃ καὶ ἐξηράνθη
sch5
scholion
Sch. 5
Καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς
ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη
.
11
verse
105 11
καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη
sch6
scholion
Sch. 6
Μακάριος οὗτος ᾧ μηδεὶς τῶν ἐχθρῶν ὑπολείπεται.
13
verse
105 13
ἐτάχυναν ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
14
verse
1
part
105 14 1
καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ
sch7
scholion
Sch. 7
Οὐκ ἀνέμειναν τὴν χάριν αὐτοῦ, ἀλλ' ἐπελάθοντο τῶν ἔργων αὐτοῦ καὶ ἐπεθύμησαν
ἐπιθυμίαν κακήν
.
16
verse
105 16
Καὶ παρώργησαν Μωϋσῆν ἐν τῇ παρεμβολῇ καὶ Ἀαρὼν τὸν ἅγιον κυρίου
sch8
scholion
Sch. 8
Οἱ τὰς ἐντολὰς τοῦ θεοῦ παραβαίνοντες τὸν Μωϋσῆν παροργίζουσιν· οἱ δὲ τὴν πίστιν ἀθετοῦντες τὸν Ἀαρὼν παροξύνουσιν· ὁ μὲν γὰρ πρᾶξιν, ὁ δὲ θεωρίαν σημαίνει.
20
verse
105 20
καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον
sch9
scholion
Sch. 9
Οἱ δοξάζοντες
κτίσμα παρὰ τὸν κτίσαντα
, οὗτοι ἀλλάσσουσι τὴν δόξαν αὐτῶν·
Καὶ ἤλλαξαν
, φησὶν ὁ Παῦλος,
τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν
.
23
verse
part
1
105 23 1
καὶ εἶπεν τοῦ ἐξολοθρεῦσαι αὐτούς
sch10
scholion
Sch. 10
Ἡ ἐξολέθρευσις νῦν τὴν μετάθεσιν τῶν ἐκ τοῦ βίου τούτου σημαίνει.
23
verse
part
4
105 23 4
τοῦ ἀποστρέψαι τὴν ὀργὴν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι
sch11
scholion
Sch. 11
Σημειωτέον ὅτι καὶ εἷς ἅγιος ὡς ὁ Μωσῆς δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπ' ἔθνος ὅλον.
24
verse
part
1
105 24 1
καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν
sch12
scholion
Sch. 12
Ἡ γῆ ἡ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶν τῶν οὐρανῶν.
26
verse
part
1
105 26 1
καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς
sch13
scholion
Sch. 13
Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις.
28
verse
part
1
105 28 1
καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ
sch14
scholion
Sch. 14
Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ μυηθέντες ἐν τοῖς μυστηρίοις αὐτοῦ.
29
verse
part
2
105 29 2
καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις
sch15
scholion
Sch. 15
Ἀντὶ τοῦ οἱ πίπτοντες.
30
verse
105 30
καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραῦσις
sch16
scholion
Sch. 16
Ἀνωτέρω μὲν λέγει ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν ὀργὴν αὐτοῦ· ἐνταῦθα δὲ ὅτι ἔστη Φινεὲς καὶ οὐχὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλ' ἐκόπασεν ἡ θραῦσις.
33
verse
part
2
105 33 2
καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ
sch17
scholion
Sch. 17
Ἀντὶ τοῦ προσέκρουσε θεῷ.
34
verse
105 34
οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη ἃ εἶπεν κύριος αὐτοῖς
sch18
scholion
Sch. 18
Ὁ ἀποθέμενος τὰ πάθη οὗτος ἐξωλέθρευσεν τὰ ἔθνη ἃ εἶπεν κύριος.
35
verse
part
1
105 35 1
καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν [...]
36
verse
part
1
105 36 1
καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν
sch19
scholion
Sch. 19
Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς.
39
verse
part
2
105 39 2
καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν
sch20
scholion
Sch. 20
Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα παρὰ τῆς ἀντικειμένης δυνάμεως καὶ τίκτουσα τέκνα πονηρά.
40
verse
part
2
105 40 2
καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ
sch21
scholion
Sch. 21
Κληρονομία κυρίου ψυχαὶ λογικαί.
41
verse
part
2
105 41 2
καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς
42
verse
part
1
105 42 1
καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν
sch22
scholion
Sch. 22
Οἱ δαίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν.
45
verse
part
2
105 45 2
καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ
sch23
scholion
Sch. 23
Ἐντεῦθεν γινώσκομεν ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἀξίους ὁ κύριος ἡμᾶς ἀπεργάζεται.
47
verse
105 47
Καὶ ἐπισυνάγαγεν ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ. τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
sch24
scholion
Sch. 24
Τούτους συνάγει ἀπὸ τῶν ἐθνῶν ὁ θεὸς οὓς ἀφίστησιν ἀπὸ κακίας καὶ ἀγνωσίας.
sch25
scholion
Sch. 25
Ὁ κύριος ἡμῶν ἡ αἴνεσίς ἐστιν, εἴ γε ὁ καυχώμενος, ἐν κυρίῳ καυχάσθω.
106
psalm
Psalm 106
sch+1
scholion
Sch. +1
[Παρ' Ἑβραίοις ἡ τετάρτη βίβλος ἵσταται μέχρι τοῦ ρεʹ ψαλμοῦ.]
3
verse
106 3
ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης
sch1
scholion
Sch. 1
Ὁ μὲν ἀπὸ ἀνατολῶν ἐξελθὼν οὗτος πέπαυται τοῦ ἐπιθυμεῖν καὶ ὀργίζεσθαι, ἀπαθὴς γεγονώς· ὁ δὲ ἀπὸ δυσμῶν συναχθεὶς ἀπέχεται μοιχείας καὶ φόνου καὶ τῶν κατ' ἐνέργειαν τέως ἁμαρτιῶν· εἰ δέ τις τοῦ βορρᾶ καὶ τῆς θαλάσσης ἀπήλλακται, οὗτος ἐν ἀληθέσι δόγμασιν ὢν, οὐκέτι
περιφέρεται παντὶ ἀνέμῳ τῆς διδασκαλίας
οὐδὲ
περὶ τὴν πίστιν ναυαγεῖ
, κυβέρνησιν θείαν κτησάμενος διὰ τῆς χάριτος τοῦ Χριστοῦ.
4
verse
106 4
ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον
sch2
scholion
Sch. 2
Πόλις κατοικητηρίου ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ.
9
verse
part
1
106 9 1
ὅτι ἐχόρτασε ψυχὴν κενήν
sch3
scholion
Sch. 3
Ψυχὴ κενή ἐστιν ἡ ἀρετῶν καὶ γνώσεων ἐστερημένη.
10
verse
106 10
καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ
sch4
scholion
Sch. 4
Κάθηνται ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες, πεπέδηνται σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες.
11
verse
part
2
106 11 2
καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν
sch5
scholion
Sch. 5
Ὥσπερ ὀφθαλμὸς κυρίου καὶ χεῖρες ὀνομάζονται δυνάμεις τινὲς νοεραί, οὕτω καὶ βουλὴ κυρίου λέγεται φύσις ἁγία ἡ παροξυνομένη ἐπὶ τοῖς ἁμαρτάνουσιν.
14
verse
106 14
καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν
sch6
scholion
Sch. 6
Καθὸ φῶς ἐστιν ὁ κύριος ἐξάγει ἡμᾶς ἐκ σκότους, καθὸ δὲ ζωὴ ἐκ θανάτου καὶ πάλιν ὡς δυνατὸς διαρρήξει δεσμούς.
16
verse
106 16
ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν
sch7
scholion
Sch. 7
Πύλας χαλκᾶς ἤτοι τὰς κακίας λέγει ἢ τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας· διὰ δὲ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζω.
18
verse
part
1
106 18 1
πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν
sch8
scholion
Sch. 8
Ὥσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὕτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται.
20
verse
1
part
106 20 1
ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς
sch8
scholion
Sch. 8
Ἰάσατο αὐτοὺς ὁ λόγος κατὰ τὴν ἐπίνοιαν τοῦ ἰατροῦ.
21
verse
106 21
ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
sch10
scholion
Sch. 10
ὁ τοὺς περὶ προνοίας ἐπιστάμενος λόγους οὗτος δοξάζει τὰ ἐλέη κυρίου.
22
verse
part
1
106 22 1
καὶ θυσάτωσαν θυσίαν αἰνέσεως
sch11
scholion
Sch. 11
Ἀναίρεσιν νομικῆς λατρείας.
23
verse
106 23
οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,
24
verse
part
1
106 24 1
αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου
sch12
scholion
Sch. 12
Ὅσοι πειρασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων.
25
verse
part
2
106 25 2
καὶ ὑψώθη τὰ κύματα αὐτῆς·
26
verse
part
1
106 26 1
ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν
part
2
106 26 2
καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων
sch13
scholion
Sch. 13
Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοί, τῶν δὲ πειρασμῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν τὸν θεόν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς νεκροὺς ἐξαμαρτάνειν, καλῶς λέγεται τὰ κύματα ἀναβαίνειν ἕως τῶν οὐρανῶν καὶ καταβαίνειν ἕως τῶν ἀβύσσων· τινὲς δὲ ταῦτά φασιν ὑπερβολικῶς λαλεῖν τὸν Δαυίδ.
27
verse
part
2
106 27 2
καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη
sch14
scholion
Sch. 14
Σοφίαν θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ κυρίου διαφθείρει κακίαν.
29
verse
part
2
106 29 2
καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς
sch15
scholion
Sch. 15
Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν.
30
verse
part
2
106 30 2
καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν
sch16
scholion
Sch. 16
Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ γνῶσις σωμάτων καὶ ἀσωμάτων.
33
verse
part
1
106 33 1
ἔθετο ποταμοὺς εἰς ἔρημον
sch17
scholion
Sch. 17
Οὗτοι οἱ ποταμοί εἰσιν περὶ ὧν εἶπεν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις οἱ καταστρέφοντες τὴν οἰκίαν τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος ἐπὶ τῆς ψάμμου.
34
verse
106 34
γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ
sch18
scholion
Sch. 18
Ὅσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν ὅτι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν τῶν κατοικούντων ἐν αὐτῇ.
37
verse
106 37
καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γενήματος·
38
verse
1
part
106 38 1
καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα
sch19
scholion
Sch. 19
Οὐ πάντως οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς εὐλογοῦνται, ἀλλ' οἱ ποιοῦντες καρποὺς πνευματικούς·
ὁ
γὰρ
καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, πίστις, πραΰτης, ἐγκράτεια
.
40
verse
part
2
106 40 2
καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ
sch20
scholion
Sch. 20
Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν.
41
verse
part
2
106 41 2
καὶ ἔθετο ὡς πρόβατα πατριάς
sch21
scholion
Sch. 21
Τότε ἡμεῖς γινόμεθα πρόβατα ὅταν καὶ ὁ κύριος γένηται ἡμῶν ποιμήν.
42
verse
part
2
106 42 2
καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς
sch22
scholion
Sch. 22
Τὸν ἄνομον ἀνομίαν ὠνόμασεν.
108
psalm
Psalm 108
3
verse
part
1
108 3 1
καὶ λόγοις μίσους ἐκύκλωσάν με
sch1
scholion
Sch. 1
Λόγους μίσους ὠνόμασεν ἤτοι τοὺς ἀπὸ μίσους προφερομένους ἢ τοὺς μισητοὺς ἡμᾶς ποιοῦντας παρὰ θεῷ.
4
verse
108 4
ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην
sch2
scholion
Sch. 2
Ἐντεῦθεν γινώσκομεν ὅτι τι κακηγορουμένους ἡμᾶς δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μήποτε μνησικακίᾳ περιπεσόντες ἐκκρουσθῶμεν ἀπὸ τῆς γνώσεως.
6
verse
part
2
108 6 2
καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ
sch3
scholion
Sch. 3
Ὧν ἐκκόπτει ὁ σατανᾶς τὰ ἔργα τὰ δεξιὰ τούτων ἕστηκεν ἐκ δεξιῶν· ἐν δὲ τῷ Ζαχαρίᾳ τῷ Ἰησοῦ
εἱστήκει ἐκ δεξιῶν ὁ διάβολος
, οὐχ ἁπλῶς, ἀλλὰ
τῷ ἀντικεῖσθαι αὐτῷ
.
7
verse
part
2
108 7 2
καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν.
sch4
scholion
Sch. 4
Ὅταν αἰτῶμεν ἐπίγεια καὶ οὐκ ἐπουράνια ἡ προσευχὴ ἡμῶν γίνεται εἰς ἁμαρτίαν.
8
verse
part
1
108 8 1
γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι.
sch5
scholion
Sch. 5
Ἡμέραι ὀλίγαι αἱ ὑπὸ τοῦ νοητοῦ
ἡλίου
τῆς
δικαιοσύνης
γινόμεναι· περὶ γὰρ τοῦ Ἀβραὰμ ἔχει ὅτι
ἀπέθανεν Ἀβραὰμ πλήρης ἡμερῶν
· καὶ πάλιν ὁ Δαυὶδ λέγει·
Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου
.
8
verse
part
2
108 8 2
καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος
sch6
scholion
Sch. 6
Τοῦτον τὸν στίχον ἐπὶ τοῦ Ἰούδα ὁ Πέτρος τέθεικεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων.
9
verse
108 9
Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα
sch6
scholion
Sch. 6
Οὐ καταρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ·
Εὐλογεῖτε
γὰρ
τοὺς ἐχθροὺς ὑμῶν
, φησὶν ὁ ἀπόστολος,
εὐλογεῖτε καὶ μὴ καταρᾶσθε
. Ὀρφανοὶ τοίνυν εἰσὶν λογισμοὶ πονηροὶ τὸν ἑαυτοῦ θάψαντες πατέρα τὸν σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μηκέτι λαμβάνουσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει· πρότερον μὲν γὰρ περιαιρεῖ τὰς κατ' ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα.
12
verse
part
2
108 12 2
μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ
sch8
scholion
Sch. 8
Μηδεὶς ἐλεήσει τὰ ἐκ τῶν ἐπισπειρομένων ζιζανίων γεννήματα.
13
verse
108 13
γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ
sch9
scholion
Sch. 9
Ματθαίου τοῦ τελώνου καὶ εὐαγγελιστοῦ ἐν γενεᾷ μιᾷ ἐξηλείφθη τὸ πονηρὸν ὄνομα, ὅπερ τὴν χειρίστην κατάστασιν ἐδήλου· οὐ γὰρ ἔσχε τέκνα διάδοχα τῆς κακίας αὐτοῦ.
14
verse
part
2
108 14 2
καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη
sch10
scholion
Sch. 10
Ὑπὲρ ἧς ἁμαρτίας, μετὰ τὸν τοκετόν, προσφέρει
ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιτερῶν, τὴν μίαν ὑπὲρ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκάρπωσιν
.
16
verse
part
1
108 16 1
ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος
part
2
108 16 2
καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν
sch11
scholion
Sch. 11
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἀνελεήμονας.
17
verse
108 17
Καὶ ἠγάπησεν κατάραν καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἐθέλησεν εὐλογίαν καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ
sch12
scholion
Sch. 12
Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ἔρχεται ἡ κατάρα, καὶ τῷ ἀγαπῶντι δηλονότι τὴν εὐλογίαν ἔρχεται ἡ εὐλογία· καὶ πάλιν, εἰ τῷ μὴ θέλοντι τὴν εὐλογίαν, οὐκ ἔρχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν οὐκ ἔρχεται ἡ κατάρα. Καὶ τίς οὖν θέλει ἐλθεῖν αὐτῷ κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι' ὧν πράττουσι θέλουσι τὴν κατάραν· εἰ γὰρ μὴ ἤθελον, οὐκ ἄν τι τῶν κατάρας ἀξίων κατειργάσαντο. Ὡσαύτως καὶ ἐπὶ τοῦ θέλειν τὴν εὐλογίαν νοητέον· οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν οὗτος εὐλογεῖται, ἀλλ' ὁ παρέχων ἑαυτὸν ἄξιον τῆς εὐλογίας κυρίῳ δι' ἔργων ἀγαθῶν.
18
verse
part
καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον
sch13
scholion
Sch. 13
Ὥσπερ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κακιῶν ἐκδύει ὁ σατανᾶς, οὕτως καὶ τοὺς κατάραν ἐνδυσαμένους διὰ τῶν ἀρετῶν ἐκδύει ὁ Χριστός.
19
verse
part
2
108 19 2
καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται
sch14
scholion
Sch. 14
Αὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλογον πύρωσιν.
20
verse
108 20
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου
sch15
scholion
Sch. 15
Εἰ ἐνδύονται
κατάραν ὡς ἱμάτιον
οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦντες αὐτήν, οὗτοι ἄρα ἐνδύονται
κατάραν ὡς ἱμάτιον
καὶ διπλοΐδα αἰσχύνην αὐτῶν.
24
verse
108 24
τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον
sch16
scholion
Sch. 16
Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας.
25
verse
108 25
καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν
sch17
scholion
Sch. 17
Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ· ἐκίνουν γὰρ οἱ Ἰουδαῖοι τὰς κεφαλὰς αὐτῶν λέγοντες·
Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι
.
28
verse
part
1
108 28 1
καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις
sch18
scholion
Sch. 18
Τοῦτον εὐλογεῖ κύριος ὃν ἀντικείμενοι καταρῶνται.
29
verse
108 29
ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν
sch19
scholion
Sch. 19
ὁ μὲν Σαμουὴλ ἐνδύεται διπλοΐδα ἣν πεποίηκεν αὐτῷ
ἡ ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν
· οἱ δὲ ἁμαρτωλοὶ ἐνδύονται διπλοΐδα αἰσχύνης αὐτῶν.
31
verse
1
part
108 31 1
ὅτι παρέστη ἐκ δεξιῶν πένητος
sch20
scholion
Sch. 20
Εἴ τις ἐστὶ δεξιός, οὗτος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἴ δέ τις ἐν δεξιᾷ παρίσταταί τινι, οὗτος οὐ πάντως ἐστὶ καὶ δεξιός. Καὶ γὰρ
ὁ διάβολος
, φησί,
στήτω ἐκ δεξιῶν αὐτοῦ
, τουτέστι τοῦ Ἰούδα.
113
psalm
Psalm 113
2
verse
113 2
ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.
sch1
scholion
Sch. 1
Εἰ ἁγίασμα τοῦ θεοῦ ἡ Ἰουδαία ἐστίν, ἡ δὲ Ἰουδαία ἐξομολογουμένη ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμά ἐστι τοῦ θεοῦ. Τὸν δὲ ἐξουσιαζόμενον Ἰσραὴλ ἐξουσίαν ὠνόμασεν. Καὶ γὰρ βασιλεία λέγεται καὶ αὐτὸ τὸ ἀξίωμα καὶ οἱ βασιλευόμενοι καὶ ἡ χώρα ἐν ᾖ διάγουσιν οἱ βασιλευόμενοι.
4
verse
113 4
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
sch2
scholion
Sch. 2
Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ· εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς
ἐπὶ ἑνὶ μετανοοῦντι
, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ.
8
verse
part
1
113 8 1
τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων
sch3
scholion
Sch. 3
Ὡς πρὸς μὲν τὴν ἱστορίαν ἅπαξ ἐν τῇ ἐρήμῳ στρέψας τὴν πέτραν ἐπότισε τὸν Ἰσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστός, καὶ ποτίζει τὸν Ἰσραήλ.
10
verse
part
2
113 10 2
ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
sch4
scholion
Sch. 4
Ἔνθα τὸ ποῦ λέγεται, ἐκεῖ καὶ τὸ ποτέ· Τὸ μὲν γὰρ τόπου ἐστὶ σημαντικόν, τὸ δὲ χρόνου. Εἰ δὲ χρόνος οὐ λέγεται ἐπὶ θεοῦ, ποιητὴς γὰρ χρόνων ἐστίν, οὐκοῦν οὐδὲ τὸ ποῦ ῥηθήσεται ἐπ' αὐτοῦ, δημιουργὸς γὰρ καὶ τόπων ἐστίν, εἴγε καὶ ὁ τόπος αὐτὸς τῆς σωματικῆς ἐστι φύσεως.
11
verse
part
3
113 11 3
πάντα ὅσα θέλησεν ἐποίησεν
sch5
scholion
Sch. 5
Ἐντεῦθεν γινώσκομεν ὅτι ὅσα βούλεται ὁ θεός, ταῦτα καὶ δύναται· πάντα γάρ, φησίν, ὁ θεὸς ἃ ἠθέλησεν ἐποίησεν· οὐκ εἴ τι δὲ δύναται, τοῦτο πάντως καὶ βούλεται. Νεκρῶν μὲν ἀνάστασιν δύναται ποιῆσαι νῦν, οὐ βούλεται δὲ καὶ πάλιν ἐνανθρωπῆσαι, ἀλλ' οὐ βούλεται.
12
verse
113 12
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·
13
verse
113 13
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
14
verse
113 14
ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται,
15
verse
113 15
χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν
sch6
scholion
Sch. 6
Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον οὐδὲ αἰσθητικόν τε καὶ αἰσθητόν. Αἴσθησις μὲν γάρ ἐστιν ἡ δύναμις καθ' ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν· αἰσθητήριον δὲ τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη· αἰσθητικὸν δὲ τὸ ζῷον αὐτὸ τὸ κεκτημένον τὰς αἰσθήσεις· αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθήσεσιν ὑποπίπτειν. Ἀλλ' οὐχ οὕτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστέρηνται, μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητηρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνα καὶ τὰ ἑξῆς.
21
verse
113 21
εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων
sch7
scholion
Sch. 7
Οὐχ οἱ μεγάλοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλ' οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μικρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτός, ἀλλ' ἐπὶ τοῦ ἐντὸς νοητέον.
24
verse
113 24
οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων
sch8
scholion
Sch. 8
Τὸν μὲν κύριον ὡς κύριον αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις ἐπίστανται, τὸν δὲ κύριον ὡς ἄνθρωπον γινώσκουσι καὶ οἱ ἄνθρωποι.
25
verse
1
part
113 25 1
οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε
sch9
scholion
Sch. 9
Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν·
Ἐγώ εἰμι ἡ ζωή
.
25
verse
2
part
113 25 2
οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου
sch10
scholion
Sch. 10
Οὐκ εἶπεν οἱ καταβάντες, ἀλλ' οἱ καταβαίνοντες.
26
verse
1
part
113 26 1
ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον
sch11
scholion
Sch. 11
Καὶ Παῦλος ἔπειτα·
Ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι
.
118
psalm
Psalm 118
1
verse
part
1
118 1 1
μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ
sch1
scholion
Sch. 1
Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄνθρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ θεοῦ ἣν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος·
Μακάριοι
γάρ, φησίν,
οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται
.
3
verse
118 3
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν
sch2
scholion
Sch. 2
Εἰ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ θεοῦ οὐ πορεύονται, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ θεοῦ πορεύονται. Οὐκοῦν ὁδοὶ τοῦ θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων ἐν αἷς πορευσόμεθα δικαιοσύνην κατεργαζόμενοι. Εἰ δὲ ἡ δικαιοσύνη ἡμῶν ἐστιν ὁ Χριστός,
ἐγενήθη γὰρ ἡμῖν σοφία παρὰ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις
, καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν
ἀρχὴν
εἶναι
τῶν ὁδῶν
τοῦ κυρίου, ἥτις ἐστὶν ὁ Χριστός· λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον.
4
verse
118 4
σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάσσεσθαι σφόδρα
sch3
scholion
Sch. 3
Ὁ μὴ κατὰ διάνοιαν ἁμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ θεοῦ.
6
verse
118 6
τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου
sch4
scholion
Sch. 4
Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς,
πταίσας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος
, καλῶς γέγραπται· τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· οἶδεν γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος.
7
verse
118 7
ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου
sch5
scholion
Sch. 5
Οὗτος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ κυρίου μεμαθηκώς, τίνος χάριν
ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων
καὶ τίς ὁ λόγος τῶν καταχθονίων δαιμόνων καὶ διὰ τί μὴ οὗτοι γεγόνασιν ἄνθρωποι, τίς τε ἡ αἰτία τοῦ ᾅδου, καὶ τίς ὁ παράδεισος, καὶ τίς πάλιν ἡ ἄνω Ἱερουσαλὴμ καὶ ἡ ταύτης Σιών, ἀφ' ἧς λέγεται ἔρχεσθαι ὁ Χριστός —
ἥξει
γάρ, φησίν,
ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ
— καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος Ἰσραὴλ καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν· τίνος χάριν μὴ πάντες ἄνθρωποι ἐκλήθημεν ἀπαρχῆς τὸν τοῦ Μωσέως νόμον δεξάμενοι, ἀλλ' ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ Ἰσραὴλ
μερὶς
ἐχρημάτισε
τοῦ κυρίου
ἠπίστησεν. Καλῶς τοίνυν λέγει καὶ ὁ Δαυίδ·
Τὰ κρίματά σου ἄβυσσος πολλή
· καὶ Παῦλός φησιν·
Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ
.
11
verse
118 11
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι
sch6
scholion
Sch. 6
Κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ θεοῦ ἐν τῇ καρδίᾳ διὰ τοὺς ἁπράζοντας αὐτὰς δαίμονας· τὸ δ' αὐτὸ καὶ ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις παραινεῖ·
Υἱέ
, φησίν,
ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου
. Τὰς οὖν ἐνταῦθα ἐντολὰς λεγομένας ἐν τοῖς εὐαγγελίοις ὁ κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον. Οὗτος οὖν κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος, εἴπερ οἱ ἁρπάζοντες αὐτὴν ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται.
6
scholion
118 6
Κίνδυνος γὰρ οὐ μόνον τὸ λέγειν ψευδῆ, ἀλλὰ καὶ τἀληθῆ τοῖς μὴ δυναμένοις χωρεῖν· οὐδὲ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλειν ἔμπροσθεν τῶν χοίρων οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν.
15
verse
118 15
ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου.
sch7
scholion
Sch. 7
Τὴν πολλὴν δὲ βάσανον ἀδολεσχίαν ἐκάλεσεν οὐ ψεκτῶς, ἐπεὶ
καὶ Ἰσαὰκ ἐξῆλθεν εἰς τὸ πεδίον ἀδολεσχῆσαι
τῷ θεῷ. Ἐκ πολλῆς οὖν τῶν ἐντολῶν μελέτης ἔρχεταί τις εἰς τὸ κατανοῆσαι τὰς ὁδοὺς τοῦ θεοῦ, τόν τε νόμον καὶ τοὺς προφήτας, τὰς φερούσας ἐπὶ τὴν βασιλικὴν καὶ τελείαν ὁδὸν τὸν Χριστὸν τὸν εἰπόντα·
Ἐγώ εἰμι ἡ ὁδός
.
17
verse
part
1
118 17 1
ἀνταπόδος τῷ δούλῳ σου
sch8
scholion
Sch. 8
Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ θεοῦ, οὗτος λεγέτω καὶ τῷ κυρίῳ τὸ ἀνταπόδος τῷ δούλῳ σου.
18
verse
118 18
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου
sch8
scholion
Sch. 8
Ὁ νόμος ἀποκαλύψεως δεῖται. Ἡ γὰρ
ἐντολὴ κυρίου τηλαυγής
ἐστιν· νόμον δὲ ἐνταῦθα ὠνόμασεν τὴν πνευματικῶς ἀλληγορουμένην τῆς γραφῆς ἱστορίαν, ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων·
Λέγετέ μοι
, φησίν,
οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας
· καὶ ἀνάγει πᾶσαν τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ.
21
verse
part
1
118 21 1
ἐπετίμησας ὑπερηφάνοις
sch10
scholion
Sch. 10
Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ,
κύριος
δὲ
ὑπερηφάνοις ἀντιτάσσεται
, κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ.
23
verse
part
2
118 23 2
ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου
sch11
scholion
Sch. 11
Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται.
25
verse
part
2
118 25 2
ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου
sch12
scholion
Sch. 12
Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται
τὰ ἐπίγεια φρονοῦσαι
, τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν ἢ χρονίζουσαι δι' οἰκονομίαν ἐν αὐτοῖς.
26
verse
part
2
118 26 2
δίδαξόν με τὰ δικαιώματά σου
sch12b
scholion
Sch. 12b
Ἐπιποθεῖ ὁ Δαυὶδ γνῶναι τὰ δικαιώματα τοῦ θεοῦ, τί ἐστι τὸ
ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, ἐν δὲ τῷ ἑβδόμῳ ἀφήσεις αὐτὸν ἐλεύθερον
, καὶ τίς ἡ ἀγαπωμένη γυνὴ καὶ τὰ ταύτης τέκνα δι' ἣν τὴν ἐλευθερίαν ἀποθεῖται ὁ δοῦλος, καὶ τίς ὁ λόγος τοῦ τιτρωσκομένου ὠτὸς καὶ τῆς αἰωνίου δουλείας ἣν αὐτὸς ἀφ' ἑαυτοῦ ὁ δοῦλος προείλετο.
28
verse
part
1
118 28 1
ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας
sch13
scholion
Sch. 13
Ἀκηδία ἐστὶ κίνησις ἐν τῷ αὐτῷ πολυχρόνιος θυμοῦ καὶ ἐπιθυμίας· τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων. Νυσταγμός ἐστι ψυχῆς λογικῆς ἀμέλεια τῶν ἀρετῶν καὶ τῆς γνώσεως τῆς τοῦ θεοῦ. Ὕπνος ἐστὶ ψυχῆς λογικῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς· διὸ καὶ ὁ σοφὸς Σολομῶν παραινεῖ
μὴ δοῦναι ὕπνον τοῖς ὄμμασι μηδὲ ἐπινυστάξαι τοῖς βλεφάροις
.
32
verse
118 32
ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου
sch14
scholion
Sch. 14
Οἱ λόγοι τῶν ἐντολῶν, πλατύνοντες τὴν καρδίαν, εὔκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν.
34
verse
part
1
118 34 1
συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου
sch15
scholion
Sch. 15
Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον.
35
verse
118 35
ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὸν ἠθέλησα
sch15b
scholion
Sch. 15b
Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὸν τὸν ἀνωτέρω τὸν εἰρημένον νόμον ἠθέλησα.
36
verse
118 36
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν
sch16
scholion
Sch. 16
Τὰ γὰρ μαρτύρια τοῦ θεοῦ ἀφιλαργυρίαν διδάσκει λέγοντα·
Οὐκ ἐπιθυμήσεις
.
37
verse
part
2
118 37 2
ἐν τῇ ὁδῷ σου ζῆσόν με.
sch17
scholion
Sch. 17
Ἐγώ εἰμι
, φησίν,
ἡ ὁδός
, ἐν τοῖς εὐαγγελίοις ὁ κύριος.
43
verse
part
1
118 43 1
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα
sch18
scholion
Sch. 18
Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ.
46
verse
118 46
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην
sch19
scholion
Sch. 19
Καὶ ὁ Παῦλός φησιν·
Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι
.
48
verse
1
part
118 48 1
καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα
sch20
scholion
Sch. 20
Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς διὰ τῶν ἐντολῶν τοῦ θεοῦ κατεργαζόμενοι τὴν πρακτικήν.
50
verse
part
1
118 50 1
αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου
sch21
scholion
Sch. 21
Πάνυ ἡ ἐλπὶς πέφυκεν ἐν τοῖς πειρασμοῖς παρακαλεῖν τὴν ψυχὴν, προσδοκίαν ἀγαθῶν παρέχουσα.
55
verse
118 55
ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου
sch22
scholion
Sch. 22
Χαλεπὸν ἐν καιρῷ πειρασμοῦ μνησθῆναι τῆς γνώσεως τοῦ θεοῦ· ὁ γὰρ φαῦλος λογισμὸς χρονίζων ἐν τῇ διανοίᾳ περισπᾷ τὸν νοῦν καὶ χωρίζει αὐτὸν τῆς μνήμης τῆς τοῦ θεοῦ, ἀφ' οὗ συμβαίνει καὶ τὸ παραβαίνειν τὸν νόμον αὐτοῦ.
57
verse
part
1
118 57 1
μερίς μου, κύριε
sch23
scholion
Sch. 23
Ὥσπερ ἐστὶν μερὶς ἡ ἀφροσύνη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις καὶ τοῦ δικαίου ἡ δικαιοσύνη.
60
verse
118 60
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου
sch24
scholion
Sch. 24
Ἡ ἀπάθεια πέφυκεν ἀτάραχον τὴν καρδίαν φυλάττειν, ἥτις ἡμῖν προσγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν.
61
verse
part
1
118 61 1
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι
sch25
scholion
Sch. 25
Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐστὶ περιπλεκόμενα τῇ ψυχῇ καὶ μὴ συγχωροῦντα αὐτῇ τὴν ὁδὸν ἐκείνην ὁδεῦσαι τὴν εἰποῦσαν·
Ἐγώ εἰμι ἡ ὁδός
. Τούτοις δὲ τοῖς σχοινίοις καὶ ὁ σατανᾶς δέδηκε τὴν θυγατέρα τοῦ Ἀβραὰμ ἣν ἔλυσεν ὁ Χριστός, εἴπερ
σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται
. Εἰ δὲ διττή ἐστιν ἡ ἁμαρτία, ἡ μὲν κατὰ διάνοιαν, ἡ δὲ κατ' ἐνέργειαν, διττὰ ἄρα νοητέον καὶ τὰ σχοινία. Καὶ ὁ μὲν λύσας τὰ κατὰ διάνοιαν σχοινία καὶ τὰ κατ' ἐνέργειαν λέλυκεν· ὁ δὲ τὰ κατ' ἐνέργειαν οὐ πάντως καὶ τὰ κατὰ διάνοιαν λέλυκεν. Καὶ ἡ μὲν παλαιὰ διαθήκη τὰ κατ' ἐνέργειαν λύει σχοινία, ἡ δὲ καινὴ τὰ κατὰ διάνοιαν·
Ἐρρέθη
γάρ, φησί,
τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω· Οὐκ ὀργισθήσῃ
.
61
verse
part
2
118 61 2
καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
sch26
scholion
Sch. 26
Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ ζῶν κατ' αὐτόν, οὗτος μνημονεύει τοῦ νόμου ὁ κατὰ τὸν νόμον πολιτευόμενος.
62
verse
118 62
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου
sch27
scholion
Sch. 27
Λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν.
63
verse
118 63
μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου
sch28
scholion
Sch. 28
Ὁ μέτοχος τῶν φοβουμένων τὸν κύριον καὶ αὐτὸς φοβεῖται τὸν κύριον· καὶ ὁ μέτοχος τῶν δικαίων καὶ αὐτὸς δίκαιός ἐστι. Τῶν μὲν γὰρ ὁ φόβος κοινός, τῶν δὲ ἡ δικαιοσύνη.
66
verse
1
part
118 66 1
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με
sch29
scholion
Sch. 29
Ἡ χρηστότης τοῦ θεοῦ τῇ γευστικῇ δυνάμει τῆς ψυχῆς ὑποπίπτει·
Γεύσασθε
γάρ, φησί,
καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος
. Γεῦσις δέ ἐστιν ἡ ἀπάθεια ψυχῆς λογικῆς διὰ τοῦ πνευματικοῦ νόμου προσγινομένη· χρηστότης δέ ἐστιν γνῶσις ἀληθὴς τῶν γεγονότων ὑπὸ Θεου· παιδεία δὲ μετριοπάθεια παθῶν· γνῶσις δέ ἐστι ἡ θεωρία τῆς ἁγίας τριάδος.
66
verse
2
part
118 66 2
ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα
sch29b
scholion
Sch. 29b
Τῶν γὰρ πιστευόντων θεῷ οἱ μὲν ἐν ταῖς ἐντολαῖς αὐτοῦ τυγχάνοντες πιστεύουσιν αὐτῷ, οἱ δὲ οὐκ ἐν ταῖς ἐντολαῖς ὄντες.
70
verse
part
1
118 70 1
ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν
sch30
scholion
Sch. 30
Ὥσπερ ὁ τυρὸς ἦν ὅτε οὐκ ἦν τυρός, οὕτω καὶ οἱ δαίμονες ἦν ποτε ὅτε οὐκ ἦσαν πονηροί. Εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν· τυρῷ γὰρ Δαυὶδ τὴν κακίαν ἀπείκασεν.
71
verse
118 71
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου
sch31
scholion
Sch. 31
Χρηστέον τούτῳ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς ἐγκαταλειφθέντας παρὰ θεῷ εἰς ὠφέλειαν ψυχῆς.
73
verse
part
1
118 73 1
αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με
sch32
scholion
Sch. 32
Πεποίηται μὲν ἡ ψυχή, πέπλασται δὲ τὸ σῶμα·
Ποιήσωμεν
γάρ, φησίν,
ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν
· καὶ πάλιν·
Λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασεν
.
74
verse
part
1
118 74 1
οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται
sch33
scholion
Sch. 33
Εὐφραίνονται πρακτικοὶ ἀκούοντες γνωστικῶν.
75
verse
118 75
ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθείᾳ ἐταπείνωσάς με
sch34
scholion
Sch. 34
Ζητήσεις πότερον τοὺς περὶ κρίσεως λόγους μεμαθηκὼς Δαυὶδ γέγραφε τοῦτο ἢ ἁπλῶς πεπιστευκὼς ὅτι οὐκ ἐνδέχεται τὸν δίκαιον θεὸν ἀδικῆσαι.
78
verse
part
1
118 78 1
αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ
sch35
scholion
Sch. 35
Ἡ αἰσχύνη εἰς συναίσθησιν πέφυκεν ἄγειν τὸν ἁμαρτάνοντα.
82
verse
118 82
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με;
sch36
scholion
Sch. 36
Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων.
85
verse
118 85
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύριε
sch37
scholion
Sch. 37
Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως θεοῦ ἐπαγγελλομένους διδάσκειν.
87
verse
part
1
118 87 1
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ
sch38
scholion
Sch. 38
Ἀντὶ τοῦ παρ' ὀλίγον ἐγενόμην γήϊνος ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος.
89
verse
118 89
εἰς τὸν αἰῶνα, κύριε ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ
sch39
scholion
Sch. 39
Ἐν ταῖς ἐπουρανίαις δυνάμεσιν ὁ τοῦ θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος·
Δυνατοὶ
γὰρ εἰς
ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ
.
91
verse
part
2
118 91 2
ὅτι τὸ σύμπαντα δοῦλα σά
sch40
scholion
Sch. 40
Εἰ τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν·
Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν
; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον ὅτι ἐκεῖνος νόμον μὴ ἔχων τὸν καταναγκάζοντα μήτε γνώσεως μέτοχος ὤν,
ἑτοιμάζεται θέρους τὴν τροφήν
.Ὁ θεὸς γὰρ λέγεται δεσπότης διττῶς ἢ ὡς δημιουργὸς ἢ ὡς γινωσκόμενος· διὸ καὶ Παῦλος γράφει·
Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ
, δηλονότι κατὰ ἀρετὴν καὶ γνῶσιν,
ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον
. Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται ὁ μύρμηξ
μὴ εἶναι ὑπὸ δεσπότην
κατὰ ταύτην τὴν δεσποτείαν.
92
verse
118 92
εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου
sch41
scholion
Sch. 41
Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνόμασε ταπεινώσεως, καθ' ὃν μάλιστα θλίβεται λογισμοὺς πονηροὺς ἔχουσα ἡ ψυχὴ, ἀφ' ὧν οὐδὲν ἕτερον οὕτω ῥύεται αὐτὴν ὡς ἡ θεωρία τῶν λόγων τοῦ θεοῦ· ἔχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν περισπᾷ τὴν διάνοιαν καὶ ἀπωθεῖται τοὺς λογισμούς.
96
verse
part
2
118 96 2
πλατεῖα ἐντολή σου σφόδρα
sch41
scholion
Sch. 41
Ὑπὲρ πάντας τοὺς ἔξωθεν λόγους οἱ λόγοι τῶν ἐντολῶν τοῦ θεοῦ πλατύνουσι καθαίροντες τὴν ψυχήν.
98
verse
part
1
118 98 1
ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου
sch43
scholion
Sch. 43
Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου τὸ
οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν
.
100
verse
1
part
118 100 1
ὑπὲρ πρεσβυτέρους συνῆκα
sch44
scholion
Sch. 44
Χρησώμεθα τούτῳ τῷ ῥητῷ πρὸς τοὺς γέροντας τοὺς τὸν μακρὸν χρόνον καὶ τὴν ἀπάθειαν νομίζοντας εἶναι πρόξενον τῆς γνώσεως τοῦ θεοῦ.
103
verse
118 103
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου
sch45
scholion
Sch. 45
Ὁ ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦς ὀνομάζεται στόμα.
106
verse
118 106
ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου
sch46
scholion
Sch. 46
Τὸ ἀμετάθετον τοῦ σκοποῦ ὅρκον ὠνόμασεν.
108
verse
1
part
118 108 1
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, κύριε
sch47
scholion
Sch. 47
Ἑκούσια τοῦ στόματος ἡμῶν ἐστι παρθενία, βρωμάτων καὶ πομάτων ἀποχή, ἀναχώρησις ἡ ἐν τοῖς ἐρήμοις τόποις διαγωγή· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν. Ὁ τοίνυν πάσας ποιήσας τὰς ἐντολάς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, οὗτος λεγέτω· τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ τοῦτο λέγειν οὐχ ἕξει παρρησίαν.
109
verse
part
1
118 109 1
ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός
sch48
scholion
Sch. 48
Ζητήσεις πῶς ἡ ψυχὴ τοῦ Δαυὶδ διαπαντὸς ἐν ταῖς χερσὶ τοῦ θεοῦ, πότερον ὡς ἐν δικαιοσύνῃ ἢ ὡς ἐν γνώσει. Καὶ τάχα τὸ πρότερον· ἀγγέλων μὲν γάρ ἐστι τὸ
διαπαντὸς βλέπειν τὸ πρόσωπον τοῦ θεοῦ
, τουτέστι τὴν θεωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι διαπαντὸς δικαιοπραγεῖν κατ' ἐνέργειαν, ὅπερ ἐστὶ τὸ εἶναι ἐν ταῖς χερσὶ τοῦ θεοῦ. Ἡ γὰρ κατὰ διάνοιαν δικαιοπραγία μόνῳ προσῆν τῷ Χριστῷ,
ὃς ἁμαρτίαν οὐκ ἐποίησεν
, δηλονότι κατ' ἐνέργειαν,
καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ
· σαφὲς, ὅτι κατὰ διάνοιαν.
112
verse
118 112
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν
sch49
scholion
Sch. 49
Ἡ ἀντάμειψις τῶν δικαιωμάτων ἡ γνῶσις αὐτῶν ἐστιν.
113
verse
118 113
παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα
sch50
scholion
Sch. 50
Ὁ παράνομος καθὸ παράνομος ὑπάρχει μισητός ἐστι, καθὸ δὲ εἰκὼν καὶ πλάσμα θεοῦ ἀγαπητός ἐστι. Κατὰ τὴν δευτέραν γοῦν ἔννοιαν καὶ τοῖς ἐν τῇ φυλακῇ προσβάλλειν ἡμῖν προτέτακται καὶ εὖ ποιεῖν τοὺς κακούργους νενομοθέτηται. Δύναται δὲ παρανόμους ἐνταῦθα λέγειν λόγους καὶ νόμους οὓς μεμίσηκεν ὁ Δαυίδ.
115
verse
118 115
ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου
sch51
scholion
Sch. 51
Ἐὰν μὴ ἐκκλίνωσιν ἀφ' ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται διὰ τὸ προξένους ἡμῖν γίνεσθαι τῆς γνώσεως τοῦ θεοῦ.
116
verse
118 116
ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου
sch52
scholion
Sch. 52
Ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει
.
120
verse
part
1
118 120 1
καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου·
sch53
scholion
Sch. 53
Δι' οὗ ἐμοὶ κόσμος ἐσταυρώθη κἀγὼ τῷ κόσμῳ
.
121
verse
118 121
ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με
sch54
scholion
Sch. 54
Πῶς οὖν Ἰὼβ ποιήσας κρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ κύριος ἐμαρτύρησεν, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν; Ἢ τὴν ψυχὴν αὐτοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ κτημάτων ὁ δίκαιος οἶδεν καταφρονεῖν.
124
verse
118 124
ποίησον τῷ δούλῳ σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με
sch55
scholion
Sch. 55
Μόνος ὁ σοφὸς δοῦλός ἐστι τῆς σοφίας καὶ μόνος ὁ δίκαιος δοῦλος τῆς δικαιοσύνης ἐστίν· οὕτω καὶ ὁ Παῦλος ἐν ταῖς ἐπιστολαῖς ἑαυτὸν προέγραφεν
δοῦλον Ἰησοῦ Χριστοῦ
.
126
verse
part
1
118 126 1
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ
sch56
scholion
Sch. 56
Καιρός ἐστι χρόνος κατορθώσεως.
128
verse
118 128
διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα
sch57
scholion
Sch. 57
Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας πᾶσαν ὁδὸν ἄδικον οὐκ ἐμίσησεν. Εἰ δὲ
ὁ φόβος τοῦ κυρίου μισεῖ ἀδικίαν
, οὗτος δὲ οὐκ ἐμίσησεν ἀδικίαν, οὗτος οὐ φοβεῖται τὸν κύριον. Ὁ δὲ μὴ φοβούμενος τὸν κύριον οὐ μακάριος, εἴπερ
μακάριος ἀνήρ
ἐστιν
ὁ φοβούμενος τὸν κύριον
.
130
verse
118 130
ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους
sch58
scholion
Sch. 58
Ἡ ἑρμηνεία τῶν λόγων τοῦ θεοῦ φωτίζει τοὺς νηπίους ἐν Χριστῷ.
131
verse
part
1
118 131 1
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα
sch59
scholion
Sch. 59
Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν ἕλκει τὸ ἅγιον πνεῦμα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ θεοῦ.
133
verse
part
2
118 133 2
καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία
sch60
scholion
Sch. 60
Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία, τοῦ δὲ κατ' ἐνέργειαν παρανομοῦντος κατακυριεύειν. Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει.
135
verse
118 135
τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου
sch61
scholion
Sch. 61
Τοῦτο
τὸ πρόσωπον διαπαντὸς οἱ ἄγγελοι βλέπουσι τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς
. Πλὴν τοῦτο σημειωτέον ὅτι τῆς ἀγγελικῆς γνώσεώς ἐστιν ἡ θεωρία τῶν δικαιωμάτων.
136
verse
118 136
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου
sch62
scholion
Sch. 62
Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομάζει, ἀφ' ὧν ὑδάτων εἴργει ἡμᾶς ἐν ταῖς Παροιμίαις ὁ σοφὸς Σολομὼν λέγων·
Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς
.
140
verse
part
1
118 140 1
πεπυρωμένον τὸ λόγιόν σου σφόδρα
sch63
scholion
Sch. 63
Τὸ πεπυρωμένον λόγιον τοῦ θεοῦ κατακαίει
ξύλα, χόρτον, καλάμην
, τὰς μοχθηρὰς ἕξεις καταναλίσκον.
143
verse
part
1
118 143 1
θλῖψις καὶ ἀνάγκη εὕροσάν με
sch64
scholion
Sch. 64
Ὥς περιζητουσῶν ἡμᾶς τῶν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ εὕροσάν με. Ἢ τάχα θλίψεις οἱ θλίβοντες λέγονται καὶ ἀνάγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ γραφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν· οὕτω παρὰ Παύλῳ·
Ἡ ἀγάπη οὐ περπερεύεται
· καὶ παρὰ Σολομῶνι·
Ἡ κακὴ βουλὴ ἀπέλιπεν τὴν διδασκαλίαν τὴν ἐκ νεότητος καὶ τῆς θείας ἐπελάθετο διαθήκης
. Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνάπαλιν ἡ γραφὴ καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρετὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει· ἐν γὰρ ταῖς Παροιμίαις φησίν·
Οἱ ἀπαίδευτοι ἔνθεσθε καρδίαν
, ἀντὶ τοῦ ἀρετήν· καὶ ὁ Παῦλος·
Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν
, ἀντὶ τοῦ ἀπὸ τῆς τοιᾶσδε γνώμης.
144
verse
part
2
118 144 2
συνέτισόν με καὶ ζῆσόν με
sch65
scholion
Sch. 65
Ἡ σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν, τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν.
145
verse
part
1
118 145 1
ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε
sch66
scholion
Sch. 66
Ὁ
ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν θεόν
, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ.
147
verse
part
1
118 147 1
προέφθασα ἐν ἀωρίᾳ καὶ ἐξέκραξα
sch67
scholion
Sch. 67
Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα.
151
verse
part
1
118 151 1
ἐγγὺς εἶ σύ, κύριε
sch68
scholion
Sch. 68
Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυκότος δικαιοπραγεῖν καὶ ἡ γνῶσις τοῦ πεφυκότος γινώσκειν· πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατ' ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν.
155
verse
part
1
118 155 1
μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία
sch69
scholion
Sch. 69
Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεώς ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ, αὕτη δὲ καθαραῖς καρδίαις ἐγγίνεται, καλῶς λέγεται τὸ μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία·
Εἰς
γὰρ
κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία
.
157
verse
part
1
118 157 1
πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες·
sch70
scholion
Sch. 70
Μακάριοι
, φησίν,
οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν
.
158
verse
part
1
118 158 1
εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην
sch71
scholion
Sch. 71
Ὁ ζῆλος τοῦ οἴκου σου
, φησί,
κατέφαγέν με
.
159
verse
118 159
ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα· κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με
sch72
scholion
Sch. 72
Ὁ ἀγαπῶν τὰς ἐντολὰς ποιείτω αὐτὰς καὶ ζήσεται ἐν αὐταῖς ἢ δι' αὐτῶν, ἐν αὐταῖς μὲν τοὺς λόγους τῆς πρακτικῆς ἐγνωκώς, δι' αὐτῶν δὲ σοφίας καταξιωθείς.
160
verse
part
1
118 160 1
ἀρχὴ τῶν λόγων σου ἀλήθεια
sch73
scholion
Sch. 73
Εἰ ἀρχὴ τῶν λόγων τοῦ θεοῦ ἐστιν ἀλήθεια, ὁ δὲ Χριστός ἐστιν ἡ ἀλήθεια·
Ἐγὼ
γὰρ, φησίν,
εἰμὶ ἡ ἀλήθεια
, ὁ Χριστὸς ἄρα ἀρχὴ τῶν λόγων ἐστὶν τοῦ θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει ὡς αἴτιον. Πάλιν· εἰ ἡ ἀρχὴ τῶν λόγων ἐστὶν ἡ ἀλήθεια, ἐν οἷς ἂν αὕτη ἐγγένηται, ἐν ἐκείνοις γενήσονται καὶ οἱ λόγοι τοῦ θεοῦ.
161
verse
part
1
118 161 1
ἄρχοντες κατεδίωξάν με δωρεάν
sch74
scholion
Sch. 74
Ἄρχοντας λέγει
τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου
·
Ἔρχεται
γάρ, φησίν,
ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν
.
Κόσμον
δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας.
161
verse
2
part
118 161 2
καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου
sch75
scholion
Sch. 75
Τὸ ἐδειλίασεν ἀντὶ τοῦ εὐλαβήθη ἐχρήσατο.
164
verse
part
1
118 164 1
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι
sch76
scholion
Sch. 76
Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τοῦ μέλλοντος αἰῶνος
δύναμιν ἀναστάσεως
περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολόν ἐστι τούτου τοῦ κόσμου. Μήποτε οὖν τοὺς περὶ δικαίας κρίσεως λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυὶδ ᾔνει τὸν κύριον.
165
verse
118 165
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
sch77
scholion
Sch. 77
Εἰ οἱ μικροὶ σκανδαλίζονται —
ὅστις
γὰρ
ἂν σκανδαλίσῃ
, φησίν,
ἕνα τῶν μικρῶν τούτων
—, οἱ δὲ ἀγαπῶντες τὸν κύριον οὐ σκανδαλίζονται, οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν κύριον. Διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφ' οἷς καὶ σκανδαλίζονται.
170
verse
part
1
118 170 1
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου
sch78
scholion
Sch. 78
Τὸ ἀξίωμα, τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, ἄλλοι δὲ τὴν ἀξίωσιν, τουτέστιν τὴν ἱκεσίαν.
171
verse
118 171
ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου
sch79
scholion
Sch. 79
Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν —
εὐθυμεῖ
γάρ
τις
, φησίν,
ἐν ὑμῖν, ψαλλέτω
— οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν. Ἀλλὰ τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις ἢ τοῖς ἔχουσι σχεδὸν ἀγγελικὴν κατάστασιν· οὕτω καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ψαλλόντων τῶν ἀγγέλων, ἀλλ'
ὑμνούντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία
. Εὐθυμία τοίνυν ἐστὶν ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ καὶ τῶν ἀληθῶν δογμάτων προσγινομένη· ὕμνος δέ ἐστι δοξολογία μετ' ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γινομένων ὑπὸ θεοῦ.
172
verse
part
2
118 172 2
ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη σου
sch80
scholion
Sch. 80
Δικαιοσύνη, τουτέστιν δικαιοσύνης ποιητικαί.
175
verse
part
1
118 175 1
ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε
sch81
scholion
Sch. 81
Τὸ αἰνεῖν τὸν κύριον τῶν ζώντων ἐστίν·
Οἱ
γὰρ
νεκροὶ οὐκ αἰνέσουσι
τὸν κύριον.
176
verse
part
1
118 176 1
ἐπλανήθην ὡς πρόβατον ἀπολωλός
sch82
scholion
Sch. 82
Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ κύριος, ἔπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία.
138
psalm
Psalm 138
2
verse
1
part
138 2 1
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου
sch1
scholion
Sch. 1
Καθέδρα ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς καθ' ἣν δυσκίνητος γίνεται πρὸς κακίαν· ἔγερσίς ἐστιν ἀπὸ τῶν αἰσθητῶν πραγμάτων ἐπὶ τὰ νοητὰ μετάβασις.
4
verse
138 4
ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου
sch2
scholion
Sch. 2
Γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν.
7
verse
138 7
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
sch3
scholion
Sch. 3
Οὐκ ἔστι τόπος ἔνθα μή ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ καὶ οἱ λόγοι τῶν γεγονότων. Κἂν γὰρ τὰ σώματα διαφύγῃ ὁ νοῦς, ἀλλ' εἰς τοὺς λόγους αὐτῶν ἐμπεσεῖται· εἰ δὲ καὶ τούτους παρέλθοι, τὴν γοῦν ἀσώματον οὐ διαφεύξεται φύσιν, ἀλλ' ἐν ἀυτῇ ὄψεται τὸν δημιουργόν· εἰ δὲ καὶ τοὺς λόγους τῆς ἀσωμάτου φύσεως ὁ νοῦς ὑπερβαίη, ὄψεται πάλιν τὴν ἁγίαν τριάδα, ἥτις γνῶσίς ἐστιν ἀπέραντος καὶ οὐσιώδης σοφία.
11
verse
138 11
καὶ εἶπα· ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου
12
verse
138 12
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.
sch4
scholion
Sch. 4
Εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστίν,
ἐσκοτίσθη
γάρ, φησίν,
ἡ ἀσύνετος αὐτῶν καρδία
, εἰκότως ἄρα ὁ αἴτιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν, τοῦ θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος·
Τὸ
γὰρ
φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν
. Ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν.
13
verse
1
part
138 13 1
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε
sch5
scholion
Sch. 5
Οὗτινος τοὺς νεφροὺς κτᾶται ὁ κύριος, λεγέτω τὸ
κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου
.
15
verse
138 15
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς
sch6
scholion
Sch. 6
Ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν ἣν ἐποίησεν μόνος ὁ θεὸς κακίας ἐκτός, ὕστερον δὲ γέγονεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, τουτέστιν ἐν ἐσχάτῃ ἀκαθαρσίᾳ, ἀλλ' ὅμως καὶ τοῦτο μέλλουσαν αὐτὴν πάσχειν προεῖδεν ὁ κύριος καὶ διὰ τῆς προνοίας πάλιν τῷ ἰδίῳ βιβλίῳ αὐτὴν ἐγκατέγραψεν.
16
verse
1
part
138 16 1
τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου
sch7
scholion
Sch. 7
Ἀκατέργαστός ἐστι ψυχὴ ἡ μήπω δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως .
16
verse
2
part
138 16 2
καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται
sch8
scholion
Sch. 8
Βιβλίον θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράφεσθαι νοῦς καθαρός· ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ προνοίας καὶ κρίσεως λόγοι, δι' οὗ βιβλίου γινώσκεται ὁ θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· καὶ δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους αὐτοῖς· προνοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ τούς περιέχοντας τούτους αἰῶνας.
16
verse
3
part
138 16 3
ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς
sch9
scholion
Sch. 9
Ἐν γνώσει πλασθήσονται καὶ οὐδεὶς ἔσται γνώσεως ἐκτός, ὅπως γένηται
ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν
.
18
verse
2
part
138 18 2
ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ
sch10
scholion
Sch. 10
Ἔγειρε
, φησίν,
ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν και ἐπιφαύσει ὁ Χριστός
· διὸ ἔγερσίς ἐστι ψυχῆς ἡ ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπάνοδος.
20
verse
2
part
138 20 2
λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου
sch11
scholion
Sch. 11
Αἱ λογικαὶ ψυχαὶ πόλεις εἰσὶ τοῦ θεοῦ, πεφυκυῖαι δέχεσθαι νόμον θεοῦ καὶ αὐτὸν τὸν θεόν, ἅστινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότητα καὶ ἐργασίαν κακίας.
22
verse
1
part
138 22 1
τέλειον μῖσος ἐμίσουν αὐτοὺς
sch12
scholion
Sch. 12
Εἰ ὁ τελείως μισήσας τὸν πονηρὸν ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων ἡστινοσοῦν κακίας αὐτοῧ τελείως οὐ μεμίσηκε τὸν πονηρόν.
23
verse
1
part
138 23 1
δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου
sch13
scholion
Sch. 13
Εἰ
ὁ θεὸς ἡμῶν
ἐστι
πῦρ καταναλίσκον
, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων.