Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν
1 1 1 1 1 | Rondeau Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν | VatGr754 μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, |
3 1 1 3 1 3 | Rondeau καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν | VatGr754 καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν |
sch1 1 sch1 1 sch1 | Rondeau Βουλὴ ἀσεβῶν ἐστι λογισμὸς ἐμπαθὴς τοῖς αἰσθητοῖς πράγμασι τὸν νοῦν προσδεσμῶν. [Οὐκ εἶπε δὲ, ἄνθρωπος, ἀλλ' ἀνήρ, ὅτι πρὸς ἀγῶνας καὶ πάλας καὶ μάχας τὰς ὑπὲρ ἀρετῆς καλεῖ καὶ βούλεται καὶ τὰς γυναῖκας ἀρρενωποὺς καὶ ἀνδρείας εἶναι.] | VatGr754 βουλὴ ἀσεβῶν ἐστι λογισμὸς ἐμπαθὴς αἰσθητοῖς πράγμασι τὸν νοῦν προσδεσμῶν. Οὐκ εἶπε δὲ, « ἄνθρωπος », ἀλλ' « ἀνὴρ », ὅτι πρὸς ἀγῶνας καὶ πάλας καὶ μάχας τὰς ὑπὲρ ἀρετῆς καλεῖ· καὶ βούλεται καὶ τὰς γυναῖκας ἀῤῥενώπους καὶ ἀνδρείας εἶναι. |
sch3 1 sch3 1 sch3 | Rondeau καθέδρα λοιμῶν ἐστι λογικῆς ψυχῆς ἕξις χειρίστη, καθ' ἣν καὶ τοὺς ἄλλους διδάσκει παρανομεῖν. | VatGr754 καθέδρα λοιμῶν ἐστι λογικῆς ψυχῆς ἕξις χειρίστη, καθ' ἣν καὶ τοὺς ἄλλους διδάσκει παρανομεῖν. |
sch2 1 sch2 1 sch2 | Rondeau μακαριότης δὲ ψυχῆς ἀπάθεια μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. | VatGr754 μακαριότης δὲ, ψυχῆς ἀπάθεια μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. |
2 1 2 2 1 2 | Rondeau καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. | VatGr754 καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. |
sch4 1 sch4 1 sch4 | Rondeau [οὗτος διαπαντὸς μελετήσει τῷ νόμῳ τοῦ θεοῦ ὁ τὰ καλὰ ἔργα διαπραττόμενος.] | VatGr754 οὗτος διὰ παντὸς μελετήσει τῷ νόμῳ τοῦ θεοῦ ὁ τὰ καλὰ ἔργα διαπραττόμενος. |
3 1 3 1 3 | Rondeau καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται | VatGr754 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται |
sch5 1 sch5 1 sch5 | Rondeau Ὁ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη καὶ τὰ ἑξῆς. Ὅρα πῶς ἐμψύχως εἴρηται δώσει, ἀλλ' οὐκ οἴσει. Δίδωσι δὲ ὁ δίκαιος ἐν καιρῷ θυμοῦ καὶ ἐπιθυμίας μακροθυμίαν, ἀνδρείαν, σωφροσύνην, ἐν λοιδορίᾳ καὶ καταλαλιᾷ τὴν εὐλογίαν, τὴν σιωπήν, τοὺς ἐπαίνους, ὧν τὰς ἐπικαρπίας κομίσεται ἐν τῷ μέλλοντι. Θάλλει δὲ καὶ ὧδε κομῶν ὡς φύλλοις τῇ ἐλπίδι ψυχαγωγούσῃ τὴν τῶν κόπων βαρύτητα ἢ τῇ ταπεινώσει τηρούσῃ καὶ σκεπούσῃ τοὺς καρποὺς ἀδιαπτώτους. | VatGr754 ὁ̔ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χάρα, εἰρήνη καὶ τὰ ἑξῆς. ὅρα πῶς ἐμψύχως εἴρηται δώσει, ἀλλ' οὐκ οἰσει. δίδωσι δὲ ὁ δίκαιος ἐν καιρῷ θυμοῦ καὶ ἐπιθυμίας μακροθυμίαν, ἀνδρείαν, σωφροσύνην, ἐν λοιδορίᾳ καὶ καταλαλιᾷ τὴν εὐλογίαν, τὴν σιωπήν, τοὺς ἐπαίνους, ὧν τὰς ἐπικαρπίας κομίσεται ἐν τῷ μέλλοντι, θάλλει δὲ καὶ ὧδε κομῶν ὡς φύλλοις τῷ ἐλπίδι ψυχαγωγούσῃ τὴν τῶν κόπων βαρύτητα ἢ τῇ ταπεινώσει τηρούσῃ καὶ σκεπούσῃ τοὺς καρποὺς ἀδιαπτώτους. |
sch6 1 sch6 1 sch6 | Rondeau τὰ φύλλα δεικνύουσι τὰ δένδρα καὶ τὸν δίκαιον τὰ καθήκοντα. [Ἔστι δὲ φύλλα γνωρίσματα ψυχῆς ἀγαθῆς διὰ σώματος ἐκτελούμενα, οἷον εἶδος ἐσθῆτος, βῆμα ποδός, προσώπου μειδίαμα.] | VatGr754 τὰ φύλλα δεικνύουσι τὰ δένδρα καὶ τὸν δίκαιον τὰ καθήκοντα. ἔστι δὲ φύλλα γνωρίσματα ψυχῆς ἀγαθῆς διὰ σώματος ἐκτελούμενα, οἷον εἶδος ἐσθῆτος, βῆμα ποδός, προσώπου μειδίαμα. |
1 1 4 1 1 4 | Rondeau οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως | VatGr754 οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, |
sch7 1 sch7 1 sch7 | Rondeau [Ἐσχηματισμένην οἱ ἄπιστοι κέκτηνται τὴν ἀρετήν.] | VatGr754 ἐσχηματισμένην οἱ ἄπιστοι κέκτηνται τὴν ἀρετήν. |
sch8 1 sch8 1 sch8 | Rondeau [Οὔτε δὲ ἐν τῷ Ἑβραϊκῷ κεῖται ὁ διπλασιασμὸς οὔτε τις τῶν ἑρμηνευτῶν ἐχρήσατο αὐτῷ.] | VatGr754 Κρίσις ἐστὶ δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις· ἀσεβῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα. Ἐγερθήσονται γὰρ οἱ ἀσεβεῖς οὐκ ἐν τῇ προτέρᾳ κρίσει, ἀλλ' ἐν τῇ δευτέρᾳ. |
1 1 5 1 1 5 | Rondeau διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει | VatGr754 διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει [οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·] |
sch10 1 sch10 1 sch10 | Rondeau Κρίσις ἐστὶ δικαίων μὲν ἡ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ ἀγγελικὰ μετάβασις, ἀσεβῶν δὲ ἀπὸ πρακτικοῦ σώματος ἐπὶ σκοτεινὰ καὶ ζοφερὰ μετάθεσις σώματα. Ἐγερθήσονται οὖν οἱ ἀσεβεῖς οὐκ ἐν τῇ προτέρᾳ κρίσει, ἀλλ' ἐν τῇ δευτέρᾳ. | VatGr754 |
sch9 1 sch9 1 sch9 | Rondeau [Τὸ εἰς κρίσιν, οὐκ εἰς ἐρώτησιν.] | VatGr754 μόνον τὸ καλὸν οἶδεν ὁ θεὸς, φαῦλον δὲ οὐδέν· ἀνάξια γὰρ τῆς γνώσεως αὐτοῦ. |
1 1 6 1 1 6 | Rondeau ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, | VatGr754 ὅτι γινώσκει κύριος ὁδὸν δικαίων, |
sch11 1 sch11 1 sch11 | Rondeau [Μόνον τὸ καλὸν οἶδεν ὁ θεὸς, φαῦλον δὲ οὐδέν· ἀνάξια γὰρ τῆς γνώσεως αὐτοῦ.] | VatGr754 |
1 2 5 1 2 5 1 | Rondeau τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ | VatGr754 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ |
sch1 2 sch1 2 sch1 | Rondeau Ὀργή ἐστι θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος γινομένη. | VatGr754 Ὀργή ἐστι Θεοῦ κόλασις ἐπίπονος ἐπὶ τῷ συμφέροντι τοῦ ἡμαρτηκότος. |
7 2 7 2 7 | Rondeau κύριος εἶπεν πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε | VatGr754 κύριος εἶπεν πρός με υἱός μου εἶ σύ,ἐγὼ σήμερον γεγέννηκά σε· |
sch2 2 sch2 2 sch2 | Rondeau Ἄχρις οὗ τὸ σήμερον καλεῖται. | VatGr754 ἄχρι τὸ σήμερον καλεῖται. |
1 2 8 1 2 8 1 | Rondeau αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου | VatGr754 αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου |
sch3 2 sch3 2 sch3 | Rondeau Κληρονομίαν ἐνταῦθα ὠνόμασεν τὴν φύσιν τὴν λογικὴν κληρονομοῦσαν αὐτὸν ὡς σοφίαν καὶ γνῶσιν καὶ ἀλήθειαν καὶ δικαιοσύνην· κληρονομία δέ ἐστι φύσεως λογικῆς θεωρία σωμάτων καὶ ἀσωμάτων καὶ τοῦ αἰτίου τούτων θεοῦ. | VatGr754 κληρονομίαν ἐνταῦθα ὠνόμασεν τὴν φύσιν τὴν λογικὴν κληρονομοῦσαν αὐτὸν ὡς σοφίαν καὶ γνῶσιν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. κληρονομία δὲ ἐστι φύσεως λογικῆς θεωρία σωματῶν καὶ ἀσωμάτων καὶ τοῦ αἰτίου τούτων Θεοῦ. |
1 2 12 1 2 12 1 | Rondeau δράξασθε παιδείας μήποτε ὀργισθῇ κύριος | VatGr754 δράξασθε παιδείας μήποτε ὀργισθῇ κύριος |
sch4 2 sch4 2 sch4 | Rondeau Παιδεία ἐστὶ μετριοπάθεια παθῶν, ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς, εἴγε πρακτική ἐστι διδασκαλία πνευματικὴ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα. | VatGr754 παιδεία ἐστὶ μετριοπαθεία παθῶν· ὅπερ συμβαίνειν πέφυκεν ἐκ τῆς πρακτικῆς, εἴγε πρακτική ἐστι διδασκαλία πνευματικὴ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα. |
1 3 2 1 3 2 1 | Rondeau κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; | VatGr754 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; |
sch1 3 sch1 3 sch1 | Rondeau Οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσιν. | VatGr754 οἱ προκόπτοντες πολλοὺς τοὺς θλίβοντας ἔχουσι:- |
4 3 4 3 4 | Rondeau σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου | VatGr754 σὺ δέ, κύριε, ἀντιλήμπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. |
sch2 3 sch2 3 sch2 | Rondeau Τὸ τηνικαῦτα ὑψοῦται νοῦς ὁπηνίκα ἂν ἐπιβάλῃ τῇ πολυποικίλῳ σοφίᾳ τῇ τοῦ θεοῦ . | VatGr754 τὸ τηνικαῦτα ὑψοῦται νοῦς ὁπηνικα ἂν ἐπιβάλῃ τῇ πολυποικίλῳ σοφίᾳ τῇ τοῦ θεοῦ. |
5 3 5 3 5 | Rondeau φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ εἰσήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ | VatGr754 φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. |
sch3 3 sch3 3 sch3 | Rondeau Ὄρος ἅγιόν ἐστιν ὁ Χριστός. | VatGr754 ὄρος ἅγιόν ἐστιν ὁ Χριστός:- |
8 3 8 3 8 | Rondeau ὀδόντας ἁμαρτωλῶν συνέτριψας, | VatGr754 Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου,ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας, |
sch4 3 sch4 3 sch4 | Rondeau Ὀδόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες· τοῖς γὰρ λογισμοῖς ὡς ὀδοῦσι χρώμενοι πολλάκις οἱ ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα· Φανερὰ δέ , φησὶν, ἐστὶν τὰ ἔργα τῆς σαρκὸς ὁ θεῖος ἀπόστολος. | VatGr754 ὀδόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι, παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες· τοἷς γὰρ λογισμοίς ὡς ὀδοῦσι χρώμενοι πολλάκις οἱ ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα· « φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς,» φησὶν ὁ θεῖος ἀπόστολος:- |
1 4 2 1 4 2 1 | Rondeau ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου | VatGr754 ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου |
2 4 2 2 4 2 | Rondeau ἐν θλίψει ἐπλάτυνάς μοι | VatGr754 ἐν θλίψει ἐπλάτυνας μοι |
sch1 4 sch1 4 sch1 | Rondeau Οὐ μετὰ τὸ ἐπικαλέσασθαι εἰσήκουσέν μου, ἀλλ' ἐν τῷ ἐπικαλεῖσθαι. | VatGr754 οὐ μετὰ τὸ ἐπικαλεῖσθαι εἰσήκουσέν με, ἀλλ' ἐν τῷ ἐπικαλεῖσθαι:- |
sch2 4 sch2 4 sch2 | Rondeau Ὅταν τῶν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκωμεν, τότε μάλιστα πλατυνόμεθα. | VatGr754 ὁταν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκωμεν, τότε μάλιστα πλατυνόμεθα:- |
1 4 3 1 4 3 1 | Rondeau υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι | VatGr754 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι |
sch3 4 sch3 4 sch3 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴγυπτον κύριος ἐπὶ νεφέλης λέγεται καθέζεσθαι κούφης . Νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ πάσης ἀρετῆς πεπληρωμένη καὶ γνώσεως. | VatGr754 ἐντεῦθεν γινώσκομεν ὅτι βαρείας φύσεώς ἐστιν ἡ κακία, διόπερ ὁ ἐρχόμενος εἰς τὴν Αἴγυπτον κύριος, ἐπὶ νεφέλης λέγεται καθέζεσθαι κούφης. νεφέλη δὲ κούφη ἐστὶ φύσις λογικὴ, πάσης ἀρετῆς πεπληρωμένη καὶ γνώσεως:- |
1 4 5 1 4 5 1 | Rondeau ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε | VatGr754 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε |
sch4 4 sch4 4 sch4 | Rondeau Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦντα τὴν ὀργήν. | VatGr754 Παραινεῖ μὴ συγκατατίθεσθαι τῇ φαντασίᾳ μηδὲ τὸ ἔργον ἐπάγειν κυροῦν τὴν ὀργήν:- |
6 4 6 4 6 | Rondeau θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον | VatGr754 θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ κύριον. |
sch5 4 sch5 4 sch5 | Rondeau Θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς προσφερομένη θεῷ· ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς. | VatGr754 θυσία δικαιοσύνης ἐστὶν ἀπάθεια ψυχῆς λογικῆς, προσφερομένη θεῷ. ἐλπὶς δέ ἐστιν ἀγαθὴ προσδοκία γνώσεως ἀληθοῦς:- |
2 4 7 2 4 7 2 | Rondeau ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε | VatGr754 ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε |
sch6 4 sch6 4 sch6 | Rondeau οἱ μὲν ἄγγελοι διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσώπου αὐτοῦ· πρόσωπον γὰρ κυρίου ἐστὶν θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων, φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θεκωϊτίδα, ὥσπερ ἄγγελος θεοῦ ἦν ὁ Δαυὶδ πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς. | VatGr754 οἱ μὲν ἄγγελοι διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ θεοῦ, οἱ δὲ ἄνθρωποι τὸ φῶς τοῦ προσώπου αὐτοῦ· πρόσωπον γὰρ κυρίου ἐστὶν θεωρία πνευματικὴ πάντων τῶν ἐπὶ γῆς γεγονότων. φῶς δὲ προσώπου ἐστὶν ἡ μερικὴ γνῶσις τούτων αὐτῶν, εἴπερ κατὰ τὴν σοφὴν Θηκωϊτίδα· ὤσπερ ἄγγελος θεοῦ ἦν ὁ Δαυὶδ, πάντα εἰδὼς τὰ ἐπὶ τῆς γῆς:- |
8 4 8 4 8 | Rondeau ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν | VatGr754 Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. |
sch7 4 sch7 4 sch7 | Rondeau Σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς, εὐφροσύνη δὲ θεοῦ εὐφραίνει δικαίους. | VatGr754 σῖτος καὶ οἶνος καὶ ἔλαιον πληθύνει ἁμαρτωλούς· εὐφροσύνη δὲ θεοῦ εὐφραίνει δικαίους:- |
1 5 1 5 1 | Rondeau εἰς τὸ τέλος· ὑπὲρ τῆς κληρονομούσης. | VatGr754 εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης. |
sch1 5 sch1 5 sch1 | Rondeau Ἡ κληρονομοῦσά ἐστιν ἡ φύσις ἡ λογική. | VatGr754 ἡ κληρονομία τοῦ χριστοῦ ἐστιν ἡ φύσις ἡ λογική. :- |
4 5 4 5 4 | Rondeau τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι | VatGr754 τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι |
sch2 5 sch2 5 sch2 | Rondeau Ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς ταῦτα λεγέτω τὰ ῥήματα. | VatGr754 ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ταῦτα λεγέτω τὰ ῥήματα:- |
1 5 7 1 5 7 1 | Rondeau ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος | VatGr754 ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος |
sch3 5 sch3 5 sch3 | Rondeau Οὐκ εἶπεν τοὺς λαλήσαντας, ἀλλὰ τοὺς λαλοῦντας. Εἰ δὲ ἀπόλλυσι κύριος τοὺς λαλοῦντας τὸ ψεῦδος, πᾶς δὲ ἄνθρωπος ψεύστης κατὰ τὸν Δαυίδ, πάντας ἄρα τοὺς ἀνθρώπους κατὰ τὸν λόγον τοῦτον ἀπόλλυσι κύριος, ἵν' ἀποθέμενοι τὸ εἶναι ἄνθρωποι γένωνται θεοί, ἐπειδὴ καὶ θεοὶ γεγονότες καὶ υἱοὶ ὑψίστου γεγόνασιν πάντες γεγόνασιν ἄνθρωποι. | VatGr754 ουκ εἶπεν̓ τοὺς λαλήσαντας, ἀλλὰ τοὺς λαλοῦντας. εἰ δὲ ἀπόλλυσι κύριος τοὺς λαλοῦντας τὸ ψεῦδος, πᾶς δὲ ἄνθρωπος ψεύστης κατὰ τὸν Δαυίδ, πάντας ἄρα τοὺς ἀνθρωπους κατὰ τὸν λόγον τοῦτον ἀπόλλυσι κύριος, ἵν’ ἀποθέμενοι τὸ εἶναι ἄνθρωποι γένωνται θεοί, ἐ̓πειδὴ καὶ θεοὶ γεγονότες καὶ υἱοὶ ὑψίστου γεγόνασιν πάντες ἄνθρωποι:- |
2 5 8 2 5 8 2 | Rondeau προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου | VatGr754 προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου |
sch4 5 sch4 5 sch4 | Rondeau Ναὸς ἅγιός ἐστιν τοῦ θεοῦ ὁ Χριστός, διότι ὁ θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ . | VatGr754 ναὸς ἅγιός ἐστι τοῦ θεοῦ ὁ Χριστὸς, διότι ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ:- |
sch5 5 sch5 5 sch5 | Rondeau Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ , ἐν φόβῳ δὲ κυρίου προσκυνεῖ τὸν ναὸν, ἐκκλίνας ἄρα ἀπὸ παντὸς κακοῦ προσκυνεῖ τὸν ναόν, ὅς ἐστι Χριστός· Λύσατε γὰρ , φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν . | VatGr754 εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· ἐν φόβῳ δὲ κυρίου προσκυνεῖ τὸν ναὸν, ὅς ἐστι Χριστός· λύσατε γὰρ, φησὶν, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν:- |
1 5 9 1 5 9 1 | Rondeau κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου | VatGr754 κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μου. |
sch6 5 sch6 5 sch6 | Rondeau Ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἢ ἐν τῷ Χριστῷ. | VatGr754 ἐν τῇ κατὰ πρακτικὴν δικαιοσύνῃ ἐν τῷ Χριστῷ. |
1 5 10 1 5 10 1 | Rondeau ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια | VatGr754 ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. |
3 5 10 3 5 10 3 | Rondeau τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν | VatGr754 τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν |
sch7 5 sch7 5 sch7 | Rondeau Πότερον οὐδεμία ἀλήθεια ἢ ὁ Χριστός; Καὶ τάχα τὸ δεύτερον. | VatGr754 πρότερον, οὐδεμία ἀλήθεια, ἢ ὁ Χριστός· καὶ τάχα τὸ δεύτερον. |
sch8 5 sch8 5 sch8 | Rondeau Νεκρῶν ἔργων πεπληρωμένος. | VatGr754 νεκρῶν ἔργων πεπληρωμένος. |
2 5 11 2 5 11 2 | Rondeau ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν | VatGr754 ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν |
3 5 11 3 5 11 3 | Rondeau κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς | VatGr754 κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς |
sch9 5 sch9 5 sch9 | Rondeau Μακαριότης ἐστὶν βουλῆς κακῆς ἐκπεσεῖν. | VatGr754 μακαριότης ἐστὶ, βουλῆς πάσης ἐκπεσεῖν. |
sch10 5 sch10 5 sch10 | Rondeau Ἔξωσον αὐτοὺς ἀπὸ τῆς ἀσεβείας εὐσεβεῖς αὐτοὺς ἀπεργασάμενος. | VatGr754 ἐξωσον αὐτοὺς ἀπὸ τῆς ἀσεβείας εὐσεβεῖς αὐτοὺς ἐργασάμενος. |
2 5 12 2 5 12 2 | Rondeau εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς | VatGr754 εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, |
sch11 5 sch11 5 sch11 | Rondeau Αἰών ἐστι σύστημα φυσικὸν ἐκ σωμάτων ποικίλων λογικὰ διάφορα περιέχον τῆς τοῦ θεοῦ γνώσεως ἕνεκεν. | VatGr754 αἰών ἐστι σύστημα φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰ διαφορὰ περιέχον τῆς τοῦ θεοῦ γνώσεως ἕνεκεν. |
13 5 13 5 13 | Rondeau κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς | VatGr754 κύριε ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς, |
sch12 5 sch12 5 sch12 | Rondeau Ἡ γνῶσις ἡ τοῦ θεοῦ ᾗ μὲν ἀμύνεται τοὺς πολεμίους ὅπλον ἐστὶ εὐδοκίας, ᾗ δὲ βασιλεύειν τινὰ ποιεῖ τῶν παθῶν στέφανος ὀνομάζεται. Τέμνεται δὲ ἡ γνῶσις ἡ τοῦ Θεοῦ εἰς δύο, εἰς πρᾶξιν καὶ θεωρίαν· καὶ τῆς μὲν πράξεως τὸ ὅπλον τῆς εὐδοκίας ἐστίν, τῆς δὲ θεωρίας ὁ στέφανος. Τετήρηται δὲ καὶ ἡ τάξις· πρὸ γὰρ τοῦ στεφάνου τὸ ὅπλον, ἐπειδὴ καὶ πρὸ τῆς θεωρίας ἡ πρᾶξις. | VatGr754 ἡ γνῶσις οὖν τοῦ θεοῦ, ᾗ μὲν ἀμύνεται τοὺς πολεμίους, ὅπλον ἐστὶν εὐδοκίας· εἰ δὲ βασιλεύειν ποιεῖ τινα τῶν παθῶν, στέφανος ὀνομάζεται. τέμνεται δὲ ἡ γνῶσις ἡ τοῦ Θεοῦ εἰς δύο, εἰς πρᾶξιν καὶ θεωρίαν· καὶ τῆς μὲν πράξεως τὸ ὅπλον τῆς εὐδοκίας ἐστὶ, τῆς δὲ θεωρίας ὁ στέφανος. τετήρηται δὲ καὶ ἡ τάξις· πρὸ γὰρ τοῦ στεφάνου τὸ ὅπλον, ἐπειδὴ καὶ πρὸ τῆς θεωρίας ἢ πρᾶξις. |
3 6 2 3 6 2 3 | Rondeau κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. | VatGr754 κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. |
sch1 6 sch1 6 sch1 | Rondeau Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ' ἐξοχὴν ἀμύνης. | VatGr754 Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ' ἐξοχὴν ἀμύνης. |
sch 6 sch 6 sch | Rondeau | VatGr754 Στρομ. 5.5.27-28̓. θυμὸς γὰρ εὑρίσκεται ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης ἐφετικὸς ἀλόγως.] |
6 6 6 6 | Rondeau ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου | VatGr754 ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου |
sch2 6 sch2 6 sch2 | Rondeau Πᾶς ὁ μνημονεύων τῆς ζωῆς τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ , οὐκ ἔστιν ἐν τῷ θανάτῳ. | VatGr754 πᾶς ὁ μνημονεύων τῆς ζωῆς τῆς εἰπούσης «̓Εγώ εἰμι ἡ ζωὴ,» οὐκ ἔστιν ἐν τῷ θανάτῳ. |
7 6 7 6 7 | Rondeau λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, | Rondeau ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω | VatGr754 λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω. |
sch3 6 sch3 6 sch3 | Rondeau Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχόμενον. | VatGr754 Προτρεπτικὸν πρὸς τὸ δακρύειν ἐν νυκτὶ προσευχομένον. |
1 6 8 1 6 8 1 | Rondeau ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου | VatGr754 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου |
sch4 6 sch4 6 sch4 | Rondeau Οὐδὲν οὕτω τυφλοῖ νοῦν ὡς θυμὸς ταρασσόμενος. | VatGr754 Οὐδὲν οὕτω τυφλοῖ νοῦν ὡς θυμὸς ταρασσόμενος. |
1 6 9 1 6 9 1 | Rondeau ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, | VatGr754 ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, |
sch5 6 sch5 6 sch5 | Rondeau Δαιμόνων μὲν τὸ διαπαντὸς ἐργάζεσθαι τὴν ἀνομίαν, ἀνθρώπων δὲ τὸ μὴ διαπαντός, ἀγγέλων δὲ μήτε διαπαντὸς μήτε μὴ διαπαντός, ὅπερ ἐστὶ οὐδέποτε. | VatGr754 δαιμόνων τὸ διὰπαντὸς τὴν ἀνομίαν ἐργάζεσθαι· ἀνθρώπων δὲ τὸ μὴ διὰπαντός, ἀγγέλων τὸ μήτε διὰπαντός μήτε μὴ διὰπαντός, ὅπερ ἐστὶ οὐδέποτε. |
11 6 11 6 11 | Rondeau αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου | VatGr754 αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου |
sch6 6 sch6 6 sch6 | Rondeau Ἡ αἰσχύνη εἰς συναίσθησιν ἄγει τὸν ἁμαρτάνοντα. | VatGr754 Ἡ αἰσχύνη εἰς συναίσθησιν ἄγει τὸν ἁμαρτάνοντα. |
0 7 0 0 7 0 | Rondeau | VatGr754 An @n taking digit values should not begin with 0. [[Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με]] |
sch1 7 sch1 7 sch1 | Rondeau Πρὸς ἀμνησικακίαν ἀναγκαῖον τὸ ῥητόν τοῦτο. | VatGr754 Πρὸς ἀμνησικακίαν ἀναγκαῖον τὸ ῥητόν τοῦτο. |
5 7 5 7 5 | Rondeau εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά | Rondeau ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς | VatGr754 εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς. |
sch2 7 sch2 7 sch2 | Rondeau Κενός ἐστιν ὁ μὴ δυνάμενος εἰπεῖν τὸ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος , διόπερ καὶ οἱ τοιοῦτοι κάλαμοι λέγονται τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία· Ἐπιτίμησον γάρ, φησί, τοῖς θηρίοις τοῦ καλάμου καὶ ὁ διάβολος, φησὶν ὁ Ἰώβ, παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον καὶ κάλαμον · Αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασιν . | VatGr754 κενός ἐστιν ὁ μὴ δυνάμενος εἰπεῖν τὸ « ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.» διόπερ καὶ οἱ τοιοῦτοι καὶ « κάλαμοι » λέγονται τρέφοντες ἐν ἑαυτοῖς τὰ θηρία· « ἐπιτίμησον » γάρ, φησί τοῖς θηρίοις τοῦ καλάμου. » καὶ, « ὁ διάβολος » φησὶν ὁἸὼβ` « παρὰ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον καὶ βούτομον, καὶ κάλαμον·» αὐτὸς γάρ βασιλεὺς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασιν. |
3 7 6 3 7 6 3 | Rondeau καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι | VatGr754 καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι |
sch3 7 sch3 7 sch3 | Rondeau Χοϊκὸς ἀντὶ ἐπουρανίου γενοίμην. | VatGr754 χοϊκὸς ἀντὶ ἐπουρανίου γενοίμην |
2 7 7 2 7 2 | Rondeau ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου | VatGr754 ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου |
sch4 7 sch4 7 sch4 | Rondeau Ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν , φησὶν ὁ σωτήρ. | VatGr754 « ἐὰν ὑψωθῶ πάντας ἑλκύσω πρὸς ἐμαυτόν,» φησὶ ὁ σωτήρ. |
10 7 10 7 10 | Rondeau συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον | VatGr754 συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον |
sch5 7 sch5 7 sch5 | Rondeau Ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρτωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὐτοῦ μηκέτι πολεμούμενος ὑπ' αὐτῶν. | VatGr754 ἐὰν συντελεσθῇ ἡ πονηρία τῶν ἁμαρτωλῶν, ὁ δίκαιος κατευθύνει τὴν ὁδὸν αὑτοῦ, μηκέτι πολεμούμενος ὑπ' αὐτῶν. |
1 7 13 1 7 13 1 | Rondeau ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει | VatGr754 ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει |
sch6 7 sch6 7 sch6 | Rondeau Ῥομφαία ἐστὶ νοητὴ λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ ἀγνωσίας. | VatGr754 ῥομφαία ἐστὶ νοητὴ λόγος πνευματικὸς χωρίζων ψυχὴν ἀπὸ σώματος ἢ κακίας ἢ ἀγνωσίας. |
1 7 14 1 7 14 1 | Rondeau καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου | VatGr754 καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου |
2 7 14 2 7 14 2 | Rondeau τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο | VatGr754 τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο |
sch7 7 sch7 7 sch7 | Rondeau Σκεύη θανάτου εἰσὶν ἀκάθαρτα λογικά. | VatGr754 σκεύη θανάτου εἰσὶν ἀκάθαρτα λόγια. |
sch8 7 sch8 7 sch8 | Rondeau Καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι. | VatGr754 καιόμενοί εἰσιν οἱ τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου δεχόμενοι. |
sch7b 7 sch7b 7 sch7b | Rondeau Εἰ σκεύη θανάτου εἰσὶν αἱ τὸν θάνατον ἔχουσαι ψυχαί, σκεύη ζωῆς εἰσιν αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί· οὔτε γὰρ καὶ Παῦλος σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ κύριος; | VatGr754 εἰ σκευή θανάτου ἐσιν αἱ τὸν θάνατον ἔχουσαι ψυχαί, σκεύη ζωῆς εἰσιν αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί· οὔτε γὰρ καὶ Παῦλος σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ κύριος. |
15 7 15 7 15 | Rondeau ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν | VatGr754 ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν |
sch9 7 sch9 7 sch9 | Rondeau Διὰ τοῦτο ἔτεκεν ἀνομίαν, ἐπειδὴ συνέλαβεν πόνον καὶ ὠδίνησεν ἀδικίαν· αὕτη γὰρ ἡ ἀκολουθία τῆς φύσεως. | VatGr754 διὰ τοῦτο ἔτεκεν ἀνομίαν, ἐπειδὴ συνέλαβεν πόνον, καὶ ὠδίνησεν ἀδικίαν. αὕτη γάρ ἀκολουθία τῆς φύσεως. |
17 7 17 7 17 | Rondeau ἐπιστρέφει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται | VatGr754 ἐπιστρέφει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. |
sch10 7 sch10 7 sch10 | Rondeau Ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῶν χαρίτων κατὰ τὸν Σολομῶντα, ἥτις ἐστὶν ἡ σοφία, δίδοται τῇ κορυφῇ . | VatGr754 ἡ κορυφὴ νῦν τὸν νοῦν σημαίνει, εἴπερ ὁ στέφανος τῶν χαρίτων κατὰ τὸν Σωλομῶντα, ἥτις ἡ σοφία, δίδοται τῇ κορυφῇ. |
1 8 1 8 1 | Rondeau εἰς τὸ τέλος· ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυίδ | VatGr754 Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. | VatGr754 Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυΐδ, κ. τ. ἑ. |
sch+1 8 sch+1 8 sch+1 | Rondeau Ληνοί εἰσιν φύσεις λογικαὶ τοὺς ἐκ τῆς πνευματικῆς ἀμπέλου καρποὺς ὑποδεξάμεναι. | VatGr754 |
sch1 8 sch1 8 sch1 | Rondeau Κολαστικὸν καὶ τιμωρητικόν. | VatGr754 Κολαστικὸν καὶ τιμωρητικόν | VatGr754 2 Ληνοί εἰσι φύσεις λογικαὶ, τοὺς ἐκ τῆς πνευματικῆς ἀμπέλου καρποὺς ὑποδεξάμεναι. |
3 8 3 8 3 | Rondeau ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν | VatGr754 Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. |
sch2 8 sch2 8 sch2 | Rondeau | VatGr754 Τῶν κατὰ Θεὸν νηπιαζόντων τῇ κακίᾳ. |
sch2b 8 sch2b 8 sch2b | Rondeau Ὡς ἐχθρὸς μὲν ἡμᾶς ὁ σατανᾶς ἁμαρτάνειν καταναγκάζει, ὡς δὲ ἐκδικητὴς παραδιδομένους κολάζει. Ὑμέναιον γοῦν καὶ Ἀλέξανδρον αὐτὸς βλασφήμους ἀπεργασάμενος πάλιν ἐπαίδευσεν διὰ πάλιν ἐπαίδευσεν διὰ τὰς εἰς θεὸν βλασφημίας. | VatGr754 |
4 8 4 8 4 | Rondeau ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας | VatGr754 Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας, κ. τ. ἑ. |
sch3 8 sch3 8 sch3 | Rondeau Τῷ μηδέπω θεασαμένῳ τοὺς οὐρανοὺς καὶ τὸν ἥλιον καὶ τὴν σελήνην ἔστι τὸ λέγειν ὅτι ὄψομαι τοὺς οὐρανούς· ἢ τότε τὸ πρᾶγμα σαφῶς ἐπιστάμεθα ὅταν καὶ τὸν λόγον καὶ τὴν αἰτίαν αὐτοῦ γινώσκωμεν. | VatGr754 «Ὅτι ὄψομαι τοὺς οὐρανούς.» Τοῦτο τὸ πρᾶγμα σαφῶς ἐπιστάμεθα, ὅτε καὶ τὸν λόγον αὐτοῦ, καὶ τὴν αἰτίαν γινώσκομεν. |
1 9 1 9 1 | Rondeau εἰς τὸ τέλος· ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ | VatGr754 Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυῒδ, κ. τ. ἑ. |
sch1 9 sch1 9 sch1 | Rondeau Κρύφιά ἐστιν γνῶσις ἀπόρρητος τῶν περὶ Χριστοῦ μυστηρίων. | VatGr754 Κρύφιά ἐστι γνῶσις ἀπόῤῥητος τῶν περὶ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ μυστηρίων. |
5 9 5 9 5 | Rondeau ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην | VatGr754 Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, κ. τ. ἑ. |
sch2 9 sch2 9 sch2 | Rondeau Θρόνος θεοῦ ὁ Χριστὸς· θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις. | VatGr754 Θρόνος μὲν Θεοῦ ὁ Χριστὸς, θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις. |
6 9 6 9 6 | Rondeau τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος | VatGr754 Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας, κ. τ. ἑ. |
sch3 9 sch3 9 sch3 | Rondeau Εἰ τὸ ὄνομα ἐνταῦθα τὴν κακὴν σημαίνει κατάστασιν, ἐξήλειψε δὲ τὸ ὄνομα τῶν ἁμαρτωλῶν ὁ κύριος, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτῶν κατάστασιν. | VatGr754 ῀. Εἰ τὸ ὄνομα ἐνταῦθα τὴν κακὴν σημαίνει κατάστασιν, ἐξήλειψε δὲ τὸ τοῦ ἁμαρτωλοῦ ὄνομα, ἐξήλειψεν ἄρα τὴν χειρίστην αὐτοῦ κατάστασιν. |
12 9 12 9 12 | Rondeau ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν | VatGr754 Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, κ. τ. ἑ. |
sch4 9 sch4 9 sch4 | Rondeau Ἐκεῖνος ψάλλει ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. | VatGr754 Ἐκεῖνος ψάλλει ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. |
14 9 14 9 14 | Rondeau ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. | VatGr754 Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. |
sch5 9 sch5 9 sch5 | Rondeau Ἵνα μὴ αἱ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου . | VatGr754 Ἵνα μὴ καὶ πύλαι τοῦ ᾅδου κατισχύσωσιν αὐτοῦ, αἵτινές εἰσιν αἱ κακίαι κατάγουσαι εἰς πυθμένα ᾅδου. |
17 9 17 9 17 | Rondeau γινώσκεται κύριος κρίματα ποιῶν | VatGr754 Γινώσκεται Κύριος κρίματα ποιῶν. |
sch6 9 sch6 9 sch6 | Rondeau Ἔστι ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν κύριον. | VatGr754 Ἔστιν ὅτε καὶ ἐκ τῶν κριμάτων ποδηγούμενος ὁ ἄνθρωπος ἐπιγινώσκει τὸν Κύριον. |
1 9 18 1 9 18 1 | Rondeau ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην | VatGr754 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην | VatGr754 Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. |
2 9 18 2 9 18 2 | Rondeau πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ |
sch7 9 sch7 9 sch7 | Rondeau Ὥσπερ ὁ παράδεισος τῶν δικαίων ἐστὶ παιδευτήριον, οὕτως ὁ ᾅδης τῶν ἁμαρτωλῶν ἐστι κολαστήριον. | VatGr754 ὡσπερ ὁ παράδεισος τῶν δικαίων ἐστὶν παιδευτήριον, οὕτως ὁ ᾅδης τῶν ἁμαρτωλῶν ἐστι κολαστήριον. |
sch8 9 sch8 9 sch8 | Rondeau Εἰ ἐπελάθετο τὰ ἔθνη τοῦ θεοῦ, ᾔδει ποτὲ τὰ ἔθνη τὸν κύριον· ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν, πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία ; | VatGr754 Τί ἐπελάθετο τὰ ἔθνη τὸν Κύριον; ἡ γὰρ λήθη δευτέρα γνώσεως· οὐκοῦν ἐντεῦθεν σαφὲς καὶ τό·Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; |
19 9 19 9 19 | Rondeau ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα | VatGr754 Ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα, κ. τ. ἑ |
sch9 9 sch9 9 sch9 | Rondeau Ὥσπερ τὸ πνεῦμα οὐ σβέννυται, οὕτω καὶ ἡ ὑπομονὴ ἀπόλλυται· Ὁ γὰρ κύριος τὸ πνεῦμά ἐστιν καὶ τὸ σὺ εἶ ὑπομονή μου, κύριε . Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν, ἔν τισι δὲ λέγεται καὶ κοιμᾶσθαι· Ἐξεγέρθητι γὰρ, φησίν, ἵνα τί ὑπνοῖς, κύριε ; | VatGr754 Ὥσπερ τὸ πνεῦμα οὐ σβέννυται, οὕτως ἡ ὑπομονὴ οὐκ ἀπόλλυται.Ὁ γὰρ «Κύριος τὸ πνεῦμά ἐστι·» καί· «Ἡ ὑπομονή μου Κύριος.» Οὕτω καὶ ἐν Γαλάταις μορφοῦται Χριστὸς ἄμορφος ὤν.Ἐνταῦθα λέγεται καὶ κοιμᾶσθαι· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς;» |
sch10 9 sch10 9 sch10 | Rondeau Θεὸς ἐγγίζων ἐγώ ; φησὶν ἐν τῷ προφήτῃ. | VatGr754 θεὸς ἐγγίζων ἐγώ, φησὶν ἐν τῇ προφήτῃ. |
1 9 22 1 9 22 1 | Rondeau Ἵνα τί, κύριε, ἀφέστηκας μακρόθεν; | VatGr754 |
1 9 26 1 9 26 1 | Rondeau Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ | VatGr754 Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, κ. τ. ἑ. |
3 9 26 3 9 26 3 | Rondeau πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει | VatGr754 Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει, κ. τ. ε |
sch11 9 sch11 9 sch11 | Rondeau Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν κύριον ἐν παντὶ καιρῷ , ὁ δὲ ἁμαρτωλὸς βεβηλοῖ τὰς ὁδοὺς αὐτοῦ ἐν παντὶ καιρῷ. | VatGr754 Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· |
sch12 9 sch12 9 sch12 | Rondeau Εἰ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ σατανᾶς, πάντες δὲ οἱ δίκαιοι ἐχθροὶ αὐτοῦ εἰσι, πάντων ἄρα τῶν δικαίων κατακυριεύσει ὁ σατανᾶς. Οὐκ ἐν παντὶ δὲ δηλονότι κατακυριεύσει πράγματι, ἀλλ' ἔν τινι. Μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. | VatGr754 Ἢ τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία Γραφὴ, ὅπερ ἐστὶ εἰς πέρας ἀγαγεῖν τὸ οὐκ ἐνδεχόμενον· εἴ γε «διελογίσαντο βουλὰς αἷς οὐ μὴ δύνωνται στῆναι."» Καὶ γὰρ ἐν τῷἸὼβ ψευδόμενος ὁ διάβολός φησι· «Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι,» καίτοι μηδὲν πείσας τῷἸὼβ ἄτοπον πεπραχέναι. | VatGr754 2 Εἰ γὰρ πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει ὁ Σατανᾶς, καὶ δίκαιοι πάντες αὐτοῦ ἐχθροί εἰσι, πάντων ἄρα κατακυριεύσει. Οὐ μὲν παντὶ δὲ δηλονότι πράγματι κυριεύσει, ἀλλ' ἔν τινι· μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδ' εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. |
sch12b 9 sch12b 9 sch12b | Rondeau Ἢ τάχα τὸ βούλημα αὐτοῦ τίθησιν ἡ θεία γραφὴ, ὅπερ ἐπὶ πέρας ἀγαγεῖν τῶν οὐκ ἐνδεχομένων ἐστίν, εἴγε διελογίσαντο βουλὰς ἃς οὐ μὴ δύνωνται στῆναι . Καὶ γὰρ ἐν τῷ Ἰὼβ ψευδόμενος ὁ διάβολός φησι· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι ,μηδὲν πείσας τὸν Ἰὼβ ἄτοπον πεπραχέναι. | VatGr754 |
sch12c 9 sch12c 9 sch12c | Rondeau Τῶν πειρασμῶν οἱ μὲν προσάγονται τῇ ψυχῇ, οἱ δὲ τῷ σώματι, οἱ δὲ τοῖς πέριξ τοῦ σώματος. Καὶ οἱ μὲν τῇ ψυχῇ προσαγόμενοι λογισμοὶ ἀκάθαρτοι λέγονται ἁμαρτίας γεννῶντες καὶ δόγματα ψευδῆ· οἱ δὲ τῷ σώματι προσφερόμενοι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυλακῶν καὶ θανάτων αἴτιοι γίνονται· οἱ δὲ τῶν πέριξ τοῦ σώματος πειρασμοὶ περιέχουσι ζημίας χρημάτων καὶ κτημάτων καὶ ἀποβολὰς τέκνων καὶ γυναικῶν ἀφαιρέσεις. Δῆλον οὖν ἔστιν ἐκ τούτων ὅτι πάντως διά τινος τῶν κατειλεγμένων πειρασμῶν ἐκυρίευσε παντὸς δικαίου ὁ σατανᾶς. | VatGr754 |
sch12d 9 sch12d 9 sch12d | Rondeau Εἰ οἱ προκόπτοντες κατὰ μείωσιν τῆς κακίας προκόπτουσι, δίκαιοι δὲ λέγονται καὶ οἱ τελείαν ἕξιν τῆς δικαιοσύνης κτησάμενοι καὶ οἱ ἀνεμποδίστως προκόπτοντες — δίκαιος γάρ, φησίν, ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ · καὶ εἰ δίκαιος, πῶς κατήγορος; Εἰ δὲ κατήγορος, πάντως οὐ τέλειος δίκαιος καὶ γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι —, καλῶς οὖν λέγεται ὁ διάβολος πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύειν, οὐ τῶν τελείων δηλονότι ἐχθρῶν, ἀλλὰ τῶν σπευδόντων ἐπὶ τὴν τελειότητα. Εἰ γὰρ μὴ ἦν μῖσος πρὸς τὸν σατανᾶν ἀτελὲς καὶ τέλειον, οὐκ ἂν ἔλεγεν ὁ Δαυίδ· Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι . | VatGr754 |
1 9 29 1 9 29 1 | Rondeau ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων | VatGr754 Εγκάθηται ἐνέδρα μετὰ πλουσίων ἐν ἀποκρύφοις, κ. τ. ἑ. |
sch13 9 sch13 9 sch13 | Rondeau Ἐν μὲν τοῖς ἔχουσι πλοῦτον κακίας καὶ ἀγνωσίας ὁ διάβολος ἐγκαθέζεται· ἐν δὲ τοῖς κεκτημένοις τὴν ἀρετὴν καὶ τὴν γνῶσιν αἱ ἅγιαι δυνάμεις ἐπαναπαύονται, ὧν σύμβολά ἐστι τὰ πετεινὰ τοῦ οὐρανοῦ τὰ κατασκηνοῦντα ἐν τοῖς κλάδοις τοῦ νάπυος, ὃ σημαίνει τὴν ἐνυπάρχουσαν ἐν ἡμῖν κατὰ δύναμιν βασιλείαν τῶν οὐρανῶν. | VatGr754 Ἐν μὲν τοῖς ἔχουσι πλοῦτον ἀγνωσίας καὶ ἀδικίας ὁ διάβολος ἐγκαθέζεται· ἐν δὲ τοῖς κεκτημένοις γνῶσιν καὶ ἀρετὴν αἱ ἅγιαι δυνάμεις ἐπαναπαύονται, ὧν σύμβολά ἐστι τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦντα ἐν τοῖς κλάδοις σινάπεως· ὃ σημαίνει τὴν ἐνυπάρχουσαν ἡμῖν κατὰ δύναμιν βασιλείαν οὐρανῶν. |
30 9 30 9 30 | Rondeau ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν | VatGr754 ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· |
sch14 9 sch14 9 sch14 | Rondeau Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς πλουσίους. | VatGr754 χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς πλουσίους. |
sch14b 9 sch14b 9 sch14b | Rondeau Ἕλκει μὲν διὰ τοῦ λογισμοῦ, ἁρπάζει δὲ διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας. | VatGr754 |
2 9 33 2 9 33 2 | Rondeau μὴ ἐπιλάθῃ τῶν πενήτων. | VatGr754 Μὴ ἐπιλάθῃ τῶν πενήτων. |
sch15 9 sch15 9 sch15 | Rondeau Εἰ ἐπελάθετο τῶν πενήτων ὁ κύριος, ᾔδει τοὺς πένητας ὁ κύριος. | VatGr754 Εἰ ἐπελάθετο τῶν πενήτων ὁ Κύριος, ᾔδει τοὺς πένητας ὁ Κύριος. |
35 9 35 9 35 | Rondeau βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς | Rondeau ὀρφανῷ σὺ ἦσθα βοηθῶν | VatGr754 Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου, κ. τ. ἑ. |
sch16 9 sch16 9 sch16 | Rondeau Πόνους καὶ θυμοὺς ὁ σατανᾶς ἐργαζόμενος παραδίδωσι τὰς ψυχὰς εἰς κόλασιν τῷ κριτῇ. | VatGr754 Πόνους καὶ θυμοὺς ὁ Σατανᾶς ἐργαζόμενος, παραδίδωσι τὰς ψυχὰς εἰς κόλασιν τῷ κριτῇ. |
sch17 9 sch17 9 sch17 | Rondeau Ὀρφανός ἐστιν ὁ ἀποβαλὼν τὸν πονηρὸν πατέρα· Ὑμεῖς γὰρ, φησὶν ὁ σωτὴρ, ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ διαβόλου ἐστέ . | VatGr754 Ορφανός ἐστιν ὁ ἀποβαλὼν τὸν πονηρὸν πατέρα. «̔Υμεῖς» γὰρ, φησὶν ὁ Σωτὴρ, «ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ.» |
36 9 36 9 36 | Rondeau σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ | VatGr754 Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, κ. τ. ἑ. | VatGr754 Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Αμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός. |
sch18 9 sch18 9 sch18 | Rondeau Εἰ ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας, τὸ δὲ ἀπαλλαγῆναι τῶν ἁμαρτιῶν εὐεργεσία ἐστιν, τὸ συντριβῆναί τινος τὸν βραχίονα εὐεργεσία ἐστίν· οὕτω γὰρ ἐγὼ πείθομαι κολάζειν θεόν. Βραχίονα δὲ εἶπεν τὴν πονηρὰ κατεργασαμένην ψυχήν. | VatGr754 Εἰ ἡ συντριβὴ τοῦ βραχίονος ἀφανίζει τὰς ἁμαρτίας, τὸ δὲ ἀπαλλαγῆναι ἁμαρτιῶν εὐεργεσία, οὕτως ἐγὼ πείθομαι κολάζειν Θεόν. Βραχίονα δὲ λέγει τὴν πονηρὰ κατεργασαμένην ψυχήν. |
sch19 9 sch19 9 sch19 | Rondeau Ἁμαρτωλός ἐστιν ὁ ἐξ ἡδυπαθείας καὶ ἀκολασίας ἁμαρτάνων· πονηρὸς δὲ ὁ ἑκουσίως κακοποιητικός. | VatGr754 |
37 9 37 9 37 | Rondeau Βασιλεύσει κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος | Rondeau ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ | VatGr754 Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. |
sch20 9 sch20 9 sch20 | Rondeau Δεῖ γὰρ τὸν κύριον βασιλεύειν διὰ τῶν αἰώνων, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ . Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων, δι' ἧς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται . | VatGr754 "«εῖ» γὰρ «τὸν Κύριον βασιλεύειν» διὰ τῶν αἰώνων, «ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ."»Ἡ γὰρ βασιλεία αὐτοῦ ἐστιν ἡ θεωρία πάντων τῶν γεγονότων καὶ γενησομένων αἰώνων, δι' ἧς θεωρίας καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. |
sch21 9 sch21 9 sch21 | Rondeau Γῆ κυρίου ἡ θεωρία τῶν γεγονότων αἰώνων ἢ γενησομένων ἐστίν, ἣν καὶ βασιλείαν κυρίου εἶναι φαμέν. | VatGr754 Γῆ Κυρίου ἡ θεωρία πάντων τῶν γεγονότων, ἣν καὶ βασιλείαν οὐρανῶν εἶναί φαμεν. |
38 9 38 9 38 | Rondeau τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν κύριος | VatGr754 Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριος. κ. τ. ἑ. |
sch22 9 sch22 9 sch22 | Rondeau Το τηνικαῦτα ἐπακούει τῆς ἐπιθυμίας ὁ κύριος, ὁπηνίκα ἂν τὸ ἐπιθυμητὸν παράσχῃ τῇ ἐπιθυμησάσῃ ψυχῇ. | VatGr754 Τηνικαῦτα εἰσακούει τῆς ἐπιθυμίας ὁ Κύριος, ὁπηνίκα ἂν τὸ ἐπιθυμητὸν παράσχῃ τῇ ἐπιθυμούσῃ ψυχῇ. |
2 10 2 10 2 | Rondeau ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον | Rondeau ἡτοίμασαν βέλη εἰς φαρέτραν | Rondeau τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ | VatGr754 Οτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. |
sch1 10 sch1 10 sch1 | Rondeau Τόξον ἐστὶν ἀκάθαρτος νοῦς. | VatGr754 Τόξον ἐστὶν ἀκάθαρτος νοῦς |
sch2 10 sch2 10 sch2 | Rondeau Βέλος ἐστὶ λογισμὸς ἐμπαθής, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη. | VatGr754 Βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη. |
sch3 10 sch3 10 sch3 | Rondeau Σκοτόμηνά ἐστιν ἄγνοια ψυχῆς λογικῆς. | VatGr754 Σκοτομήνη ἐστὶν ἄγνοια ψυχῆς. |
4 10 4 10 4 | Rondeau οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν | VatGr754 Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι· τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. |
sch4 10 sch4 10 sch4 | Rondeau Εἰ οἱ ὀφθαλμοὶ κυρίου εἰς τὸν πένητα ἐπιβλέπουσιν, γενώμεθα πένητες ἵνα οἱ ὀφθαλμοὶ κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ κυρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσιν. | VatGr754 Εἰ οἱ ὀφθαλμοὶ Κυρίου εἰς πένητας ἀποβλέπουσι, γενώμεθα πένητες, ἵνα οἱ ὀφθαλμοὶ Κυρίου εἰς ἡμᾶς ἐπιβλέπωσιν. Εἰ δὲ οἱ πλούσιοι οὐκ εἰσὶ πένητες, οἱ ὀφθαλμοὶ Κυρίου εἰς τοὺς πλουσίους οὐκ ἀποβλέπουσι. |
5 10 5 10 5 | Rondeau ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν | VatGr754 Ὁ δὲ ἀγαπῶν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. |
sch5 10 sch5 10 sch5 | Rondeau Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν. | VatGr754 Εἰ ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχὴν, ὁ μισῶν δηλονότι τὴν ἀδικίαν, ἀγαπᾷ τὴν ἑαυτοῦ ψυχήν. |
6 10 6 10 6 | Rondeau πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν | VatGr754 Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μέρις τοῦ ποτηρίου αὐτῶν. |
sch6 10 sch6 10 sch6 | Rondeau Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει ἐν ᾧ κακίας καὶ ἀγνοίας ἐγκέκραται πόμα. | VatGr754 Ποτήριον νῦν τὴν κόλασιν ὀνομάζει, ἐν ᾧ κακίας καὶ ἀγνωσίας ἐγκέκραται πόμα. |
1 10 7 1 10 7 1 | Rondeau ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν | VatGr754 |
sch7 10 sch7 10 sch7 | Rondeau Δικαιοσύνας νῦν λέγει τοὺς δικαίους ἀπὸ τῆς ἕξεως αὐτοὺς ὀνομάζων. Τοιοῦτόν ἐστι καὶ τὸ ἡ ἀγάπη οὐ περπερεύεται , ἀντὶ τοῦ ὁ ἔχων τὴν ἀγάπην. | VatGr754 Δικαιοσύνας τοὺς δικαίους λέγει ἀπὸ τῆς πράξεως αὐτοὺς ὀνομάσας. Τοιοῦτον καί· «Ἡ ἀγάπη οὐ περισσεύεται,» ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. |
8 10 8 10 8 | Rondeau | VatGr754 Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, κ. τ. ἑ. |
2 11 2 11 2 | Rondeau σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων | VatGr754 Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων |
sch1 11 sch1 11 sch1 | Rondeau Εἰ οἱ μὲν ὅσιοι ἐκλελοίπασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν, οὐκ ἐν τοῖς ὁσίοις μόνοις αἱ ἀλήθειαι καὶ οὐκ ἐν τοῖς ἀληθέσιν ὁσιότης· ἢ ἐπειδὴ οἱ ὅσιοι ἐκλελοίπασι, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι· καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν τούτων αἱρέσεων. | VatGr754 Εἰ οἱ μὲν ὅσιοι ἐκλελοίπασιν, αἱ δὲ ἀλήθειαι ὠλιγώθησαν, οὐκ ἐν μόνοις τοῖς ὁσίοις αἱ ἀλήθειαι, καὶ οὐκ ἐν τοῖς ἀληθέσιν ὁσιότης. Καὶ ἐπειδὴ οἱ ὅσιοι ἐκλελοίπασι, διὰ τοῦτο ὠλιγώθησαν αἱ ἀλήθειαι. Καὶ τάχα ἡ σπάνις τῶν ὁσίων αἰτία γέγονε τῶν πολλῶν τούτων αἱρέσεων. |
3 11 3 11 3 | Rondeau | VatGr754 Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, κ. τ. ἑ. |
sch2 11 sch2 11 sch2 | Rondeau Ἐπειδὴ δόλια ἐνενόησαν, διὰ τοῦτο καὶ ἐλάλησαν δολιότητας | VatGr754 Ἐπειδὴ δόλια ἐνενόησαν, διὰ τοῦτο ἐλάλησαν ματαιότητας |
1 11 4 1 11 4 1 | Rondeau ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια | VatGr754 |
9 11 8 9 11 8 9 | Rondeau | VatGr754 Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ... Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν. |
sch3 11 sch3 11 sch3 | Rondeau Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθεῖαν περιπατοῦσιν. | VatGr754 Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθείαν περιπατοῦσι. Διὰ τοῦτό φησι· Φυλάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ, οὗτοι δ' ἂν εἶεν ἀντικείμεναι δυνάμεις. |
sch4 11 sch4 11 sch4 | Rondeau Ἐπολυώρησας· πολλῆς φροντίδος ἠξίωσας. | VatGr754 ἐπολυώρησας· πολλῆς φροντίδος ἠξίωσας. |
1 11 9 1 11 9 1 | Rondeau κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν. | VatGr754 |
2 11 9 2 11 9 2 | Rondeau κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων | VatGr754 |
1 12 1 12 1 | Rondeau | VatGr754 Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; κ. τ. ἑ. |
sch1 12 sch1 12 sch1 | Rondeau Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός . | VatGr754 Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός. |
2 12 2 2 12 2 | Rondeau ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; | VatGr754 |
4 12 4 12 4 | Rondeau φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον | VatGr754 Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον, κ. τ. ἑ. |
sch2 12 sch2 12 sch2 | Rondeau Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως . | VatGr754 «Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.»̔ |
5 12 5 12 5 | Rondeau οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ | VatGr754 Μή ποτε εἴποι ὁ ἐχθρός μου·Ἴσχυσα πρὸς αὐτόν.῾ |
sch3 12 sch3 12 sch3 | Rondeau Ὥσπερ χαίρουσιν οἱ ἄγγελοι ἐπὶ τοῖς μετανοοῦσιν, οὕτω καὶ οἱ δαίμονες ἀγαλλιῶνται ἐπὶ τοῖς ἁμαρτάνουσιν· οἱ μὲν γὰρ ἀρετῆς, οἱ δὲ κακίας εἰσὶν ἐρασταί. | VatGr754 Οἱ ἄγγελοι χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν, οἱ δαίμονες ἐπὶ τοῖς ἁμαρτάνουσιν ἀγάλλονται. Οἱ μὲν γάρ τέ εἰσιν ἀρετῆς, οἱ δὲ κακίας ἐρασταί. |
6 12 6 12 6 | Rondeau ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με | Rondeau καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου | VatGr754 Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου, κ. τ. ἑ. |
sch4 12 sch4 12 sch4 | Rondeau Ὁ εὐεργετηθεὶς ᾀδέτω καὶ ὁ εὐθυμῶν ψαλλέτω· Εὐθυμεῖ γάρ τις ἐν ὑμῖν, ψαλλέτω . | VatGr754 Ὁ εὐεργετηθεὶς ᾀδέτω, καὶ ὁ εὐθυμῶν ψαλλέτω. |
sch4+ 12 sch4+ 12 sch4+ | Rondeau [Τὸ καὶ ψαλμῷ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου οὐκ ἔκειτο παρ' οὐδενὶ ἐν τῷ τετρασελίδῳ οὔτε ἐν τῷ Εὐσεβίου τοῦ Παμφίλου οὔτε ἐν τῷ Ἑβραϊκῷ.] | VatGr754 |
1 13 1 13 1 | Rondeau διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι | VatGr754 Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι, κ. τ. ἑ. |
sch1 13 sch1 13 sch1 | Rondeau Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια τινὰ διαφθείρει, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα τῆς ἐννοίας. | VatGr754 Εἰ ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρονται, οὐχ ἡ φαύλη ἔννοια διαφθείρει τινὰ, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα ἡ κακία. |
3 13 3 13 3 | Rondeau καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν | Rondeau οὐκ ἔστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν | VatGr754 Καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. |
sch2 13 sch2 13 sch2 | Rondeau Ἐγώ εἰμι ἡ ὁδός , φησὶν ὁ σωτήρ· καὶ αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν . | VatGr754 Ἐγώ εἰμι ἡ ὁδὸς, φηςὶν ὁ Σωτὴρ, καὶ αὐτός ἐστιν εἰρήνη ἡμῶν. |
sch3 13 sch3 13 sch3 | Rondeau Τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ . | VatGr754 Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. |
4 13 4 13 4 | Rondeau οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν κύριον οὐκ ἐπεκαλέσαντο | VatGr754 Οἱ κατεσθίοντες τὸν λαόν μου βρώσει ἄρτου. |
sch4 13 sch4 13 sch4 | Rondeau Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου . | VatGr754 Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. |
6 13 6 13 6 | Rondeau βουλὴν πτωχοῦ κατῃσχύνατε | VatGr754 Βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστι. |
sch5 13 sch5 13 sch5 | Rondeau Δι' ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ κύριος, πλούσιος ὤν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν . | VatGr754 Δι' ἡμᾶς γὰρ ἐπτώχευσεν ὁ Κύριος, πλούσιος ὢν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν. |
1 13 7 1 13 7 1 | Rondeau τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; | VatGr754 τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦἸσραήλ; |
2 13 7 2 13 7 2 | Rondeau ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ | VatGr754 |
3 13 7 3 13 7 3 | Rondeau ἀγαλλιάσθω Ἰακὼβ καὶ εὐφρανθήτω Ἰσραήλ | VatGr754 |
sch6 13 sch6 13 sch6 | Rondeau Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ . Εἰ δὲ ἐκ Σιὼν ἔρχεται ὁ σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ πατρὸς ἐξῆλθεν καὶ ἧκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ πατρός. | VatGr754 «ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, ἀποστρέψει ἀσεβείας ἀπὸἸακώβ.» Εἰ δὲ ἐκ Σιὼν ἔρχεται ὁ Σωτὴρ, αὐτὸς δὲ ἐκ τοῦ Πατρὸς ἐξῆλθε καὶ ἧκεν, ἡ Σιὼν νῦν σύμβολόν ἐστι τοῦ Πατρός. |
sch7 13 sch7 13 sch7 | Rondeau Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ κακίαν καὶ ἀγνωσίαν ἀκούσιος μετάβασις· καὶ ἀγαλλιᾶται μὲν ὁ πρακτικὸς ἀπάθειαν κτησάμενος, εὐφραίνεται δὲ ὁ γνωστικὸς θεωρίας καταξιωθείς. | VatGr754 Αἰχμαλωσία ἐστὶν ἡ ἀπὸ γνώσεως καὶ ἀρετῆς ἐπὶ ἀγνωσίαν καὶ κακίαν ἀκούσιος μετάβασις. «ἈγαλλιάσεταιἸακὼβ, καὶ εὐφρανθήσεταιἸσραήλ.»Ἀγαλλιάσεται μὲν ὁ πραττικὴν ἀπάθειαν κτησάμενος· εὐφραίνεται δὲ ὁ γνωστικῆς θεωρίας καταξιωθείς. |
1 14 1 14 1 | Rondeau καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; | VatGr754 Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου, κ. τ. ἑ. |
sch1 14 sch1 14 sch1 | Rondeau Ὄρος ἅγιόν ἐστιν ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων. | VatGr754 Ὄρος ἅγιόν ἐστιν ἡ γνῶσις τοῦ Χριστοῦ, ἥτις ἐστὶ θεωρία τῶν γεγονότων. |
1 14 2 1 14 2 1 | Rondeau πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην | VatGr754 πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην |
sch2 14 sch2 14 sch2 | Rondeau Ὥσπερ ἐργάζεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς. | VatGr754 ὥσπερ ἐργάζεται τις δικαιοσύνην, οὕτω και σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς. |
3 14 3 14 3 | Rondeau καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ | VatGr754 Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, κ. τ. ἑ. |
sch3 14 sch3 14 sch3 | Rondeau Ὁ ἀνεπιλήπτως βιοὺς ὀνειδισμὸν οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. | VatGr754 Ο ἀνεπιλήπτως βιοὺς ὀνειδισμοὺς οὐ λαμβάνει ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. |
1 14 5 1 14 5 1 | Rondeau τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ | VatGr754 |
sch4 14 sch4 14 sch4 | Rondeau Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς ὡς κωλυτικὸν τῆς ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσεως . | VatGr754 Τοῦτο λεκτέον πρὸς τοὺς τοκιστὰς ὡς κωλυτικὸν τῆς ἐν ἁγίῳ ὄρει κατασκηνώσεως. ] |
5 14 14 5 14 5 | Rondeau | VatGr754 τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν τόκῳ |
2 15 1 2 15 1 2 | Rondeau εἶπα τῷ κυρίῳ· κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις | VatGr754 Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις, κ. τ. ἑ. |
sch1 15 sch1 15 sch1 | Rondeau Εἰ ἀγαθὰ πᾶσαι αἱ ἀρεταὶ, τῶν δὲ ἀρετῶν χρῄζει ἡ γνῶσις, τῶν ἀγαθῶν ἄρα πάντων χρῄζει ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἴρηκεν τὰ μέσα ὧν ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν θεὸν ἀπεργάζεται. Εἰ γὰρ τὰ ἀγαθὰ , φησὶν Ἰὼβ, ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά. | VatGr754 Εἰ ἀγαθὰ πᾶσαι ἀρεταὶ, χρῄζει δὲ ἡ γνῶσις τῶν ἀρετῶν, πάντων ἄρα χρῄζει τῶν ἀγαθῶν ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἴρηται τὰ μέσα, ὧν ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν Θεὸν ἐργάζεται. « Εἰ » γὰρ « τὰ ἀγαθὰ,» φησὶν Ἰὼβ, «ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά. |
5 15 5 15 5 | Rondeau κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου | VatGr754 Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοὶ, κ. τ. ἑ. |
sch2 15 sch2 15 sch2 | Rondeau Κληρονομία ἐστὶ φύσεως λογικῆς ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἐστιν ἡ γνῶσις ἡ τοῦ Θεοῦ. | VatGr754 Κληρονομία φύσεως λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις τοῦ Θεοῦ. |
6 15 6 15 6 | Rondeau σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις | VatGr754 Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς καλλίστοις, καὶ γὰρ ἡ κληρονομία μου καλλίστη μοι ἐστὶν, κ. τ. ἑ. |
sch3 15 sch3 15 sch3 | Rondeau Εἰ τὸ σχοινίον μέτρον ἐστί, πῶς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὸ οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα καὶ τὸ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου; Ἢ τάχα τὸ μέτρον οὐ πρὸς τὴν γνῶσιν αὐτὴν ὀνομάζεται, ἀλλ' πρὸς τὸν ὑποδεχόμενον αὐτὴν τῷ μὴ εἶναι αὐτὸν μείζονος γνώσεως δεκτικόν· καὶ γὰρ αὐτὸς ὁ ὑετὸς ἀμέτρητος μέν ἐστιν, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις αὐτὸν ἀγγείοις. | VatGr754 Εἰ τὸ σχοινίον μέτρον ἐστὶ, πῶς γέγραπται ἐν τῷ κατὰἸωάννην Εὐαγγελίῳ· « Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα·» καὶ τὸ, « Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου;» Ἢ τάχα τὸ μέτρον οὐ πρὸς αὐτὴν τὴν γνῶσιν ὀνομάζεται, ἀλλὰ παρὰ τὸν ὑποδεχόμενον, τῷ μὴ εἶναι αὐτὸν μείζονος δεκτικόν. Καὶ γὰρ ὁ ὑετὸς αὐτὸς μὲν ἄμετρός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις αὐτὸν ἀγγείοις. |
9 15 9 15 9 | Rondeau καὶ ἠγαλλιάσατο ἡ δόξα μου | Rondeau ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι | Rondeau διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου | VatGr754 Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, κ.τ.ἑ. | VatGr754 Καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. ε.´ |
sch4 15 sch4 15 sch4 | Rondeau Ἀντὶ τοῦ ὁ νοῦς μου· ἔθος γὰρ τῇ θείᾳ γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν κατὰ τὸ ὑπὸ τοῦ ἀποστόλου· Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν . Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸν Ἰώβ. | VatGr754 Ἀντὶ τοῦ, ὁ νοῦς μου.Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, « Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸνἸώβ. |
sch6 15 sch6 15 sch6 | Rondeau Ἀντὶ τοῦ ἐμψύχωσίς μου· τοῦτο γὰρ καὶ ὁ Ἰώβ φησι· Σάρκα με καὶ κρέας ἐνέδυσας . | VatGr754 ἀντὶ τοῦ, ἡ ἐμψύχωσίς μου. Οὕτω καὶ Ἰώβ φησι· « Σάρκα με καὶ κρέας ἐνέδυσας.» |
sch5 15 sch5 15 sch5 | Rondeau Δόξαν νῦν λέγει τὸ χάρισμα τοῦ ἁγίου πνεύματος· Δόξα μου γάρ, φησί, καὶ ὑψῶν τὴν κεφαλήν μου πρὸς τὸν κύριον. Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι, ὡς καὶ ὁ ἀπόστολός φησιν. | VatGr754 Γλῶσσαν δὲ νῦν τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος λέγει. « Δόξα » γάρ «μου,» φησὶ, « καὶ ὑψῶν τὴν κεφαλήν μου » πρὸς τὸν Κύριον.Ὁ δὲ « Κύριος τὸ πνεῦμά ἐστι » κατὰ τὸνἈπόστολον. |
10 15 10 15 10 | Rondeau ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. | VatGr754 Οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθορὰν, κ. τ. ἑ. |
sch7 15 sch7 15 sch7 | Rondeau Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ἐπὶ τοῦ σωτῆρος ἡμῶν λαμβάνει. Ζητήσεις δὲ εἰ ὅλον τὸν ψαλμὸν ἐφαρμόσαι δεῖ τῷ Χριστῷ, διὰ τὸ ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου καὶ διὰ τὸ σχοινία ἐπέπεσόν μοι καὶ τὰ ἑξῆς. | VatGr754 Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἰς Χριστὸν λαμβάνει. |
2 16 2 16 2 | Rondeau ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι | VatGr754 Ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι, κ. τ. ἑ. |
sch1 16 sch1 16 sch1 | Rondeau Εἰ πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ, ἐκ δὲ τοῦ προσώπου αὐτοῦ τὸ κρίμα ἐξέρχεται, ἐκ τοῦ υἱοῦ αὐτοῦ ἄρα τὸ κρίμα ἐξέρχεται· εἰκὼν γάρ ἐστι τοῦ πατρὸς. | VatGr754 Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα· εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ὁ Χριστός |
3 16 3 16 3 | Rondeau ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός | VatGr754 Εδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός. | VatGr754 Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληρὰς, κ. τ. ἑ. |
sch2 16 sch2 16 sch2 | Rondeau Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν , ἡ θλῖψις ἄρα δοκιμὴν κατεργάζεται. Εἰ δὲ τὴν δοκιμὴν ἐν νυκτὶ διδόαμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ᾗ σκοτοῦται πιεζομένη ψυχὴ λογική. | VatGr754 Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμασίαν, ἡ θλῖψις ἄρα δοκιμασίαν κατεργάζεται· εἰ δὲ ἡ δοκιμασία ἐν νυκτὶ διέδραμεν, ἡ νὺξ ἐνταῦθα τὴν θλῖψιν σημαίνει, ἐν ᾗ σκοτοῦται πταιομένη ψυχὴ λογική. |
4 16 4 16 4 | Rondeau διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληρὰς |
sch3 16 sch3 16 sch3 | Rondeau Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ , τουτέστι διὰ τῆς πρακτικῆς, ἥτις δοκεῖ πρὸς τὸ παρὸν ὀδύνης καὶ οὐ χαρᾶς εἶναι πρόξενος, ὕστερον μέντοι καρποὺς δικαιοσύνης ἀποδίδωσι τοῖς δι' αὐτῆς γεγυμνασμένοις . | VatGr754 «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ,» τουτέστι τῆς πρακτικῆς, ἥτις, εἰ καὶ νῦν ὀδύνης καὶ οὐ χαρᾶς, ἀλλ' ὕστερον καρπῶν δικαιοσύνης γίνεται πρόξενος τοῖς δι' αὐτῆς γεγυμνασμένοις. |
1 16 10 1 16 10 1 | Rondeau τὸ στέαρ αὐτῶν συνέκλεισαν | VatGr754 τὸ στέαρ αὐτῶν συνέκλεισαν |
sch4 16 sch4 16 sch4 | Rondeau Στέαρ ἐστὶ νοητὸν ἡ ἐκ τῆς κακίας τῷ ἡγεμονικῷ παχύτης ἐπισυμβαίνουσα. | VatGr754 στέαρ ἐστὶ νοητὸν ἡ ἐκ τῆς κακίας τῷ ἡγεμονικῷ παχύτης ἐπισυμβαίνουσα. |
11 16 11 16 11 | Rondeau Ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με | VatGr754 Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ, κ. τ. ε |
sch5 16 sch5 16 sch5 | Rondeau Τοῦτον κυκλοῦσιν οἱ δαίμονες ὃν ἐκβάλλουσι τῆς ἀρετῆς· διὸ καλῶς λέγεται τό ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς καὶ τό μὴ δότε τόπον τῷ πονηρῷ , ὡσεὶ ἔλεγεν· ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σέ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἐὰν ἀναβῇ ἐπὶ σέ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται ἢ ἀπὸ πολλῶν ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθῶσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ αἱ ἀρεταί, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθῶσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλ' ὁ ἀπὸ πασῶν. Ἢ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται. | VatGr754 Τοῦτον κυκλοῦσιν οἱ δαίμονες ὃν ἐκβάλλουσι τῆς ἀρετῆς· διὸ καλῶς λέγεται τό· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· » καὶ τό· « Μὴ δῶτε τόπον τῷ πονηρῷ· » ὡσεὶ ἔλεγεν·Ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σὲ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἀναβῇ ἐπὶ σὲ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται, ἢ ἀπὸ πολλῶν, ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ ἀρεταὶ, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλ' ὁ ἀπὸ πασῶν.Ἢ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει, ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται. |
12 16 12 16 12 | Rondeau ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν | VatGr754 Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις, κ. τ. ἑ. |
sch6 16 sch6 16 sch6 | Rondeau Διὰ τοῦ ἀκαθάρτου λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμῖν λέων. | VatGr754 Διὰ τοῦ ἀκαθάρτου λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμῖν λέων. |
2 16 13 2 16 13 2 | Rondeau ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, | VatGr754 ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς,ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου |
3 16 13 3 16 13 3 | Rondeau ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου | VatGr754 |
sch7 16 sch7 16 sch7 | Rondeau Ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ, ἡ χείρ γὰρ σου , φησὶν, μή με στροβείτω , οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν θεοῦ· χεὶρ δὲ εὐεργετικὴ θεοῦ οἱ ἅγιοι ἄγγελοί εἰσι, δι' ὧν προνοεῖ τοῦ κόσμου τοῦ αἰσθητοῦ, οἷς ἀντίκεινται δαίμονες, βουλόμενοι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν . | VatGr754 ὥσπερ τὴν πλήξασαν αὐτὸν δύναμιν ὁ Ἰὼβ χεῖρα λέγει Θεοῦ, « ἡ χείρ γὰρ σου,» φησὶν, « μή με στροβείτω », οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ καλεῖ ὁ Δαυὶδ ῥομφαίαν Θεου·χεὶρ δὲ εὐεργετικὴ Θεου οἱ ἅγιοι ἄγγελοι εἰσι, δι' ὧν προνοεῖ τοῦ κόσμου τοῦ αἰσθητοῦ, οἷς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι « πάντας ἄνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν ».̓14. Εχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν, κ. τ. ἑ. |
sch9 16 sch9 16 sch9 | Rondeau Οὐ μόνον γὰρ αὑτοὶ ἀκάθαρτοι γεγόνασιν, ἀλλὰ γὰρ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν. | VatGr754 Υἱῶν ἀντὶ τοῦ, ἀκαθαρσίας. Οὐ μόνον δὲ αὑτοὶ γεγόνασιν ἀκάθαρτοι, ἀλλὰ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν. |
3 16 14 3 16 14 3 | Rondeau καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν | VatGr754 |
4 16 14 4 16 14 4 | Rondeau ἐχορτάσθησαν υἱῶν | VatGr754 |
5 16 14 5 16 14 5 | Rondeau καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. | VatGr754 |
sch8 16 sch8 16 sch8 | Rondeau Ἀντὶ τοῦ ἀκαθαρσίας. | VatGr754 |
2 17 2 2 17 2 | Rondeau Ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου | VatGr754 |
3 17 2 3 17 2 3 | Rondeau | VatGr754 Ἀγαπήσω σε, Κύριε ἰσχύς μου. Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μου βοηθός μου, ἐλπιῶ ἐπ' αὐτόν.Ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου, κ. τ. ἑ. |
sch1 17 sch1 17 sch1 | Rondeau Διὰ τῆς ἀγάπης τὴν ἀγάπην ἐπιγινώσκομεν καὶ τοῦ δικαίου τὴν δικαιοσύνην· ἐκ γὰρ τοῦ ὁμοίου τὸ ὅμοιον ἐπιγινώσκεται. | VatGr754 Διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἐπιγινώσκομεν, καὶ διὰ τῆς ἀγάπης τὴν ἀγάπην, καὶ διὰ τοῦ δικαίου τὴν δικαιοσύνην. |
1 17 5 1 17 5 1 | Rondeau περιέσχον με ὠδῖνες θανάτου | VatGr754 |
2 17 5 2 17 5 2 | Rondeau καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με | VatGr754 |
6 17 5 6 17 5 6 | Rondeau | VatGr754 Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με.Ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου, κ. τ. ἑ. |
sch2 17 sch2 17 sch2 | Rondeau Ὠδῖνες θανάτου ἤτοι αἱ τὸν θάνατον τίκτουσαι ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, ὅστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται. | VatGr754 Ὠδῖνες θανάτου, ἤτοι αἱ τὸν θάνατον τίκτουσαι, ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, ὅστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται. |
sch3 17 sch3 17 sch3 | Rondeau Χείμαρροι ἀνομίας εἰσιν οἱ παράνομοι λογισμοί· οὗτοι δὲ καὶ αὐτοὶ καὶ ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας. | VatGr754 Χείμαῤῥοι ἀνομίας οἱ παράνομοι λογισμοὶ, οἵτινες ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας. |
6 17 6 17 6 | Rondeau ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου | VatGr754 |
7 17 7 17 7 | Rondeau ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου | VatGr754 Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα.Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τῆς φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ, κ. τ. ἑ.̓δ´. Ναὸς Θεοῦ ὁ Χριστὸς, Χριστοῦ δὲ αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις. Διὸ καὶ ὁ Χριστὸς [1228 νῦν λέγεται καθέζεσθαι ἐπὶ θρόνου Δαυῒδ τοῦ πατρὸς αὐτοῦ. |
sch4 17 sch4 17 sch4 | Rondeau Ναὸς μὲν θεοῦ ὁ Χριστός, ναὸς δὲ Χριστοῦ αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις. Διὸ καὶ ὁ Χριστὸς νῦν καθέζεσθαι λέγεται ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ . | VatGr754 |
9 17 8 9 17 8 9 | Rondeau | VatGr754 Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν· ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ, κ. τ. ἑ. |
sch5 17 sch5 17 sch5 | Rondeau Κατακαῖον ξύλα, χόρτον, καλάμην , τουτέστιν τὰς ἕξεις καταναλίσκον τὰς μοχθηράς. Οὕτω κατέκαυσέ ποτε τελώνην μὲν ὄντα τὸν Ματθαῖον, Παῦλον δὲ διώκτην καὶ ὑβριστήν . | VatGr754 « Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν, » κατακαῖον ξύλα, χόρτον, καλάμην, τουτέστιν ἀναλίσκον τὰς πονηρὰς ἕξεις. Οὕτω κατέκαυσέ ποτε τελώνην μὲν ὄντα τὸν Ματθαῖον, Παῦλον δὲ διώκτην καὶ ὑβριστήν |
2 17 9 2 17 9 2 | Rondeau καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν | VatGr754 |
sch6 17 sch6 17 sch6 | Rondeau Ὁ θεὸς ἐν μὲν τοῖς ἁγίοις ἀνθρώποις ἐνοικεῖ καὶ ἐμπεριπατεῖ , ἵπταται δὲ ἐν τοῖς Χερουβίμ. | VatGr754 Ὁ Θεὸς ἐν μὲν τοῖς ἁγίοις ἀνθρώποις ἐνοικεῖ, καὶ ἐμπεριπατεῖ, ἵπταται δὲ ἐν τοῖς χερουβίμ. |
1 17 11 1 17 11 1 | Rondeau καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη | VatGr754 |
12 17 12 17 12 | Rondeau Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων | VatGr754 Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ· σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, κ. τ. ἑ. |
sch7 17 sch7 17 sch7 | Rondeau Ἐπειδὴ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ καὶ ἔστη κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, διὰ τοῦτο σκοτεινόν ἐστι τὸ ὕδωρ τὸ ἐν ταῖς νεφέλαις, τουτέστι τὸ ἐν τοῖς προφήταις· Ἐντελοῦμαι γάρ, φησίν, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν καὶ ἔσται λιμός, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου . Εἰ δὲ ὁ θεὸς ἡμῶν φῶς ἐστι, πῶς καλύπτεται σκότει; Οἶμαι δὲ αὐτὸν οὕτω καλύπτεσθαι σκότει ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενον καλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν ἐν ᾗ Χριστὸς ἐκαθέζετο. Εὖ δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώσεως· Εἰ γὰρ ἐγνώκαμεν , φησί, Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν . Ἢ τάχα σκηνὴν τὸ σῶμα ὠνόμασεν διὰ τὴν ἄμπελον ἣν ἐξ Αἰγύπτου μετῆρεν ἵνα φυλάξῃ αὐτὴν ἄχρις οὗ πεπανθῇ ὁ βότρυς αὐτῆς καὶ μὴ λυμήνηται αὐτὴν ὗς ἐκ δρυμοῦ . Δύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν ἐν ᾗ θεὸς διὰ τῶν λόγων ὁρᾶται, εἴγε ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται. | VatGr754 Ἐπειδὴ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, καὶ ἔστι κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, διὰ τοῦτο τὸ σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων, τουτέστι τὸ ἐν τοῖς προφήταις· «Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν, καὶ ἔσται λιμὸς, οὐ λιμὸς ἄρτου, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. » Εἰ ὁ Θεὸς ἡμῶν φῶς ἐστι, πῶς καλύπτεται σκότει; Οἶμαι δὲ, ὅτι αὐτὸν οὕτω καλύπτει σκότος, ὡς καὶ τῇ ἀγνοίᾳ τὸ γινωσκόμενον ἀνακαλύπτεται, ἥτις ὡς πρὸς τὸν γινώσκοντα, καὶ οὐ πρὸς τὸ γινωσκόμενον λέγεται. Σκηνὴν δὲ αὐτοῦ τὴν σάρκα ὠνόμασεν, ἐν ᾗ Χριστὸς ἐκαθέζετο· ἔτι δὲ καὶ τὸ φάναι σκηνὴν διὰ τὸ πρόσκαιρον τῆς σαρκώσεως. « Εἰ γὰρ ἐγνώκαμεν, φησὶ, Χριστὸν κατὰ σάρκα, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. » Ἢ τάχα σκηνὴν τὸ σῶμα ὠνόμασε διὰ τὴν ἄμπελον ἣν ἐξ Αἰγύπτου μετῇρεν, ἵνα φυλάξῃ αὐτὴν, ἄχρις οὗ πεπανθῇ ὁ βότρυς, καὶ μὴ λυμαίνηται αὐτὴν ὗς ἐκ δρυμοῦ. Δύναται δὲ σκηνὴν λέγειν καὶ τὴν σωματικὴν φύσιν, ἐν ᾗ Θεὸς διὰ τοῦ Λόγου ὁρᾶται, εἴ γε ἐκ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται, καὶ διὰ τῶν ποιημάτων νοούμενος καθορᾶται. |
2 17 15 2 17 15 2 | Rondeau καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς | VatGr754 |
16 17 15 16 17 15 16 | Rondeau | VatGr754 Καὶ ἐξαπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου, κ. τ. ἑ. |
sch8 17 sch8 17 sch8 | Rondeau Ὅτε πνευματικὰ πνευματικοῖς συγκρίνομεν , τότε ποιοῦμεν τὰς ἀστραπὰς τὴν ἀπ' αὐτῶν γνῶσιν ἐκφαίνοντες. | VatGr754 Ὅτε τὰ πνευματικὰ πνευματικοῖς συγκρίνομεν, τότε ποιοῦμεν τὰς ἀστραπὰς, τὴν ἀπ' αὐτῶν γνῶσιν ἐμφαίνοντες. |
sch9 17 sch9 17 sch9 | Rondeau Πηγὰς ὑδάτων λέγει τὰς ἀρετὰς· ἐκ γὰρ τούτων ἐξέρχεται γνῶσις· Μακάριοι γὰρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . | VatGr754 Πηγὰς τὰς ἀρετὰς λέγει ἐξ ὧν ἐξέρχεται γνῶσις. «Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» |
sch10 17 sch10 17 sch10 | Rondeau Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστι Χριστός . | VatGr754 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενιν ὅς ἐστι Χριστός. |
1 17 16 1 17 16 1 | Rondeau καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων | VatGr754 |
2 17 16 2 17 16 2 | Rondeau καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης | VatGr754 |
18 17 17 18 17 18 | Rondeau | VatGr754 Ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ὑδάτων πολλῶν.Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με· ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμὲ, κ. τ. ε |
sch11 17 sch11 17 sch11 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι ἰσχυρότεροι ἡμῶν ἦσαν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος ἡμῶν οἱ δαίμονες, νυνὶ δὲ γεγόναμεν ἡμεῖς αὐτῶν ἰσχυρότεροι· ἔδωκεν γὰρ ἡμῖν ὁ κύριος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ . | VatGr754 Ἐντεῦθεν γινώσκομεν, ὅτι πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἰσχυρότεροι ἡμῶν ἦσαν οἱ δαίμονες, νῦν δὲ τούτων ἡμεῖς ἐπικρατέστεροι, οἷς ἔδωκεν ὁ Χριστὸς « πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. |
1 17 18 1 17 18 1 | Rondeau Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν | VatGr754 |
21 17 21 17 21 | Rondeau καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι | VatGr754 Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, κ. τ. ἑ. |
sch12 17 sch12 17 sch12 | Rondeau Καθαριότης χειρῶν ἐστιν ἀπάθεια ψυχῆς ἐκ χάριτος, προσγινομένη θεοῦ καὶ σπουδῆς τοῦ ἀνθρώπου. | VatGr754 Καθαρειότης ψυχῆς ἐστιν ἀπάθεια ἐκ χάριτος Θεοῦ, προσγινομένης καὶ σπουδῆς τοῦ ἀνθρώπου. |
24 17 24 17 24 | Rondeau καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ | VatGr754 Καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου, κ. τ. ἑ. |
sch13 17 sch13 17 sch13 | Rondeau Ἄμωμός ἐστιν ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Χριστός· Ἐγὼ γὰρ εἰμι , φησίν, ἡ ὁδός . Ἄμωμον δὲ τὴν ὁδὸν ταύτην καὶ αὐτὸς ὁ Δαυὶδ ὠνόμασε λέγων· Κύριε, ἄμωμος ἡ ὁδός σου . | VatGr754 Ἄμωμός ἐστιν ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, τὸν Χριστόν. «Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ἡ ὁδός. » Ἄμωμον δὲ ταύτην τὴν ὁδὸν καὶ αὐτὸς ὁ Δαυῒδ ἔφη λέγων· «Ὁ Θεός μου, ἄμωμος ἡ ὁδός σου. » |
sch13b 17 sch13b 17 sch13b | Rondeau Μόνος ὁ μετὰ θεοῦ ὢν δύναται ἄμωμος εἶναι. | VatGr754 |
25 17 25 17 25 | Rondeau καὶ ἀνταποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου | VatGr754 Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, κ. τ. ἑ. |
sch14 17 sch14 17 sch14 | Rondeau Ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν . Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παρρησίαν δυναμένων λέγειν· Ἀνταπόδος τῷ δούλῳ σου . | VatGr754 |
sch 17 sch 17 sch | Rondeau | VatGr754 Ἐν ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.»Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παῤῥησίαν δυναμένων λέγειν· «̓Ανταπόδος τῷ δούλῳ σου.» |
26 17 26 17 26 | Rondeau Μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ | VatGr754 Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις, κ. τ. ἑ. |
sch15 17 sch15 17 sch15 | Rondeau Ἐν μὲν τοῖς ὁσίοις ὅσιός ἐστιν ὁ θεὸς, ἐν δὲ τοῖς ἀθῴοις ἀθῷος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτός, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον· στρεβλὸν γὰρ εἰπεῖν τὸν θεὸν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπλούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὕτω δὲ συστρεβλοῦται θεὸς ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· Ἐὰν εἰσελεύσησθε πρός με πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ . | VatGr754 Ἐν μὲν τοῖς ὁσίοις ὅσιός ἐστιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἀθώοις ἀθῶος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτὸς, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς, ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον. Στρεβλὸν γὰρ τὸν Θεὸν εἰπεῖν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπλούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὕτω δὲ συστρεβλοῦται Θεὸς, ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· « Ἐὰν εἰσελεύσησθε πρὸς μὲ πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ.» |
27 17 27 17 27 | Rondeau καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις | VatGr754 |
sch16 17 sch16 17 sch16 | Rondeau ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός · καὶ εἰ οὖν τὸ ἐν σοὶ φῶς σκότος ἐστί, τὸ σκότος πόσον. λύχνον δὲ νῦν τὸν νοῦν ὀνομάζει· οὗτος γάρ ἐστι φωτὸς δεκτικός, τουτέστι γνώσεως· Φωτίσατε γάρ, φησίν, ἑαυτοῖς φῶς γνώσεως · σῶμα δὲ θυμὸν καὶ ἐπιθυμίαν, ἅπερ γνώσεώς εἰσιν ἀνεπίδεκται. | VatGr754 ὁλύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός, καὶ εἰ οὖν τὸ ἐν σοὶ φῶς σκότος ἐστί, τὸ σκότος πόσον; λύχνον δεͅ νῦν τὸν νοὺν ὀνομάζει· οὗτος γάρ ἐστι φωτοͅς δεκτικός, τουτέστι γνώσεως· φωτίσατε γάρ, φησίν, ἑαυτοῖς φῶς γνώσεως· σῶμα δὲ θυμὸν καὶ ἐπιθυμίαν, ἅπερ γνωσεώς εἰσιν ἀνεπίδεκται. |
29 17 29 17 29 | Rondeau ὅτι σὺ φωτιεῖς λύχνον μου, κύριε, ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου | VatGr754 |
34 17 32 34 17 32 34 | Rondeau | VatGr754 Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με, κ. τ. ἑ. |
sch17 17 sch17 17 sch17 | Rondeau Ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὄφεις. Καταρτίζονταί τινος οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς· ὑψοῦνται δὲ διὰ τῆς θεωρίας. | VatGr754 Καταρτίζονται δὲ οἱ πόδες ὡς ἐλάφων, τοῦ τρέχοντος καλῶς, καὶ τὸν δρόμον πληροῦντος. « Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. » Ἴδιά τινα ὕψη ἐστὶν ἑκάστου, ἀφ' ὧν κατέπεσεν, ἢ καταβέβηκε. Τοῦ αὐτοῦ. Καταρτίζονταί τινος οἱ πόδες ὡσεὶ ἐλάφου διὰ τῆς πρακτικῆς, ὑψοῦνται δὲ διὰ τῆς θεωρίας. Διότι ἡ ἔλαφος ἀναιρεῖ τοὺς ὄφεις. |
34 17 34 17 34 | Rondeau ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με | VatGr754 |
35 17 35 17 35 | Rondeau καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου | VatGr754 Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, κ. τ. ἑ. |
sch18 17 sch18 17 sch18 | Rondeau Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς· Διέφθειρες γάρ, φησί, τὸν χαλκόν σου , Ἰεζεκιὴλ πρὸς τὴν Ἱερουσαλήμ. | VatGr754 Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς. «Διέφθειρε γὰρ τὸν χαλκόν σου,» φησὶνἸεζεχιὴλ πρὸς τὴνἹερουσαλήμ. |
36 17 36 17 36 | Rondeau καὶ ἡ δεξιά σου ἀντελάβετό μου | Rondeau καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος, | Rondeau καὶ ἡ παιδεία σου αὐτή με διδάξει | VatGr754 Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει, κ. τ. ἑ.[Επλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου] |
sch19 17 sch19 17 sch19 | Rondeau Ὁ ἐν δεξιᾷ καθήμενος τοῦ πατρὸς οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προτέρας παιδείας ἡμᾶς ἀνορθοῖ, διὰ δὲ τῆς δευτέρας διδάσκει· πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχήν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν. | VatGr754 Ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προτέρας παιδείας « ἡμᾶς » ἀνορθοῖ, διὰ δὲ τῆς δευτέρας διδάσκει. Πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχὴν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν. |
sch20 17 sch20 17 sch20 | Rondeau [τὸ καὶ ἡ παιδεία σου αὕτη με διδάξει Θεοδοτίωνός ἐστιν. Ἀντὶ τοῦ καὶ ἡ παιδεία σου ἀνώρθωσέν με εἰς τέλος εἰρημένου τοῖς ο´.] | VatGr754 τὸ καὶ ἡ παιδεία σου αὕτη με διδάξει θεοδοτίωνός ἐστιν. ἀντὶ τοῦ καὶ ἡ παιδεία σου ἀνώρθωσέν με ρἰς τέλος εἰρημένου τοῖς ο´. |
1 17 37 1 17 37 1 | Rondeau ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου | VatGr754 |
1 17 38 1 17 38 1 | Rondeau καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς | VatGr754 |
39 17 38 39 17 38 39 | Rondeau | VatGr754 Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν.Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου, κ. τ. ἑ. |
sch21 17 sch21 17 sch21 | Rondeau Οὗτος καταδιώκει τοὺς ἐχθροὺς ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν αὐτῷ γίνεσθαι λογισμούς· ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι. | VatGr754 Οὗτος καταδιώκει τοὺς ἐχθροὺς, ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν ἑαυτῷ γίνεσθαι λογισμούς· ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι. |
sch22 17 sch22 17 sch22 | Rondeau Ἔκλειψιν τῶν ἐχθρῶν ἡ ἀπάθεια κατεργάζεται. | VatGr754 Ἔκλειψιν ἐχθρῶν ἀπάθεια κατεργάζεται. |
1 17 39 1 17 39 1 | Rondeau ἐκθλίψω αὐτούς, καὶ οὐ μὴ δύνωνται στῆναι | VatGr754 |
41 17 41 17 41 | Rondeau καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον | VatGr754 Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας, κ. τ. ἑ. |
sch23 17 sch23 17 sch23 | Rondeau Νῶτον διδόασιν οἱ ἐχθροὶ μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. | VatGr754 Νῶτον διδόασιν οἱ ἐχθροὶ, μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. |
46 17 46 17 46 | Rondeau υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν | VatGr754 Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι, κ. τ. ἑ. |
sch24 17 sch24 17 sch24 | Rondeau Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία. | VatGr754 «Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;» Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία. |
2 17 48 2 17 48 2 | Rondeau καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ | VatGr754 |
sch24+ 17 sch24+ 17 sch24+ | Rondeau [ Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ .] | VatGr754 |
49 17 49 17 49 | Rondeau ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων | VatGr754 ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανιστανομένων ἐπ' ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.] κε Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης· εἰ δὲ ἐχθροὶ ἡμῶν ὄργιλοί εἰσιν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμωδεῖς εἰσιν· θυμὸς γὰρ αὐτῶν, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτοῦ ἐφ' ἡμᾶς. |
sch25 17 sch25 17 sch25 | Rondeau Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης. Εἰ δὲ ἐχθροὶ ἡμῶν ὀργίλοι εἰσίν, οἱ ἐχθροὶ ἡμῶν ἄρα θυμώδεις εἰσίν· Θυμὸς γὰρ αὐτοῖς , φησίν, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως καὶ ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς . | VatGr754 |
2 18 2 18 2 | Rondeau οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ | VatGr754 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. |
sch1 18 sch1 18 sch1 | Rondeau Εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται — οἱ οὐρανοὶ γάρ, φησίν, ἀπολοῦνται, σὺ δὲ διαμένεις —, οἱ διηγούμενοι ἄρα τὴν δόξαν τοῦ θεοῦ ἀπολοῦνται. Ἀλλὰ μὴν οὐδεὶς διηγούμενος τὴν δόξαν τοῦ θεοῦ ἀπολεῖται — τοὺς γὰρ δοξάζοντάς με , φησὶν ὁ θεός, δοξάσω —, οὐκ ἄρα οἱ οὐρανοὶ ἀπολοῦνται. Ἀλλ' οἱ μὲν διηγούμενοι οὐρανοὶ τὴν δόξαν τοῦ θεοῦ τῆς νοερᾶς εἰσι φύσεως, οὐρανοὶ λεγόμενοι διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον , οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σωματικῆς εἰσιν οὐσίας. | VatGr754 Εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται· « Οἱ οὐρανοὶ » γὰρ, φησὶν, « ἀπολοῦνται, σὺ δὲ διαμένεις·» Ÿ οἱ διηγούμενοι ἆρα τὴν δόξαν τοῦ Θεοῦ ἀπολοῦνται. Ἀλλὰ μὴν οὐδεὶς διηγούμενος τὴν δόξαν τοῦ Θεοῦ ἀπολεῖται « Τοὺς γὰρ δοξάζοντας με », φησὶν ὁ Θεος, « δοξάσω » Ÿ. Οὐκ ἄρα οἱ οὐρανοὶ ἀπολοῦνται, ἀλλ' οἱ μὲν διηγούμενοι οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ τῆς νοερᾶς εἰσι φύσεως, οὐρανοὶ λεγόμενοι διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον·* οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σωματικῆς εἰσιν οὐσίας. |
3 18 5 3 18 5 3 | Rondeau ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· | VatGr754 |
6 18 5 6 18 5 6 | Rondeau | VatGr754 Εν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτου· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτου. |
sch2 18 sch2 18 sch2 | Rondeau Εἰ ὁ κύριος ἡμῶν ἥλιος τῆς δικαιοσύνης ἐστίν, ἐν τούτῳ δὲ κατεσκήνωσεν ὁ πατὴρ· Ὁ πατὴρ γάρ, φησίν, ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα , καλῶς εἴρηκεν ὁ ἀπόστολος ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ . Ἀλλὰ καὶ νυμφίος ἐστὶν ὁ Χριστός· Ὁ γὰρ ἔχων , φησὶν, τὴν νύμφην νυμφίος ἐστίν . | VatGr754 Εἰ ὁ Κύριος ἡμῶν ἥλιος τῆς δικαιοσύνης ἐστὶν, ἐν τούτῷ δὲ κατεσκήνωσεν ὁ Πατὴρ «̔Ο Πατὴρ γάρ, φησίν, ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα»Ÿ, καλῶς εἴρηκεν ὁ Ἀπόστολος ὅτι «Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῳ ». Ἀλλὰ καὶ νυμφίος ἐστὶν ὁ Χριστός· «̔Ο γὰρ ἔχων, φησὶν, τὴν νύμφην νυμφίος ἐστιν». |
1 18 6 1 18 6 1 | Rondeau καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ | VatGr754 |
7 18 7 18 7 | Rondeau καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ | VatGr754 Καὶ οὐκ ἐστὶν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. |
sch3 18 sch3 18 sch3 | Rondeau Πῦρ γὰρ, φησίν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν . | VatGr754 Πῦρ γὰρ ἦλθεν, φησί, βαλεῖν ἐπὶ τὴν γῆν. |
8 18 8 18 8 | Rondeau ὁ νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς | VatGr754 Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· |
sch4 18 sch4 18 sch4 | Rondeau Ζητητέον πότερον ἀπὸ κακίας ἐπιστρέφων ἐπὶ τὴν ἀρετὴν ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά. Καὶ τάχα τὸ δεύτερον· τὸ γὰρ πρότερον ἡ ἐντολὴ πέφυκεν ποιεῖν. | VatGr754 Ζητητέον πότερον ἀπὸ κακίας ἐπιστρέφων ἐπὶ τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά· καὶ τάχα τὸ δεύτερον· τὸ γὰρ πρότερον, ἡ ἐντολὴ πέφυκεν ποιεῖν |
9 18 9 18 9 | Rondeau | VatGr754 Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος. |
sch5 18 sch5 18 sch5 | Rondeau Ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχὴ· διὸ καὶ ἁγνὸς εἴρηται ὁ φόβος ὡς ἁγνοὺς ποιῶν· Τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὢν ὁ φόβος ἐν οἷς ἂν ἐγγένηται καὶ αὐτοὺς αἰωνίους ποιεῖ. | VatGr754 Ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχὴ. Διὸ καὶ ἁγνὸς εἴρηται ὁ φόβος, ὡς ἁγνοὺς ποιῶν· « τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. » Αἰώνιος δὲ ὢν ὁ φόβος, ἐν οἷς ἂν ἐγγένηται καὶ αὐτοὺς ποιεῖ. |
10 18 10 18 10 | Rondeau ὁ φόβος κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος | VatGr754 |
4 19 4 19 4 | Rondeau μνησθείη πάσης θυσίας σου | Rondeau καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω | VatGr754 Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαυτωμά σου πιανάτω, κ. τ. ε |
sch1 19 sch1 19 sch1 | Rondeau τὰ μὲν ἄλογα ζῷα πιαινόμενα θύεται καὶ ὁλοκαυτοῦται, τὰ δὲ λογικὰ μετὰ τὸ ὁλοκαυτωθῆναι πιαίνεται, εἴγε μετὰ τὴν ἐκ τοῦ ἁγίου πυρὸς κάθαρσιν καταξιοῦται γνώσεως. | VatGr754 ῾. Τὰ μὲν ἄλογα ζῶα πιαινόμενα θύεται καὶ ὁλοκαυτοῦται, τὰ δὲ λογικὰ μετὰ τὸ ὁλοκαυτωθῆναι πιαίνεται, εἴ γε μετὰ τὴν ἁγίου πυρὸς κάθαρσιν καταξιοῦται γνώσεως |
1 19 6 1 19 6 1 | Rondeau ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου | VatGr754 Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. |
3 19 6 3 19 6 3 | Rondeau πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου | VatGr754 Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου, κ. τ. ἑ. |
sch2 19 sch2 19 sch2 | Rondeau Οἱ μὲν ἄνθρωποι ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δόξῃ ἢ ἐν εὐγενείᾳ· ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ θεοῦ. | VatGr754 Οἱ μὲν ἄνθρωποι ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δόξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ. |
sch3 19 sch3 19 sch3 | Rondeau Πληροῖ κύριος τὰ αἰτήματα, οὐ τὰ κακὰ αἰτήματα. | VatGr754 Πληροῦται δὲ τὰ αἰτήματα τοῦ αἰτοῦντος μεγάλα καὶ ἐπουράνια.Ἀλλ' οὐ τὰ κακὰ αἰτήματα. |
8 19 8 19 8 | Rondeau οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. | VatGr754 |
sch4 19 sch4 19 sch4 | Rondeau Οἱ μὲν ἀντικείμενοι μετὰ τῆς κακίας ἡμῖν ἐφορμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτοῖς ἀπαντῶμεν. | VatGr754 Οἱ μὲν ἀντικείμενοι μετὰ τῆς κακίας ἡμῖν ἐφορμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτοῖς ἀπαντῶμεν |
9 19 9 19 9 | Rondeau | VatGr754 Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, κ. τ. ἑ. |
4 20 4 20 4 | Rondeau ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου | VatGr754 Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, κ. τ. ἑ. |
sch1 20 sch1 20 sch1 | Rondeau Στέφανος μὲν Χριστοῦ ὁ θεὸς, στέφανος δὲ τῆς λογικῆς φύσεως ὁ Χριστός. | VatGr754 Στέφανος μὲν Χριστοῦ ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως. |
9 20 9 20 9 | Rondeau εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε | VatGr754 Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. |
sch2 20 sch2 20 sch2 | Rondeau Οἱ μὲν ἐχθροὶ τοῦ θεοῦ εὑρίσκουσιν αὐτὸν· οἱ δὲ μισοῦντες αὐτὸν εὑρίσκονται ὑπ' αὐτοῦ. Καὶ διὰ μὲν τοῦ νόμου εὑρίσκομεν θεόν, διὰ δὲ τῶν εὐαγγελίων εὑρισκόμεθα ὑπ' αὐτοῦ. Ἢ διὰ πρακτικῆς μὲν εὑρίσκομεν αὐτόν, διὰ δὲ γνώσεως εὑρισκόμεθα ὑπ' αὐτοῦ, ἐχθροὶ ὄντες τὸ πρότερον καὶ ξένοι τῶν διαθηκῶν τοῦ θεοῦ, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ . | VatGr754 Οἱ μὲν ἐχθροὶ τοῦ Κυρίου εὑρίσκουσιν αὐτὸν, οἱ δὲ μισοῦντες αὐτὸν εὑρίσκονται παρ' αὐτοῦ. Καὶ διὰ μὲν τοῦ νόμου εὑρίσκομεν Θεὸν, διὰ δὲ τῶν Εὐαγγελίων εὑρισκόμεθα παρ' αὐτοῦ, ἐχθροὶ ὄντες τὸ πρότερον καὶ « ξένοι τῶν διαθηκῶν» τοῦ Θεοῦ, « ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ » [ἢ διὰ πρακτικῆς μὲν εὑρίσκομεν Θεὸν, διὰ δὲ γνώσεως εὑρισκόμεθα παρ' αὐτοῦ.] |
10 20 10 20 10 | Rondeau καὶ καταφάγεται αὐτοὺς πῦρ | VatGr754 Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, κ. τ. ἑ. |
sch3 20 sch3 20 sch3 | Rondeau Ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη . | VatGr754 ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη. |
11 20 11 20 11 | Rondeau Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων | VatGr754 Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, κ. τ. ἑ. |
sch4 20 sch4 20 sch4 | Rondeau Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπεσεῖν καὶ ἐννοιῶν πονηρῶν· σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός. | VatGr754 Εὐεργεσία δέ ἐστιν ἐκπεσεῖν ἁμαρτιῶν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός. |
12 20 12 20 12 | Rondeau ὅτι ἔκλιναν εἰς σὲ κακὰ | VatGr754 Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι, κ. τ. ἑ. |
sch5 20 sch5 20 sch5 | Rondeau Τότε κλινόμεθα ὅταν παρὰ φύσιν κινούμεθα. | VatGr754 Τότε κλινόμεθα, ὅτε παρὰ φύσιν κινούμεθα. |
2 21 2 21 2 | Rondeau μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου | VatGr754 Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με, κ. τ. ἑ. |
sch1 21 sch1 21 sch1 | Rondeau Ὡσανεὶ ἔλεγεν μακράν με ποιοῦσι τῆς σωτηρίας αἱ ἁμαρτίαι. | VatGr754 Ὡς ἔλεγε· Μακράν με ποιοῦσι τῆς σωτηρίας αἱ ἁμαρτίαι. |
4 21 4 21 4 | Rondeau σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ἰσραήλ | VatGr754 Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς ὁ ἔπαινος τοῦἸσραὴλ̔. |
sch2 21 sch2 21 sch2 | Rondeau Ὁ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ ἢ ὁ αὐτὸς ἔπαινος ὤν. | VatGr754 Ἐντεῦθεν μανθάνομεν ὅτι αὐτοέπαινός ἐστιν ὁ Κύριος καὶ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραὴλ, ἢ αὐτὸς ἔπαινος ὤν. |
7 21 7 21 7 | Rondeau ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος | VatGr754 Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, κ. τ. ἑ. |
sch3 21 sch3 21 sch3 | Rondeau Ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλ' ἀπὸ ξύλου. Ὁ σκώληξ κατεσθίει ξύλα, τάχα δὲ καὶ χόρτον καὶ καλάμην· Ὁ θεὸς γὰρ ἡμῶν ἐστι πῦρ καταναλίσκον. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις — σὲ γάρ, φησίν, ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου —, ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία καὶ δικαιοσύνη, καὶ σκώληξ ὁ Χριστὸς ὀνομάζεται ἐν τοῖς τοιούτοις ξύλοις γεννώμενος. | VatGr754 Ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλ' ἀπὸ ξύλου, καὶ κατεσθίει ξύλα, χόρτον, καλάμην. Τάχα καὶ ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον τὴν μοχθηρὰν καὶ εὔπρηστον ὕλην. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις· « Σε`» γὰρ, φησὶν, « ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου, » ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία, καὶ δικαιοσύνη· καλῶς ὁ Χριστὸς ὀνομάζεται σκώληξ ἐν τοῖς τοιούτοις ξύλοις γενόμενος. |
1 21 10 1 21 10 1 | Rondeau ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός | VatGr754 |
2 21 10 2 21 10 2 | Rondeau ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου | VatGr754 Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, κ. τ. ἑ. | VatGr754 Ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, κ. τ. ἑ. |
sch4 21 sch4 21 sch4 | Rondeau Τάχα τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέσπασεν ὁ θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμένων ἀλλ' ἐξερχομένων· Ἐξῆλθεν γάρ, φησίν, ὁ Ἡσαῦ ὡσεὶ δορὰ δασύς . | VatGr754 ἐπειδὴ γὰρ τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέσπασεν ὁ Θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμένων, ἀλλ'« ἐξερχομένων.Ἐξῆλθε » γὰρ, φησὶν, «Ἡσαῦ, ᾧ ἡ δορὰ δασύς. » |
sch5 21 sch5 21 sch5 | Rondeau Ἐνὼς μὲν ἤλπισεν ἐπικαλεῖσθαι τὸν θεόν , ἀλλ' οὐκ ἀπὸ μαστῶν τῆς μητρός· πάντες γὰρ ἄνθρωποι γεννώμενοι πρότερον τῇ κακίᾳ προσέρχονται, ὁ δὲ κύριος ἡμῶν πρὶν ἢ γνῶναι ἀγαθὸν ἢ κακὸν ἐξελέξατο τὸ ἀγαθόν , ὥστε καλῶς οὗτος λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός· Οὐκ ἔστιν γάρ, φησίν, ἄνθρωπος ὃς ζήσεται καὶ οὐχ ἁμαρτήσεται . | VatGr754 Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸν Θεὸν, ἀλλ' οὐκ ἀπὸ μαστῶν τῆς μητρός· ὁ δὲ Χριστὸς πρὶν ἢ γνωσθῆναι ἀγαθὸν ἢ κακὸν, ἐξελέξατο τὸ ἀγαθόν· ὥστε καλῶς οὗτος λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός. « Οὐκ ἔστι γὰρ, φησὶν, ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐχ ἁμαρτήσει. » |
sch 21 sch 21 sch | Rondeau | VatGr754 Rondeau notes cf. R10: Μόνον δὲ τὸν Σωτῆρα αὐτὸς ἐξέσπασεν ὁ Πατὴρ ἀπὸ τῆς γαστρὸς, ὥστε αὐτὸν τοῦ ἐξαιρέτου αἰσθανόμενον εἰρηκέναι τό. «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· » τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπασμένων, ἀλλ' ἐξερχομένων· «Ἐξῆλθε » γὰρ, φησὶν, « ὁἩσαῦ ὡσεὶ δορὰ δασύς. »] |
15 21 15 21 15 | Rondeau καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου | VatGr754 Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, κ. τ. ἑ. |
sch6 21 sch6 21 sch6 | Rondeau Τὰ ὀστᾶ τῆς σοφίας τὰ ἅγια δόγματα τῆς ἐκκλησίας ἐστίν, ἅπερ ἐν τῷ πάσχᾳ μὴ συντρίβειν τοῖς Ἰουδαίοις νενομοθέτηται· Ὀστοῦν γὰρ αὐτοῦ, φησίν, οὐ συντρίψετε. | VatGr754 Ὀστᾶ τῆς σοφίας τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα τοῖςἸουδαίοις μὴ συντρίβειν νενομοθέτηται· «Ὀστοῦν » γὰρ, φησὶν, « οὐ συντρίψετε αὐτοῦ. » |
16 21 16 21 16 | Rondeau καὶ εἰς χοῦν θανάτου κατήγαγές με | VatGr754 Καὶ εἰς χοῦν θανάτου κατήγαγές με, κ. τ. ἑ. |
sch7 21 sch7 21 sch7 | Rondeau Οὐκ εἰς θάνατον, ἀλλ' εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· Οὐκ ἐγκατελείφθη γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην οὐδὲ ἡ σὰρξ αὐτοῦ οἶδεν διαφθοράν. | VatGr754 Οὐκ εἰς θάνατον, ἀλλ' εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐ γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου κατελήφθη, καὶ ἡ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθοράν. |
19 21 19 21 19 | Rondeau διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς | VatGr754 Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, κ. τ. ἑ. |
sch8 21 sch8 21 sch8 | Rondeau Ἰουδαῖοι μὲν τὸν γραπτὸν νόμον τηροῦντες τὰ αἰσθητὰ ἱμάτια τοῦ λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ νόμου φυλάσσοντες τὰ νοητὰ ἱμάτια τοῦ σωτῆρος ἡμῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι καὶ Χριστὸν ἐνδυόμενοι ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. | VatGr754 Ἰουδαῖοι μὲν τὸν γραπτὸν νόμον τηροῦντες καὶ τὰ αἰσθητὰ ἱμάτια τοῦ Λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ λόγου φυλάσσοντες, τὰ νοητὰ ἱμάτια τοῦ Σωτῆρος ἡμῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι, καὶ αὐτὸν ἐνδυόμενοι ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην. |
1 21 21 1 21 1 | Rondeau ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου | VatGr754 Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, κ. τ. ἑ. |
2 21 21 2 21 2 | Rondeau Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου | VatGr754 Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου, κ. τ. ἑ. |
sch9 21 sch9 21 sch9 | Rondeau Καὶ πρὸς τὴν Μαριὰμ ὁ Συμεών φησι· Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία . Ῥομφαία τοίνυν ἐστὶ ψεκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος τὴν ψυχὴν ἢ γνῶσις ψευδώνυμος ἢ λογισμὸς ἀκάθαρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν, ὅπερ συμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομένοις. | VatGr754 « Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. »Ῥομφαία τοίνυν ἐστὶ ψεκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος τὴν ψυχὴν, ἢ γνῶσις ψευδώνυμος, ἢ λογισμὸς ἀκάθαρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν· ὅπερ συμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομένοις. |
sch10 21 sch10 21 sch10 | Rondeau Τὰ ἐκ τούτου τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυνάρια ὀνομάζεται· Οὐ καλὸν γάρ, φησίν, ἔστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις . | VatGr754 Τὰ ἐκ τούτου τοῦ κυνὸς γεννώμενα καὶ αὐτὰ κυνάρια ὀνομάζεται, περὶ ὧν εἴρηται· « Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. |
26 21 26 21 26 | Rondeau παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ | VatGr754 Παρὰ σοῦ ὁ ἔπαινός μου ἐνἘκκλησίᾳ μεγάλῃ, κ. τ. ἑ. |
sch11 21 sch11 21 sch11 | Rondeau Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου , τουτέστιν οὐκ ἐν εὐγενείᾳ οὐδ' ἐν πλούτῳ, ἀλλ' ἐν σοφίᾳ καὶ δικαιοσύνῃ. | VatGr754 «Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, » τουτέστιν οὐκ ἐν εὐγενείᾳ οὐδ' ἐν πλούτῳ, ἀλλ' ἐν σοφίᾳ καὶ δικαιοσύνῃ. |
27 21 27 21 27 | Rondeau φάγονται πένητες καὶ ἐμπλησθήσονται | VatGr754 Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, κ. τ. ἑ. |
sch12 21 sch12 21 sch12 | Rondeau Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς. | VatGr754 «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. » |
28 21 28 21 28 | Rondeau μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς | VatGr754 Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. |
sch13 21 sch13 21 sch13 | Rondeau Μετὰ τὴν γνῶσιν ἡ λήθη καὶ μετὰ τὴν λήθην ἡ μνήμη. | VatGr754 Μετὰ τὴν γνῶσιν ἡ λήθη, καὶ μετὰ τὴν λήθην ἡ μνήμη. |
29 21 29 21 29 | Rondeau ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν | VatGr754 Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν, κ. τ. ἑ. ιδ-ιε´. Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ.Ὡσεὶ ἔλεγεν, ὅτι πάντες ἄδικοι γενόμενοι δίκαιοι, παυσάμενοι τοῦ γενέσθαι γήϊνοι καὶ φθαρτοί. |
sch14 21 sch14 21 sch14 | Rondeau Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ . | VatGr754 |
1 21 30 1 21 30 1 | Rondeau ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς | VatGr754 |
2 21 30 2 21 30 2 | Rondeau ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν | VatGr754 |
3 21 30 3 21 30 3 | Rondeau καὶ ἡ ψυχή μου αὐτῷ ζῇ | VatGr754 |
sch15 21 sch15 21 sch15 | Rondeau Ὡσεὶ ἔλεγεν ὅτι πάντες οἱ ἄδικοι γενήσονται δίκαιοι παυσάμενοι τοῦ γίνεσθαι γήϊνοι καὶ φθαρτοί. | VatGr754 |
sch16 21 sch16 21 sch16 | Rondeau Μόνη ἡ ψυχὴ τοῦ Χριστοῦ ζῇ τῷ θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ. | VatGr754 Μόνῳ ἡ ψυχὴ τοῦ Θεοῦ ζῇ τῷ Θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεου. |
31 21 31 21 31 | Rondeau ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη | VatGr754 Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κ. τ. ἑ. | VatGr754 Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ.῾ |
sch17 21 sch17 21 sch17 | Rondeau Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται· Γενεὰ δὲ σοφίας ἐστί, κατὰ τὸν σοφὸν Σολομῶντα, φόβος κυρίου καὶ πλοῦτος καὶ δόξα καὶ ζωή . | VatGr754 [Note Rondeau designates this cf:] Καὶ ταῦτα περὶ τῶν ἐθνῶν σημαίνει. |
1 22 1 22 1 | Rondeau κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. | VatGr754 Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. ῄ εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με |
sch1 22 sch1 22 sch1 | Rondeau Ὥσπερ τὸ πρόβατον τρέφεται χλόῃ καὶ ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πράξει τε καὶ γνώσει. | VatGr754 Ὥσπερ τὸ πρόβατον τρέφεται χλόῃ καὶ ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πρακτικῇ πράξει τε καὶ γνώσει. {ant 1.1.1} |
2 22 2 22 2 | Rondeau Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με | VatGr754 |
2 22 3 2 22 3 2 | Rondeau ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης | VatGr754 ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης |
sch2 22 sch2 22 sch2 | Rondeau Εἴ ἐστιν τρίβος δικαιοσύνης, ἐστὶν καὶ σωφροσύνης καὶ ἀγάπης καὶ ἐγκρατείας, δι' ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | VatGr754 Εἰ ἔστιν τρίβος δικαιοσύνης, ἐστιν̀ καὶ σωφροσύνης καὶ ἀγάπης καὶ ἐγκρατείας, δι' ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. |
3 22 4 3 22 4 3 | Rondeau ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν | VatGr754 Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν |
sch3 22 sch3 22 sch3 | Rondeau Ὥσπερ ῥάβδος παιδεύει, οὕτω καὶ πρακτικὴ μετριοπαθεῖν ἐκδιδάσκει, καὶ ὥσπερ βακτηρία ἀναπαύει, οὕτω καὶ γνῶσις εὐφραίνει. | VatGr754 Ὥσπερ ῥάβδος παιδεύει, οὕτω πρακτικὴ μετριοπαθεῖν ἐκδιδάσκει· καὶ ὥσπερ βακτηρία ἀναπαύει, οὕτω καὶ γνῶσις εὐφραίνει. |
1 22 5 1 22 5 1 | Rondeau ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με | VatGr754 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με |
sch4 22 sch4 22 sch4 | Rondeau Πρότερον μὲν ὡς ποιμὴν ὁ Χριστὸς ποιμαίνει τὰ πρόβατα, νυνὶ δὲ λοιπὸν ὡς φίλος καλεῖ τοὺς φίλους ἐπὶ τὴν τράπεζαν· Οὐκέτι γὰρ ὑμᾶς καλῶ δούλους , φησὶν ὁ σωτήρ, ἀλλὰ φίλους . Καὶ δοῦλον μὲν ποιεῖ φόβος θεοῦ, φίλον δὲ γνῶσις μυστηρίων. | VatGr754 πρότερον μὲν ὡς ποιμὴν ὁ Χριστὸς ποιμαίνει τὰ πρόβατα· νυνὶ δὲ λοιπὸν ὡς φίλος καλεῖ τοὺς φίλους ἐπὶ τὴν τράπεζαν. « Οὐκέτι γὰρ ὑμᾶς καλῶ δούλους,» φησὶν ὁ σωτήρ, « ἀλλὰ φίλους.» καὶ δοῦλον μὲν ποιεῖ φόβος θεοῦ, φίλον δὲ γνῶσις μυστηρίων. |
1 23 1 23 1 | Rondeau Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς | Rondeau ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. | VatGr754 Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. |
sch1 23 sch1 23 sch1 | Rondeau Ταύτην λέγει τὴν οἰκουμένην , ἐφ' ᾗ εὐφραίνετο συντελεσθείσῃ . | VatGr754 Ταύτην λέγει τὴν οἰκουμένην, ἐν ᾗ ηὐ-φραίνετο συντελειωθείς. |
3 23 3 23 3 | Rondeau τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; | VatGr754 |
4 23 4 23 4 | Rondeau ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ | VatGr754 Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, κ. τ. ἑ. |
sch2 23 sch2 23 sch2 | Rondeau Ἰούδας μὲν ἀνέβη εἰς τὸ ὄρος τοῦ κυρίου· οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ, διότι μηδὲ ἀθῷος ἦν ταῖς χερσὶ μηδὲ καθαρὸς τῇ καρδίᾳ· Κλέπτης γὰρ ὢν τὰ βαλλόμενα ἐβάσταζεν . | VatGr754 Ἰούδας ἀνέβη μὲν εἰς τὸ ὄρος Κυρίου, οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· οὐ γὰρ ἦν ἀθῶος χερσὶν, οὐδὲ καθαρὸς τῇ καρδίᾳ, ἀλλὰ κλέπτης ὢν τὰ βαλλόμενα βαστάζων |
6 23 6 23 6 | Rondeau αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, | Rondeau ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ | VatGr754 Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν,ζητούντων τὸ πρόσωπον τοῦ ΘεοῦἸακώβ. |
sch3 23 sch3 23 sch3 | Rondeau Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν τὸ πρόσωπον τοῦ θεοῦ διαπαντός , τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἄρα καὶ οἱ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εἴγε δυνατὸν ἄρτον ἀγγέλων φαγεῖν καὶ τὸν ἄνθρωπον . | VatGr754 Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ διαπαντὸς, τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἀγγέλων ἄρα καὶ οἱ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εἴγε δυνατὸν ἄρτον ἀγγέλων φαγεῖν τὸν ἄνθρωπον. |
1 23 7 1 23 7 1 | Rondeau ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, | VatGr754 ἀρατε πύλας οἱ ἄρχοντες ὑμῶν,καὶ ἐπάρθητε, πύλαι αἰώνιοι |
2 23 7 2 23 7 2 | Rondeau καὶ ἐπάρθητε, πύλαι αἰώνιοι | VatGr754 |
8 23 7 8 23 7 8 | Rondeau | VatGr754 Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, κ. τ. ἑ. |
sch4 23 sch4 23 sch4 | Rondeau Ἄρατε πύλας ὑμῶν οἱ ἄρχοντες· πύλας δὲ λέγει τὰς ἀρετάς· Ἀνοίξατε γάρ μοι, φησί, πύλας δικαιοσύνης. Ὡς δὲ δικαιοσύνης ἀνοίγονται πύλαι, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης καὶ μακροθυμίας, δι' ὧν εἰσέρχεσθαι πέφυκε γνῶσις θεοῦ. | VatGr754 ἀρατε πύλας ὑμῶν οἱ ἄρχοντες· πύλας δὲ λέγει τὰς ἀρετάς· « ἀνοίξατε γάρ μοι, » φησὶ, « πύλας δικαιοσύνης. » ὡς δὲ δικαιοσύνης ἀνοίγονται πύλαι, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης καὶ μακροθυμίας, δι' ὧν εἰσέρχεσθαι πέφυκε γνῶσις Θεοῦ. |
sch5 23 sch5 23 sch5 | Rondeau Θαρσεῖτε , φησίν, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν ἄρχοντα αὐτοῦ ἐξέβαλον ἔξω . | VatGr754 « Θαρσεῖτε, » φησὶν ὁ Σωτὴρ, « ἐγὼ νενίκηκα τὸν κόσμον· νῦν ἄρχων τοῦ κόσμου τούτου ἐμβληθήσεται ἔξω. » |
2 23 8 2 23 8 2 | Rondeau κύριος κραταιὸς καὶ δυνατὸς | VatGr754 |
1 24 1 24 1 | Rondeau Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου, ὁ θεός μου. | VatGr754 Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. |
2 24 2 24 2 | Rondeau Ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείην, μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου. | VatGr754 |
sch1 24 sch1 24 sch1 | Rondeau Ἐν καιρῷ μαρτυρίου λεκτέον τούτους τοὺς λόγους | VatGr754 ἐν καιρῷ μαρτυρίου λεκτέον τούτους τοὺς λόγους |
1 24 3 1 24 3 1 | Rondeau Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν | VatGr754 |
2 24 3 2 24 3 2 | Rondeau αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διακενῆς | VatGr754 |
sch2 24 sch2 24 sch2 | Rondeau Ἔστι γὰρ ἀνομῆσαι μὴ διακενῆς· ἐγενήθη γὰρ τοῖς ἀνόμοις ὡς ἄνομος · αὕτη ἡ ἀνομία οὐ διακενῆς ἐγένετο. | VatGr754 Ἔστι καὶ μὴ διακενῆς ἀνομῆσαι. «Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος· » αὕτη ἡ ἀνομία οὐ διακενῆς |
1 24 4 1 24 4 1 | Rondeau τὰς ὁδούς σου, κύριε, γνώρισόν μοι | VatGr754 Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς, κ. τ. ἑ. |
2 24 4 2 24 4 2 | Rondeau | VatGr754 Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με, κ. τ. ἑ. |
sch3 24 sch3 24 sch3 | Rondeau Εἴ τις βούλετο γνῶναι τὰς ὁδοὺς κυρίου, γενέσθω πραΰς· Διδάσκει γὰρ, φησί, πραεῖς ὁδοὺς αὐτοῦ. Πραεῖς δέ εἰσιν οἱ τὴν ἄπιστον μάχην τὴν ἐν τῇ ψυχῇ καταπεπαυκότες θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων εἰδῶν. | VatGr754 Ὁ θέλων γνῶναι τὰς ὁδοὺς τοῦ Κυρίου γενέσθω πραΰς· « Διδάξει » γὰρ, φησὶ, « πραεῖς ὁδοὺς αὐτοῦ, » τοὺς καταπαύσαντας τὴν ἐν τῇ ψυχῇ ἄπαυστον μάχην θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων παθῶν. |
1 24 5 1 24 5 1 | Rondeau ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου | VatGr754 ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σουκαὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου, |
2 24 5 2 24 5 2 | Rondeau καὶ δίδαξόν με ὅτι σὺ εἶ ὁ θεὸς ὁ σωτήρ μου | VatGr754 |
sch4 24 sch4 24 sch4 | Rondeau Χρήσιμον τοῦτο τὸ ῥητὸν ἐν προσευχῇ. | VatGr754 χρήσιμον τοῦτο τὸ ῥητὸν ἐν προσευχῇ. |
1 24 6 1 24 6 1 | Rondeau μνήσθητι τῶν οἰκτιρμῶν σου, κύριε | VatGr754 |
sch5 24 sch5 24 sch5 | Rondeau Ἄνθρωποι μὲν μνημονεύοντές τινων τὰς φαντασίας τῶν προεγνωσμένων ἀνακινοῦσιν ἐν ἑαυτοῖς· θεὸς δὲ μνημονεύων λογικῆς φύσεως οὐχὶ φαντασίας αὐτῆς λαμβάνει — γνῶσις γάρ ἐστιν ὁ θεὸς οὐσιώδης —, ἀλλὰ γίνεται ἐν αὐτῇ. τούτου γὰρ λέγεται μεμνῆσθαι τοῦ ἐν ᾧ οὐ χωρεῖ. Καὶ πρότερον μὲν διὰ τῆς θεωρίας τῶν γεγονότων ὁ κύριος χωρεῖ ἐν οἷς χωρεῖ, ἔπειτα δὲ καὶ διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ. | VatGr754 Ἄνθρωποι μὲν μνημονεύοντές τινων, τὰς τῶν προεγνωσμένων φαντασίας ἀνακινοῦσιν ἐν ἑαυτοῖς· Θεὸς δὲ μνημονεύων λογικῆς φύσεως, ἐν αὐτῇ γίνεται. Τούτου γὰρ λέγεται μεμνῆσθαι ἐν ᾧ χωρεῖ. Χωρεῖ δὲ πρότερον μὲν διὰ τῆς τῶν γεγονότων θεωρίας, ἔπειτα δὲ καὶ διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ. |
7 24 7 24 7 | Rondeau | VatGr754 Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, Κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε |
2 24 8 2 24 8 2 | Rondeau διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ | VatGr754 |
9 24 8 9 24 8 9 | Rondeau | VatGr754 Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς ὁδοὺς αὐτοῦ, κ. τ. ἑ. " |
sch6 24 sch6 24 sch6 | Rondeau Δικαίῳ γὰρ νόμος οὐ κεῖται . | VatGr754 « Δικαίῳ γὰρ νόμος οὐ κεῖται.» |
sch7 24 sch7 24 sch7 | Rondeau ὁ πάντα πράττων καὶ λέγων τῆς τοῦ θεοῦ γνώσεως ἕνεκεν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διαπαντὸς ἔχει πρὸς κύριον. | VatGr754 ὁ πάντα πράττων καὶ λέγων τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν, τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διαπαντὸς ἔχει πρὸς τὸν Κύριον. |
1 24 15 1 24 15 1 | Rondeau οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν κύριον | VatGr754 |
16 24 16 24 16 | Rondeau ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγὼ | VatGr754 Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγὼ. |
sch8 24 sch8 24 sch8 | Rondeau Εἴ τις υἱοθεσίας οὐκ ἔλαβε πνεῦμα οὐδὲ ἀδελφὸς γέγονε τῶν ἁγίων δυνάμεων καὶ αὐτοῦ τοῦ Χριστοῦ, λεγέτω μονογενῆ ἑαυτὸν καὶ πτωχὸν ἐστερημένον τοῦ πλούτου τῆς γνώσεως. Οἶμαι δὲ τὸν Δαυὶδ μετριάζοντα τούτους ᾄδειν τοὺς λόγους· Τὰ ἄδηλα γὰρ καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ δεδήλωκεν ὁ θεός. | VatGr754 Εἴ τις υἱοθεσίας οὐκ ἔλαβε πνεῦμα, οὐδὲ τῶν ἁγίων δυνάμεων καὶ αὐτοῦ τοῦ Χριστοῦ γέγονεν ἀδελφὸς, λεγέτω μονογενὴς εἶναι καὶ πτωχὸς ἐστερημένος τοῦ πλούτου τῆς γνώσεως. Οἶμαι δὲ τὸν Δαυῒδ μετριάζοντα τούτους ᾄδειν τοὺς λόγους· τὰ ἄδηλα γὰρ καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ δεδήλωκεν αὐτῷ ὁ Θεός. |
17 24 17 24 17 | Rondeau ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου | VatGr754 Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου, κ. τ. ἑ. |
sch9 24 sch9 24 sch9 | Rondeau Οὐ πᾶς κόπος περιαιρεῖ ἁμαρτίας, ἀλλ' ὁ διὰ τὸν κύριον τῇ πρακτικῇ προσγινόμενος. | VatGr754 Οὐ πᾶς κόπος περιαιρεῖ ἁμαρτίας, ἀλλ' ὁ διὰ τὸν Κύριον τῇ πρακτικῇ προσγινόμενος. |
19 24 19 24 19 | Rondeau καὶ μῖσος ἄδικον ἐμίσησάν με | VatGr754 Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπλη-θύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. |
sch10 24 sch10 24 sch10 | Rondeau Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες μῖσος ἄδικον μισοῦσιν αὐτούς. | VatGr754 Οἱ τοὺς δικαίους ὡς δικαίους μισοῦντες, μῖσος ἄδικον μισοῦσιν αὐτούς. |
2 24 20 2 24 20 2 | Rondeau μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σε | VatGr754 μὴ καταισχυνθείην ὅτι ἤλπισα ἐπὶ σε |
sch11 24 sch11 24 sch11 | Rondeau Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει · θυγάτηρ γάρ ἐστι δοκιμῆς· ἔκγονον δὲ ὑπομονῆς δοκιμή· ὑπομονὴ δὲ ἐκ θλίψεων πέφυκε γίνεσθαι, ὧν πρόξενοι γίνονται αἱ ἀρεταὶ αἷς ἕπεται γνῶσις θεοῦ. | VatGr754 ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει· θυγάτηρ γάρ ἐστι δοκιμῆς· ἔκγονον δὲ ὑπομονῆς δοκιμή· δοκιμὴ δὲ ἐκ θλίψεων πέφυκε γίνεσθαι ὧν πρόξενοι γίνονται αἱ ἀρεταὶ αἷς ἕπεται γνῶσις Θεοῦ. |
2 25 2 25 2 | Rondeau Πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου | VatGr754 Πύρωσον τοὺς νεφρούς μου, κ. τ. ἑ. |
sch1 25 sch1 25 sch1 | Rondeau Νεφροὶ μὲν σύμβολόν εἰσι τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας, καρδία δὲ τοῦ λογιστικοῦ. | VatGr754 Νεφροὶ μὲν σύμβολόν εἰσι τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας· καρδία δὲ τοῦ λογιστικοῦ. |
3 25 3 25 3 | Rondeau καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου | VatGr754 Ὅτι ὁ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου, κ. τ. ἑ. |
sch2 25 sch2 25 sch2 | Rondeau Εἰ ἀλήθειά ἐστι Χριστὸς ἡμῶν — ἐγὼ γὰρ, φησίν, εἰμὶ ἡ ἀλήθεια —, ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστει ὁ Δαυὶδ τῷ θεῷ, ἐν τῷ Χριστῷ ἄρα εὐηρέστει ὁ Δαυὶδ τῷ θεῷ. | VatGr754 Εἰ ἡ ἀλήθειά ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς εἶπεν· «Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστησε Δαυῒδ τῷ Θεῷ, ἐν τῷ Θεῷ εὐηρέστει ἄρα ὁ Δαυῒδ τῷ Θεῷ. |
5 25 5 25 5 | Rondeau ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. | VatGr754 ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. |
sch3 25 sch3 25 sch3 | Rondeau Λεκτέον ταῦτα πρὸς τοὺς θεωροῦντας ἱπποδρόμια καὶ θέατρα· ἔτι δὲ καὶ πρὸς τοὺς κοινωνοὺς γενομένους τῶν αἱρέσεων. | VatGr754 |
sch4 25 sch4 25 sch4 | Rondeau Λογικὸν θυσιαστήριον θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφ' οὗ καίομεν πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τῆς τοῦ δεσπότου τῷ πυρὶ τῷ βληθέντι ὑπὸ τοῦ σωτῆρος ἡμῶν εἰς τὴν γῆν· περὶ δὲ τοῦτο τὸ θυσιαστήριον τὴν ἐμψύχωσιν καλουμένην εἶναι φαμέν. Ὅταν τοίνυν αὕτη μὴ πρὸς τὰ ἔξω βλέπῃ, ἀλλὰ πρὸς τὸ ἴδιον κέντρον νεύῃ, κυκλοῖ τὸ θυσιαστήριον τοῦ θεοῦ, μηδεμίαν γωνίαν κατεργαζομένη φθορᾶς δεκτικήν· τὴν γὰρ ἀφροσύνην παρὰ γωνίαν παρεδρεύειν ὁ Σολομών ἡμᾶς ἐδίδαξεν. Δύναται δὲ θυσιαστήριον λέγειν καὶ τὴν θεωρίαν σωμάτων καὶ ἀσωμάτων, ἐφ' ἧς καθαίρεται νοῦς, ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ θεοῦ. | VatGr754 λεκτέον ταῦτα πρὸς τοὺς θεωροῦντας ἱπποδρομία καὶ θέατρα· ἔτι δὲ καὶ πρὸς τοὺς γενομένους κοινωνοὺς τῶν αἱρέσεων. | VatGr754 Λογικὸν θυσιαστήριον Θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφ' οὗ καίομεν τῷ παρὰ τοῦ Πατρὸς εἰς τὴν γῆν βληθέντι πυρὶ πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τοῦ δεσπότου.Ὅτε τοίνυν ἡ ψυχὴ οὐκ ἔξω νεύει, ἀλλὰ βλέπει πρὸς ἑαυτὴν καὶ τὸ ἴδιον κέντρον, κυκλοῖ τὸ θυσιαστήριον τοῦ Θεοῦ· μηδεμίαν γωνίαν ἐργαζομένη φθορᾶς δεκτικήν· « Τὴν γὰρ ἀφροσύνην γωνίαν παρεδρεύειν » ὁ σοφός φησι Σολομών.Ἔστι δὲ θυσιαστήριον σωμάτων θεωρία καὶ ἀσωμάτων, ἐν ᾗ καθαίρεται νοῦς· ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ Θεοῦ. |
6 25 6 25 6 | Rondeau καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε | VatGr754 Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, κ. τ. ἑ. |
1 25 8 1 25 8 1 | Rondeau κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου | VatGr754 Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. |
2 25 8 2 25 8 2 | Rondeau καὶ τόπον σκηνώματος δόξης σου | VatGr754 |
sch6 25 sch6 25 sch6 | Rondeau Τόπος κυρίου εἰρήνη ψυχῆς· Ἐγενήθη γάρ, φησίν, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ . | VatGr754 τόπος κυρίου εἰρήνη ψυχῆς· ἐγενήθη γὰρ, φησίν, ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. |
1 25 9 1 25 9 1 | Rondeau μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου | VatGr754 μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου |
sch7 25 sch7 25 sch7 | Rondeau Ὡς δυναμένου καὶ δικαίου συναπολέσθαι τοῖς ἀσεβέσι ταῦτά φησι· καὶ ὁ Ἀβραὰμ δὲ πρὸς τὸν θεὸν· Μὴ συναπολέσῃς , φησί, δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής . Χρηστέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζώσας κακοῖς. | VatGr754 ὡς δυναμένου καὶ δικαίου συναπολέσθαι τοῖς ἀσεβέσι, ταῦτά φησι. καὶ ὁἈβραὰμ δὲ πρὸς τὸν Θεὸν, « μὴ συναπολέσῃς, » φησὶ, « δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής. » Χρηστέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζούσας κακοῖς. |
sch5 25 sch5 25 sch5 | Rondeau Ὁ τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως διαφυλάττων ταῦτα λέγει τὰ ῥήματα. | VatGr754 Ὁ τὴν τῆς ψυχῆς ἀπάθειαν προθύμως διαφυλάττων, ταῦτα λέγει τὰ ῥήματα. |
sch8 25 sch8 25 sch8 | Rondeau Ἐπειδὴ εἰργάζοντο ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων. | VatGr754 «Ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.» Ἐπειδὴ εἰργάζοντο ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων. |
2 25 10 2 25 10 2 | Rondeau ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων | VatGr754 |
11 25 11 25 11 | Rondeau | VatGr754 Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην. |
2 26 2 26 2 | Rondeau ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου | VatGr754 Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου· οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν, κ. τ. ἑ. α.´ Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ σάρκας ἐσθίομεν, «Ὁ τρώγων» γάρ «μου,» φησὶ, « σάρκα, καὶ πίνων μου τὸ αἷμα·» τὰς δὲ ἡμετέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ «φαγεῖν» καὶ ἐπὶ τοῦ «"διαφθείρειν.» –« Ἐὰν » γὰρ « θέλητε, » φησὶν, « καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. »Ἐνταῦθα γὰρ τὸ, « κατέδεται, » ἀντὶ τοῦ, « διαφθείρει, » κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν.Ἢ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. «Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς,» ὁ ἱερὸςἈπόστολός φησιν, «ἅτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι, » καὶ τὰ ἑξῆς. |
sch1 26 sch1 26 sch1 | Rondeau Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ σάρκας ἐσθίομεν — ὁ τρώγων γάρ μου , φησί, τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα —, τὰς δὲ ἡμετέρας οἱ δαίμονες, μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες. Λέγεται γὰρ τὸ φαγεῖν καὶ ἐπὶ τοῦ διαφθείρειν. Ἐὰν γὰρ θέλητε , φησί, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα · ἐνταῦθα γὰρ τὸ κατέδεται ἀντὶ τοῦ διαφθερεῖ κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν.Ἢ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα· Φανερὰ δέ , φησίν, ἐστὶ τὰ ἔργα τῆς σαρκὸς , ὁ ἱερὸς ἀπόστολός, ἅτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι καὶ τὰ ἑξῆς. | VatGr754 |
1 26 3 1 26 3 1 | Rondeau ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· | VatGr754 |
2 26 3 2 26 3 2 | Rondeau ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω | VatGr754 Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου, κ. τ. ἑ. |
3 26 3 3 26 3 | Rondeau | VatGr754 Ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. γ́́ Ἐν τῇ καρδίᾳ.Ἐφωτίσθη γὰρ |
sch2 26 sch2 26 sch2 | Rondeau Ὁ μὲν πρακτικὸς διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι χρώμενος δόγμασι καθαιρείτω πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ . | VatGr754 Ὁ μὲν πρακτικὸς διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι δόγμασι καθαιρεῖ τὸ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον. |
sch3 26 sch3 26 sch3 | Rondeau Τουτέστιν ἐν τῇ καρδίᾳ· ἐφωτίσθη γὰρ. | VatGr754 |
5 26 5 26 5 | Rondeau ὅτι ἔκρυψέν με ἐν σκηνῇ ἐν ἡμέρᾳ κακῶν μου, | Rondeau ἐσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ | VatGr754 Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, κ. τ. ἑ. |
sch4 26 sch4 26 sch4 | Rondeau Ἐνταῦθα σκηνὴν τὸν Χριστὸν ὀνομάζει, ἐν ᾧ καὶ κατεσκήνωσεν ὁ θεός· Ἐν τῷ ἡλίῳ γὰρ, φησίν, ἔθετο τὸ σκήνωμα αὐτοῦ . ἥλιος δὲ τῆς δικαιοσύνης ἐστὶ κατὰ τὸν προφήτην ὁ κύριος. Καὶ πάλιν ὁ Παῦλος· Διότι , φησί, θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ . | VatGr754 Σκηνὴν τὸν Χριστὸν ὀνομάζει, ἐν ᾧ καὶ κατεσκήνωσεν ὁ Θεός· "« Εν τῷ ἡλίῳ"» γὰρ, φησὶν, "« ἔθετο τὸ σκήνωμα αὐτοῦ.» Ἥλιος δὲ δικαιοσύνης ὁ Κύριος. |
6 26 6 26 6 | Rondeau ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ | VatGr754 Καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, κ. τ. ἑ. |
sch5 26 sch5 26 sch5 | Rondeau Εἰ ὁ κυκλώσας θύει, θυσία δέ ἐστι πνεῦμα συντετριμμένον , ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλον αὐτὴν πεποίηκε, σχῆμα γωνίας μὴ ἔχων ἐπιδεχομένης φθορὰν καὶ τὴν ἀφροσύνην αὐτήν, ἥτις πέφυκε κατὰ τὸν Σολομῶντα ταῖς γωνίαις παρεδρεύειν· καὶ τὸ πῦρ δὲ τὸ κατελθὸν ἐπὶ τὰ παιδία τοῦ Ἰὼβ τῶν τεσσάρων ἥψατο τοῦ οἴκου γωνιῶν . | VatGr754 Εἰ ὁ κυκλώσας θύει· θυσία δέ ἐστι πνεῦμα συντετριμμένον· ὁ συντρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλῳ αὐτὴν πεποίηκε σχῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχομένην φθορὰν, καὶ τὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σολομὼν, « ταῖς γωνίαις παρεδρεύει·» καὶ τὸ, « Κατελθὸν δὲ ἐπὶ τοὺς παῖδαςἸὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ οἴκου.» |
2 26 8 2 26 8 2 | Rondeau τὸ πρόσωπόν σου, κύριε, ζητήσω | VatGr754 Σοὶ εἶπεν ἡ καρδία μου·Ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, κ.τ.ἑ. |
sch6 26 sch6 26 sch6 | Rondeau Δι' ὧν καθαίρει τις ἑαυτὸν δείκνυσι ζητῶν τὸ πρόσωπον τοῦ θεοῦ, ὅπερ οἱ ἄγγελοι διαπαντὸς λέγονται βλέπειν . | VatGr754 Δι' ὧν καθαίρει τις ἑαυτὸν, δείκνυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγελοι διὰ παντὸς λέγονται βλέπειν. |
4 26 9 4 26 9 4 | Rondeau καὶ μὴ ἐγκαταλίπῃς με, ὁ θεὸς ὁ σωτήρ μου, | VatGr754 |
10 26 10 26 10 | Rondeau ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με | VatGr754 Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, κ. τ. ἑ. |
sch7 26 sch7 26 sch7 | Rondeau Μακάριος ὁ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ πατρὸς τοῦ διαβόλου καὶ τῆς γυναικὸς τούτου κακίας, μεθ' ἧς τίκτει τοὺς παρανόμους υἱούς· ὥσπερ γὰρ Παῦλος διὰ τοῦ εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕτω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονηρούς. | VatGr754 Μακάριος ὁ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ διαβόλου καὶ τῆς συζύγου αὐτοῦ κακίας, ἐξ ἧς τίκτει τοὺς παρανόμους τούτου υἱούς.Ὥσπερ Παῦλος διὰ τοῦ Εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕτω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονηρούς. |
1 26 12 1 26 12 1 | Rondeau μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με | VatGr754 μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με |
sch8 26 sch8 26 sch8 | Rondeau Ἐν καιρῷ συκοφαντίας ταῦτα λεκτέον. | VatGr754 ἐν καιρῷ συκοφαντίας ταῦτα λεκτέον . |
13 26 13 26 13 | Rondeau πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. | VatGr754 Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ τῶν ζώντων. |
sch9 26 sch9 26 sch9 | Rondeau Αὐτὸς μὲν ὁ θεός ἐστιν ἐν τῷ οὐρανῷ· τὰ δὲ ἀγαθὰ αὐτοῦ ἐν τῇ γῇ τῶν ζώντων ἐστιν. | VatGr754 Αὐτὸς μὲν ὁ Θεός ἐστιν ἐν τῷ οὐρανῷ· τὰ δὲ ἀγαθὰ αὐτοῦ ἐν τῇ γῇ τῶν ζώντων. |
14 26 14 26 14 | Rondeau ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου | VatGr754 Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, κ. τ. ἑ. |
sch10 26 sch10 26 sch10 | Rondeau Αὕτη ἐστὶν ἀνδρεία καὶ κραταιὰ καρδία ἡ μὴ ἔχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγματα ψευδῆ. | VatGr754 Ἀνδρεία [καὶ κραταια]καρδία καὶ ψυχή ἐστιν ἡ μὴ ἔχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγματα ψευδῆ. |
1 27 1 27 1 | Rondeau ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ | Rondeau μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ | Rondeau καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον | VatGr754 Μήποτε παρασιωπήσῃς ἐπ' ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. |
sch1 27 sch1 27 sch1 | Rondeau Τοῦ νοῦ λάκκος ἡ ἄγνοιά ἐστιν, εἰς ἣν ἐμπίπτει, παρασιωπησάσης αὐτῷ τῆς τοῦ θεοῦ σοφίας καὶ μὴ λεγούσης τό ἰδοὺ πάρειμι · ψυχῆς δὲ ἡ κακία. | VatGr754 Τοῦ νοῦ λάκκος ἡ ἄγνοιά ἐστιν, εἰς ἣν ἐμπίπτει, παρασιωπησάσης αὐτῷ τῆς τοῦ Θεοῦ σοφίας, καὶ μὴ λεγούσης τό·Ἰδοὺ πάρειμι. |
2 27 2 27 2 | Rondeau ἐν τῷ με αἴρειν χεῖράς μου πρὸς ναὸν ἅγιόν σου | VatGr754 Εἰσάκουσον, Κύριε, τῆς δεήσεώς μου ἐν τῷ δέεσθαι με πρὸς σὲ, ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου, κ. τ. ἑ. |
sch2 27 sch2 27 sch2 | Rondeau Εἰ ναός ἐστιν ὁ ἔχων θεὸν, ὁ θεὸς δὲ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ , ναὸς ἄρα ἐστὶν ἅγιος ὁ Χριστός, πρὸς ὃν αἴρει τις καὶ ὑψοῖ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἀρετῶν. | VatGr754 Εἰ ναός ἐστιν ὁ ἔχων Θεὸν, ὁ Θεὸς δὲ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, ναὸς ἄρα ἐστὶν ἅγιος ὁ Χριστὸς, πρὸς ὃν αἴρει τις καὶ ὑψοῖ τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἀρετῶν. |
4 27 4 27 4 | Rondeau | VatGr754 Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἑ. |
sch3 27 sch3 27 sch3 | Rondeau Ἔργα μὲν κυρίου τάχα ἐστὶ τὰ νοητά, ἔργα δὲ χειρῶν αὐτοῦ νομίζω εἶναι τὰ αἰσθητὰ· Οὐχὶ ἡ χείρ μου, φησίν, ἐποίησε ταῦτα πάντα; Ἢ τάχα ἔργα μὲν κυρίου εἰσὶν αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. | VatGr754 -δ´. Ἔργα μὲν Κυρίου τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. "« Οὐχὶ ἡ χείρ μου, φησὶν ἐποίησε ταῦτα πάντα;»Ἢ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. «Καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.» Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἔτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς. |
1 27 5 1 27 5 1 | Rondeau ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα κυρίου | VatGr754 |
2 27 5 2 27 5 2 | Rondeau καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ | VatGr754 |
3 27 5 3 27 5 3 | Rondeau καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσῃς αὐτούς | VatGr754 |
sch4 27 sch4 27 sch4 | Rondeau Καθελεῖ κύριος τὰς ἕξεις τὰς μοχθηρὰς καὶ οὐ μὴ ἔτι συγχωρήσῃ τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς. | VatGr754 |
7 27 7 27 7 | Rondeau καὶ ἀνέθαλεν ἡ σάρξ μου | VatGr754 Καὶ ἀνέθαλεν ἡ σάρξ μου, κ. τ. ἑ. |
sch5 27 sch5 27 sch5 | Rondeau Σάρκα νῦν ὠνόμασε τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ. Ἢ τάχα καὶ ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη. | VatGr754 Σάρκα μὲν ὠνόμασε τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ, κατὰ τὸ, «Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.»Ἢ τάχα ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη. |
9 27 9 27 9 | Rondeau σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου | VatGr754 Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. |
sch6 27 sch6 27 sch6 | Rondeau Κληρονομίαν νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν. | VatGr754 Κληρονομίαν νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν. |
1 28 1 28 1 | Rondeau ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ | Rondeau ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν | VatGr754 Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, κ. τ. ἑ. | VatGr754 Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. |
sch1 28 sch1 28 sch1 | Rondeau Παῦλος ὁ ἅγιος υἱὸς θεοῦ γεγονὼς διὰ τοῦ εὐαγγελίου ἐγέννα καὶ αὐτὸς υἱοὺς καὶ προσῆγεν τῷ θεῷ. | VatGr754 Παῦλος ὁ ἅγιος υἱὸς Θεοῦ γέγονε διὰ τοῦ Εὐαγγελίου. Ἐγέννα δὲ καὶ αὐτὸς υἱοὺς καὶ προσῆγε τῷ Θεῷ. |
sch2 28 sch2 28 sch2 | Rondeau Τιμή ἐστιν θεοῦ σεβάσμιος ἀποδοχὴ μετ' εὐχαριστίας. | VatGr754 Τιμή ἐστιν Θεοῦ σεβάσμιος ἀποδοχὴ μετ' εὐχαριστίας. |
3 28 3 28 3 | Rondeau φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν | VatGr754 Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, κ. τ. ἑ. |
sch3 28 sch3 28 sch3 | Rondeau Φωνὴ μὲν κυρίου ἐπὶ τῶν ὑδάτων, αὐτὸς δὲ ὁ κύριος ἐπὶ ὑδάτων πολλῶν· λογικὰς δὲ φύσεις νῦν σημαίνει τὰ ὕδατα· Γενηθήτω γάρ, φησί, στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος . | VatGr754 Φωνὴ μὲν Κυρίου ἁπλῶς ἐπὶ τῶν ὑδάτων, αὐτὸς δὲ ὁ Κύριος ἐπὶ ὑδάτων πολλῶν. Λογικὰς δὲ φύσεις νῦν σημαίνει τὰ ὕδατα. « Γενηθήτω, φησὶ, τὸ στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον.» |
2 28 5 2 28 5 2 | Rondeau καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου | VatGr754 |
6 28 6 28 6 | Rondeau καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου | VatGr754 Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου, κ. τ. ἑ. |
sch4 28 sch4 28 sch4 | Rondeau Μόσχος Λιβάνου ὁ πονηρὸς ἐνώπιον κυρίου παντοκράτορος τραχηλιάσας καὶ ἀποῤῥίψας τὸν ἀγγελικὸν ζυγὸν καὶ θεὸς εἶναι βιαζόμενος. | VatGr754 Μόσχος Λιβάνου ὁ πονηρὸς ἐνώπιον Κυρίου παντοκράτορος τραχηλιάσας καὶ ἀποῤῥίψας τὸν εὐαγγελικὸν ζυγὸν, θεὸς εἶναι βιαζόμενος. |
7 28 7 28 7 | Rondeau φωνὴ κυρίου διακόπτοντος φλόγα πυρὸς | VatGr754 Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρὸς, κ. τ. ἑ. |
sch5 28 sch5 28 sch5 | Rondeau Ἡ φωνὴ κυρίου σβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ, ἥτις ἐστὶ διδασκαλία πνευματικὴ πρὸς ὀρθὴν πολιτείαν ἐκκαλουμένη τὸν πεπιστευκότα Χριστῷ. | VatGr754 Ἡ φωνὴ Κυρίου σβέννυσι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ· ἥτις ἐστὶ διδασκαλία πνευματικὴ πρὸς σοφὴν πολιτείαν ἐκκαλουμένη τὸν πεπιστευκότα τῷ Χριστῷ. |
8 28 8 28 8 | Rondeau φωνὴ κυρίου συσσείοντος ἔρημον | VatGr754 Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης, κ. τ. ἑ. |
sch6 28 sch6 28 sch6 | Rondeau Ἐγὼ , φησί, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου . Ἔρημος δέ ἐστι ψυχὴ λογικὴ ἐστερημένη θεοῦ. | VatGr754 Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου.Ἔρημός ἐστι ψυχὴ λογικὴ ἐστερημένη Θεοῦ. |
9 28 9 28 9 | Rondeau φωνὴ κυρίου καταρτιζομένου ἐλάφους | Rondeau καὶ ἀποκαλύψει δρυμούς. | VatGr754 Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς. |
sch7 28 sch7 28 sch7 | Rondeau Ἄνευ φωνῆς κυρίου οὐκ ἂν γένοιτό τις ἔλαφος διαφθείρων τοὺς ὄφεις — ὁποῖος ἦν ὁ Παῦλος θηριομαχῶν ἐν Ἐφέσῳ — καὶ ἀποκαλύπτων δρυμοὺς, ἐν οἷς αἱ ἀλώπεκες εἶχον φωλεοὺς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ εἶχεν ποῦ τὴν κεφαλὴν κλίνῃ . | VatGr754 Ἄνευ φωνῆς Κυρίου οὐκ ἂν γένοιτό τις ἔλαφος διαφθείρων τοὺς ὄφεις· ὁποῖος ἦν ὁ Παῦλος, κατὰ ἀνθρώπων θηριομαχῶν ἐν Ἐφέσῳ. –Καὶ ἀποκαλύπτων δρυμοὺς, ἐν οἷς· Αἱ ἀλώπεκες εἶχον φωλεοὺς, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. |
1 29 1 29 1 | Rondeau εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαυίδ | VatGr754 Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυῒδ, κ. τ. ἑ. | VatGr754 Ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. |
sch1 29 sch1 29 sch1 | Rondeau Οἰκοδομεῖ μὲν οἶκον βίος ὀρθός· ἐγκαινίζει δὲ τοῦτον γνῶσις θεοῦ. | VatGr754 Οἰκοδομεῖ μὲν οἶκον βίος ὀρθὸς, ἐγκαινίζει δὲ τοῦτον γνῶσις Θεοῦ. |
sch2 29 sch2 29 sch2 | Rondeau Τοὺς μὲν πρακτικοὺς ὑπολαμβάνει ὁ κύριος διὰ τῶν ἀρετῶν, τοὺς δὲ ἐπιπλέον προκεκοφότας διὰ τῆς φυσικῆς θεωρίας, ἐφ' αἷς οὐκ εὐφραίνεσθαι λέγονται οἱ ἐχθροί· αἱ μὲν γὰρ φεύγουσι τὴν κακίαν, ἡ δὲ τὰ ψευδῆ δόγματα διελέγχει γνῶσις οὖσα Θεοῦ πνευματική. | VatGr754 Τοὺς μὲν πρακτικοὺς ὑπολαμβάνει ὁ Κύριος διὰ τῶν ἀρετῶν· τοὺς δὲ ἐπιπλέον προκεκοφότας διὰ τῆς φυσικῆς θεωρίας· ἐφ' οἷς οὐκ εὐφραίνεσθαι λέγονται οἱ ἐχθροί. Αἱ μὲν γὰρ φεύγουσι τὴν κακίαν· ἡ δὲ τὰ ψευδῆ δόγματα διελέγχει, γνῶσις οὖσα Θεοῦ πνευματική. Τὸ δέ· ὑπέλαβες, ἀντὶ τοῦ μετεώρισας.Ἀνθ' οὗἈκύλας εἶπεν·Ἀνέσωσάς με. |
2 29 2 29 2 | Rondeau ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ | VatGr754 |
5 29 5 29 5 | Rondeau ψάλατε τῷ κυρίῳ οἱ ὅσιοι αὐτοῦ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ | VatGr754 Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, κ. τ. ε |
sch3 29 sch3 29 sch3 | Rondeau Πᾶς ὁ μεμνημένος τῆς ἁγιωσύνης αὐτοῦ ἐξομολογεῖται τῷ θεῷ. | VatGr754 Πᾶς ὁ μεμνημένος τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐξομολογεῖται αὐτῷ. |
6 29 6 29 6 | Rondeau ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ | Rondeau καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ | Rondeau τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς | Rondeau καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις | VatGr754 Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ, κ. τ. ἑ. γ.Ὥσπερ ἐκ τοῦ λεγομένου θυμοῦ Κυρίου ἐξέρχεται ὀργὴ, οὕτω καὶ ἐκ τοῦ θελήματος αὐτοῦ γεννᾶται ζωή. Καὶ εἰ ἡ ζωὴ τὴν γνῶσιν σημαίνει· «Ἐγὼ » γάρ « εἰμι, » φησὶ Χριστὸς, « ἡ ζωὴ, » ἡ ὀργὴ τὴν ἀγνωσίαν δηλοῖ. Τῇ ζωῇ δὲ ἀντίκειται ὁ θάνατος· οὐκοῦν ἡ ὀργὴ τὸν θάνατον σημαίνει, τὴν καταστέρησιν τῆς θεωρίας ἐπισημαίνουσα. Καλῶς οὖν λέγεται τὸ, « Ζωὴ καὶ θάνατος ἐν χειρὶ γλώσσης. » |
sch4 29 sch4 29 sch4 | Rondeau Ὥσπερ ἐκ τοῦ λεγομένου θυμοῦ κυρίου ἐξέρχεται ὀργή, οὕτω καὶ ἐκ τοῦ θελήματος αὐτοῦ γεννᾶται ζωή. Καὶ εἰ ἡ ζωὴ τὴν γνῶσιν σημαίνει — ἐγὼ γάρ εἰμι , φησίν, ἡ ζωή —, ἡ ὀργὴ τὴν ἀγνωσίαν δηλοῖ, ἀλλὰ τῇ ζωῇ ἀντίκειται ὁ θάνατος, οὐκοῦν ἡ ὀργὴ νῦν θάνατον σημαίνει τὸν κατὰ στέρησιν τῆς θεωρίας ἐπισυμβαίνοντα. Καλῶς οὖν λέγεται τὸ ζωὴ καὶ θάνατος ἐν χειρὶ γλώσσης . | VatGr754 |
sch5 29 sch5 29 sch5 | Rondeau Ὥσπερ μετὰ πειρασμῶν καὶ δακρύων κατορθοῦται βίος ὀρθός, οὕτω μετὰ ἀγαλλιάσεως καὶ χαρᾶς ἐπιφαίνεται γνῶσις. | VatGr754 ὥσπερ μετὰ πειρασμῶν καὶ δακρύων κατορθοῦται βίος ὀρθός, οὕτω κατὰ ἀγαλλιάσεως καὶ χαρᾶς ἐπιφαίνεται γνῶσις. |
8 29 8 29 8 | Rondeau κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν | Rondeau ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος | VatGr754 Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος, κ. τ. ε |
sch6 29 sch6 29 sch6 | Rondeau Τῷ κάλλει ἡμῶν τῷ ἐκ προαιρέσεως προστίθησιν ὁ κύριος δύναμιν. | VatGr754 |
sch7 29 sch7 29 sch7 | Rondeau Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός · εἰ δὲ κατὰ τὴν σοφὴν γυναῖκα τὴν Θεκωϊτίδα οἱ ἄγγελοι πάντα οἴδασι τὰ ἐπὶ γῆς , τὸ πρόσωπον τοῦ θεοῦ οἱ λόγοι εἰσὶ τῶν ἐπὶ γῆς χαρακτηρίζοντες τὸν δημιουργικὸν αὐτοῦ λόγον. | VatGr754 Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός. Εἰ δὲ κατὰ τὴν σοφὴν γυναῖκα τὴν Θεκωϊτίδα οἱ ἄγγελοι πάντα οἴδασι τὰ ἐπὶ γῆς, τὸ πρόσωπον τοῦ Θεοῦ οἱ λόγοι εἰσὶ τῶν ἐπὶ γῆς, οἱ χαρακτηρίζοντες τὸν δημιουργικὸν αὐτοῦ λόγον. |
10 29 9 10 29 9 10 | Rondeau | VatGr754 Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθορὰν, κ. τ. ἑ. |
sch8 29 sch8 29 sch8 | Rondeau Ἀντὶ τοῦ οὐ δοξάσει σε χοϊκός. | VatGr754 Οὐ δοξάσει χοϊκός.Ἀλήθεια ὁ Χριστός· ἢ τάχα τὴν ἐν πράγμασι λέγει ἀλήθειαν. |
3 29 10 3 29 10 3 | Rondeau μὴ ἐξομολογήσεταί σοι χοῦς; | VatGr754 |
12 29 12 29 12 | Rondeau ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ | Rondeau διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην | VatGr754 Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, κ. τ. ἑ. |
sch9 29 sch9 29 sch9 | Rondeau Ὥσπερ κοπετὸν διαδέχεται χαρά, οὕτω καὶ πρακτικὴν γνῶσις θεοῦ. | VatGr754 Ὥσπερ τὸν κόπον δέχεται χαρὰ, οὕτω καὶ τὴν πρακτικὴν γνῶσις Θεοῦ. |
sch10 29 sch10 29 sch10 | Rondeau Ὁ σάκκος κακίαν καὶ ἀγνωσίαν σημαίνει, ἐπειδὴ καὶ αἱ τρίχες τῶν ἐρίφων εἰσὶν τῶν ἱσταμένων ἐξ εὐωνύμων καὶ τοῦ ἀποπομπαίου τράγου. | VatGr754 ὁ σάκκος κακίαν καὶ ἀγνωσίαν σημαίνει, ἐπειδὴ καὶ αἱ τρίχες τῶν ἐρίφων εἰσὶν τῶν ἱσταμένων ἐξ εὐωνύμων καὶ τοῦ ἀποπομπαίου τράγου. |
sch11 29 sch11 29 sch11 | Rondeau Ἡ κατάνυξις ἐπὶ ταῖς ἁμαρτίαις εἴωθε γίνεσθαι· γέγραπται γάρ· Ἑώρακας ὡς κατενύγη Ἀχαάβ . | VatGr754 ἡ κατάνυξις ἐπὶ ταῖς ἁμαρτίαις εἴωθε γίνεσθαι· γέγραπται γάρ· ἐώρακας ὡς κατενύγη Ἀχαάβ. |
1 29 13 1 29 13 1 | Rondeau ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ | VatGr754 |
2 30 2 30 2 | Rondeau ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με | VatGr754 Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κ. τ. ἑ. |
sch1 30 sch1 30 sch1 | Rondeau Οὐ μόνον ἐν τῇ δικαιοσύνῃ ῥύεται ἡμᾶς ὁ θεός, ἀλλὰ γὰρ καὶ ἐν σωφροσύνῃ καὶ ἀνδρείᾳ καὶ ἀγάπῃ. Νῦν δὲ τέθεικε τὴν δικαιοσύνην ἐπειδὴ περιεκτική ἐστι πασῶν τῶν ἀρετῶν.Ἢ τάχα δικαιοσύνην λέγει τὸν Χριστόν· αὐτὸς γὰρ ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις . | VatGr754 Οὐ μόνον ἐν τῇ δικαιοσύνῃ ῥύεται ἡμᾶς ὁ Θεὸς, ἀλλὰ γὰρ καὶ ἐν σωφροσύνῃ καὶ ἀνδρείᾳ καὶ ἀγάπῃ. Νῦν δὲ τέθεικε τὴν δικαιοσύνην, ἐπειδὴ περιεκτική ἐστι πασῶν τῶν ἀρετῶν.Ἢ τάχα δικαιοσύνην λέγει τὸν Χριστόν· αὐτὸς γὰρ « ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. » |
3 30 3 30 3 | Rondeau γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν | Rondeau καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με | VatGr754 Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με, κ. τ. ἑ. |
sch2 30 sch2 30 sch2 | Rondeau Οἶκος καταφυγῆς γνῶσις τοῦ Θεοῦ. | VatGr754 Οἶκος καταφυγῆς γνῶσις τοῦ Θεοῦ. |
4 30 4 30 4 | Rondeau καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με | VatGr754 Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με, καὶ διαθρέψεις με, κ. τ. ἑ. |
sch3 30 sch3 30 sch3 | Rondeau Ὁδηγεῖ μὲν διὰ τῆς πίστεως τῆς ὀρθῆς καὶ διὰ τῆς πρακτικῆς, τρέφει δὲ διὰ τῆς γνώσεως αὐτοῦ. | VatGr754 Ὁδηγεῖ μὲν διὰ τῆς πίστεως τῆς ὀρθῆς καὶ διὰ τῆς πρακτικῆς, τρέφει δὲ διὰ τῆς γνώσεως αὐτοῦ. |
6 30 6 30 6 | Rondeau εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου | VatGr754 Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου, κ. τ. ἑ. |
sch4 30 sch4 30 sch4 | Rondeau Νῦν τὸ πνεῦμα σημαίνει τὸν νοῦν· ὁ γὰρ κολλώμενος τῷ κυρίῳ νοῦς ἓν γίνεται πνεῦμα . | VatGr754 Νῦν τὸ πνεῦμα σημαίνει τὸν νοῦν· ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ νοῦς ἓν γίνεται πνεῦμα. |
7 30 7 30 7 | Rondeau ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς, ἐγὼ δὲ ἐπὶ τῷ κυρίῳ ἤλπισα | VatGr754 Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα, κ. τ. ἑ. |
sch5 30 sch5 30 sch5 | Rondeau Εἰ οἱ ἁμαρτωλοὶ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες εἰσὶ μόνον, αὕτη δὲ ἡ ζωὴ κατὰ τὸν σοφὸν Σολομῶντα ματαιότης ἐστὶ ματαιοτήτων , ὁ ταύτην τὴν ζωὴν διαφυλάττων ματαιότητα ἄρα φυλάττει διακενῆς. | VatGr754 Εἰ οἱ ἁμαρτωλοὶ ἐν τῇ παρούσῃ ζωῇ ἠλπικότες εἰσὶ μόνον· αὕτη δὲ κατὰ τὸν Σολομῶντα ματαιότης ἐστὶ ματαιοτήτων· ὁ ταύτην τὴν ζωὴν διαφυλάττων ματαιότητας φυλάττει διακενῆς. |
9 30 9 30 9 | Rondeau ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου | VatGr754 Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ, ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου, κ. τ. ἑ. |
sch6 30 sch6 30 sch6 | Rondeau Οἱ λόγοι τῶν πειρασμῶν θεωρούμενοι εὐρυχωρίαν παρέχουσι τῇ ψυχῇ. | VatGr754 Οἱ λόγοι τῶν πειρασμῶν θεωρούμενοι εὐρυχωρίαν παρέχουσι τῇ ψυχῇ. |
10 30 10 30 10 | Rondeau ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου | VatGr754 Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, κ. τ. ἑ. |
sch7 30 sch7 30 sch7 | Rondeau Οὐδὲν οὕτως ἐπισκοτεῖ διάνοιαν ὡς θυμὸς ταρασσόμενος. | VatGr754 Οὐδὲν οὕτω σκοτεῖ διάνοιαν ὡς θυμὸς ταραττόμενος. |
13 30 13 30 13 | Rondeau ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. | VatGr754 Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. |
sch8 30 sch8 30 sch8 | Rondeau Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερημένος γνώσεως· νεκρὸς δὲ ἀπὸ ψυχῆς ὁ ἐστερημένος ἀρετῶν. | VatGr754 Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερημένος γνώσεως· νεκρὸς δὲ ἀπὸ ψυχῆς ὁ ἐστερημένος ἀρετῶν. |
14 30 14 30 14 | Rondeau τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο | VatGr754 Τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.Ἐγὼ δὲ ἐπὶ σοὶ, Κυριε, ἤλπισα |
sch9 30 sch9 30 sch9 | Rondeau Διὰ τῆς ψυχῆς τὴν καρδίαν λαμβάνουσιν· διὰ γὰρ θυμοῦ καὶ ἐπιθυμίας τὸν νοῦν θανατοῦσιν. | VatGr754 Διὰ τῆς ψυχῆς τὴν καρδίαν λαμβάνουσιν· διὰ γὰρ θυμοῦ καὶ ἐπιθυμίας τὸν νοῦν θανατοῦσιν. |
16 30 16 30 16 | Rondeau ἐν ταῖς χερσί σου οἱ κλῆροί μου | Rondeau ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου | Rondeau καὶ ἐκ τῶν καταδιωκόντων με | VatGr754 Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου, ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου, καὶ ἐκ τῶν καταδιωκόντων με, κ. τ. ἑ. |
sch10 30 sch10 30 sch10 | Rondeau Κλῆροι τῶν δικαίων ἀνθρώπων εἰσὶν αἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων γινωσκόμεναι θεωρίαι. | VatGr754 Κλῆροι τῶν δικαίων ἀνθρώπων εἰσὶν αἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων γινωσκόμεναι θεωρίαι. |
sch11 30 sch11 30 sch11 | Rondeau Φεύγετε τὴν πορνείαν , φησὶν ὁ ἀπόστολος. Εἰ δὲ διώκει ἡ πορνεία, διώκει δηλονότι καὶ ἡ μοιχεία καὶ ἡ πλεονεξία καὶ θυμὸς καὶ ὀργή. | VatGr754 « Φεύγετε τὴν πορνείαν,» φησὶν ὁ Παῦλος. Εἰ δὲ διώκει ἡ πορνεία, δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεονεξία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ τὰ λοιπά. |
19 30 19 30 19 | Rondeau ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια | VatGr754 Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει, κ. τ. ἑ. |
sch12 30 sch12 30 sch12 | Rondeau Εὐεργετεῖται ὁ λαλῶν δολιότητας, ἐὰν γένηται ἄλαλος· ἀποβάλλει γὰρ δηλονότι τὴν δολιότητα. | VatGr754 Εὐεργετεῖται ὁ λαλῶν δολιότητας, ἐὰν γένηται ἄλαλος· ἀποβάλλει γὰρ δηλονότι τὴν δολιότητα. |
21 30 21 30 21 | Rondeau κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων, σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν | VatGr754 Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου, κ. τ. ἑ. |
sch13 30 sch13 30 sch13 | Rondeau Ὥσπερ τὸ πρόσωπον τοῦ θεοῦ κρύπτει τὴν ψυχὴν ἀπὸ ταραχῆς ἀνθρώπων, ἀπάθειαν διὰ τῆς πρακτικῆς χαριζόμενον, οὕτως ἡ σκηνὴ τὸν νοῦν διὰ τῆς ἀληθοῦς γνώσεως φυλάττει ἀπὸ λόγων ἐναντίων καὶ δογμάτων ψευδῶν. | VatGr754 Ὥσπερ τὸ πρόσωπον τοῦ Θεοῦ κρύπτει τὴν ψυχὴν ἀπὸ ταραχῆς ἀνθρώπων, ἀπάθειαν διὰ τῆς πρακτικῆς χαριζόμενον, οὕτω καὶ ἡ σκηνὴ τὸν νοῦν διὰ τῆς ἀληθοῦς γνώσεως φυλάττει ἀπὸ λόγων ἐναντίων καὶ δογμάτων ψευδῶν. |
22 30 22 30 22 | Rondeau εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς | VatGr754 Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς, κ. τ. ἑ. |
sch14 30 sch14 30 sch14 | Rondeau Ψυχὴ ἀπαθὴς πόλις ἐστὶ περιοχῆς ἀντὶ τοῦ τετειχισμένη, ὅπερ τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ Βηρσαβεὲ εἰσῆλθον πρὸς τὸν Δαυίδ, διόπερ καὶ ἐν τῷ νʹ ψαλμῷ παρακαλεῖ τὸν κύριον ἵν' οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλήμ . | VatGr754 Ψυχὴ ἀπαθὴς πόλις ἐστὶ τετειχισμένη· ὅπερ τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ Βηρσαβεὲ εἰσῆλθον πρὸς Δαυΐδ· διὸ καὶ δεῖται ἐν τῷ νʹ ψαλμῷ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλήμ. |
1 30 24 1 30 24 1 | Rondeau | VatGr754 Ὅτι ἀληθείας ἐκζητεῖ Κύριος, κ. τ. ἑ. |
2 30 24 2 30 24 2 | Rondeau ὅτι ἀληθείας ἐκζητεῖ Κύριος | VatGr754 Καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. |
3 30 24 3 30 24 3 | Rondeau καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. | VatGr754 |
sch15 30 sch15 30 sch15 | Rondeau Ἀληθείας ἀντὶ τοῦ ἀληθινούς· Ἀληθινῶν γὰρ στόμα , τουτέστι νοῦν, ἐμπλήσει γέλωτος , ἀντὶ τοῦ γνώσεως. | VatGr754 Ἀληθείας ἀντὶ τοῦ ἀληθινοῦ.Ἀληθινὸν γὰρ στόμα, τουτέστι νοῦν, ἐμπλήσει γέλωτος, ἀντὶ τοῦ, γνώσεως. |
sch16 30 sch16 30 sch16 | Rondeau Μακροθυμεῖ μὲν ὁ κύριος ἐπὶ τοῖς ὑπερηφάνοις· τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσι. | VatGr754 Μακροθυμεῖ μὲν ὁ Κύριος ἐπὶ τοῖς ὑπερηφάνοις, τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσι. |
1 31 1 31 1 | Rondeau μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι | VatGr754 Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ἀπεκαλύφθησαν αἱ ἁμαρτίαι, κ. τ. ἑ. |
sch1 31 sch1 31 sch1 | Rondeau Ἀφίενται μὲν ἀνομίαι διὰ τοῦ ἁγίου βαπτίσματος· ἐπικαλύπτονται δὲ αἱ ἁμαρτίαι διὰ τῆς πικρᾶς μετανοίας. | VatGr754 Ἀφίενται μὲν αἱ ἀνομίαι διὰ τοῦ ἁγίου βαπτίσματος, καλύπτονται δὲ αἱ ἁμαρτίαι διὰ τῆς πικρᾶς ἁμαρτίας μετανοίας. |
3 31 3 31 3 | Rondeau ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν | VatGr754 Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ. τ. ε |
sch2 31 sch2 31 sch2 | Rondeau Κραζόντων μὲν ἡμῶν πρὸς θεὸν οὐ παλαιοῦνται αἱ τῆς ψυχῆς δυνάμεις αἱ τῆς ψυχῆς, ἀλλ' ἀεὶ ἀνακαινοῦνται ἡμέρᾳ καὶ ἡμέρᾳ · σιωπώντων δὲ παλαιοῦνται τὸν παλαιὸν ἀναλαμβάνουσαι ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης . | VatGr754 Ἀπὸ τοῦ κράζειν διηνεκῶς πρὸς τὸν Θεὸν οὐ παλαιοῦνται αἱ τῆς ψυχῆς δυνάμεις, ἀλλ' ἀεὶ ἀνανεοῦνται ἡμέρᾳ καὶ ἡμέρᾳ. Σιωπώντων δὲ παλαιοῦνται τὸν παλαιὸν ἀναλαμβάνουσαι ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. |
3 31 5 3 31 5 3 | Rondeau εἶπα· ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ | VatGr754 |
6 31 5 6 31 5 6 | Rondeau | VatGr754 Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπα·Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, κ. τ. ἑ. |
sch3 31 sch3 31 sch3 | Rondeau Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ καὶ λέγε σύ , φησί, πρῶτος τὰς ἀνομίας μου . | VatGr754 « Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ.» Καὶ λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος. |
9 31 9 31 9 | Rondeau μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις | VatGr754 Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος οἷς οὐκ ἔστι σύνεσις, κ. τ. ἑ. |
sch4 31 sch4 31 sch4 | Rondeau Τὴν ἄλογον κίνησιν τῆς ψυχῆς ἵππον καὶ ἡμίονον ὀνομάζει. | VatGr754 -ε´. Τὴν ἄλογον κίνησιν τῆς ψυχῆς λέγει ἵππον καὶ ἡμίονον. Σύνεσις δέ ἐστι λογικὴ διάγνωσις. |
sch5 31 sch5 31 sch5 | Rondeau Σύνεσίς ἐστι λογικὴ διάγνωσις. | VatGr754 |
10 31 10 31 10 | Rondeau Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρτωλῶν | VatGr754 Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, κ. τ. ἑ. |
sch6 31 sch6 31 sch6 | Rondeau Αἱ πολλαὶ θλίψεις τῶν δικαίων πολλαὶ μάστιγες λέγονται τῶν ἁμαρτωλῶν. | VatGr754 Αἱ πολλαὶ θλίψεις τῶν δικαίων πολλαὶ μάστιγες λέγονται τῶν ἁμαρτωλῶν. |
11 31 11 31 11 | Rondeau καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ | VatGr754 Καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. |
sch7 31 sch7 31 sch7 | Rondeau Εἰ οἱ καυχώμενοι εὐθεῖς εἰσι τῇ καρδίᾳ, οὐ πάντων ἐστὶ τὸ ἐν κυρίῳ καυχᾶσθαι , διότι μηδὲ πάντες εἰσιν εὐθεῖς τῇ καρδίᾳ. | VatGr754 Εἰ οἱ καυχώμενοι εὐθεῖς εἰσι τῇ καρδίᾳ, οὐ πάντων ἐστὶ τὸ ἐν Κυρίῳ καυχᾶσθαι, διότι μηδὲ πάντες εὐθεῖς τῇ καρδίᾳ. |
1 32 1 32 1 | Rondeau ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ | VatGr754 Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ Κυρίῳ α.´. Εἰ Κύριος ἡμῶν σοφία ἐστὶν, οἱ δὲ δίκαιοι ἐν Κυρίῳ ἀγαλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν. |
sch1 32 sch1 32 sch1 | Rondeau Εἰ ὁ κύριος ἡμῶν σοφία ἐστίν, οἱ δὲ δίκαιοι ἐν κυρίῳ ἀγαλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν. | VatGr754 |
1 32 2 1 32 2 1 | Rondeau ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, | VatGr754 Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, |
2 32 2 2 32 2 | Rondeau ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ | VatGr754 ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ |
sch2 32 sch2 32 sch2 | Rondeau Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. | VatGr754 κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. |
sch3 32 sch3 32 sch3 | Rondeau Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως. | VatGr754 ψαλτήριον ἐστὶ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως. |
1 32 5 1 32 5 1 | Rondeau ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν | VatGr754 |
sch4 32 sch4 32 sch4 | Rondeau Ἀντὶ τοῦ ἐλεήμονα καὶ διακριτικόν. | VatGr754 |
7 32 7 32 7 | Rondeau συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης | Rondeau τιθεὶς ἐν θησαυροῖς ἀβύσσους | VatGr754 Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους̔. ς.´ Οἱ λόγοι τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ Θεοῦ. |
sch6 32 sch6 32 sch6 | Rondeau Οἱ λόγοι τῆς ἀβύσσου ἐν τοῖς θησαυροῖς εἰσι τοῦ θεοῦ. | VatGr754 |
2 32 8 2 32 8 2 | Rondeau ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην | VatGr754 |
sch7 32 sch7 32 sch7 | Rondeau Σάλος ἐστὶν ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν μετάθεσις. | VatGr754 |
9 32 9 32 9 | Rondeau ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν | VatGr754 Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, κ. τ. ἑ. η.´ Ἡ μὲν « γένεσις »τὴν τῶν λογικῶν οὐσίωσιν δηλοῖ· ἡ δὲ « κτίσις »τὴν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον μεταβολήν· « Εἴ τις » γὰρ « ἐν Χριστῷ καινὴ κτίσις, » ἀνακαινίζεται. |
sch8 32 sch8 32 sch8 | Rondeau Ἡ μὲν γένεσις τὴν τῶν λογικῶν οὐσίωσιν δηλοῖ, ἡ δὲ κτίσις τὴν ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον σημαίνει μεταβολήν· Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις . | VatGr754 |
10 32 10 32 10 | Rondeau κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων | VatGr754 Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων, κ. τ. ἑ. θ.´ Αἱ βουλαὶ τῶν ἐθνῶν, καὶ οἱ λογισμοὶ τῶν λαῶν, καὶ αἱ βουλαὶ τῶν ἀρχόντων ἀθετοῦνται ὑπὸ Κυρίου, ὡς ἐναντιούμεναι τῷ θελήματι αὐτοῦ, τοῦ « πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. » |
sch9 32 sch9 32 sch9 | Rondeau Αἱ βουλαὶ τῶν ἐθνῶν καὶ οἱ λογισμοὶ τῶν λαῶν καὶ αἱ βουλαὶ τῶν ἀρχόντων ἀθετοῦνται ὑπὸ κυρίου ὡς ἐναντιούμεναι τῷ θελήματι αὐτοῦ τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν . | VatGr754 |
15 32 15 32 15 | Rondeau ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν | VatGr754 Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν, κ. τ. ἑ. ι.´ Ὁ μόνος πλάσας μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ Θεὸς μόνος καρδιογνώστης. |
sch10 32 sch10 32 sch10 | Rondeau Ὁ μόνος πλάσας μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ θεὸς μόνος καρδιογνώστης . | VatGr754 |
19 32 19 32 19 | Rondeau ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ | VatGr754 Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ, κ. τ. ἑ. ια.´ Πρότερον δεῖ τινα ῥύσασθαι ἀπὸ θανάτου, εἶθ' οὕτως διατραφῆναι. Καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ Κύριος, διὰ δὲ γνώσεως τρέφει. |
sch11 32 sch11 32 sch11 | Rondeau Πρότερον δεῖ τινα ῥυσθῆναι ἀπὸ θανάτου, εἶθ' οὕτω διατραφῆναι· καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ κύριος, διὰ δὲ γνώσεως τρέφει. | VatGr754 |
21 32 20 21 32 20 21 | Rondeau | VatGr754 Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν, ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. ιβ.´ Ἡ τοῦ δικαίου καρδία οὐκ εὐφραίνεται ἐν βρώμασιν ἢ ἐν πόμασιν, ἀλλ' ἐν δικαιοσύνῃ, καὶ γνώσει, καὶ σοφίᾳ. |
1 32 21 1 32 21 1 | Rondeau ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν | VatGr754 |
sch12 32 sch12 32 sch12 | Rondeau Ἡ τοῦ δικαίου καρδία οὐκ εὐφραίνεται ἐν βρώμασιν ἢ ἐν πόμασιν, ἀλλ' ἐν δικαιοσύνῃ καὶ γνώσει καὶ σοφίᾳ. | VatGr754 |
sch5 32 sch5 32 sch5 | Rondeau Ὡς ἐν ἀσκῷ συνάγων τὰ ὕδατα τῆς θαλάσσης. | VatGr754 ὡς ἐν ἀσκῳ συνάγων τὰ ὕδατα τῆς θαλάσσης. |
51 32 51 32 51 | Rondeau | VatGr754 Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν,. δ.´ Ἀντὶ τοῦ, ἐλεήμονα καὶ διακριτικόν. |
82 32 82 32 82 | Rondeau | VatGr754 Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, κ. τ. ἑ. ζ.´ Σάλος ἐστὶν ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν μετάθεσις. |
1 33 1 1 33 1 | Rondeau τῷ Δαυίδ· ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ | VatGr754 Τῷ Δαυιδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ |
sch1 33 sch1 33 sch1 | Rondeau Ὁ τὸ φεῦγον πρόσωπον μὴ ἐπιδείξας ὡς φεῦγον, ἀλλ' ὡς ἀποσταλέν, οὗτος ἠλλοίωσε το πρόσωπον. Πρόσωπον δὲ νῦν τὸ τῆς ψυχῆς λέγει κατάστημα· ἄλλως γὰρ προσποιεῖται φεύγουσα καὶ ἄλλως ἀποσταλεῖσα. Πρόσωπον δὲ ἀνθρώπου ἡ γραφὴ πολλάκις καὶ τὸν λόγον λέγει· οὕτως καὶ ὁ ἄγγελος πρὸς τὸν Λώτ φησιν· Ἰδοὺ ἐθαύμασα σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας . | VatGr754 ὁ τὸ φεῦγον πρόσωπον μὴ ἐπιδείξας ὡς φεῦγον, ἀλλ' ὡς ἀποσταλμένον, οὗτος ἠλλοίωσε το`πρόσωπον. Πρόσωπον δὲ νῦν τὸ ψυχῆς λέγει κατάστημα, ἀλλ' ὡς γὰρ προσποιεῖται φεύγουσα καὶ ἄλλως ἀποσταλεῖσα· πρόσωπον δὲ ἀνθρώπου ἡ γραφὴ πολλάκις τὸν λόγον λέγει· οὕτως καὶ ὁ ἄγγελος πρὸς τὸν Λώτ φησιν· Ἰδου ἐθαύμασα σου τὸ πρόσωπου καὶ ἐπὶ τῷ ῥήματι τούτῳ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας. |
3 33 3 33 3 | Rondeau ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου | VatGr754 Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου, κ. τ. ἑ. |
sch2 33 sch2 33 sch2 | Rondeau Οὐκ ἐν ἄλλῳ τινὶ ἐπαινεθήσομαι, ἀλλ' ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν. | VatGr754 Οὐκ ἐν ἄλλῳ τινὶ ἐπαινεθήσομαι, ἀλλ' ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν. |
5 33 5 33 5 | Rondeau ἐξεζήτησα τὸν κύριον καὶ ἐπήκουσέν μου | VatGr754 Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, κ. τ. ἑ. |
sch3 33 sch3 33 sch3 | Rondeau Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει · ὁ δὲ κακῶς ζητῶν οὐχ εὑρίσκει. | VatGr754 «Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει· » ὁ δὲ κακῶς ζητῶν οὐχ εὑρίσκει. |
6 33 6 33 6 | Rondeau προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε | VatGr754 Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, κ. τ. ἑ. |
sch4 33 sch4 33 sch4 | Rondeau Διὰ μὲν πολιτείας ὀρθῆς προσερχόμεθα· διὰ δὲ γνώσεως φωτιζόμεθα· Φωτίσατε γὰρ, φησίν, ἑαυτοῖς φῶς γνώσεως . | VatGr754 Διὰ μὲν πολιτείας ὀρθῆς προσερχόμεθα, διὰ δὲ γνώσεως φωτιζόμεθα. « Φωτίσατε γὰρ, φησὶν, ἑαυτοῖς φῶς γνώσεως. » |
7 33 7 33 7 | Rondeau οὗτος ὁ πτωχὸς ἐκέκραξεν καὶ ὁ κύριος εἰσήκουσεν αὐτοῦ | VatGr754 Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτοῦ, κ. τ. ἑ. |
sch5 33 sch5 33 sch5 | Rondeau Οὐ πάντων ἐπακούει τῶν κραζόντων ὁ κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. | VatGr754 Οὐ πάντων ἐπακούει τῶν κραζόντων ὁ Κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. |
8 33 8 33 8 | Rondeau παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς | VatGr754 Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου μένων αὐτὸν, κ. τ. ἑ. |
sch6 33 sch6 33 sch6 | Rondeau Ὁ ἄγγελος τοῦ κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει, εἷς ὤν. | VatGr754 Ὁ ἄγγελος τοῦ Κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει εἷς ὤν. |
10 33 10 33 10 | Rondeau φοβήθητε τὸν κύριον, οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν | VatGr754 Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ. |
sch8 33 sch8 33 sch8 | Rondeau Εἰ οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος ; Ἀλλ' εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πόμασιν, οὐ μὴν καὶ ἐν γνώσει. | VatGr754 Εἰ οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν « ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος; »Ἀλλ' εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πόμασιν, οὐ μὴν καὶ ἐν γνώσει. |
12 33 12 33 12 | Rondeau δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον κυρίου διδάξω ὑμᾶς | VatGr754 Δεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς, κ. τ. ἑ. |
sch9 33 sch9 33 sch9 | Rondeau Παρὰ τοῦ ἁγίου Δαυὶδ διδασκόμεθα τίνα δεῖ ποιεῖν τε καὶ λέγειν τὸν φοβούμενον τὸν θεόν. | VatGr754 Παρὰ τοῦ ἁγίου Δαυῒδ διδασκόμεθα τίνα δεῖ ποιεῖν τε καὶ λέγειν τὸν φοβούμενον τὸν Θεόν. |
15 33 15 33 15 | Rondeau ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν | VatGr754 Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, κ. τ. ἑ. |
sch10 33 sch10 33 sch10 | Rondeau Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ φόβος διδάσκει, τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη· διὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου. | VatGr754 Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ φόβος διδάσκει, τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη. Διὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου. |
19 33 19 33 19 | Rondeau ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν | VatGr754 Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει, κ. τ. ἑ. |
sch11 33 sch11 33 sch11 | Rondeau Εἰ θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον , τοῖς δὲ συντετριμμένοις τὴν καρδίαν ἐγγίζει ὁ κύριος, ταύτῃ ἄρα τῇ θυσίᾳ καὶ οὐκ ἄλλῃ ἐγγίζει ὁ κύριος. | VatGr754 Εἰ « θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, τοῖς δὲ συντετριμμένοις τὴν καρδίαν ἐγγίζει ὁ Κύριος, » ταύτῃ ἄρα τῇ θυσίᾳ καὶ οὐκ ἄλλῃ ἐγγίζει ὁ Κύριος. |
21 33 21 33 21 | Rondeau κύριος φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν | VatGr754 Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται, κ. τ. ἑ. |
sch12 33 sch12 33 sch12 | Rondeau Ὀστᾶ νῦν λέγει τὰς δυνάμεις τῆς ψυχῆς ἢ τὰ δόγματα τὰ ἀληθῆ τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς. | VatGr754 Ὀστᾶ νῦν λέγει τὰς δυνάμεις τῆς ψυχῆς, ἢ τὰ δόγματα τὰ ἀληθῆ, τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς. |
22 33 22 33 22 | Rondeau θάνατος ἁμαρτωλῶν πονηρὸς | VatGr754 Θάνατος ἁμαρτωλῶν πονηρὸς, κ. τ. ἑ. |
sch15 33 sch15 33 sch15 | Rondeau Πονηρὸς· ἐπίπονος, πικρός.Ἔοικε δὲ λέγειν θάνατον τὴν κόλασιν χωρίζουσαν ψυχὴν ἀπὸ κακίας. | VatGr754 Πονηρὸς, ἐπίπονος, πικρός.Ἔοικε δὲ λέγειν θάνατον τὴν κόλασιν χωρίζουσαν ψυχὴν ἀπὸ κακίας. |
23 33 23 33 23 | Rondeau λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ | VatGr754 Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, [κ.τ.ἑ.] καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. |
sch16 33 sch16 33 sch16 | Rondeau Λύτρον ἐστὶ δόμα τι τοῖς πολεμίοις διδόμενον πρὸς τῶν ἡττηθέντων ἢ πρὸς τοῦ τῶν ἡττηθέντων προνοουμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει τῶν αἰχμαλωτισθέντων. | VatGr754 Λύτρον ἐστὶ δόμα τι τοῖς πολεμίοις διδόμε νον πρὸς τῶν ἡττηθέντων, ἢ πρὸς τοῦ τῶν ἡττηθέν των προνοουμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει τῶν αἰχμαλωτισθέντων. |
1 33 33 1 33 1 | Rondeau γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος | VatGr754 |
9 33 33 9 33 9 | Rondeau | VatGr754 γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ κύριος. |
sch7 33 sch7 33 sch7 | Rondeau Εἰ γευστός ἐστιν ὁ κύριος, διὰ τῆς πίστεώς ἐστι γευστός· καὶ εἰ χρηστός, διὰ τῆς γνώσεώς ἐστι χρηστός. | VatGr754 εἰ γευστός ἐστιν ὁ κύριος, διὰ τῆς πίστεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς γνώσεώς ἐστι Χριστός. |
1 34 1 34 1 | Rondeau δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με | VatGr754 Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. α.´ Οὐδὲν οὕτως ἀνθίσταται τοῖς δαίμοσιν ὡς δικαιοσύνη καὶ γνῶσις. |
sch1 34 sch1 34 sch1 | Rondeau Οὐδὲν οὕτως ἀνθίσταται τοῖς δαίμοσιν ὡς δικαιοσύνη καὶ γνῶσις. | VatGr754 |
1 34 3 1 34 3 1 | Rondeau ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με | VatGr754 |
2 34 3 2 34 3 2 | Rondeau εἶπον τῇ ψυχῇ μου· σωτηρία σου ἐγώ εἰμι | VatGr754 εἶπον τῇ ψυχῇ μου· σωτηρία σου ἐγώ εἰμι. |
sch2 34 sch2 34 sch2 | Rondeau Εἰ ὁ νικήσας ἐν πολέμῳ καταδουλοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κόσμον — Θαρσεῖτε γὰρ, φησίν, ἐγὼ νενίκηκα τὸν κόσμον —, Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο ἵνα πάντες γένωνται δοῦλοι Χριστοῦ. | VatGr754 |
sch3 34 sch3 34 sch3 | Rondeau Αὐτὸ τοῦτο σωτηρία ἐστὶ ψυχῆς τὸ εἰπεῖν αὐτῇ τὸν κύριον· σωτηρία σου ἐγώ εἰμι· καὶ ἐπ' ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη. | VatGr754 |
sch4 34 sch4 34 sch4 | Rondeau Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν. | VatGr754 αὐτὸ τοῦτο σωτηρία ἐστὶ ψυχῆς τὸ εἰπεῖν αὐτῇ τὸν Κύριον· « Σωτηρία σου ἐγώ εἰμι·» καὶ ἐπ' ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη. |
2 34 4 2 34 4 2 | Rondeau ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω | Rondeau καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά | VatGr754 |
1 34 8 1 34 8 1 | Rondeau ἐλθέτω αὐτοῖς παγίς, ἣν οὐ γινώσκουσιν | VatGr754 |
sch6 34 sch6 34 sch6 | Rondeau Νομίζω περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν. Εἰ γὰρ ἔγνω, οὐκ ἂν αὐτὸν κύριον τῆς δόξης ἐσταύρωσε . | VatGr754 |
2 34 10 2 34 10 2 | Rondeau ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ | VatGr754 |
sch7 34 sch7 34 sch7 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι χωρὶς κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν· στερεώτεροι γὰρ ἡμῶν εἰσιν. | VatGr754 |
11 34 11 34 11 | Rondeau ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. | VatGr754 Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. η.´ Οἱ « ἀναστάντες μάρτυρες ἄδικοι » κατὰ τοῦ Σωτῆρος ἔλεγον· Οὗτος εἶπεν· « Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Τοῦτο δὲ αὐτό· « οὐκ ἐγίνωσκον », πῶς ἔλεγεν; δύναται γὰρ τὸ ῥητὸν τοῦτο καὶ ἐπὶ τοῦ Σωτῆρος λαμβάνεσθαι, ἢ τάχα καὶ ὅλος ὁ ψαλμός. |
sch8 34 sch8 34 sch8 | Rondeau Οἱ ἀναστάντες μάρτυρες ἄδικοι κατὰ τοῦ σωτῆρος ἔλεγον· Οὗτος εἶπεν· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· τοῦτο δὲ αὐτὸ οὐκ ἐγίνωσκον πῶς ἔλεγον. Δύναται γὰρ τὸ ῥητὸν τοῦτο καὶ ἐπὶ τοῦ σωτῆρος λαμβάνεσθαι ἢ τάχα καὶ ὅλος ὁ ψαλμός. | VatGr754 |
sch8bis 34 sch8bis 34 sch8bis | Rondeau Ἀφ' ἑαυτῶν μὲν οἱ ἄνθρωποι οὐ γινώσκουσι τὴν κακίαν, ἐρωτώμενοι δὲ ὑπὸ τῶν ἐχθρῶν διὰ τῶν λογισμῶν εἰς γνῶσιν ἔρχονται τῆς κακίας. Νῦν δὲ γνῶσιν τὴν πεῖραν λέγω· λέγεται γὰρ καὶ ἡ πεῖρα γνῶσις· Ἔγνω , φησίν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ . | VatGr754 |
12 34 12 34 12 | Rondeau ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου | VatGr754 Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. θ.´ Ἄτεκνός ἐστι ψυχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν, ἢ μηδενὶ ἀνθρώπῳ ποιήσασα ἀγαθόν. |
sch9 34 sch9 34 sch9 | Rondeau Ἄτεκνός ἐστι ψυχὴ ἡ μηδὲν γεννήσασα ἀγαθὸν ἢ μηδενὶ ἀνθρώπων ποιήσασα ἀγαθόν. | VatGr754 |
2 34 13 2 34 13 2 | Rondeau καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου | VatGr754 |
sch10 34 sch10 34 sch10 | Rondeau Οὐδὲν οὕτω ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία. | VatGr754 |
19 34 19 34 19 | Rondeau Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκως | VatGr754 Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως. ιβ.´ Τῷ δικαίῳ διὰ τὴν δικαιοσύνην «ἐχθραίνοντες», ἀδίκως « ἐχθραίνουσι.» |
sch12 34 sch12 34 sch12 | Rondeau Οἱ τῷ δικαίῳ διὰ τὴν δικαιοσύνην ἐχθραίνοντες ἀδίκως αὐτῷ ἐχθραίνουσι. | VatGr754 |
20 34 20 34 20 | Rondeau ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν | VatGr754 Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ' ὀργῇ δόλους διελογίζοντο. ιγ.´ «῎εσεσθε » γὰρ, φησὶν, « ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν·» «εἰρηνικὸς» γὰρ οὗτος ὁ λόγος. |
sch13 34 sch13 34 sch13 | Rondeau Ἔσεσθε γὰρ, φησίν, ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν · εἰρηνικὸς γὰρ οὗτος ὁ λόγος. | VatGr754 |
22 34 22 34 22 | Rondeau | VatGr754 Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι, β.´ Εἰ ὁ νικήσας ἐν πολέμῳ καταδουλοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κόσμον· « Θαρσεῖτε γὰρ,» φησὶν, « ἐγὼ νενίκηκα τὸν κόσμον·» Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο, ἵνα γένωνται πάντες δοῦλοι Χριστου |
sch5 34 sch5 34 sch5 | Rondeau Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα. | VatGr754 Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν, εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα. |
25 34 25 34 25 | Rondeau μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν· εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν μηδὲ εἴπαισαν· κατεπίομεν αὐτόν | VatGr754 |
sch14 34 sch14 34 sch14 | Rondeau Καὶ ὁ Παῦλος περὶ τοῦ ἐν Κορίνθῳ· μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. | VatGr754 |
2 34 26 2 34 26 2 | Rondeau ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορρημονοῦντες ἐπ' ἐμὲ | VatGr754 |
sch15 34 sch15 34 sch15 | Rondeau Οἱ μὲν εἰς Χριστὸν βαπτιζόμενοι τὸν Χριστὸν ἐνδύονται , τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν σατανᾶν βαπτιζόμενοι αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν. | VatGr754 |
2 34 27 2 34 27 2 | Rondeau καὶ εἰπάτωσαν διὰ παντός· μεγαλυνθήτω ὁ κύριος | VatGr754 |
sch16 34 sch16 34 sch16 | Rondeau Ἀγγέλων μὲν τὸ διαπαντὸς μεγαλύνειν τὸν κύριον, ἀνθρώπων δὲ τὸ μὴ διαπαντός, δαιμόνων δὲ τὸ μήτε διαπαντὸς μήθ' ὁπωσοῦν. | VatGr754 |
42 34 42 34 42 | Rondeau | VatGr754 Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω. δ.´´ Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν. | VatGr754 Καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. |
82 34 82 34 82 | Rondeau | VatGr754 Καὶ ἡ θήρα ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῃ. ς.´ Νομίζω περὶ τοῦ σταυροῦ λέγειν αὐτὸν, εἰς ὃν ἐμπέπτωκεν ὁ διάβολος ἀγνοῶν. « Εἰ γὰρ » ἔγνω, « οὐκ ἂν » αὐτὸν « Κύριον τῆς δόξης ἐσταύρωσ»ε. |
102 34 102 34 102 | Rondeau | VatGr754 Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτου. ζ.´Ἐντεῦθεν γινώσκομεν, ὅτι χωρὶς Κυρίου πολεμεῖν τοῖς ἐχθροῖς οὐκ ἰσχύομεν. Στερεώτεροι γὰρ ἡμῶν εἰσιν. |
131 34 131 34 131 | Rondeau | VatGr754 Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. ι.´ Οὐδὲν οὕτω ταπεινοῖ τὴν ψυχὴν ὡς νηστεία. « |
132 34 132 34 132 | Rondeau Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται | VatGr754 Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. ια.´ Κόλπον νῦν τὸν νοῦν ὀνομάζει. |
sch11 34 sch11 34 sch11 | Rondeau Κόλπον νῦν τὸν νοῦν ὀνομάζει. | VatGr754 |
252 34 252 34 252 | Rondeau | VatGr754 Μηδὲ εἴποισαν· Κατεπίομεν αὐτὸν. ιδ.´ Καὶ ὁ Παῦλός φησι περὶ τοῦ ἐν Κορίνθῳ πεπορνευκότος· « Μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.» |
262 34 262 34 262 | Rondeau | VatGr754 Ενδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ' ἐμὲ. ιε.´ Οἱ μὲν εἰς τὸν Χριστὸν βαπτιζόμενοι τὸν Χριστὸν « ἐνδύονται,» τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν Σατανᾶν βαπτιζόμενοι « αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν.» |
272 34 272 34 272 | Rondeau | VatGr754 Καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. ις.´Ἀγγέλων μὲν τὸ « διὰ παντὸς μεγαλύνειν τὸν Κύριον·» ἀνθρώπων δὲ τὸ μὴ διὰ παντός· δαιμόνων δὲ τὸ μήτε διὰ παντὸς, μήτε ποσοῦν. |
2 35 2 35 2 | Rondeau οὐκ ἔστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ | VatGr754 Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ, κ. τ. ἑ. |
sch1 35 sch1 35 sch1 | Rondeau Τῷ γὰρ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ . | VatGr754 Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. |
3 35 3 35 3 | Rondeau τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι | VatGr754 Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι, κ. τ. ἑ. |
sch2 35 sch2 35 sch2 | Rondeau Τὸ εὑρεῖν ἀντὶ τοῦ ἐπιγνῶναι κεῖται. Πλὴν ζητητέον εἰ ὁ ἐγνωκὼς τὴν ἀνομίαν ὡς ἀνομίαν πάντως καὶ μισεῖ. | VatGr754 Τὸ « εὑρεῖν » ἀντὶ τοῦ « ἐπιγνῶναι » κεῖται. Πλὴν ζητητέον εἰ ὁ ἐγνωκὼς τὴν ἀνομίαν ὡς ἀνομίαν πάντως καὶ μισεῖ. |
6 35 6 35 6 | Rondeau κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν | VatGr754 Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν, κ. τ. ἑ. |
sch3 35 sch3 35 sch3 | Rondeau Ἐντεῦθέν τινες ἀπατηθέντες τὰ ὑπὸ τὴν σελήνην ἀπρονόητα ἀπεφήναντο εἶναι, ὧν ἐστι καὶ ὁ Ἀριστοτέλης. | VatGr754 Ἐντεῦθέν τινες ἀπατηθέντες τὰ ὑπὸ τὴν σελήνην ἀπρονόητα ἀπεφήναντο εἶναι· ὧν ἐστι καὶ ὁἈριστοτέλης. |
9 35 9 35 9 | Rondeau μεθυσθήσονται ἀπὸ πιότητος τοῦ οἴκου σου | VatGr754 Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, κ. τ. ἑ. |
sch4 35 sch4 35 sch4 | Rondeau Ὁ ταύτην τὴν μέθην ἐκνήφων οὐ δικαίως ποιεῖ· διὸ ἐπὶ τῆς ψεκτῆς μέθης εἴρηται· Ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε . | VatGr754 ῀.Ὁ ταύτην τὴν μέθην μὴ ἐκνήφων οὐ δικαίως ποιεῖ· διὸ ἐπὶ τῆς ψεκτῆς μέθης εἴρηται· « Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε.» |
10 35 10 35 10 | Rondeau ὅτι παρὰ σοὶ πηγὴ ζωῆς | Rondeau ἐν τῷ φωτί σου ὀψόμεθα φῶς | VatGr754 Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, κ. τ. ἑ. ε-ϛ´. Εἰ ἡ πηγή ἐστιν ἡ ζωὴ, ἡ ζωὴ δέ ἐστιν ὁ Χριστὸς, ἡ πηγή ἐστιν ὁ Χριστός. « Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.»Ἐν τῇ θεωρίᾳ τῶν γεγονότων ὀψόμεθα τὸν Χριστὸν, ἢ ἐν τῇ γνώσει τῇ τοῦ Χριστοῦ ὀψόμεθα τὸν Θεόν. |
sch5 35 sch5 35 sch5 | Rondeau Εἰ ἡ πηγή ἐστιν ἡ ζωή, ἡ ζωὴ δέ ἐστιν ὁ Χριστός, ἡ πηγή ἐστιν ὁ Χριστός. | VatGr754 |
sch6 35 sch6 35 sch6 | Rondeau Ἐν τῇ θεωρίᾳ τῶν γεγονότων ὀψόμεθα τὸν Χριστόν. Ἢ ἐν τῇ γνώσει τῇ τοῦ Χριστοῦ ὀψόμεθα τὸν θεόν. | VatGr754 |
12 35 12 35 12 | Rondeau μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας | VatGr754 Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, κ. τ. ἑ. |
sch7 35 sch7 35 sch7 | Rondeau Εἰ ἡ ὑπερηφανία ἕξις ἐστὶ χειρίστη, πῶς ἔχει πόδας; Ἢ τάχα περὶ τοῦ ζῴου λέγει τοῦ ἐνεργοῦντος τὴν ὑπερηφανίαν. | VatGr754 Εἰ ἡ ὑπερηφανία ἕξις ἐστὶ χειρίστη, πῶς ἔχει πόδας;Ἢ τάχα περὶ τοῦ ζώου λέγει τοῦ ἐνεργοῦντος τὴν ὑπερηφανίαν. |
1 36 1 36 1 | Rondeau μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν | VatGr754 Μὴ παραζήλου ἐν πονηρευομένοις, κ. τ. ἑ. | VatGr754 Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. |
sch1 36 sch1 36 sch1 | Rondeau Ἐνταῦθα ζῆλον τὴν μίμησιν λέγει. | VatGr754 Ἐνταῦθα ζῆλον τὴν μίμησιν λέγει. |
sch2 36 sch2 36 sch2 | Rondeau Εἰ πρόσκαιρα ὁ χόρτος καὶ τὰ λάχανα, οἱ δὲ ἁμαρτωλοὶ τούτοις ἀπεικάζονται, πρόσκαιροι ἂν εἶεν καὶ οἱ ἁμαρτωλοί. Πάλιν εἰ χόρτος καὶ λάχανον ἐπισυμβαίνει τῇ γῇ, χόρτῳ δὲ καὶ λαχάνῳ ὁμοίωται ἡ κακία, ἐπισυμβατὴ ἄρα καὶ ἡ κακία. | VatGr754 εἰ οὖν πρόσκαιρος ὁ χόρτος καὶ τὸ λάχανον, εἰ δὲ ἁμαρτωλοὶ τούτοις ἀπεικάζονται, πρόσκαιροι ἂν εἶεν. Πάλιν εἰ λάχανον καὶ χόρτος ἐπισυμβαίνει τῇ γῇ, χόρτῳ δὲ καὶ λαχάνῳ ὁμοιοῦται ἡ κακία, ἐπισυμβατὴ ἄρα ἡ κακία. |
2 36 2 36 2 | Rondeau ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται | VatGr754 |
6 36 6 36 6 | Rondeau καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου | VatGr754 Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου |
sch3 36 sch3 36 sch3 | Rondeau Φῶς δικαιοσύνης γνῶσις ἐπειδὴ καὶ δικαιοσύνη κανών ἐστιν ἀρετῶν. | VatGr754 Φῶς δὲ δικαιοσύνης γνῶσις· ἐπειδὴ καὶ ἡ δικαιοσύνη κανών ἐστιν ἀρετῶν. |
7 36 7 36 7 | Rondeau ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτὸν | Rondeau μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ | VatGr754 Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτὸν, κ. τ. ἑ |
sch4 36 sch4 36 sch4 | Rondeau Ἡ ὑποταγὴ αὕτη ἐστὶ φύσεως λογικῆς πρὸς τὴν γνῶσιν τοῦ θεοῦ ἑκούσιος συγκατάθεσις· πολλὰ γὰρ εἴδη τῆς ὑποταγῆς. | VatGr754 -ε´. Ἡ ὑποταγὴ αὕτη ἐστὶ φύσεως λογικῆς πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ ἑκούσιος συγκατάθεσις. «Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας.» Νῦν εὐόδωσιν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει· ὡς καὶ τὸ, « Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον.» |
sch5 36 sch5 36 sch5 | Rondeau Νῦν εὐόδωσιν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει, ὡς καὶ τὸ πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον. | VatGr754 |
8 36 8 36 8 | Rondeau παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμὸν | VatGr754 Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμὸν, κ. τ. ἑ. |
sch6 36 sch6 36 sch6 | Rondeau Ὀργή ἐστιν ὄρεξις τιμωρίας· τιμωρία δέ ἐστιν κακοῦ ἀνταπόδοσις. | VatGr754 Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὄλεθρον. |
sch7 36 sch7 36 sch7 | Rondeau Θυμός ἐστιν ὀργὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης. | VatGr754 Θυμός ἐστιν ὀργὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης· |
9 36 9 36 9 | Rondeau ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται | Rondeau οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γῆν | VatGr754 Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, κ. τ. ἑ. |
sch8 36 sch8 36 sch8 | Rondeau Τὸ ἐξολοθρευθῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκπεσεῖν ἐκ θεοῦ. | VatGr754 Τὸ ἐξολοθρευθῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκπεσεῖν ἐκ Θεοῦ. |
10 36 10 36 10 | Rondeau καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς | VatGr754 Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς, κ. τ. ἑ. ι.´ Τόπος ἁμαρτωλοῦ ἡ κακία. |
sch9 36 sch9 36 sch9 | Rondeau Ἡ γῆ νῦν γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς. | VatGr754 Ἡ γῆ νῦν γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς. |
sch10 36 sch10 36 sch10 | Rondeau Τόπος ἁμαρτωλοῦ ἡ κακία. | VatGr754 |
11 36 11 36 11 | Rondeau οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης | VatGr754 Οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, κ.τ.ἑ. |
16 36 16 36 16 | Rondeau κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν | VatGr754 |
sch12 36 sch12 36 sch12 | Rondeau Κρεῖσσον ὀλίγη γνῶσις πνευματικὴ ὑπὲρ πλῆθος σοφίας ἐθνῶν. | VatGr754 |
17 36 17 36 17 | Rondeau ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος | VatGr754 Υποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος, κ. τ. ἑ. |
sch13 36 sch13 36 sch13 | Rondeau Οὐδὲν οὕτως ὑποστηρίζει τὸν δίκαιον ὡς χάρισμα πνευματικόν· Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς , φησὶν ὁ ἀπόστολος. | VatGr754 Οὐδὲν οὕτως ὑποστηρίζει τὸν δίκαιον, ὡς χάρισμα πνευματικόν· «Ἵνα μεταδῷ ὑμῖν χάρισμα πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς, » φησὶν ὁ Ἀπόστολος. |
18 36 18 36 18 | Rondeau γινώσκει κύριος τὰς ἡμέρας τῶν ἀμώμων. | Rondeau καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται | VatGr754 Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. |
sch14 36 sch14 36 sch14 | Rondeau Τὰς τῆς ψυχῆς ἡμέρας αἵτινες γίνονται ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης . | VatGr754 Τὰς τῆς ψυχῆς ἡμέρας, αἵτινες γίνονται ὑπὸ τῷ ἡλίῳ τῆς δικαιοσύνης. |
19 36 19 36 19 | Rondeau οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ | Rondeau καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. | VatGr754 Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, κ. τ. ἑ. ις- Καιρὸν πονηρὸν λέγει τὸν τῆς κρίσεως χρόνον. « Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.» |
sch16 36 sch16 36 sch16 | Rondeau Καιρὸν πονηρὸν λέγει τὸν τῆς κρίσεως χρόνον. | VatGr754 |
sch17 36 sch17 36 sch17 | Rondeau Ἡμέρας λιμοῦ ὀνομάζει ἐν αἷς πολλοὶ τῶν ἀκαθάρτων στερίσκονται τοῦ ἄρτου τοῦ εἰπόντος· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς . | VatGr754 Ἡμέρας λιμοῦ ὀνομάζει ἐν αἷς πολλοὶ τῶν ἀκαθάρτων στερίσκονται τοῦ ἄρτου τοῦ εἰπόντος· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς.» |
3 36 20 3 36 20 3 | Rondeau ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον | VatGr754 |
23 36 23 36 23 | Rondeau παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει | VatGr754 Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. |
sch19 36 sch19 36 sch19 | Rondeau Ὁδὸς κυρίου ψυχὴ καθαρά. | VatGr754 Ὁδὸς Κυρίου, ψυχὴ καθαρά. |
2 36 25 2 36 25 2 | Rondeau καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον | VatGr754 καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον |
3 36 25 3 36 25 3 | Rondeau οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους | VatGr754 οὐδὲ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. |
sch20 36 sch20 36 sch20 | Rondeau Οὐκ εἶπεν ἐγκαταλειφθέντα, ἀλλ' ἐγκαταλελειμμένον, τουτέστιν ἕως ἥξω· ὅτι γὰρ ἐγκαταλιμπάνονται οἱ δίκαιοι πρὸς καιρὸν δοκιμῆς χάριν, ὁ κύριος πρὸς τὸν Ἰώβ· Μή με οἴου ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀποφανῇς δίκαιος . | VatGr754 οὐκ εἶπεν· ἐγκαταλειφθέντα, ἀλλ' ἐγκαταλελειμμένον, τουτέστιν ἕως ἥξω, ὅτι γὰρ ἐγκαταλίμπάνονται οἱ δίκαιοι πρὸς καιρὸν δοκιμῆς χάριν, ὁ Κύριος πρὸς Ἰώβ· μή με οἴου ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀποφανῇς δίκαιος. |
sch21 36 sch21 36 sch21 | Rondeau Εἰ ἡ δικαιοσύνη ἀρετή ἐστι, τὰ δὲ σπέρματα τῶν ἀρετῶν καὶ αὐταὶ ἄρεται, καλῶς τὸ σπέρμα τῶν ἀρετῶν, ὅπερ ἐστὶν ἡ ἀρετή, οὐ ζητεῖ ἄρτους. Ἄρτον δὲ λέγει τὴν γνῶσιν ἥτις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου· σπέρμα δὲ δικαίου τροπικῶς ὁ λόγος εἴρηται ὁ καταβαλλόμενος ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων. | VatGr754 εἰ ἡ δικαιοσύνη ἀρετή ἐστι, τὰ σπέρματα τῶν ἀρετῶν καὶ αὐταὶ ἀρεται, καλῶς τὸ σπέρμα τῶν ἀρετῶν, ὅπερ ἐστὶν ἡ ἀρετὴ, οὐ ζητεῖ ἄρτους. ἄρτον δὲ λέγει τὴν γνῶσιν, εἴ τις οὐχ ὑστερεῖ ἐν τῷ σπέρματι τοῦ δικαίου· σπέρμα δὲ δικαίου τροπικῶς ὁ λόγος εἴρηται, ὁ καταβαλλόμενος ἐν ταῖς ψυχαῖς τῶν ἀκουόντων. |
sch21b 36 sch21b 36 sch21b | Rondeau Σπέρμα δικαίων πλησθήσεται γνώσεως· σπέρμα δὲ πονηρῶν ἐν ἐνδείᾳ ἔσται. | VatGr754 |
26 36 26 36 26 | Rondeau ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανείζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται | VatGr754 |
27 36 27 36 27 | Rondeau ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν | VatGr754 Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. |
sch23 36 sch23 36 sch23 | Rondeau Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ τοῦ κυρίου φόβος παρέχει· τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη προστάσσει. | VatGr754 Τὸ ἐκκλίναι ἀπὸ κακοῦ ὁ τοῦ Κυρίου φόβος παρέχει· τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγαπὴ προστάσσει. |
sch24 36 sch24 36 sch24 | Rondeau Κρίσιν δικαιοκρισίαν, οὐ τὴν δικαστικήν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου. | VatGr754 κρίσιν δικαιοκρισίαν οὐ τὴν δικαστικήν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου. |
1 36 28 1 36 28 1 | Rondeau ὅτι κύριος ἀγαπᾷ κρίσιν | VatGr754 |
32 36 32 36 32 | Rondeau κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν | VatGr754 |
sch25 36 sch25 36 sch25 | Rondeau Δηλονότι ὁ ἀντίδικος . | VatGr754 Μὴ καταδικάσαι, δηλονότι ὁ ἀντίδικος. |
33 36 33 36 33 | Rondeau | VatGr754 Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὔτε μὴ καταδικάσαι αὐτὸν, ὅταν κρίνηται αὐτῷ. |
35 36 35 36 35 | Rondeau εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου | VatGr754 Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. |
sch26 36 sch26 36 sch26 | Rondeau Ὡς δύσκολον τὸ παρελθεῖν τὸν ἀσεβῆ μηδὲν παθόντα.Ἢ τάχα ἡ θεία τοῦτο λέγει γραφή· ὅπου γὰρ ἂν αὕτη παρέλθῃ· καθαιρεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ . | VatGr754 Ὡς δύσκολον τὸ παρελθεῖν τὸν ἀσεβῆ μηδὲν παθόντα.Ἢ τάχα ἡ θεία τοῦτο λέγει γραφή· αὐτὰ ἐννοεῖν βουλόμενος, θεωρήσω, οὐδὲ τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν, δεδύνημαι εὑρεῖν, ὅπου γὰρ ἂν αὐτὸς παρέλθῃ· καθαιρεῖ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. |
1 36 36 1 36 1 | Rondeau καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν | VatGr754 |
37 36 37 36 37 | Rondeau φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα | VatGr754 Καὶ ἴδε εὐθύτητα. |
sch27 36 sch27 36 sch27 | Rondeau Τό καὶ ἴδε εὐθύτητα ἀντὶ τοῦ καὶ ὄψῃ εὐθύτητα. | VatGr754 Τό· Καὶ ἴδε εὐθύτητα, ἀντὶ τοῦ·Ὄψει εὐθύτητα. |
sch11 36 sch11 36 sch11 | Rondeau Τρυφὴ δικαίου πλῆθος εἰρήνης· πλῆθος δὲ εἰρήνης ἐστὶ ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. | VatGr754 Τρυφὴ δικαίου πλῆθος εἰρήνης, πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. |
sch15 36 sch15 36 sch15 | Rondeau Κληρονομία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ θεοῦ. | VatGr754 Κληρονομία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ Θεοῦ. |
sch18 36 sch18 36 sch18 | Rondeau Τοῦτον τὸν καπνὸν ἀποδιώκει ἀπὸ τῶν λογικῶν ξύλων τὸ πῦρ ὃ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν ὁ Χριστός. | VatGr754 Τοῦτον τὸν καπνὸν ἀποδιώκει ἀπὸ τῶν λογικῶν ξύλων τὸ πῦρ ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Χριστός. |
112 36 112 36 112 | Rondeau | VatGr754 Οἱ δὲ πρᾳεῖς κληρονομήσουσιν γῆν, Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. |
sch22 36 sch22 36 sch22 | Rondeau Ὁ δανείζων λόγους καθαίροντας ψυχὴν εὐλογηθήσεται· ὁ δὲ μὴ ἀποδιδοὺς αὐτοὺς ἐπικατάρατος ἔσται. | VatGr754 –̔Ο δανείζων λόγους καθαίροντας ψυχὴν, εὐλογηθήσεται· ὁ δὲ μὴ ἐπιδιδοὺς αὐτοῖς, ἐπικατάρατος ἔσται. |
182 36 182 36 182 | Rondeau | VatGr754 Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται, κ. τ. ἑ. |
201 36 201 36 201 | Rondeau | VatGr754 Ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον, κ. τ. ἑ. |
262 36 262 36 262 | Rondeau | VatGr754 Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει. |
1 37 1 37 1 | Rondeau ψαλμὸς· τῷ Δαυὶδ· εἰς ἀνάμνησιν περὶ σαββάτου. | VatGr754 Ψαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου. –Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. α.´ « Παιδεύει »ἡμᾶς ὁ Κύριος, εἰς « ἀνάμνησιν »ἄγων τῆς ἀρετῆς· ὁ δὲ ἅγιος οὐ τὸν « ἔλεγχον » ἢ τὴν « παιδείαν » παραιτεῖται, ἀλλὰ τὴν μετ '« ὀργῆς » καὶ « θυμοῦ.» |
2 37 2 37 2 | Rondeau κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με | VatGr754 |
sch1 37 sch1 37 sch1 | Rondeau Παιδεύει ἡμᾶς ὁ κύριος εἰς ἀνάμνησιν ἄγων τῆς ἀρετῆς· ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ' ὀργῆς καὶ θυμοῦ. | VatGr754 |
5 37 5 37 5 | Rondeau ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμέ. | VatGr754 |
sch2 37 sch2 37 sch2 | Rondeau Δεῦτε πάντες , φησὶν ὁ Χριστός, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς . | VatGr754 |
6 37 6 37 6 | Rondeau προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου | VatGr754 προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. γ.´Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν, ὁποία τίς ἐστιν· πλὴν ὅτι ἀπὸ « ἀφροσύνης » ἡμῖν ἐπισυμβαίνουσιν αἱ ἁμαρτίαι. |
sch3 37 sch3 37 sch3 | Rondeau Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν ὁποία τίς ἐστιν· πλὴν ὅτι ἀπὸ ἀφροσύνης ἡμῖν ἐπισυμβαίνουσιν αἱ ἁμαρτίαι. | VatGr754 |
sch4 37 sch4 37 sch4 | Rondeau Εἰ ἡ φρόνησίς ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ἡ ἀφροσύνη ἐστὶν ἄγνοια ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων. | VatGr754 εἰ ἡ φρόνησις ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων, ἡ ἀφροσύνη ἐστὶν ἄγνοια ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων. |
1 37 8 1 37 8 1 | Rondeau ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν | VatGr754 |
1 37 10 1 37 10 1 | Rondeau κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου | VatGr754 |
11 37 11 37 11 | Rondeau καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ | VatGr754 Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστι μετ' ἐμοῦ. ζ.´ Τὸ φῶς τῶν ὀφθαλμῶν, ἡ θεωρία, ἥτις ἐν καιρῷ πειρασμοῦ διαφεύγει τὸν νοῦν. |
sch7 37 sch7 37 sch7 | Rondeau Τὸ φῶς τῶν ὀφθαλμῶν ἐστιν ἡ θεωρία, ἥτις ἐν καιρῷ πειρασμοῦ διαφεύγει τὸν νοῦν. | VatGr754 |
2 37 12 2 37 12 2 | Rondeau καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν | VatGr754 καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν |
sch8 37 sch8 37 sch8 | Rondeau Τάχα δυνάμεις τινὰς λέγει ἁγίας ὑποχωρούσας ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν. | VatGr754 τάχα δυνάμεις τινὰς λέγει ἁγίας ὑποχωρούσας ἐν καιρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν. {Ant 6.17} |
14 37 14 37 14 | Rondeau ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον | VatGr754 Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ, κ. τ. ἑ. θ.´Ἐδέχετο μὲν τοὺς λογισμοὺς τοῦ πειράζοντος, οὐκ ἤκουε δὲ αὐτῶν, μὴ ἐνεργῶν κατ' αὐτούς. Κωφότης δέ ἐστιν ἡ ἀπάθεια, δι' ἣν οὐκ ἤκουεν αὐτῶν. |
sch9 37 sch9 37 sch9 | Rondeau Ἐδέχετο μὲν τοὺς λογισμοὺς τοῦ πειράζοντος, οὐκ ἤκουεν δὲ αὐτῶν μὴ ἐνεργῶν κατ' αὐτούς. Κωφότης δέ ἐστιν ἡ ἀπάθεια δι' ἣν οὐκ ἤκουεν αὐτῶν. | VatGr754 |
17 37 17 37 17 | Rondeau ὅτι εἶπα· μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν | VatGr754 ὅτι εἶπα Μήποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλορρημόνησαν. ι.´Ἐπὶ μὲν τοῖς μετανοοῦσιν οἱ ἄγγελοι « χαίρουσιν, » ἐπὶ δὲ τοῖς «σαλευομένοις» οἱ δαίμονες. |
sch10 37 sch10 37 sch10 | Rondeau Ἐπὶ μὲν τοῖς μετανοοῦσιν οἱ ἄγγελοι χαίρουσιν, ἐπὶ δὲ τοῖς σαλευομένοις οἱ δαίμονες. | VatGr754 |
20 37 20 37 20 | Rondeau οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ | VatGr754 οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμε. ια.´ Οὐ ταύτην τὴν « ζωὴν » τὴν εἰποῦσαν· «̓Εγώ εἰμι ἡ ζωή.» |
sch11 37 sch11 37 sch11 | Rondeau Οὐ ταύτην τὴν ζωὴν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ζωή . | VatGr754 |
21 37 21 37 21 | Rondeau οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν | VatGr754 Οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην. ιβ.´«Ἀνταπεδίδοσαν κακὰ ἀντὶ ἀγαθῶν,» οὐ τῶν εἰς ἐκείνους γενομένων, ἀλλὰ τῶν ἁπλῶς γινομένων διὰ τὸν Κύριον. |
sch12 37 sch12 37 sch12 | Rondeau Ἀνταπεδίδοσαν κακὰ ἀντὶ ἀγαθῶν, οὐ τῶν εἰς ἐκείνους γενομένων, ἀλλὰ τῶν ἁπλῶς γινομένων διὰ τὸν κύριον. | VatGr754 |
22 37 22 37 22 | Rondeau μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ· | VatGr754 Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. ιγ.´ Καλὸν προοίμιον προσευχῆς τὸ, « Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ· πρόσεχε εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου·» ἔχει γὰρ ἐν ἑαυτῷ καὶ τὴν ἁγίαν Τριάδα. |
sch5 37 sch5 37 sch5 | Rondeau Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ ἢ τερπομένους ἐπὶ γελοίοις. | VatGr754 λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ, ἢ̀ τερπομένους ἐπὶ γελῴοις. |
23 37 23 37 23 | Rondeau πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου | VatGr754 |
sch13 37 sch13 37 sch13 | Rondeau Καλὸν προοίμιον προσευχῆς τὸ μὴ ἐγκαταλίπῃς με, κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπὸ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου· Ἔχει γὰρ ἐν ἑαυτῷ καὶ τὴν ἁγίαν τριάδα. | VatGr754 |
sch6 37 sch6 37 sch6 | Rondeau Αὕτη ἐστὶ ἡ φυσικὴ κίνησις τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τὸ ἐφίεσθαι τοῦ θεοῦ. | VatGr754 αὕτη ἐστὶ ἡ φυσικὴ κίνησις τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς τὸ ἐφίεσθαι τοῦ θεοῦ. |
8 37 37 8 37 8 | Rondeau | VatGr754 ὅτι αἱ ψύαι μου ἐπλήσθησαν ἐμπαιγμῶν |
10 37 37 10 37 10 | Rondeau | VatGr754 κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου |
52 37 52 37 52 | Rondeau | VatGr754 Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμὲ β.´ « Δεῦτε, πάντες, φησὶν ὁ Χριστὸς, οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. » |
1 38 1 38 1 | Rondeau Εἰς τὸ τέλος, τῷ Ἰδιθούμ· ᾠδὴ τῷ Δαυίδ. | VatGr754 |
sch+1 38 sch+1 38 sch+1 | Rondeau [Ἰδιθοὺμ αἱματίζοντος αὐτοὺς ἢ πηδῶντος αὐτούς.] | VatGr754 |
3 38 3 38 3 | Rondeau ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν | VatGr754 Ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, κ. τ. ἑ. |
sch1 38 sch1 38 sch1 | Rondeau Ἐν τοῖς πειρασμοῖς φεύγει τὰ ἀγαθὰ ἀφ' ἡμῶν καὶ σιωπᾷ ἡ ψυχὴ ἀπ' αὐτῶν· ἐκεῖνα γὰρ φθέγγεται ψυχὴ ἃ γινώσκει κἀκεῖνα σιωπᾷ ἃ μὴ γινώσκει. Ἀγαθὰ δὲ νῦν εἴρηκεν τὰς ἀρετὰς καὶ τὰς γνώσεις αἵτινες ἐν καιρῷ πειρασμοῦ διαφεύγουσι τοὺς πειραζομένους. | VatGr754 ᾿̓Εν τοῖς πειρασμοῖς φεύγει τὰ ἀγαθὰ ἐξ ἡμῶν, καὶ σιωπᾷ ἡ ψυχὴ ἐξ αὐτῶν.Ἐκεῖνα γὰρ φθέγγεται ἡ ψυχὴ ἃ γινώσκει, καὶ σιωπᾷ ἃ οὐ γινώσκει.Ἀγαθὰ δὲ εἶπε νῦν τὰς ἀρετὰς καὶ τὰς γνώσεις αἵτινες ἐν καιρῷ πειρασμοῦ διαφεύγουσι τοὺς πειραζομένους. |
4 38 4 38 4 | Rondeau ἐθερμάνθη ἡ καρδία μου ἐντός μου | VatGr754 Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου, κ. τ. ἑ. |
sch2 38 sch2 38 sch2 | Rondeau Δυνατὸν μὲν τοῦ τῆς ὀργῆς ἐπιστάντος δαίμονος μὴ ὀργισθῆναι, ἀδύνατον δὲ τάχα μὴ θερμανθῆναι. | VatGr754 Δυνατὸν μὲν τοῦ τῆς ὀργῆς ἐπιστάντος δαίμονος μὴ ὀργισθῆναι, ἀδύνατον δὲ τάχα μὴ θερμανθῆναι. |
5 38 5 38 5 | Rondeau γνώρισόν μοι, κύριε, τὸ πέρας μου | VatGr754 Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, κ. τ. ἑ. |
sch3 38 sch3 38 sch3 | Rondeau Πέρας ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τῆς ἁγίας τριάδος. | VatGr754 Πέρας ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τῆς ἁγίας Τριάδος. |
6 38 6 38 6 | Rondeau πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· | VatGr754 Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, κ. τ. ἑ. |
sch4 38 sch4 38 sch4 | Rondeau Τὰ σωματικὰ πάντα ματαιότης ἐστὶν· ἡ γὰρ ἀσώματος φύσις κατ' εἰκόνα γεγένηται θεοῦ. | VatGr754 Τὰ σωματικὰ πάντα ματαιότης ἐστὶν, ἡ γὰρ ἀσώματος φύσις κατ' εἰκόνα γεγένηται Θεοῦ. |
1 38 7 1 38 7 1 | Rondeau μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος | VatGr754 |
3 38 7 3 38 7 3 | Rondeau θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά | VatGr754 |
sch5 38 sch5 38 sch5 | Rondeau Τοῦτο λεκτέον πρὸς τοὺς ἄπαιδας πλουσίους πλεονεκτοῦντας καὶ μηδένα τῶν πτωχῶν ἐλεοῦντας. | VatGr754 |
1 38 11 1 38 11 1 | Rondeau ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου | VatGr754 |
12 38 11 12 38 11 12 | Rondeau | VatGr754 Ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου, ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον. |
sch6 38 sch6 38 sch6 | Rondeau Μάστιγας τοὺς πειρασμοὺς λέγει. | VatGr754 Μάστιγας τοὺς πειρασμοὺς λέγει· |
sch7 38 sch7 38 sch7 | Rondeau Παιδεύων ἡμᾶς ὁ κύριος ὑπὲρ τῶν ἀνομιῶν ἡμᾶς παιδεύει ὡς καὶ τὸν ἐν τῷ εὐαγγελίῳ παραλυτικόν. | VatGr754 Παιδεύων ἡμᾶς ὁ Κύριος, ὑπὲρ τῶν ἀνομιῶν ἡμᾶς παιδεύει, ὡς καὶ τὸν ἐν εὐαγγελίῳ παραλυτικόν. |
1 38 12 1 38 12 1 | Rondeau ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον | VatGr754 |
13 38 13 38 13 | Rondeau τῶν δακρύων μου μὴ παρασιωπήσῃς | Rondeau ὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ | Rondeau καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου | VatGr754 Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου, μὴ παρασιωπήσῃς. | VatGr754 Ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου, κ. τ. ἑ. |
sch9 38 sch9 38 sch9 | Rondeau Πάντες οἱ τῶν δικαίων ὡς δικαίων πατέρες, πάροικοί εἰσι καὶ παρεπίδημοι , σκιὰν ἡγούμενοι τὸν βίον τὸν ἐπὶ τῆς γῆς. | VatGr754 Πάντες οἱ τῶν δικαίων ὡς δικαίων πατέρες, πάροικοί εἰσι καὶ παρεπίδημοι, σκιὰν ἡγούμενοι τὸν βίον τὸν ἐπὶ τῆς γῆς. |
14 38 14 38 14 | Rondeau ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω | VatGr754 Ἄνες μοι, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. |
sch10 38 sch10 38 sch10 | Rondeau Οὐχ ὑπάρξω τοιοῦτος οἷος ἂν γενοίμην ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως. Ἄνεσις δὲ θεοῦ ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. | VatGr754 Οὐχ ὑπάρξω τοιοῦτος οἷος ἦν· γενοίμην, γενοίμην, ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως„ Ἄνεσις δὲ Θεοῦ ἐστιν ἀπάθεια ψυχῆς, μετὰ γνώσεως τῶν ὄντων ἀληθῶς. |
sch8 38 sch8 38 sch8 | Rondeau Προτρεπτικὸν εἰς τὸ μετὰ δακρύων προσεύχεσθαι. | VatGr754 τοῦτο λεκτέον πρὸς ἄπαιδας πλουσίους πλεονεκτοῦντας μηδένα τῶν πτωχῶν ἐλεοῦντας. ] | VatGr754 Προτρεπτικὸν εἰς τὸ μετὰ δακρύων προσεύχεσθαι. |
7 38 38 7 38 7 | Rondeau | VatGr754 θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά |
3 39 3 39 3 | Rondeau καὶ ἀνήγαγέν με ἐκ λάκκου ταλαιπωρίας | Rondeau καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου | Rondeau καὶ κατηύθυνεν τὰ διαβήματά μου | VatGr754 Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. Καὶ ἀπὸ πηλοῦ ἰλύος. | VatGr754 Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, κ. τ. ἑ. |
sch1 39 sch1 39 sch1 | Rondeau Λάκκος ταλαιπωρίας κακία καὶ ἀγνωσία. | VatGr754 Λάκκος γὰρ ταλαιπωρίας, κακία καὶ ἀγνωσία. | VatGr754 -β´-γ´. Λάκκος ταλαιπωρίας κακία καὶ ἀγνωσία. « Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.» Πέτρα ἐστὶ πίστις Χριστοῦ. « Καὶ κατεύθυνε τὰ διαβήματά μου·» διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων. |
sch2 39 sch2 39 sch2 | Rondeau Πέτρα ἐστὶν ἡ πίστις Χριστοῦ. | VatGr754 |
sch3 39 sch3 39 sch3 | Rondeau Διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων. | VatGr754 |
4 39 4 39 4 | Rondeau καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν | Rondeau ὕμνον τῷ θεῷ ἡμῶν | VatGr754 Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, κ. τ. ἑ. | VatGr754 Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν. |
sch4 39 sch4 39 sch4 | Rondeau Μετὰ τὴν ἀπάθειαν ᾄδομεν ᾆσμα καινὸν ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν. | VatGr754 Μετὰ τὴν ἀπάθειαν ᾄδομεν ᾆσμα καινὸν, ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν. |
sch5 39 sch5 39 sch5 | Rondeau Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. | VatGr754 Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. |
sch5b 39 sch5b 39 sch5b | Rondeau Πρῶτον ὁ θεὸς ἀνάγει τινὰ ἐκ λάκκου ταλαιπωρίας, δεύτερον ἐπὶ πέτραν ἵστησιν τοὺς πόδας αὐτοῦ, τρίτον κατευθύνει τὰ διαβήματα, τέταρτον ᾆσμα χαρίζεται καινόν, πέμπτον ὕμνον τῷ θεῷ. Πλὴν σημειωτέον ὅτι ὁ ἐμπεσὼν εἰς τὸν λάκκον ποτὲ οὐκ ἦν ἐν τῷ λάκκῳ. Ζητήσεις δὲ πότερον αὐτὸς ἐμπέπτωκεν ἀφ' ἑαυτοῦ ἢ ὑφ' ἑτέρου τινὸς ἐνεβλήθη ἢ καὶ ὑφ' ἑαυτοῦ καὶ ὑφ' ἑτέρου. | VatGr754 |
6 39 6 39 6 | Rondeau ἀπήγγειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν | VatGr754 Πολλὰ ἐποίησας σὺ, Κύριε, ὁ Θεός μου, τὰ θαυμάσιά σου. |
sch6 39 sch6 39 sch6 | Rondeau Ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ ἢ ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ. | VatGr754 Ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ, ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμου. | VatGr754 Ὁλοκαυτώματα αἰσθητὰ οὐ ζητεῖ ὁ Θεός· « Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.» |
7 39 7 39 7 | Rondeau ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας | VatGr754 Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας, κ. τ. ἑ. |
sch7 39 sch7 39 sch7 | Rondeau Ὁλοκαυτώματα αἰσθητὰ οὐ ζητεῖ ὁ θεός· Θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον . | VatGr754 |
sch7b 39 sch7b 39 sch7b | Rondeau Ὁλοκαυτοῦται ψυχὴ τῷ πυρὶ τῷ ἁγίῳ ἀποτιθεμένη κακίαν καὶ ἀγνωσίαν. | VatGr754 |
2 39 8 2 39 8 2 | Rondeau ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ | VatGr754 ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ |
sch8 39 sch8 39 sch8 | Rondeau Πᾶσαν τὴν θεόπνευστον γραφὴν μίαν εἴρηκεν κεφαλίδα βιβλίου διὰ τὸ πᾶσαν αὐτὴν ἐφ' ἕνα νεύειν σκοπόν· καλῶς οὖν ὁ Σολομὼν παρεγγυᾷ μὴ κτᾶσθαι βιβλία πολλά, τὴν πεπλανημένην αἰνιττόμενος διὰ τοῦ πλήθους ὡς οἶμαι σοφίαν. | VatGr754 πᾶσαν τὴν θεόπνευστον γραφὴν μίαν εἴρηκεν βιβλίου διὰ τὸ πᾶσαν αὐτὴν ἐφ' ἕνα νεύειν σκοπόν· καλῶς οὖν ὁ Σολωμὼν παρεγγυᾷ μὴ κτᾶσθαι βιβλία πολλὰ, τὴν πεπλανημένην αἰνιττόμενος διὰ τοῦ πλήθους ὡς οἶμαι, σοφίαν. |
11 39 11 39 11 | Rondeau τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς | VatGr754 τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου τὴν ἀλήθειάν σου, καὶ τὸ σωτήριόν σου εἶπα· οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς. |
sch9 39 sch9 39 sch9 | Rondeau Ἀποκαλύπτει ὁ Χριστὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους τῇ φύσει τῇ λογικῇ καὶ τοὺς περὶ σωτηρίας. Καὶ τοὺς μὲν περὶ ἐλέους καὶ ἀληθείας λόγους εὑρήσεις ἐν τῇ θεωρίᾳ, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ. | VatGr754 Ἀποκαλύπτει ὁ Χριστὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους. Εὑρήσεις ἐν τῇ θεωρίᾳ τοὺς μὲν περὶ ἐλέους καὶ σωτηρίας, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ. |
13 39 13 39 13 | Rondeau κατέλαβόν με αἱ ἀνομίαι μου καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν | Rondeau καὶ ἡ καρδία μου ἐγκατέλιπέν με | VatGr754 Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ... καὶ ἡ καρδία ἐγκατέλιπέ με. | VatGr754 Κατέλαβόν με ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν, κ. τ. ἑ. |
sch10 39 sch10 39 sch10 | Rondeau Ἡ μνήμη τῶν παλαιῶν πταισμάτων πέφυκεν ἐπισκοτεῖν ἡμῖν τῇ διανοίᾳ. | VatGr754 Καρδίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν. | VatGr754 Ἡ μνήμη τῶν παλαιῶν πταισμάτων πέφυκεν ἐπισκοτεῖν ἡμῖν τῇ διανοίᾳ. |
sch11 39 sch11 39 sch11 | Rondeau Καρδίαν νῦν λέγει τὴν ποιὰν τοῦ νοῦ διάθεσιν. | VatGr754 |
15 39 15 39 15 | Rondeau Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτὴν | VatGr754 Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτὴν, κ. τ. ε. |
sch12 39 sch12 39 sch12 | Rondeau Οὐ κατ' οὐσίαν ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν. | VatGr754 Οὐ κατ' οὐσίαν ἐξαίρουσιν, ἀλλὰ διὰ τῆς κακίας ἀπὸ τῆς ἀρετῆς καὶ τῆς γνώσεως αὐτὴν ἐξαίρουσιν |
17 39 17 39 17 | Rondeau ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, κύριε | VatGr754 Καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε. |
sch13 39 sch13 39 sch13 | Rondeau Οὐκ εἶπεν οἱ ζητήσαντες, ἀλλ' οἱ ζητοῦντές σε, κύριε. Καὶ γὰρ Ἰούδας ὁ προδότης ἐζήτησεν μὲν ποτέ, οὐ ζητεῖ δὲ νῦν. | VatGr754 Οὐκ εἶπε δὲ, οἱ ζητήσαντες, ἀλλ' οἱ ζητοῦντες, καὶ γὰρἸούδας ὁ προδότης ἐζήτησε μέν ποτε, οὐ ζητεῖ δὲ νῦν. |
1 40 4 1 40 4 1 | Rondeau κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ | VatGr754 κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ |
2 40 4 2 40 4 2 | Rondeau ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ | VatGr754 ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ |
sch1 40 sch1 40 sch1 | Rondeau Κλίνη ὀδύνης τὸ σῶμά ἐστι τῆς ταπεινώσεως . | VatGr754 Κλίνη ὀδύνης τὸ σῶμά ἐστι τῆς τα-πεινώσεως. |
sch2 40 sch2 40 sch2 | Rondeau Ἆρον , φησί, τὸν κράβατόν σου καὶ περιπάτει . Τοῖς μὲν γὰρ ὑγιαίνουσιν κατὰ διάνοιαν ἕπεται τὸ σῶμα, οἱ δὲ ἀρρωστοῦντες ἀκολουθοῦσιν τῷ σώματι. | VatGr754 Ἆρον τὸν κράββατον, φησὶ, καὶ περιπάτει. Τοῖς μὲν γὰρ ὑγιαίνουσι κατὰ διάνοιαν ἕπε-ται τὸ σῶμα· οἱ δὲ ἀῤῥωστοῦντες ἀκολου-θοῦσιν τῷ σώματι. |
sch3 40 sch3 40 sch3 | Rondeau Βαρὺς γάρ ἐστιν ἡμῖν καὶ βλεπόμενος . | VatGr754 Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος γάρ. |
6 40 6 40 6 | Rondeau οἱ ἐχθροί μου εἶπαν κακά μοι· Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; | VatGr754 |
2 40 9 2 40 9 2 | Rondeau μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; | VatGr754 μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι |
sch4 40 sch4 40 sch4 | Rondeau Ἀναγκαίως λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι. Εἰ δὲ κοίμησίς ἐστιν ὁ θάνατος, ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις. | VatGr754 Ἀναγκαίως λέγει τῇ κοιμήσει τὴν ἀνάστασιν ἕπεσθαι.Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνα-τος.Ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις. |
sch+1 41 sch+1 41 sch+1 | Rondeau [Μέχρι τούτου τοῦ ψαλμοῦ καθ' Ἑβραίους ἡ πρώτη βίβλος τῶν ψαλμῶν.] | VatGr754 |
2 41 3 2 41 3 2 | Rondeau πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ | VatGr754 πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ |
sch1 41 sch1 41 sch1 | Rondeau Εἰ τὸ πρόσωπον τοῦ πατρὸς οἱ ἄγγελοι βλέπουσι διαπαντός , οὗτος δὲ τὸ πρόσωπον ἐπιθυμεῖ ἰδεῖν τοῦ θεοῦ, ἄγγελος ἄρα ὁ Δαυὶδ ἐπιθυμεῖ γενέσθαι. | VatGr754 Εἰ τὸ πρόσωπον τοῦ Θεοῦ οἱ ἄγγελοι βλέπουσι διὰ παντὸς, ἄγγελος ἄρα ἐπιθυμεῖ γενέσθαι ὁ Δαυῒδ καὶ βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ. |
1 41 4 1 41 4 1 | Rondeau ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς | VatGr754 ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς |
2 41 4 2 41 4 2 | Rondeau ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ θεός σου; | VatGr754 ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου; |
sch2 41 sch2 41 sch2 | Rondeau Τροφιμώτατος ὁ τοιοῦτός ἐστι κλαυθμὸς ὁ τρέφων ψυχήν· Μακάριοι γὰρ οἱ κλαίοντες νῦν ὅτι αὐτοὶ γελάσονται . | VatGr754 Τροφιμώτατός ἐστι κλαυθμὸς ὁ τρέφων τὴν ψυχήν. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται. |
sch3 41 sch3 41 sch3 | Rondeau Ὁ θεὸς ὡς μὲν δημιουργὸς ἐν πᾶσίν ἐστι τοῖς γεγονόσιν, ὡς δὲ ἀρετὴ καὶ σοφία ἐν πάσαις ταῖς ἁγίαις δυνάμεσιν. Εἰ δὲ καὶ κατὰ δύναμιν λαμβάνοιτο ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν· εἰ δὲ πῂ μὲν δυνάμει, πῂ δὲ ἐνεργείᾳ, καὶ ἐν ἀνθρώποις ὑπάρχει θεός. Τὸ γὰρ ἀεὶ ἐνεργεῖν κατὰ θεὸν ἀγγέλων ἐστίν, τὸ δὲ μηδέποτε ἐνεργεῖν κατὰ θεὸν δαιμόνων, τὸ δέ ποτε μὲν ἐνεργεῖν καλῶς, ποτὲ δὲ μὴ ἐνεργεῖν ὀρθῶς ἀνθρώπων ἐστίν. | VatGr754 Ὁ Θεὸς μὲν ὡς δημιουργός ἐστιν ἐν πᾶσι τοῖς γεγονόσιν· ὡς δὲ ἀρετὴ καὶ σοφία ἐν πάσαις ταῖς ἁγίαις δυνάμεσιν· εἰ δὲ καὶ κατὰ δύναμιν λαμβάνοιτο ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν· εἰ δὲ πὴ μὲν δυνάμει, πὴ δὲ ἐνεργείᾳ, καὶ ἐν ἀνθρώποις ἐστὶν ὁ Θεός· τὸ γὰρ ἀεὶ ἐνεργεῖν κατὰ Θεὸν ἀγγέλων ἐστί· τὸ δὲ μηδέποτε δαιμόνων· τὸ δὲ ποτὲ μὲν καλῶς, ποτὲ δὲ οὐκ ὀρθῶς, ἀνθρώπων ἐστίν. |
1 41 7 1 41 7 1 | Rondeau πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη | VatGr754 πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη δ.´ Φυσικὴ κίνησις τοῦ θυμοῦ. |
2 41 7 2 41 7 2 | Rondeau διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ | VatGr754 |
sch4 41 sch4 41 sch4 | Rondeau Φυσικὴ κίνησις τοῦ θυμοῦ. | VatGr754 |
sch4+ 41 sch4+ 41 sch4+ | Rondeau [Ἰορδάνης, κατάβασις αὐτῶν, Ἑρμονιείμ, ἀναθεματισμός.] | VatGr754 |
2 41 11 2 41 11 2 | Rondeau ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ θεός σου; | VatGr754 ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου; |
sch5 41 sch5 41 sch5 | Rondeau Τάχα τὸν ἅγιον λυπεῖ τὸ ποῦ ἐπὶ θεοῦ λεγόμενον, ὅπερ ἐστὶ τόπου σημαντικόν. Τῆς ἐσχάτης δὲ ἀγνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν θεόν, ὄγκῳ γὰρ συνυφίσταται τόπος, ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. | VatGr754 Τάχα τὸν ἅγιον λυπεῖ τὸ, «ποῦ,» ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ τόπου σημαντικόν. Τῆς ἐσχάτης δὲ ἀγνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν· ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. |
1 41 12 1 41 12 1 | Rondeau ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; | VatGr754 |
sch6 41 sch6 41 sch6 | Rondeau Ἀναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπᾳδόμενα τῇ ψυχῇ. | VatGr754 ᾿ἀναγκαῖα ταῦτα ἐν καιρῷ λύπης ἐπαγόμενα ψυχῇ. |
12 41 41 12 41 12 | Rondeau | VatGr754 ἵνα τί περίλυπος εἶ, ψυχή, καὶ ἵνα τί συνταράσσεις με; |
1 42 3 1 42 3 1 | Rondeau ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου | VatGr754 ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου |
2 42 3 2 42 3 2 | Rondeau αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου | VatGr754 αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου |
sch1 42 sch1 42 sch1 | Rondeau Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου , ὁ σωτήρ ἐν τοῖς εὐαγγελίοις φησί· καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀλήθεια . | VatGr754 « Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, » φησὶν ὁ Σωτήρ· καὶ πάλιν· « Ἐγώ εἰμι ἡ ἀλήθεια.» |
sch2 42 sch2 42 sch2 | Rondeau Ὄρος ἅγιόν ἐστι τοῦ θεοῦ ὁ Χριστός· σκηνώματα δὲ αὐτοῦ αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ. | VatGr754 Ὄρος ἅγιόν ἐστι Θεοῦ ὁ Χριστός· σκηνώματα δὲ αὐτοῦ, αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ. |
sch2a 43 sch2a 43 sch2a | Rondeau | VatGr754 ὁ θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν1. ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ ὁ ψαλμὸς· ἢ ἐκ προσώπου τῶν ἀπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν ἐξ ἀκοῆς μεταπαραλαβόντες τὸν λόγον ἀπὸ τοῦἸσραὴλ. |
1 43 2 1 43 2 1 | Rondeau ὁ θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν | VatGr754 |
sch1 43 sch1 43 sch1 | Rondeau Ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ ὁ παρών ἐστι ψαλμὸς ἢ ἐκ προσώπου τῶν ἀπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν ἐξ ἀκοῆς μεταπαραλαβόντες τὸν λόγον τοῦ Ἰσραὴλ. | VatGr754 |
1 43 3 1 43 3 1 | Rondeau ἡ χείρ σου ἔθνη ἐξωλέθρευσεν καὶ κατεφύτευσας αὐτούς | VatGr754 ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, κ. τ. ἑ. |
sch2 43 sch2 43 sch2 | Rondeau Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει· Πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ θεὸς ἐκριζωθήσεται . | VatGr754 Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει Θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει. « Πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Θεὸς, ἐκριζωθήσεται. » |
1 43 4 1 43 4 1 | Rondeau οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν | VatGr754 οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν |
sch3 43 sch3 43 sch3 | Rondeau Ἐφ' ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ θεοῦ, τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν τῶν ἐφ' ἡμῖν. | VatGr754 Ἐφ' ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ Θεοῦ· τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν ἐφ' ἡμῖν. |
6 43 6 43 6 | Rondeau ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν | VatGr754 Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν, κ. τ. ἑ. |
sch4 43 sch4 43 sch4 | Rondeau Κέρας ψυχῆς νοῦς καθαρός. Καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀντικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ. | VatGr754 Κέρας ψυχῆς νοῦς καθαρὸς, καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀντικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ. |
9 43 9 43 9 | Rondeau ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν | VatGr754 ἐν τῷ θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν |
sch5 43 sch5 43 sch5 | Rondeau Ὅλην τὴν ἡμέραν τὴν ἐν τῷ θεῷ εἶπεν ζωήν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως θεοῦ. | VatGr754 Ὁ μὲν μακάριος ἐπαινεῖται ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ, τὴν ἑαυτοῦ δηλονότι ζωὴν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως Θεοῦ· |
1 43 11 1 43 11 1 | Rondeau ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν | VatGr754 ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν |
2 43 11 2 43 11 2 | Rondeau καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς | VatGr754 καὶ οἱ μισοῦντες διήρπαζον ἑαυτοῖς |
sch6 43 sch6 43 sch6 | Rondeau Ἔμπροσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι. Διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν. | VatGr754 Ἔμπροσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν. |
sch7 43 sch7 43 sch7 | Rondeau Διὰ τῆς κακίας καὶ ἀγνωσίας ἁρπάζουσιν ἡμᾶς οἱ ἐχθροί. | VatGr754 Διὰ τῆς κακίας καὶ ἀγνωσίας ἁρπάζουσιν ἡμᾶς. |
13 43 13 43 13 | Rondeau ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλλάγμασιν αὐτῶν | VatGr754 ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς |
sch8 43 sch8 43 sch8 | Rondeau Ταῖς γὰρ ἁμαρτίαις ἐπράθημεν, ἀφ' ὧν ὁ Χριστὸς ἡμᾶς ἐξηγόρασεν . | VatGr754 Ταῖς γὰρ ἁμαρτίαις ἐπράθημεν, ἀφ' ὧν ἡμᾶς Χριστὸς ἐξηγόρασεν. |
2 43 16 2 43 16 2 | Rondeau καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με | VatGr754 καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με |
sch9 43 sch9 43 sch9 | Rondeau Ἑαυτοὺς μὲν αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες, τοὺς δὲ ἀνθρώπους κατ' ἐνέργειαν πλημμελοῦντες. | VatGr754 Ἑαυτοὺς μὲν αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατ' ἐνέργειαν πλημμελοῦντες. |
1 43 17 1 43 17 1 | Rondeau ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος | VatGr754 ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος |
sch10 43 sch10 43 sch10 | Rondeau Τοῦτο λεκτέον πρὸς τοὺς ἐν τοῖς διωγμοῖς ὑπομείναντας . | VatGr754 τοῦτο λεκτέον πρὸς τοὺς ἐν τοῖς διωγμοῖς ὑπομείναντας . |
2 43 18 2 43 18 2 | Rondeau καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου | VatGr754 καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου |
sch11 43 sch11 43 sch11 | Rondeau Ἀδικεῖ τὴν διαθήκην τοῦ θεοῦ πᾶς ὁ μὴ κατ' αὐτήν πολιτευόμενος. | VatGr754 Ἀδικεῖ τὴν Διαθήκην τοῦ Θεοῦ πᾶς ὁ μὴ ζῶν κατ' αὐτήν. |
1 43 20 1 43 20 1 | Rondeau ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως | VatGr754 ὁτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως |
sch12 43 sch12 43 sch12 | Rondeau Τόπος κακώσεως τὸ σῶμά ἐστι τὸ ἀνθρώπινον καὶ ὁ τούτου συγγενὴς κόσμος. | VatGr754 Τόπος κακώσεως τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ τούτου συγγενὴς κόσμος.Ἐν ἀλλοτρίᾳ, φησὶν, ἡμᾶς εἶναι πεποίηκας· ὅπερ οὐκ εἵα τὰς λατρείας ἐπιτελεῖσθαι. |
2 43 21 2 43 21 2 | Rondeau καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον | VatGr754 καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον, κ. τ. ἑ. |
sch13 43 sch13 43 sch13 | Rondeau Εἴ τις οὐκ ἔστι γνῶσις οὐσιώδης ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυτῷ, θεός ἐστιν ἀλλότριος. | VatGr754 Εἴ τις οὐκ ἔστι γνῶσις οὐσιώδης, ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυτῷ, Θεός ἐστιν ἀλλότριος. |
1 43 23 1 43 23 1 | Rondeau ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν | VatGr754 ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν |
sch14 43 sch14 43 sch14 | Rondeau Ὁ Παῦλός φησι· Καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ . | VatGr754 Ὁ Παῦλός φησι· « Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν ΧριστῷἸησοῦ. » |
1 43 24 1 43 24 1 | Rondeau ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε; | VatGr754 ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, κύριε; |
sch15 43 sch15 43 sch15 | Rondeau Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ σφοδροτέρου προσπεσόντος ἀνέμου ἐξύπνισαν αὐτὸν οἱ μαθηταί, διδάσκοντες ἡμᾶς, σφοδροτέρων λογισμῶν ἐν τῇ ψυχῇ γινομένων, ὀργῆς ἢ ἀδικίας ἢ πορνείας ἢ γαστριμαργίας ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύνην, σωφροσύνην, ἐγκράτειαν, ταπεινοφροσύνην, γνῶσιν, σοφίαν. | VatGr754 Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ γενομένου χειμῶνος ἐξήγειραν αὐτὸν οἱ μαθηταί· δεικνύντος τοῦ λόγου, χειμῶνος λογισμῶν |
1 44 2 1 44 2 1 | Rondeau ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν | VatGr754 ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν |
sch1 44 sch1 44 sch1 | Rondeau Λόγος ἀγαθός ἐστιν ὁ ἀρετὴν ἢ γνῶσιν σημαίνων θεοῦ. | VatGr754 λόγος ἀγαθός ἐστι ὁ ἀρετὴν ἢ γνῶσιν σημαίνων Θεοῦ.῾̓ |
1 44 3 1 44 3 1 | Rondeau ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων | VatGr754 |
sch2 44 sch2 44 sch2 | Rondeau Τὴν σοφίαν τὴν πνευματικὴν καὶ τὸν λόγον τοῦ θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ. | VatGr754 τὴν σοφίαν τὴν πνευματικὴν καὶ τὸν λόγον τοῦ θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ. |
4 44 4 44 4 | Rondeau περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου | VatGr754 περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ |
sch3 44 sch3 44 sch3 | Rondeau Αὕτη ἡ ῥομφαία χωρίζει ψυχὴν ἀπὸ κακίας καὶ νοῦν ἀπὸ ἀγνωσίας, τὸν λεγόμενον παλαιὸν ἄνθρωπον διαφθείρουσα καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατ' εἰκόνα τοῦ κτίσαντος . | VatGr754 αὕτη ἡ ῥομφαία χωρίζει ψυχὴν ἀπὸ κακίας, καὶ νοῦν ἀπὸ ἀγνωσίας, τὸν λεγόμενον παλαιὸν ἄνθρωπον διαφθείρουσα, καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατ' εἰκόνα τοῦ κτίσαντος. |
1 44 5 1 44 5 1 | Rondeau καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε | VatGr754 καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε |
2 44 5 2 44 5 2 | Rondeau ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης | VatGr754 ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης |
3 44 5 3 44 5 3 | Rondeau καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου | VatGr754 καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου |
sch4 44 sch4 44 sch4 | Rondeau Οἱ ἀληθεῖς, καὶ πραεῖς καὶ δίκαιοι βασιλεύονται ὑπὸ Χριστοῦ. | VatGr754 οἱ ἀληθεῖς, καὶ πραεῖς, καὶ δίκαιοι βασιλεύονται ὑπὸ Χριστοῦ. |
sch5 44 sch5 44 sch5 | Rondeau Δεξιὰ τοῦ θεοῦ ἐστιν ὁ Χριστὸς καὶ θεὸς λόγος ἐν αὐτῷ. | VatGr754 δεξιὰ τοῦ θεοῦ ἐστιν ὁ Χριστὸς καὶ θεὸς λόγος ἐν αὐτῷ. |
1 44 6 1 44 6 1 | Rondeau τὰ βέλη σου ἠκονημένα, δυνατέ | VatGr754 τὰ βέλη σου ἠκονημένα, δυνατέ |
sch6 44 sch6 44 sch6 | Rondeau Βέλη Χριστοῦ αἱ πρακτικαὶ ἀρεταὶ. Καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τῇ δὲ σωφροσύνῃ τὸν πόρνον· καὶ πάλιν τοξεύει τὸν δειλὸν τῇ ἀνδρείᾳ καὶ τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον καὶ τῇ μακροθυμίᾳ τὸν ὀργίλον καὶ τῇ πίστει τὸν ἄπιστον. Φαίνεται δὲ ὡς ἔοικε τὸ βέλος τῆς πίστεως πρὸ τῶν ἄλλων πεμπόμενον βελῶν, εἴγε δεῖ πρῶτον πιστεῦσαι τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστι , κατὰ τὸν Παῦλον. | VatGr754 Βέλη Χριστοῦ πρακτικαὶ ἀρεταὶ. καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τῇ δὲ σωφροσύνῃ τὸν πόρνον· καὶ πάλιν τοξεύει τὸν δειλὸν τῇ ἀνδρείᾳ καὶ τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον, τῇ μακροθυμίᾳ τὸν ὀργίλον, καὶ τῇ πίστει τὸν ἄπιστον. φαίνεται δὲ ὡς ἔοικε τὸ βέλος τῆς πίστεως πρὸ τῶν ἄλλων πεμπόμενον βελῶν, εἴγε « δεῖ πρῶτον πιστεῦσαι τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστι », κατὰ τὸν Παῦλον. |
2 44 8 2 44 8 2 | Rondeau διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου | VatGr754 διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου |
3 44 8 3 44 8 3 | Rondeau ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου | VatGr754 |
sch7 44 sch7 44 sch7 | Rondeau Εἰ πᾶσα δύναμις τῶν οὐρανῶν τῇ τῶν γεγονότων κέχρισται θεωρίᾳ, ὁ δὲ Χριστὸς παρὰ πάντας κέχρισται τοὺς μετόχους αὐτοῦ, τῇ τῆς μονάδος δηλονότι κέχρισται γνώσει. Διὸ καὶ μόνος λέγεται ἐν δεξιᾷ καθέζεσθαι τοῦ πατρός · Χριστὸν δέ φημι τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον. | VatGr754 ἡ πᾶσα δύναμις τῶν οὐρανῶν τῇ τῶν γεγονότων κέχρηται θεωρίᾳ· ὁ δὲ Χριστὸς παρὰ πάντας κέχρηται μετόχους αὐτοῦ τῇ τῆς μονάδος δηλονότι κέχρισται γνώσει. διὸ καὶ μόνος λέγεται ἐν δεξιᾷ καθέζεσθαι τοῦ πατρὸς· Χριστὸν δέ φημι, τὸν μετὰ θεοῦ λόγου ἐπιδημήσαντα κύριον. |
10 44 10 44 10 | Rondeau θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη | VatGr754 θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. |
sch8 44 sch8 44 sch8 | Rondeau οἱ ἅγιοι μαθηταὶ λαβόντες τὴν βασιλείαν τῶν οὐρανῶν γεγόνασι βασιλεῖς, διόπερ καὶ αἱ ὑπ' αὐτῶν γεννώμεναι κατ' ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. Πᾶσαι δὲ αὗται αἱ ψυχαὶ κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι μίαν ἀπεργάζονται βασιλίδα παρεστῶσαν ἐκ δεξιῶν τοῦ Χριστοῦ. Καὶ νῦν μὲν ἡ ἐκκλησία τοῦ κυρίου διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα καὶ ἐκ μέρους προφητεύουσα · ὅταν δὲ ἔλθῃ τὸ τέλειον καὶ τὸ ἐκ μέρους καταργηθῇ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐστι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ . | VatGr754 οἱ ἅγιοι μαθηταὶ λαβόντες τὴν βασιλείαν τῶν οὐρανῶν γεγόνασι βασιλεῖς· διόπερ καὶ αἱ ὑπ' αὐτῶν γεννώμεναι κατ' ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. πᾶσαι δὲ αὗται αἱ ψυχαὶ, κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι μίαν ἀπεργάζονται βασιλίδα παρεστῶσαν ἐκ δεξιῶν τοῦ Χριστοῦ. καὶ νῦν μὲν ἡ ἐκκλησία τοῦ Θεοῦ διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα, καὶ ἐκ μέρους προφητεύουσα· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, καὶ τὸ ἐκ μέρους καταργηθῇ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐστι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. |
sch14a 44 sch14a 44 sch14a | Rondeau | VatGr754 πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν[ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.] |
sch9 44 sch9 44 sch9 | Rondeau Πᾶσα ἡ δόξα τῆς ἐκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατ' ἀρετὴν καὶ γνῶσιν ποικίλην θεωρουμένη. | VatGr754 Πᾶσα ἡ δόξα τῆςἘκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατ' ἀρετὴν καὶ γνῶσιν ποικίλην θεωρουμένη. |
1 44 14 1 44 14 1 | Rondeau πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως ἔσωθεν | VatGr754 |
2 44 15 2 44 15 2 | Rondeau αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι | VatGr754 αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι |
sch10 44 sch10 44 sch10 | Rondeau Πλησίον ἡμῶν εἰσιν ἢ πάντες οἱ τῆς ἀνθρωπίνης καταστάσεως ὄντες ἢ οἱ μὴ πάντη κατὰ τὰ δόγματα ἡμῖν ἐναντιούμενοι. | VatGr754 Πλησίον ἡμῶν εἰσιν ἢ πάντες οἱ τῆς ἀνθρωπίνης καταστάσεως ὄντες ἢ οἱ μὴ πάντη κατὰ τὰ δόγματα ἡμῖν ἐναντιούμενοι. |
1 44 17 1 44 17 1 | Rondeau ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί | VatGr754 ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί |
sch11 44 sch11 44 sch11 | Rondeau Ἀντὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντων τῶν ἀπ' αἰῶνος διὰ πίστεως εὐαρεστησάντων τῷ κυρίῳ ἐγενήθησαν οἱ μαθηταὶ καὶ δι' αὐτῶν ἡμεῖς πάντες οἱ διὰ πίστεως κληρονομήσαντες ἐκείνους καὶ καταξιωθέντες τῆς αὐτῆς ἐκείνοις γνώσεως· αὕτη γάρ ἐστιν ἡ κληρονομία τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ θεοῦ. | VatGr754 ἈντὶἈβραὰμ, καὶἸσαὰκ, καὶἸακὼβ καὶ πάντων τῶν ἀπ' αἰῶνος διὰ πίστεως εὐαρεστησάντων τῷ κυρίῳ ἐγεννήθησαν οἱ μαθηται καὶ δι' αὐτῶν ἡμεῖς πάντες οἱ διὰ πίστεως κληρονομήσαντες ἐκείνους καὶ καταξιωθέντες τῆς αὐτῆς ἐκείνοις γνώσεως· αὕτη γάρ ἐστιν ἡ κληρονομία τῆς λογικῆς φύσεώς ἡ γνῶσις ἡ τοῦ θεοῦ. |
1 45 2 1 45 2 1 | Rondeau ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις | VatGr754 ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις |
sch1 45 sch1 45 sch1 | Rondeau Φεύγοντες τὴν πορνείαν τῇ σωφροσύνῃ προσφεύγομεν καὶ μαχόμενοι αὐτῇ τῇ σωφροσύνῃ μαχόμεθα. Πάλιν φεύγοντες τὴν ἀδικίαν τῇ δικαιοσύνῃ προσφεύγομεν καὶ μαχόμενοι αὐτῇ μετὰ τῆς δικαιοσύνης μαχόμεθα· ᾖ δὲ μετ' αὐτῆς πολεμοῦμεν δύναμις λέγεται. | VatGr754 Φεύγοντες τὴν πορνείαν, τῇ σωφροσύνῃ προσφύγομεν, καὶ κατὰ τῆς γαστριμαργίας μαχόμενοι, μετὰ τῆς ἐγκρατείας μαχόμεθα. Εἰ γὰρ προσφεύγομεν, καταφυγὴ ὀνομάζεται· εἰ δὲ σὺν αὐτῇ πολεμοῦμεν, δύναμις. |
3 45 3 45 3 | Rondeau διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν | VatGr754 διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν |
sch2 45 sch2 45 sch2 | Rondeau Θαλάσσας καὶ ὄρη νῦν ὀνομάζει φύσεις λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ θεοῦ . | VatGr754 Θαλάσσας καὶ ὄρη νῦν φύσεις λέγει λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. |
1 45 5 1 45 5 1 | Rondeau τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ | VatGr754 τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεου |
sch3 45 sch3 45 sch3 | Rondeau Πόλις θεοῦ ἤτοι ἡ ἐκκλησία αὐτοῦ ἢ λογικὴ ψυχή. Ποταμοῦ δὲ ὁρμήματα λέγει χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου· Ποταμοὶ γὰρ, φησίν, ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· ἔλεγεν δὲ περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν . | VatGr754 Πόλις Θεοῦ ἤτοι ἡἘκκλησία, αὕτη ἡ λογικὴ ψυχή· ποταμοῦ δὲ ὁρμήματα, τὰ τοῦ Πνεύματος χαρίσματα. Œ | VatGr754 Χαρίσματα τοῦ ἁγίου Πνεύματος· Ποταμοὶ γὰρ, φησὶν, ἐκ τῆς καρδίας αὐτοῦ ῥέουσιν ὕδατος ζῶντος.Ἔλεγε δὲ περὶ τοῦ Πνεύματος. |
2 45 7 2 45 7 2 | Rondeau ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ | VatGr754 eÃdwken fwnh\n au)tou=, e)saleu/qh h( gh= |
sch4 45 sch4 45 sch4 | Rondeau Ἐὰν ἀκούσῃ φωνὴν κυρίου, ψυχὴ λογικὴ σαλεύεται μεταβαίνουσα ἀπὸ κακίας ἐπ' ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ. | VatGr754 Ἐὰν ἀκούσῃ φωνῆς Κυρίου ψυχὴ λογικὴ, σαλεύεται, μεταβαίνουσα ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν Θεοῦ. |
10 45 10 45 10 | Rondeau τόξον συντρίψει καὶ συγκλάσει ὅπλον | Rondeau καὶ θυρεοὺς κατακαύσει ἐν πυρί | VatGr754 τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί |
sch5 45 sch5 45 sch5 | Rondeau Τόξον νῦν καὶ τὸ ὅπλον καὶ ὁ θυρεὸς κατάστασιν χειρίστην σημαίνει καὶ λογισμοὺς πονηρούς. | VatGr754 Τόξον νῦν καὶ ὅπλον καὶ θυρεὸν, κατάστασιν χειρίστην φησὶ καὶ λογισμοὺς πονηρούς. |
1 45 11 1 45 11 1 | Rondeau σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός | VatGr754 σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ θεός |
sch6 45 sch6 45 sch6 | Rondeau Σχολῆς χρεία πρὸς τὸ γνῶναι θεόν. | VatGr754 Σχολῆς χρεία πρὸς τὸ γνῶναι τὸν Κύριον. |
2 46 2 46 2 | Rondeau πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας | VatGr754 Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, κ. τ. ἑ. |
sch1 46 sch1 46 sch1 | Rondeau Ἐπὶ ταῖς νίκαις οἱ ἄνθρωποι πεφύκασιν τὰς χεῖρας κροτεῖν· τοιγαροῦν κροτήσωμεν καὶ ἡμεῖς ἐπὶ τῷ εἰπόντι· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον . | VatGr754 Ἐπὶ ταῖς νίκαις πεφύκασιν οἱ ἄνθρωποι τὰς χεῖρας κροτεῖν. Τοιγαροῦν κροτήσωμεν καὶ ἡμεῖς ἐπὶ τῇ νίκῃ τοῦ εἰπόντος· « Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. »Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Παρακελεύεται οὖν ἀλαλάζειν τὰ ἔθνη ἐπὶ τῇ καταπτώσει τῶν ἀντικειμένων δυνάμεων. |
4 46 4 46 4 | Rondeau ὑπέταξεν λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν | VatGr754 Ὑπέταξε λαοὺς ἡμῖν, κ. τ. ἑ. |
sch2 46 sch2 46 sch2 | Rondeau Ἔδωκεν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. | VatGr754 Ἔδωκεν ἡμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. |
5 46 5 46 5 | Rondeau ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν | VatGr754 Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴνἸακὼβ, ἣν ἠγάπησεν. |
sch3 46 sch3 46 sch3 | Rondeau Ἣν ἠγάπησεν καλλονὴν Ἰακὼβ ἡ γνῶσίς ἐστιν τοῦ θεοῦ. | VatGr754 Ἣν ἠγάπησεν καλλονὴνἸακὼβ, ἡ γνῶσίς ἐστι τοῦ Θεοῦ. |
7 46 7 46 7 | Rondeau ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε | VatGr754 Ψάλατε τῷ Θεῷ ἡμῶν, κ. τ. ἑ. |
sch4 46 sch4 46 sch4 | Rondeau Τῶν κατὰ θεὸν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν· Εὐθυμεῖ γάρ, φησίν, τις ἐν ὑμῖν; Ψαλλέτω . | VatGr754 Τῷ κατὰ Θεὸν εὐθυμοῦντί ἐστι τὸ ψάλλειν, κατὰ τό· « Εὐθυμεῖ τις; ψαλλέτω.» |
9 46 9 46 9 | Rondeau ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ | VatGr754 Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, κ. τ. ἑ. |
sch5 46 sch5 46 sch5 | Rondeau Θρόνος μὲν τοῦ θεοῦ ὁ Χριστός· θρόνος δὲ Χριστοῦ ἡ φύσις ἡ λογική. | VatGr754 Θρόνος μὲν Θεοῦ ὁ Χριστός· Χριστοῦ δὲ ἡ φύσις ἡ λογική. |
10 46 10 46 10 | Rondeau ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ | VatGr754 Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπῄρθησαν, κ. τ. ἑ. |
sch6 46 sch6 46 sch6 | Rondeau Ὅσοι συνάγονται μετὰ τοῦ Ἀβραάμ, οὗτοι τὴν γνῶσιν ἔχουσι τοῦ Ἀβραάμ. | VatGr754 Ὅσοι συνάγονται μετὰ τοῦἈβραὰμ, οὗτοι τὴν γνῶσιν ἔχουσι τοῦ Ἀβραάμ. |
1 47 3 1 47 3 1 | Rondeau εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς | VatGr754 εὐ ρίζων ἀγαλλιάματι πάσης τῆς γῆς |
2 47 3 2 47 3 2 | Rondeau ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βορρᾶ | VatGr754 ὄρη Σιὼν τὰ πλευρὰ τοῦ Βοῤῥᾶ |
sch1 47 sch1 47 sch1 | Rondeau Εὔριζον ἀγαλλίαμά ἐστιν ὁ Χριστός· Τὸ ἀγαλλίαμά μου γάρ, φησί, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με . Ῥίζα δὲ αὐτοῦ ὁ θεὸς λόγος ὁ ἐν αὐτῷ. | VatGr754 εὔριζον ἀγαλλίαμά ἐστιν ὁ Χριστός· « Τὸ ἀγαλλίαμα μου γάρ, φησί, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. » ῥίζα δὲ αὐτοῦ ὁ θεὸς λόγος ὁ ἐν αὐτῷ. |
sch2 47 sch2 47 sch2 | Rondeau Πρότερον μὲν ἦν ὁ Παῦλος πλευρὰ τοῦ βορρᾶ, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νυνὶ δὲ γέγονεν ὄρος Σιὼν ἔχων ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν τὸν ἐλθόντα ἐκ Σιὼν καὶ ἀποστρέψαντα ἀσεβείας ἀπὸ Ἰακώβ . | VatGr754 Πρότερον μὲν ἦν ὁ Παῦλος πλευρὰ τοῦ βοῤῥᾶ, ἀφ' οὗ ἐξεκαύθη πάντα τὰ κακὰ ἐπὶ τῆς γῆς· νυνὶ δὲ γέγονεν ὄρος Σιὼν, ἔχον ἐν ἑαυτῷ λαλοῦντα τὸν Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν καὶ ἀποστρέψαντα ἀπὸ ἀσεβείας, ἀπὸἸακώβ. |
5 47 5 47 5 | Rondeau ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό | VatGr754 Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό |
sch3 47 sch3 47 sch3 | Rondeau Ἵνα τὸ αὐτὸ εἴπωσι πάντες καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα . | VatGr754 Ἵνα τοῦτὸ εἴπωσι πάντες καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα. |
8 47 8 47 8 | Rondeau ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσίς | VatGr754 Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις |
sch4 47 sch4 47 sch4 | Rondeau Θαρσεὶς θαλάσσης· λέγεται δὲ Θαρσεὶς μέρος Αἰθιοπίας καὶ Ταρσὸς ἡ πόλις παρὰ Ἰωνᾷ Θαρσεὶς καλεῖται. | VatGr754 Θάρσεις, θαλάσσης· λέγεται δὲ Θάρσεις μέρος Αἰθιοπίας· καὶ Ταρσὸς ἡ πόλις παρὰἸωνᾷ Θαρσεῖς καλεῖται. |
9 47 9 47 9 | Rondeau καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν | VatGr754 Καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν |
sch5 47 sch5 47 sch5 | Rondeau Ὅσα διὰ τῆς πίστεως ἀκούομεν περὶ θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν, τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες. | VatGr754 Ὅσα διὰ τῆς πίστεως ἀκούομεν περὶ Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες. |
3 47 11 3 47 11 3 | Rondeau δικαιοσύνης πλήρης ἡ δεξιά σου | VatGr754 δικαιοσύνης πλήρης ἡ δεξιά σου |
sch6 47 sch6 47 sch6 | Rondeau ὁ Χριστός ἐστιν ἡ δεξιὰ τοῦ θεοῦ πεπληρωμένος δικαιοσύνης· διὸ καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἐλάβομεν . | VatGr754 ὁ Χριστός ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, πεπληρωμένος δικαιοσύνης· διὸ « καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. » |
14 47 14 47 14 | Rondeau θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν | VatGr754 καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς,ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. |
15 47 15 47 15 | Rondeau ὅτι οὗτός ἐστιν ὁ θεὸς, ὁ θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας | VatGr754 ὅτι οὗτός ἐστιν ὁ θεὸς ὁ θεὸς ἡμῶν, . . . αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. |
sch7 47 sch7 47 sch7 | Rondeau Ταῦτα πάντα πληροῦνται ἐπὶ τῶν μαθητῶν μεριζομένων τὴν οἰκουμένην πᾶσαν ἐπὶ τῷ διηγήσασθαι ὅτι ὁ Χριστός ἐστι θεὸς ἡμῶν ὁ ποιμαίνων ἡμᾶς· Ἐγὼ γάρ εἰμι , φησίν, ὁ ποιμὴν ὁ καλός . | VatGr754 Ταῦτα πάντα πληροῦνται ἐπὶ τῶν μαθητῶν μεριζομένων τὴν οἰκουμένην πᾶσαν ἐπὶ τῷ διηγήσασθαι ὅτι ὁ Χριστός ἐστι θεὸς ἡμῶν ὁ ποιμαίνων ἡμᾶς· « ἐγὼ γάρ εἰμι, φησίν, ὁ ποιμὴν ὁ καλός. » |
2 48 2 48 2 | Rondeau | VatGr754 Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου· ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου, κ. τ. ἑ. |
sch1 48 sch1 48 sch1 | Rondeau Εἰ ὁ εὐθυμῶν ψάλλει, διὰ δὲ τοῦ ψαλτηρίου ἀνοίγει τὸ πρόβλημα, διὰ τῆς εὐθυμίας διαγινώσκει τὸ πρόβλημα· εὐθυμία δέ ἐστιν ἀπάθεια ψυχῆς λογικῆς. | VatGr754 Ὁ εὐθυμῶν ψάλλει· διὰ δὲ τοῦ ψαλτηρίου ἀνοίγει τὸ πρόβλημα. Διὰ τῆς εὐθυμίας διαγινώσκει τὸ πρόβλημα. Εὐθυμία δέ ἐστιν ἀπάθεια ψυχῆς λογικῆς. |
2 48 5 2 48 5 2 | Rondeau ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου | VatGr754 |
6 48 6 48 6 | Rondeau ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με | VatGr754 Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με, κ. τ. ἑ. |
sch2 48 sch2 48 sch2 | Rondeau Ἡμέραν πονηρὰν τὴν ἡμέραν τῆς κρίσεως λέγει καὶ πτέρναν τὴν ὁδὸν καὶ τὸν βίον. | VatGr754 Ἡμέραν πονηρὰν, τὴν ἡμέραν λέγει τῆς κρίσεως· καὶ πτέρναν τὴν ὁδὸν καὶ τὸν βίον. |
8 48 8 48 8 | Rondeau ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; | VatGr754 Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος, κ. τ. ἑ. |
sch3 48 sch3 48 sch3 | Rondeau Ἐπαπορητικῶς ἀναγνωστέον τὸ λυτρώσεται ἄνθρωπος. | VatGr754 Ἐπαπορητικῶς ἀναγνωστέον· « Λυτρώσεται ἄνθρωπος; » |
9 48 9 48 9 | Rondeau | VatGr754 Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα |
sch4 48 sch4 48 sch4 | Rondeau Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. | VatGr754 Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς, ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. {Ant. 1.1.4} |
1 48 10 1 48 10 1 | Rondeau καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος | VatGr754 |
2 48 10 2 48 10 2 | Rondeau ὅτι οὐκ ὄψεται καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας | VatGr754 |
sch5 48 sch5 48 sch5 | Rondeau Ὀψόμεθα τοὺς σοφοὺς τοῦ κόσμου τούτου ἐν τῷ αἰῶνι τῷ μέλλοντι στερηθέντας τῆς ζωῆς τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωή . | VatGr754 Ὀψόμεθα τοὺς σοφοὺς τοῦ κόσμου τούτου ἐν τῷ αἰῶνι τῷ μέλλοντι στερηθέντας τῆς ζωῆς τῆς εἰπούσης· «Ἐγώ εἰμι ἡ ζωή."» |
11 48 11 48 11 | Rondeau | VatGr754 Ὅτι οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, κ. τ. ἑ. |
12 48 12 48 12 | Rondeau καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα | Rondeau ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν | VatGr754 Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, κ. τ. ἑ. ς-ζ´. Τάφος νοῦ ἀκάθαρτος ψυχή· τάφος δὲ ψυχῆς σῶμα. «Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. » Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζονται, ἀλλ' ἀπὸ γηΐνων πραγμάτων. Οὐ γὰρ δίκαιοι καὶ σώφρονες λέγονται, ἀλλὰ ῥήτορες, καὶ γραμματικοὶ, καὶ φιλόσοφοι, καὶ τρίβουνοι, καὶ κόμητες. |
sch6 48 sch6 48 sch6 | Rondeau Τάφος νοῦ ἀκάθαρτος ψυχή· τάφος δὲ ψυχῆς σῶμα. [Τὰ δὲ λοιπὰ ἐκέξυστο ἢ τάχα τὸ γήϊνον εἶχεν.] | VatGr754 |
sch7 48 sch7 48 sch7 | Rondeau Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζονται, ἀλλ' ἀπὸ γηΐνων πραγμάτων· οὐ γὰρ δίκαιοι καὶ σώφρονες λέγονται, ἀλλὰ ῥήτορες καὶ γραμματικοὶ καὶ φιλόσοφοι καὶ τριβοῦνοι καὶ κόμητες. | VatGr754 |
2 48 14 2 48 14 2 | Rondeau καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν | VatGr754 |
1 48 15 1 48 15 1 | Rondeau ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτοὺς | VatGr754 |
2 48 15 2 48 15 2 | Rondeau καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ | VatGr754 |
sch9 48 sch9 48 sch9 | Rondeau Ἀγγέλους μὲν ποιμαίνει ζωὴ, ἀνθρώπους δὲ θάνατος καὶ ζωή, δαίμονας δὲ μόνος θάνατος. | VatGr754 |
sch10 48 sch10 48 sch10 | Rondeau Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων οἱ εὐθεῖς ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Καὶ ὁ Σολομὼν δὲ ἐν ταῖς Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ . | VatGr754 |
18 48 17 18 48 17 18 | Rondeau | VatGr754 Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος ..., ια. καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν, λήψεται τὰ πάντα. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. Ψάλατε τῷ βασιλεῖ ἡμῶν .... ψάλατε συνετῶς. |
1 48 18 1 48 18 1 | Rondeau ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα | VatGr754 |
sch11 48 sch11 48 sch11 | Rondeau Οὐδὲν γάρ , φησὶν ὁ Παῦλος, εἰσηνέγκαμεν εἰς τὸν κόσμον , δηλονότι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ ὁ μὲν Παῦλος καὶ οἱ κατ' αὐτὸν οὕτως, οἱ δὲ ἁμαρτωλοὶ οὐχὶ οὐδὲν, ἀλλ' οὐ πάντα· τὰ μὲν γὰρ χρήματα ἐνταῦθα καταλιμπάνουσι, τὰς δὲ ἐξ αὐτῶν ἁμαρτίας προσγενομένας μεθ' ἑαυτῶν ἐκφέρουσιν. | VatGr754 |
sch12 48 sch12 48 sch12 | Rondeau Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τὸ τηνικαῦτα ἐξομολογούμενος εὐλογεῖ τὸν θεὸν, ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ θεοῦ προβῇ. | VatGr754 Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τὸ τηνικαῦτα ἐξομολογούμενος εὐλογεῖ τὸν Θεὸν, ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ πρόκειται. |
19 48 19 48 19 | Rondeau ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται· ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ | VatGr754 |
sch8 48 sch8 48 sch8 | Rondeau Ἐλπὶς ἀγαθὴ τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι. | VatGr754 Ἐλπὶς ἀγαθὴ τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι. |
141 48 141 48 141 | Rondeau | VatGr754 Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, κ. τ. ἑ. |
142 48 142 48 142 | Rondeau | VatGr754 Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θανατὸς ποιμανεῖ αὐτοὺς, κ. τ. ἑ. θ-ι´ Ἀγγέλους μὲν ποιμαίνει ζωὴ, ἀνθρώπους δὲ θάνατος καὶ ζωὴ, δαίμονας δὲ μόνον θάνατος. « Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. »Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων, καὶ δέκα πόλεων οἱ εὐθεῖς, ἐν τῷ μέλλοντι. Καὶ Σολομὼν δὲ ἐν Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· « Σπεύδει γὰρ πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν, ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. » |
2 49 2 2 49 2 | Rondeau ὁ θεὸς ἐμφανῶς ἥξει | VatGr754 ὁ θεὸς ἐμφανῶς ἥξει |
sch1 49 sch1 49 sch1 | Rondeau Εἰ ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ δὲ θεὸς ἡμῶν ἐστιν ὁ Χριστός, ὁ Χριστὸς ἐμφανῶς ἥξει· ἀλλ' ὁ Χριστὸς ἐλήλυθεν ἐν σαρκί, τὸ ἐμφανῶς ἄρα τὴν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ. | VatGr754 εἰ ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ δὲ θεὸς ἡμῶν ἐστιν ὁ Χριστός, ὁ Χριστὸς ἐμφανῶς ἥξει. ἀλλ' ὁ Χριστὸς ἐλήλυθεν ἐν σαρκι, τὸ ἐμφανῶς ἄρα τὴν σάρκα δηλοῖ· αἰσθητὴ γὰρ ἦν ἡ σὰρξ τοῦ Χριστοῦ. |
2 49 3 2 49 3 2 | Rondeau πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, | VatGr754 πῦρ ἐναντίον αὐτου, καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα |
3 49 3 3 49 3 | Rondeau καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα | VatGr754 |
sch2 49 sch2 49 sch2 | Rondeau Πῦρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν · πῦρ δὲ ἐνταῦθα τὴν διδασκαλίαν τοῦ θεοῦ λόγου λέγει, ὅπερ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς· διὰ γὰρ τοῦτο κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσιν ζῆν εὐσεβῶς ἐν Χριστῷ διωχθήσονται , ἀλλὰ και θλῖψιν , φησίν, ἕξετε ἐν τῷ κόσμῳ . | VatGr754 πῦρ ἦλθε βάλλειν ἐπὶ τὴν γῆν· πῦρ δὲ ἐνταῦθα διδασκαλίαν τοῦ Θεοῦ λόγου λέγει, ὅπερ πῦρ καίει μὲν τὰς μοχθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς· διὰ γὰρ τοῦτο κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσιν ζῇν εὐσεβῶς ἐν Χριστῷ, διωχθήσονται, ἀλλὰ και θλῖψιν, φησίν ἕξετε ἐν τῷ κόσμῳ; |
4 49 4 49 4 | Rondeau προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ | VatGr754 προσκαλέσεται τὸν οὐρανὸν ἄνωκαὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ |
sch3 49 sch3 49 sch3 | Rondeau Ζώντων γὰρ καὶ νεκρῶν ἐστι κριτής , διότι πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ . | VatGr754 ζώντων γὰρ καὶ νεκρῶν ἐστι κριτὴς, διότι πᾶσαν τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ. |
2 49 6 2 49 6 2 | Rondeau ὅτι ὁ θεὸς κριτής ἐστιν | VatGr754 ὅτι ὁ θεὸς κριτής ἐστιν |
sch4 49 sch4 49 sch4 | Rondeau Ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει θεόν· Πᾶσαν γὰρ τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ . | VatGr754 ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει θεόν· πᾶσαν γὰρ τὴν κρίσιν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ. | VatGr754 bis. Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ πατὴρ τῷ υἱῷ, ὁ δὲ θεὸς κριτής ἐστιν ὁ Χριστός. |
sch4b 49 sch4b 49 sch4b | Rondeau Εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ πατὴρ τῷ υἱῷ, ὁ δὲ θεὸς κριτής ἐστιν, ὁ Χριστός ἄρα θεός ἐστιν. | VatGr754 |
1 49 11 1 49 11 1 | Rondeau ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ | VatGr754 ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, |
sch5 49 sch5 49 sch5 | Rondeau Πάντα λέγει εἶναι ὑπὸ τὴν πρόνοιαν τοῦ θεοῦ· Οὐχὶ γὰρ δύο στρουθία τοῦ ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. | VatGr754 πάντα λέγει εἶναι ὑπὸ τὴν πρόνοιαν τοῦ θεοῦ· οὐχὶ γὰρ δύο στρουθία τοῦ ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἄνευ τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. |
1 49 14 1 49 14 1 | Rondeau θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως | VatGr754 θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως |
sch6 49 sch6 49 sch6 | Rondeau Ἀναιρεῖ θυσίας αἰσθητάς· Θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον . | VatGr754 Ἀναιρεῖ θυσίας αἰσθητάς· « θυσία » γὰρ « τῷ Θεῷ πνεῦμα συντετριμμένον.» |
1 49 16 1 49 16 1 | Rondeau τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· | VatGr754 Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός·Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου; |
2 49 16 2 49 16 2 | Rondeau ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου | VatGr754 |
sch7 49 sch7 49 sch7 | Rondeau Ὅτι οὐ δεῖ ἁμαρτωλὸν ὄντα τινὰ ἐν διδασκάλου προκαθέζεσθαι τάξει. | VatGr754 Ὅτι οὐ δεῖ ἁμαρτωλὸν ὄντα τινα ἐν διδασκάλου προκαθέζεσθαι τάξει. |
17 49 17 49 17 | Rondeau σὺ δὲ ἐμίσησας παιδείαν | VatGr754 Σὺ δὲ ἐμίσησας παιδείαν |
sch8 49 sch8 49 sch8 | Rondeau Παιδεία ἐστὶ μετριοπάθεια παθῶν. | VatGr754 Παιδεία ἐστὶ μετριοπάθεια παθῶν. |
sch18b 49 sch18b 49 sch18b | Rondeau | VatGr754 Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις |
sch9 49 sch9 49 sch9 | Rondeau Μερὶς ἡμῶν ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ· ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν τὴν ἐκείνων ἕξιν ἀναλαμβάνοντες. | VatGr754 μερὶς ἡμῶν ἐστιν ἡ γνῶσις ἡ τοῦ Θεοῦ· ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν τὴν ἐκείνων ἕξιν ἀναλαμβάνοντες. |
2 49 18 2 49 18 2 | Rondeau καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις | VatGr754 |
2 49 21 2 49 21 2 | Rondeau ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος | VatGr754 Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος, κ. τ. ἑ. |
sch10 49 sch10 49 sch10 | Rondeau Ὁμοίωσίς ἐστιν ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις, διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ κύριος. | VatGr754 Ὁμοίωσίς ἐστιν ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις, διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ Κύριος. |
22 49 22 49 22 | Rondeau σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ θεοῦ μήποτε ἁρπάσῃ καὶ μὴ ᾖ ὁ ῥυόμενος | VatGr754 Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, κ. τ. ἑ. |
sch11 49 sch11 49 sch11 | Rondeau Ἁρπάζεται ψυχὴ παντελῶς ἐκπεσοῦσα θεοῦ. | VatGr754 Ἁρπάζεται ψυχὴ παντελῶς ἐκπεσοῦσα Θεοῦ. |
6 50 6 50 6 | Rondeau σοὶ μόνῳ ἥμαρτον | Rondeau ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου | Rondeau καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε | VatGr754 Σοὶ μόνῳ ἥμαρτον, κ. τ. ἑ. | VatGr754 Καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
sch1 50 sch1 50 sch1 | Rondeau Κατ' ἐνέργειαν ἁμαρτάνοντες καὶ ἀνθρώποις καὶ θεῷ ἁμαρτάνομεν· κατὰ διάνοιαν δὲ πλημμελοῦντες θεῷ μόνῳ ἐξαμαρτάνομεν. | VatGr754 Κατ' ἐνέργειαν ἁμαρτάνοντες, καὶ ἀνθρώποις καὶ Θεῷ ἁμαρτάνομεν· κατὰ δὲ διάνοιαν πλημμελοῦντες Θεῷ μόνῳ ἐξαμαρτάνομεν.Ἢ ἀντὶ τοῦ, Σοὶ μόνῳ ἔγνωσται τὸ ἡμαρτημένον. |
sch2 50 sch2 50 sch2 | Rondeau Νικᾷ θεὸς πάντα τὰ συντελοῦντα ποιήσας πρὸς σωτηρίαν. | VatGr754 Νικᾷ Θεὸς, πάντα τὰ συντελοῦντα ποιήσας πρὸς σωτηρίαν. |
sch1b 50 sch1b 50 sch1b | Rondeau Ἀντὶ τοῦ σοὶ μόνῳ ἔγνωσται τὸ ἁμάρτημά μου. | VatGr754 |
9 50 9 50 9 | Rondeau ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. | VatGr754 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καταρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
sch3 50 sch3 50 sch3 | Rondeau Τὸ ὕσσωπον σύμβολόν ἐστιν ἀπαθείας καὶ ἡ πλύσις γνῶσιν σημαίνει. Καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα· διὰ δὲ τῆς γνώσεως λευκαινόμεθα. | VatGr754 Ὁ ὕσσωπος σύμβολόν ἐστιν ἀπαθείας, καὶ ἡ πλύσις γνῶσιν σημαίνει. Καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώσεως γλυκαινόμεθα. |
10 50 10 50 10 | Rondeau Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην | VatGr754 Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. |
sch4 50 sch4 50 sch4 | Rondeau Ἀγαλλίασίς ἐστι χαρὰ ἐπὶ καλοῖς. | VatGr754 Ἀγαλλίασίς ἐστι χαρὰ ἐπὶ καλοῖς. |
20 50 20 50 20 | Rondeau καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ | VatGr754 Καὶ οἰκοδομηθήτω τὰ τείχηἹερουσαλήμ. |
sch5 50 sch5 50 sch5 | Rondeau | VatGr754 οἱ ἀγαπῶντες περιβάλλουσιν ἑαυτοῖς τεῖχος τὴν μακρὰν ἀπάθειαν, ὑπὲρ οὗ τείχους εὔχεται ὁ Δαυὶδ λέγων· οἰκοδομηθήτω τὰ ταίχη Ἱερουσαλημ, τουτέστι τῆς τοιᾶσδε ψυχῆς τὰ πεπτωκότα δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. |
sch6 50 sch6 50 sch6 | Rondeau Τὰ τείχη Ἱερουσαλὴμ τὴν ἀπάθειαν σημαίνει τῆς ψυχῆς, ἥντινα διαφθείραντες οἱ δαίμονες τὸ τῆς μοιχείας πάθος εἰσένεγκαν. Διὸ καὶ εὔχεται οἰκοδομηθῆναι ταῦτα τὰ τείχη καὶ ὁ Σολομὼν δέ φησιν· Οἱ δὲ ἀγαπῶντες τὸν νόμον, περιβάλλουσιν ἑαυτοῖς τεῖχος , τουτέστιν γίνονται καθαροὶ καὶ ἀπαθεῖς. | VatGr754 τὰ τείχηἹερουσαλὴμ τὴν ἀπάθειαν σημαίνει τῆς ψυχῆς, ἥντινα διαφθείραντες οἱ δαίμονες τὸ τῆς μοιχείας πάθος εἰσένεγκαν· διὸ καὶ εὔχεται οἰκοδομηθῆναι ταῦτα τὰ τείχη καὶ ὁ Σολομὼν δέ φησιν· « Οἱ δὲ ἀγαπῶντες τὸν νόμον, παραβαλοῦσιν ἑαυτοῖς τείχος, τουτέστιν γίνονται καθαροὶ καὶ ἀπαθεῖς. |
3 51 3 51 3 | Rondeau τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατὸς, ἀνομίαν ὅλην τὴν ἡμέραν; | VatGr754 Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, κ. τ. ἑ. |
sch1 51 sch1 51 sch1 | Rondeau Ὁ καυχώμενος, φησίν, ἐν κυρίῳ καυχάσθω. | VatGr754 «Ὁ καυχώμενος, φησὶνἈπόστολος, ἐν Κυρίῳ καυχάσθω. » |
sch2 51 sch2 51 sch2 | Rondeau Εἴ ἐστι δυνατὸς ἐν ἀνομίᾳ, ἐστὶν καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνομίᾳ ἀδύνατος ἐν δικαιοσύνῃ· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ. | VatGr754 Εἰ ἔστι δυνατὸς ἐν ἀνομίᾳ, ἔστι καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνομίᾳ ἀδύνατος ἐν δικαιοσύνῃ· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ. |
1 51 4 1 51 4 1 | Rondeau ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου | VatGr754 |
sch3 51 sch3 51 sch3 | Rondeau [Ἡ γλῶσσά μου ἔκειτο ἐν τῷ τετρασελίδῳ, εἰ μή τι ἄρα σφάλμα ἦν· οἱ γὰρ λοιποὶ σοῦ εἶπον.] | Rondeau Οὐ τοῦτο λέγει ὅτι ἀγαθωσύνην μὲν ἐμίσησας, κακίαν δὲ ἠγάπησας, ἀλλ' ἀμφότερα ἀγαπήσας· κακίαν ὑπὲρ ἀγαθωσύνην ἠγάπησας. Τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς εὐαγγελίοις κείμενον τό ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς . | VatGr754 Οὐ τοῦτο λέγει, ὅτι ἀγαθωσύνην μὲν ἐμίσησας, κακίαν δὲ ἠγάπησας· ταύτας δὲ οὕτως ἠγάπησας, ὡς κακίαν μᾶλλον ἠγάπησας ἀγαθωσύνης· τοιοῦτόν ἐστι καὶ τὸ ἐν τοῖς εὐαγγελίοις κείμενον, τό·Ἠγάπησαν οἱ ἄνθρωποι τὸ σκότος μᾶλλον ἢ τὸ φῶς. |
5 51 5 51 5 | Rondeau ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην | VatGr754 Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην. |
10 51 10 51 10 | Rondeau ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ | Rondeau ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ | VatGr754 Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, κ. τ. ἑ. |
sch4 51 sch4 51 sch4 | Rondeau Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστι ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία , καὶ τὰ ἑξῆς. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί· οὕτω τὸν Ἰὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸν Ἰωσὴφ σώφρονα καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς. | VatGr754 «Ὁ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, εἰρήνη, ἀγάπη, μακροθυμία, » κ. τ. ἑ. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· «Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. »Ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ ἐλεημοσύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω τὸνἸὼβ ἀνδρεῖόν φαμεν, καὶ τὸνἸωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.̔ |
sch1 52 sch1 52 sch1 | Rondeau Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί . | VatGr754 φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. |
1 52 2 1 52 2 1 | Rondeau εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστιν θεός· | VatGr754 |
2 52 2 2 52 2 | Rondeau διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις | VatGr754 |
5 52 5 52 5 | Rondeau οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο | VatGr754 Οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου. |
sch2 52 sch2 52 sch2 | Rondeau Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου . | VatGr754 ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου. |
7 52 7 52 7 | Rondeau τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; | VatGr754 Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; κ. τ. ἑ. |
sch3 52 sch3 52 sch3 | Rondeau Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ . | VatGr754 «Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸἸακώβ. »Ἀλλὰ καὶ ταῖς ἤδη αἰχμαλωτισθείσαις δέκα φυλαῖς δώσει σωτηρίαν καὶ ἐπάνοδον.Ἀλλὰ τίς δώσει τὸν Χριστὸν ἰδεῖν τὸ τοῦ νοητοῦἸσραὴλ σωτήριον |
3 53 3 53 3 | Rondeau ὁ θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με | VatGr754 Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. |
sch1 53 sch1 53 sch1 | Rondeau Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεως ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, ὁ δὲ Δαυὶδ ἐν τῷ ὀνόματι αὐτοῦ θέλει σωθῆναι, τὸ ὄνομα τοῦ θεοῦ νῦν τὴν γνῶσιν σημαίνει τὴν τοῦ θεοῦ. | VatGr754 Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεως ἡ γνῶσίς ἐστιν ἡ τοῦ Θεοῦ, ὁ δὲ Δαυὶδ ἐν τῷ ὀνόματι τοῦ Θεοῦ θέλει σωθῆναι, τὸ ὄνομα τοῦ Θεοῦ οὖν τὴν γνῶσιν σημαίνει, τὴν τοῦ Θεοῦ. |
7 53 7 53 7 | Rondeau ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς | VatGr754 Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. |
sch2 53 sch2 53 sch2 | Rondeau Ὁ Χριστός φησιν· Ἐγώ εἰμι ἀλήθεια . | VatGr754 Ὁ Χριστός φησιν.Ἐγώ εἰμι ἀλήθεια. |
9 53 9 53 9 | Rondeau ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με | VatGr754 Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με. |
sch3 53 sch3 53 sch3 | Rondeau Ὡς μὴ ἐκ πάσης θλίψεως ῥυομένου ποτὲ τοῦ θεοῦ, τέθειται το ἐκ πάσης. | VatGr754 Ὡς μὴ ἐκ πάσης θλίψεως ῥυομένου ἀπὸ τοῦ Θεοῦ, τεθεῖται τοῦτο ἐκ πάσης |
6 54 6 54 6 | Rondeau φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμέ καὶ ἐκάλυψέν με σκότος | VatGr754 Φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος. |
sch1 54 sch1 54 sch1 | Rondeau Τὴν ἄγνοιαν νῦν σκότος ὀνομάζει· Οὐκ ἔγνωσαν γάρ, φησίν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται . | VatGr754 Τὴν ἄγνοιαν νῦν σκότος ὀνομάζει· οὐκ ἔγνωσαν γὰρ, φησὶν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται |
7 54 7 54 7 | Rondeau καὶ εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω; | VatGr754 Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, κ. τ. ἑ. |
sch2 54 sch2 54 sch2 | Rondeau Πτέρυγές εἰσι τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δι' ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας τριάδος. | VatGr754 Πτέρυγές εἰσι τῆς ἁγίας περιστερᾶς ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, δι' ἧς ὑψωθεὶς ὁ νοῦς καταπαύει εἰς γνῶσιν τῆς ἁγίας Τριάδος. |
10 54 10 54 10 | Rondeau καταπόντισον, κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει | VatGr754 Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, κ. τ. ἑ. |
sch3 54 sch3 54 sch3 | Rondeau Τοῖς ἀπὸ κακίας καὶ ψευδῶν δογμάτων πόλιν οἰκοδομοῦσιν ἀγνωσία ἐπισυμβαίνει καὶ σύγχυσις γλωσσῶν παύουσα αὐτοὺς τῆς κακῆς ἐνεργείας, καθάπερ καὶ τοῖς ἐν Χαλάνῃ τὸν πύργον κατασκευάσασιν. | VatGr754 Τοῖς ἀπὸ κακίας καὶ ψευδῶν δογμάτων πόλιν οἰκοδομοῦσιν ἀγνωσία ἐπισυμβαίνει καὶ σύγχυσις γλωσσῶν παύουσα αὐτοὺς τῆς κακῆς ἐνεργείας, καθάπερ καὶ τοῖς ἐν Χαλάνῃ τὸν πύργον κατασκευάσασιν. |
14 54 14 54 14 | Rondeau σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου | VatGr754 Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε„ |
sch4 54 sch4 54 sch4 | Rondeau Σημειωτέον ὅτι χαλεπωτέρους τῶν ἐχθρῶν ἡγούμεθα τοὺς φίλους ἐπιβουλεύοντας. | VatGr754 Σημειωτέον ὅτι χαλεπωτέρους τῶν ἐχθρῶν ἡγούμεθα τοὺς φίλους ἐπιβουλεύοντας. |
16 54 16 54 16 | Rondeau ἐλθέτω θάνατος ἐπ' αὐτοὺς | VatGr754 Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν, κ. τ. ἑ. |
sch5 54 sch5 54 sch5 | Rondeau Θάνατος ὁ διαιρῶν ψυχὴν ἀπὸ κακίας. | VatGr754 θάνατος ὁ διαιρῶν ψυχὴν ἀπὸ κακίας. |
1 54 18 1 54 18 1 | Rondeau ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι | VatGr754 |
sch6 54 sch6 54 sch6 | Rondeau Ἐν μέσῳ τοῦ πρωῒ καὶ τῆς ἑσπέρας ἐστὶν ἡ μεσημβρία· καὶ ὁ μὲν Ἰακὼβ ὄρθρου ἐπάλαιεν μετὰ ἀγγέλου· Ἀβραὰμ δὲ ἐν μεσημβρίᾳ ἑώρακεν τοὺς ἀγγέλους, Λὼτ δὲ ἑσπέρας. | VatGr754 Ἐν μέσῳ τοῦ πρωῒ καὶ τῆς ἑσπέρας ἐστὶν ἡ μεσημβρία. Καὶ ὁ μὲνἸακὼβ ὀρθρίσας ἐπάλαιε μετὰ ἀγγέλου·Ἀβραὰμ δὲ ἐν μεσημβρίᾳ ἑώρα τοὺς ἀγγέλους· Λὼτ δὲ ἐν ἑσπέρᾳ. |
19 54 19 54 19 | Rondeau | VatGr754 Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου, κ. τ. ἑ. |
20 54 20 54 20 | Rondeau εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς, | Rondeau ὁ ὑπάρχων πρὸ τῶν αἰώνων | VatGr754 Εἰσακούσεται ὁ Θεὸς, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, κ. τ. ἑ. |
sch7 54 sch7 54 sch7 | Rondeau Εἰ πάντα δι' αὐτοῦ ἐγένετο , καλῶς λέγεται ὑπάρχειν πρὸ τῶν αἰώνων. Καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι οἱ αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν. | VatGr754 Εἰ πάντα δι' αὐτοῦ ἐγένετο, καλῶς λέγεται ὑπάρχειν πρὸ τῶν αἰώνων. Καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν. |
sch8 54 sch8 54 sch8 | Rondeau Βεβηλοῦσι τὴν διαθήκην αὐτοῦ οἱ παραβαίνοντες τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δόγματα αὐτοῦ. | VatGr754 βεβηλοῦσι τὴν διαθήκην αὐτοῦ οἱ παραβαίνοντες τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δόγματα αὐτοῦ. |
2 54 21 2 54 21 2 | Rondeau ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ | VatGr754 |
22 54 22 54 22 | Rondeau ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον | Rondeau καὶ αὐτοί εἰσιν βολίδες | VatGr754 Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. |
sch9 54 sch9 54 sch9 | Rondeau Λόγοι κερκώπων μαλακοί· οὗτοι δὲ τύπτουσιν εἰς ταμεῖα κοιλίας . | VatGr754 Λόγος κερκόπων, μαλαχαί· οὗτοι δὲ τύπτουσι τάμεια κοιλίας. |
23 54 23 54 23 | Rondeau ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει | VatGr754 Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου. |
sch10 54 sch10 54 sch10 | Rondeau Μνημονευτέον τούτου τοῦ ῥυτοῦ ἐν καιρῷ μερίμνης. | VatGr754 Μνημονευτέον τούτου ἐν καιρῷ μερίμνης́. |
24 54 24 54 24 | Rondeau σὺ δὲ, ὁ θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς | Rondeau οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν | VatGr754 Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμεσεύσωσι τὰς ἡμέρας αὐτῶν.Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σὲ, Κύριε. |
sch11 54 sch11 54 sch11 | Rondeau Φρέαρ διαφθορᾶς ἡ κόλασίς ἐστιν. | VatGr754 Φρέαρ διαφθορᾶς, ἡ κόλασις. |
sch12 54 sch12 54 sch12 | Rondeau Ἀτελεῖς εἰσιν ἐν τῇ γνώσει οἱ ἁμαρτωλοί· διὸ Δαυὶδ εὔχεται λέγων· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου · Ἀβραὰμ γὰρ ἐκοιμήθη πλήρης ἡμερῶν . | VatGr754 Ἀτελεῖς εἰσιν ἐν τῇ γενέσει οἱ ἁμαρτωλοί· διὸ Δαυὶδ εὔχεται, λέγων. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ἀβραὰμ γὰρ ἐκοιμήθη πληρὴς ἡμερῶν. |
2 55 2 55 2 | Rondeau | VatGr754 Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος· ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με, κ. τ. ἑ. |
sch1 55 sch1 55 sch1 | Rondeau Οἱ μὲν ἐπίγειοι δαίμονες καταπατοῦσιν ἡμᾶς· οἱ δὲ καταχθόνιοι ἐὰν ἀναβῶσιν καλύπτουσιν ἡμᾶς. Διόπερ λέγεται περὶ αὐτῶν τὸ ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν . | VatGr754 Οἱ μὲν ἐπίγειοι δαίμονες καταπατοῦσιν ἡμᾶς· οἱ δὲ καταχθόνιοι ἐὰν ἀναβῶσι, καλύπτουσιν ἡμᾶς· διὸ εἴρηται· « Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.» |
1 55 3 1 55 3 1 | Rondeau κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν | VatGr754 |
5 55 5 55 5 | Rondeau ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν | VatGr754 Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου. |
sch2 55 sch2 55 sch2 | Rondeau Ἐπαινέσω ἀντὶ τοῦ ἐπαινετοὺς ποιήσω. | VatGr754 Ἐπαινέσω, ἀντὶ τοῦ ἐπαινετοὺς ποιήσω. |
6 55 6 55 6 | Rondeau κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν | VatGr754 Κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν. |
sch3 55 sch3 55 sch3 | Rondeau Οὐ πάντες μὲν τοὺς λογισμοὺς ἐμβάλλουσιν πονηρούς· πάντες δὲ αὐτῶν λογισμοὶ φέρουσιν εἰς κακόν· τῇ γὰρ Εὔᾳ φησὶν ὁ ὄφις· Ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν . | VatGr754 Οὐ πάντες μὲν τοὺς λογισμοὺς ἐμβάλλουσιν πονηρούς· πάντες δὲ οὗτοι λογισμοὶ φέρουσιν εἰς κακόν. Τῇ γὰρ Εὔᾳ φησὶν ὁ ὄφις· Ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. |
7 55 7 55 7 | Rondeau αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι | VatGr754 Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι, κ. τ. ἑ. |
sch4 55 sch4 55 sch4 | Rondeau Δι' ὧν ἐνεργοῦμεν ἐπιτηροῦντες μαθεῖν· καρδιογνῶσται γὰρ οὐκ εἰσὶν οἱ δαίμονες. | VatGr754 Δι' ὧν ἐνεργοῦμεν ἐπιτηροῦντες μαθεῖν· καρδιογνῶσται γὰρ οὐκ εἰσὶν οἱ δαίμονες. |
10 55 10 55 10 | Rondeau ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω | VatGr754 Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. |
sch5 55 sch5 55 sch5 | Rondeau Εἰ θέλεις ἀποστρέφειν τοὺς ἐχθρούς σου εἰς τὰ ὀπίσω, προσεύχου ἀδιαλείπτως . | Rondeau Φῶς ζώντων ἐστιν ἡ γνῶσις ἡ τῶν ἀγγέλων. | VatGr754 Εἰ θέλεις ἀποστρέφειν τοὺς ἐχθροὺς εἰς τὰ ὀπίσω, προσεύχου ἀδιαλείπτως. |
3 55 14 3 55 14 3 | Rondeau τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων | VatGr754 |
2 56 2 56 2 | Rondeau καὶ ἐν σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ | VatGr754 Καὶ ἐν σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία, κ. τ. ἑ. |
sch1 56 sch1 56 sch1 | Rondeau Πρὸς τὸ Πνεῦμα λέγει τὸ ἅγιον· τοῦτο γὰρ ἐν εἴδει ὤφθη περιστερᾶς. | VatGr754 Πρὸς τὸ Πνεῦμα λέγει τὸ ἅγιον· τοῦτο γὰρ ἐν εἴδει ὤφθη περιστερᾶς. |
4 56 4 56 4 | Rondeau ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ | VatGr754 Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. |
sch2 56 sch2 56 sch2 | Rondeau Ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις φησιν· Ἐγώ εἰμι ἀλήθεια . | VatGr754 Ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις φησιν· Ἐγώ εἰμι ἀλήθεια. |
5 56 5 56 5 | Rondeau υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη | VatGr754 Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, κ. τ. ἑ. |
sch3 56 sch3 56 sch3 | Rondeau Ὀδόντες εἰσὶ τῶν δαιμόνων οἱ πονηροὶ λογισμοὶ δι' ὧν κατεσθίουσιν ἡμῶν τὴν ψυχήν. | VatGr754 Ὀδόντες εἰσὶ τῶν δαιμόνων οἱ πονηροὶ λογισμοὶ, δι' ὧν κατεσθίουσιν ἡμῶν τὴν ψυχήν. |
6 56 6 56 6 | Rondeau ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ θεός | VatGr754 Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, κ. τ. ἑ. |
sch4 56 sch4 56 sch4 | Rondeau Ἐὰν ὑψωθῶ , φησὶν ὁ Σωτήρ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν . | VatGr754 «Ἐὰν ὑψωθῶ, φησὶν ὁ Σωτὴρ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. » |
9 56 9 56 9 | Rondeau ἐξεγέρθητι ἡ δόξα μου, | Rondeau ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα | VatGr754 Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, κ. τ. ἑ. |
sch5 56 sch5 56 sch5 | Rondeau Δόξαν λέγει τὸ χάρισμα τοῦ νοῦ· αὐτὸς δὲ ὁ νοῦς ψαλτήριον, τὸ δὲ περικείμενον τῷ νῷ, ὅπερ ἐστὶν ἡ ψυχή, κιθάρα. | VatGr754 Δόξαν λέγει τὸ χάρισμα τοῦ νοῦ. Αὐτὸς ὁ νοῦς ψαλτήριόν ἐστι, τὸ δὲ περικείμενον τῷ νῷ, ὅπερ ἐστὶν ἡ ψυχὴ, κιθάρα.᾿ |
sch5b 56 sch5b 56 sch5b | Rondeau [Δόξαν λέγει τὸ χάρισμα τοῦ μέσου, ὅπερ ἐστὶν ὁ νοῦς· αὐτὸ δὲ τὸ μέσον ψαλτήριον, τὸ δὲ περικείμενον τῷ μέσῳ κιθάραν, τουτέστι τὴν ψυχήν.] | VatGr754 |
11 56 11 56 11 | Rondeau ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου | VatGr754 |
sch6 56 sch6 56 sch6 | Rondeau Νεφέλαι εἰσὶ φύσεις λογικαὶ τοὺς περὶ προνοίας καὶ κρίσεως ἐπιστάμεναι λόγους. | VatGr754 |
4 57 4 57 4 | Rondeau ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψεύδη | VatGr754 Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ, κ. τ. ἑ. |
sch1 57 sch1 57 sch1 | Rondeau Ἀλλοτριοῦνται ἀπὸ μήτρας καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετήν, ἀλλ' ἐπὶ τὴν κακίαν ὁδεύοντες. | VatGr754 Ἀλλοτριοῦνται ἀπὸ μήτρας, καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετὴν, ἀλλ' ἐπὶ τὴν κακίαν ὁδεύοντες. |
5 57 5 57 5 | Rondeau θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως | Rondeau ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς | VatGr754 Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. | VatGr754 Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, κ. τ. ἑ. |
sch2 57 sch2 57 sch2 | Rondeau Θυμοῦ μὲν ἐπικρατήσαντος ἀποθηριοῦται ψυχή· τοῦ δὲ ἐπιθυμητικοῦ ἐπικρατήσαντος ἵππος ἢ ἡμίονος γίνεται· τοῦ νοῦ δὲ ἄγγελος ἢ καὶ θεός. | VatGr754 Θυμοῦ μὲν ἐπικρατήσαντος, ἀποθηριοῦται ψυχή· τοῦ δὲ ἐπιθυμητικοῦ ἐπικρατήσαντος, ἵππος ἢ ἡμίονος γίνεται· τοῦ νοῦ δὲ, ἄγγελος ἢ καὶ Θεός. |
sch3 57 sch3 57 sch3 | Rondeau Πᾶσα ψυχὴ μὴ ἀκούουσα λόγον σωζόντων αὐτὴν ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐτῆς. | VatGr754 Πᾶσα ψυχὴ μὴ ἀκούσασα λόγων σωζόντων αὐτὴν, ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐτῆς. |
sch4 57 sch4 57 sch4 | Rondeau Ὥσπερ τῷ μέλιτι ἐπισυμβαίνει κηρός, οὕτως κακία ψυχῇ λογικῇ. | VatGr754 ὥσπερ τῷ μέλιτι ἐπισυμβαίνει κηρός, οὕτως κακία ψυχῇ λογικῇ. |
1 57 6 1 57 6 1 | Rondeau ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων | Rondeau ὡσεὶ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται | VatGr754 |
9 57 9 57 9 | Rondeau ἐπέπεσε πῦρ, καὶ οὐκ εἶδον τὸν ἥλιον | VatGr754 Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ' αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον, κ. τ. ἑ. |
sch5 57 sch5 57 sch5 | Rondeau Ὃν ὡς ἥλιον οὐκ εἶδον, ὡς πυρὸς πειραθήσονται. | VatGr754 Ὃν ὡς ἥλιον οὐκ εἶδον, ὡς πυρὸς πειραθήσονται. |
11 57 11 57 11 | Rondeau εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβῶν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ | VatGr754 Εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν, κ. τ. ἑ. |
sch6 57 sch6 57 sch6 | Rondeau Ἡ κόλασις τοῦ ἁμαρτωλοῦ ἀσφαλέστερον καὶ καθαρώτερον τὸν δίκαιον ἀπεργάζεται. | VatGr754 Ἡ κόλασις τοῦ ἁμαρτωλοῦ ἀσφαλέστερον καὶ καθαρώτερον τὸν δίκαιον ἀπεργάζεται. |
4 58 4 58 4 | Rondeau ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου | VatGr754 Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου. |
sch1 58 sch1 58 sch1 | Rondeau Θηρεύουσι τὴν ψυχὴν διὰ τῶν πονηρῶν λογισμῶν, ὅταν αὐτῇ καλὰ ὑποβάλλουσι τὰ μὴ ὄντα καλά, ὥσπερ ὅταν δέλεαρ τῷ χαλκῷ οἱ ἁλιεῖς περιβάλλουσιν. | VatGr754 Θηρεύουσι τὴν ψυχὴν διὰ τῶν πονηρῶν λογισμῶν, ὅταν αὐτῇ καλὰ ὑποβάλλουσι τὰ μὴ ὄντα καλὰ, ὥσπερ ὅταν δέλεαρ τῷ χαλκῷ οἱ ἁλιεῖς περιβάλλουσι. |
5 58 5 58 5 | Rondeau ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα | Rondeau ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἰδέ | VatGr754 Ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα, κ. τ. ἑ. | VatGr754 ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἰδέ |
sch2 58 sch2 58 sch2 | Rondeau Οὐκ ἔστι κατευθῦναι τὴν ὁδὸν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός · μὴ ἄνευ ἀνομίας δραμόντα. | VatGr754 Οὐκ ἔστι κατευθῦναι τὴν ὁδὸν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ὁδός· » μὴ ἄνευ ἀνομίας δραμόντα. |
sch3 58 sch3 58 sch3 | Rondeau Τίς ἄρα ἀνθρώπων ἱκανὸς εἰπεῖν τῷ θεῷ· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ; | VatGr754 τίς ἄρα ανθρώπων ἱκανὸς εἰπεῖν τῷ Θεῷ· ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε; |
sch12 58 sch12 58 sch12 | Rondeau | VatGr754 Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου, κ. τ. ἑ. |
sch4 58 sch4 58 sch4 | Rondeau Ἀποκτενεῖ τούτους ὁ κύριος οἷς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι θεοῦ. | VatGr754 Ἀποκτείνει τούτους ὁ Κύριος οὓς συγχωρεῖ ἐπὶ πολὺ ἁμαρτάνειν· ἐκ γὰρ τούτου συμβαίνει λήθην γενέσθαι Θεοῦ· |
1 58 12 1 58 12 1 | Rondeau μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου | VatGr754 |
1 59 1 1 59 1 | Rondeau εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις ἔτι | VatGr754 |
sch1 59 sch1 59 sch1 | Rondeau Ἀλλοίωσίς ἐστιν ἡ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον ῥοπή, ἡ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὶ κρεῖττον μεταβολή, ἡ δὲ ἀπὸ τοῦ μέσου ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον ῥοπή· περὶ ψυχὴν δὲ λογικὴν συμβαίνουσιν αὗται αἱ ἀλλοιώσεις. | VatGr754 |
4 59 4 59 4 | Rondeau συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν | VatGr754 Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. |
sch2 59 sch2 59 sch2 | Rondeau Τῶν σεισμῶν οἱ μέν εἰσιν χασματίαι, οἱ δὲ βρασματίαι, οἱ δὲ ἐπικλίνται, οἱ δὲ μυκηματίαι. Ἐνταῦθα δὲ τὴν μεταβολὴν τῶν ἐπὶ γῆς πραγμάτων συσσείσεις ὠνόμασεν. | VatGr754 Τῶν σεισμῶν οἱ μέν εἰσι χασματίαι· οἱ δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, βρασματίαι· οἱ δὲ, ἐπίκλινται· οἱ δὲ, μυκηματίαι.Ἐνταῦθα δὲ τὴν μεταβολὴν τὴν ἐπὶ τῆς γῆς πραγμάτων συσσείσεις ὠνόμασεν. |
9 59 9 59 9 | Rondeau ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσῆς, καὶ Ἐφραὶμ κραταίωσις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου· | VatGr754 |
1 59 10 1 59 10 1 | Rondeau Μωὰβ λέβης τῆς ἐλπίδος μου, | VatGr754 |
2 59 10 2 59 10 2 | Rondeau ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου | VatGr754 |
sch2b 59 sch2b 59 sch2b | Rondeau [Γαλαὰδ μετοικία σοφοῦ μαρτυρίας· Μανασσῆς ἐπιλογισμὸς ἐκλήθη· Ἰούδας ἐξομολογούμενος· Μωὰβ ἐκ πατρός· Ἰδουμαία σιωπή, σιωπῶντα, πυρρά, αἱματούμενοι ἢ γήϊνοι.] | VatGr754 |
2 60 2 60 2 | Rondeau εἰσάκουσον, ὁ θεὸς, τῆς δεήσεώς μου | Rondeau πρόσχες τῇ προσευχῇ μου | VatGr754 Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες τῇ προσευχῇ μου. |
sch1 60 sch1 60 sch1 | Rondeau Δέησίς ἐστιν ἐλλείποντός τινος μεθ' ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐχή. | VatGr754 Δέησίς ἐστιν ἐλλείποντός τινος μεθ' ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐχή. |
sch2 60 sch2 60 sch2 | Rondeau Προσευχὴ δέ ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένη ὑπ' αὐτοῦ. | VatGr754 Προσευχὴ δέ ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένη ὑπ' αὐτοῦ. |
1 60 3 1 60 3 1 | Rondeau ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα | VatGr754 Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ... γ. |
3 60 3 3 60 3 | Rondeau ἐν πέτρᾳ ὕψωσάς με | VatGr754 ἐν πέτρᾳ ὕψωσάς με. |
sch3 60 sch3 60 sch3 | Rondeau Πῶς ἐν τῇ Ἰουδαίᾳ ὢν ὁ Δαυὶδ λέγει ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ; Ἢ τάχα ἐξελθὼν τὴν κακίαν νῦν τροπικῶς γῆν ὀνομαζομένην ταῦτά φησιν. | VatGr754 Πῶς ἐν τῇἸουδαίᾳ ὢν ὁ Δαυὶδ, λέγει· Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα; ἢ τάχα ἐξελθὼν τῆς κακίας, νῦν τροπικῶς γῆν ὀνομαζομένης, ταῦτά φησιν· |
sch4 60 sch4 60 sch4 | Rondeau Ἡ δὲ πέτρα ἦν ὁ Χριστός . | VatGr754 ἡ δὲ πέτρα ἦν ὁ Χριστός. |
sch5 60 sch5 60 sch5 | Rondeau Κληρονομίαν λέγει γνῶσιν θεοῦ. | VatGr754 κληρονομίαν λέγει γνῶσιν θεοῦ. |
2 60 6 2 60 6 2 | Rondeau ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου | VatGr754 |
8 60 7 8 60 7 8 | Rondeau | VatGr754 Ἡμέρας ἐφ' ἡμέρας βασιλέως προθήσεις. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν; |
sch6 60 sch6 60 sch6 | Rondeau Τίς γὰρ, φησί, τὸν περὶ προνοίας καὶ κρίσεως λόγον ἐξιχνιάσει ; | VatGr754 Τίς γὰρ, φησὶ, τὸν περὶ προνοίας καὶ κτίσεως λόγον ἐξιχνιάσει; |
2 60 8 2 60 8 2 | Rondeau ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; | VatGr754 |
9 60 9 60 9 | Rondeau οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας | VatGr754 Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας. |
sch7 60 sch7 60 sch7 | Rondeau Ὁ ὑπισχνούμενος καὶ μὴ ἀποδιδοὺς τὰς εὐχὰς τῷ θεῷ οὐκ ἔστιν ἐν ἡμέρᾳ τῇ οὔσῃ ἐξ ἡμέρας· πρώτη γὰρ ἡμέρα ἐστὶν τὸ ἐκκλῖναι ἀπὸ κακοῦ , δευτέρα τὸ ποιῆσαι ἀγαθόν . | VatGr754 Ὁ ὑπισχνούμενος καὶ μὴ ἀποδιδοὺς τὰς εὐχὰς τῷ Θεῷ, οὐκ ἐστὶν ἐν ἡμέρᾳ τῇ οὔσῃ ἐξ ἡμέρας· πρώτη γὰρ ἡμέρα ἐστὶ τὸ ἐκκλῖναι ἀπὸ κακοῦ, δευτέρα τὸ ποιῆσαι τὸ ἀγαθόν. |
2 61 2 61 2 | Rondeau οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου; | VatGr754 Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; κ. τ. ἑ. |
sch1 61 sch1 61 sch1 | Rondeau Πᾶς ὁ ὑποτασσόμενός τινι τὰ αὐτὰ ἐκείνῳ φρονεῖ· καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσομεν. | VatGr754 Πᾶς ὁ ὑποτασσόμενός τινι τὰ αὐτὰ ἐκείνῳ φρονεῖ. Καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσωμεν. |
sch2 61 sch2 61 sch2 | Rondeau Τιμὴ ψυχῆς λογικῆς ἀρετὴ καὶ γνῶσις θεοῦ. | VatGr754 τιμὴ ψυχῆς λογικῆς ἀρετὴ καὶ γνῶσις θεοῦ. |
1 61 5 1 61 5 1 | Rondeau πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι | VatGr754 |
6 61 6 61 6 | Rondeau ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου. | VatGr754 Ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου. |
sch3 61 sch3 61 sch3 | Rondeau Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, κύριε . | VatGr754 Ὅτι σὺ εἶ ἡ ὑπομονὴ, Κύριε. |
10 61 10 61 10 | Rondeau πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων | Rondeau ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι | VatGr754 Πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. |
sch4 61 sch4 61 sch4 | Rondeau Μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος προσκαθεζόμενοι πράγμασιν. | VatGr754 Μάταιοί εἰσιν οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προσκαθεζόμενοι πράγμασι. |
sch5 61 sch5 61 sch5 | Rondeau Οἱ ψευδόμενοι περὶ τὴν δικαιοσύνην — αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν — ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου γεγενημένοι. | VatGr754 Οὐ ψεύδομαι περὶ τὴν δικαιοσύνην· αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν. Ψευδεῖς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβόλου γεγεννημένοι. |
3 61 11 3 61 11 3 | Rondeau πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν | VatGr754 |
12 61 12 61 12 | Rondeau ἅπαξ ἐλάλησεν ὁ θεὸς, δύο ταῦτα ἤκουσα | VatGr754 Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, 13 ὅτι τὸ κράτος τοῦ θεοῦ, καὶ σοί, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.῾. |
sch7 61 sch7 61 sch7 | Rondeau Τὸν λόγον ὃν ἅπαξ ἐλάλησεν ὁ θεὸς τὸν περὶ προνοίας καὶ κρίσεως περιέχει λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν. | VatGr754 Τὸν λόγον ἅπαξ ἐλάλησεν ὁ Θεὸς, τὸν περὶ προνοίας καὶ κρίσεως ἔχοντα λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν. | VatGr754 Τὸν περὶ προνοίας καὶ κρίσεως ἔχων λόγον· τοῦτο γὰρ δηλοῦται ἐκ τῶν ἐπιφερομένων ῥητῶν. |
13 61 13 61 13 | Rondeau | VatGr754 Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. |
sch6 61 sch6 61 sch6 | Rondeau Τοῦτο λεκτέον πρὸς τοὺς πλεονεκτοῦντας. | VatGr754 τοῦτο λεκτέον πρὸς τοὺς πλεονεκτοῦντας. Ant 3.22 |
11 61 61 11 61 11 | Rondeau | VatGr754 Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. |
1 62 2 1 62 2 1 | Rondeau ὁ θεὸς ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω | VatGr754 |
3 62 2 3 62 2 3 | Rondeau | VatGr754 Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.Ἐδίψησέ σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ· οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου, κ. τ. ἑ. |
sch1 62 sch1 62 sch1 | Rondeau Πᾶς ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς ὀρθρίζει πρὸς τὸν θεόν. | VatGr754 Πᾶς ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσάμενος τὰ ὅπλα τοῦ φωτὸς, ὀρθρίζει πρὸς τὸν Θεόν. |
4 62 4 62 4 | Rondeau ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς | VatGr754 Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε, κ. τ. ἑ. |
sch2 62 sch2 62 sch2 | Rondeau Ἡ μὲν ζωὴ τοῦ ἀνθρώπου ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστίν· πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου σοφοί καθυπέσχοντο γνώσεις, ἀλλὰ κρεῖσσον τὸ ἔλεος κυρίου ὑπὲρ ζωάς. | VatGr754 Ἡ μὲν τοῦ ἀνθρώπου ζωὴ ἡ ἁγία γνῶσις ὑπάρχει· τὸ δὲ ἔλεος Κυρίου ἡ τῶν γεγονότων θεωρία ἐστί. Πολλοὶ δὲ ἡμῖν τοῦ αἰῶνος τούτου καθυπέσχοντο γνώσεις· ἀλλὰ κρεῖσσον τὸ ἔλεος Κυρίου ὑπὲρ ζωάς. |
9 62 9 62 9 | Rondeau ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου | VatGr754 Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, κ. τ. ἑ. |
sch3 62 sch3 62 sch3 | Rondeau Εἰ ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν , ἐκολλήθη δὲ ὁ Δαυὶδ τῷ κυρίῳ, ἓν ἄρα γέγονε πνεῦμα. Νῦν δὲ τὸ πνεῦμα τὸν πνευματικὸν σημαίνει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ. | VatGr754 Εἰ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν, ἐκολλήθη δὲ ὁ Δαυῒδ τῷ Κυρίῳ, ἄρα ἓν γέγονε πνεῦμα. Πνεῦμα δὲ τὸν πνευματικὸν ὀνομάζει, ὡς καὶ ἡ μὴ περπερευομένη ἀγάπη τὸν ἔχοντα τὴν ἀγάπην δηλοῖ. |
10 62 10 62 10 | Rondeau εἰσελεύσονται εἰς τὰ κατώτατα, τῆς γῆς | VatGr754 [αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, ] Εἰσελεύσονται εἰς τὰ κατώτατα, τῆς γῆς· κ. τ. ἑ. |
sch4 62 sch4 62 sch4 | Rondeau Ἵνα πιστεύσαντες σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς . | VatGr754 Ἵνα πιστεύσαντες σωθῶσιν τῷ κατελθόντι εἰς τὰ κατώτερα μέρη τῆς γῆς. |
sch5 62 sch5 62 sch5 | Rondeau Τοὺς καταχθονίους δαίμονας νῦν ἀλώπεκας ὀνομάζει οἷς καὶ παραδίδονται πρὸς κόλασιν οἱ ἐπίγειοι δαίμονες. | VatGr754 Τοὺς καταχθονίους δαίμονας νῦν ἀλώπεκας ὀνομάζει, οἷς καὶ παραδίδονται πρὸς κόλασιν οἱ ἐπίγειοι δαίμονες. |
11 62 11 62 11 | Rondeau παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται | VatGr754 |
2 63 2 63 2 | Rondeau ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου | VatGr754 Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου, κ. τ. ἑ. |
sch1 63 sch1 63 sch1 | Rondeau Ἐχθρὸς φόβος ἐστὶ ἤτοι ὁ παρὰ τοῦ ἐχθροῦ ἡμῖν ἐγγινόμενος ἢ ὁ ἐναντίος τῷ τοῦ Χριστοῦ θάρσει· Θαρσεῖτε γάρ, φησίν, ἐγώ εἰμι· μὴ φοβεῖσθε . | VatGr754 Ἐχθρὸς φόβος ἐστὶν ἤτοι ὁ παρὰ τοῦ ἐχθροῦ ἡμῖν ἐγγινόμενος, ἢ ὁ ἐναντίος τῷ τοῦ Χριστοῦ θάρσει. « Θαρσεῖτε γὰρ, φησὶν, ἐγώ εἰμι· μὴ φοβεῖσθε. » |
4 63 4 63 4 | Rondeau οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν | VatGr754 Οἵ τινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν. |
sch2 63 sch2 63 sch2 | Rondeau Αὕτη ἡ ῥομφαία λόγος ἐστὶ δαιμονιώδης χωρίζων ψυχὴν ἀρετῆς καὶ γνώσεως θεοῦ. | VatGr754 Αὐτὴ ἡ ῥομφαία λόγος ἐστι δαιμονιώδης, χωρίζων ψυχὴν τῆς σοφίας καὶ γνώσεως Θεοῦ. |
6 63 6 63 6 | Rondeau | VatGr754 Προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, κ. τ. ἑ. |
sch4 63 sch4 63 sch4 | Rondeau Καρδία βαθεῖά ἐστιν ἡ θεωρήσασα τὸ βάθος τοῦ πλούτου καὶ τῆς γνώσεως τοῦ θεοῦ . | VatGr754 Καρδία βαθεῖά ἐστιν ἡ θεωρήσασα τὸ βάθος τοῦ πλούτου καὶ τῆς γνώσεως τοῦ Θεοῦ. |
7 63 7 63 7 | Rondeau ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει | Rondeau προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα | VatGr754 Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει, κ. τ. ἑ. |
sch3 63 sch3 63 sch3 | Rondeau Τὴν ἐπίτασιν ἐνταῦθα τῆς κακίας σημαίνει. | VatGr754 Τὴν ἐπίτασιν ἐνταῦθα τῆς κακίας σημαίνει. |
11 63 11 63 11 | Rondeau εὐφρανθήσεται δίκαιος ἐν τῷ κυρίῳ καὶ ἐλπιεῖ ἐπ' αὐτόν | Rondeau καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ | VatGr754 Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. | VatGr754 Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτὸν, καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. |
sch5 63 sch5 63 sch5 | Rondeau Εὐφραίνει ἄδικον πλοῦτος φθαρτός, τὸν δὲ δίκαιον γνῶσις θεοῦ. | VatGr754 Εὐφραίνει ἄδικον πλοῦτος φθαρτός· τὸν δὲ δίκαιον γνῶσις Θεοῦ. |
sch6 63 sch6 63 sch6 | Rondeau Ἄφρων ἐλπίζει εἰς ἄνθρωπον· ὁ δὲ φρόνιμος ἐπὶ τῷ κυρίῳ πέποιθεν. | VatGr754 Ἄφρων ἐλπίζει εἰς ἄνθρωπον· ὁ δὲ φρόνιμος ἐπὶ τῷ Κυρίῳ πέποιθεν. |
sch7 63 sch7 63 sch7 | Rondeau Καρδίαν εὐθεῖαν ἐπαινεῖ κύριος· διεστραμμένην δὲ ψυχὴν ἀπώσεται ἀπ' αὐτοῦ. | VatGr754 Καρδίαν εὐθεῖαν ἐπαινεῖ Κύριος· διεστραμμένην δὲ ψυχὴν ἀπώσεται ἀπ' αὐτοῦ. |
3 64 3 64 3 | Rondeau πρὸς σὲ πᾶσα σὰρξ ἥξει | VatGr754 Πρὸς σὲ πᾶσα σὰρξ ἥξει. |
sch1 64 sch1 64 sch1 | Rondeau Ἀντὶ τοῦ πᾶς ἄνθρωπος. | VatGr754 Ἀντὶ τοῦ πᾶς ἄνθρωπος. |
5 64 5 64 5 | Rondeau κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου | Rondeau πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· | VatGr754 Κατασκηνώσει ἐν ταῖς αὐλαῖς αὐτοῦ, κ. τ. ἑ. |
sch2 64 sch2 64 sch2 | Rondeau Αὐλὴ κυρίου γνῶσις θεοῦ· ὁ δὲ κατοικῶν ἐν αὐτῇ πλησθήσεται ἀγαθῶν. | VatGr754 Αὐλὴ Κυρίου γνῶσις Θεοῦ· ὁ δὲ κατοικῶν ἐν αὐτῇ πλησθήσεται ἀγαθῶν. |
8 64 8 64 8 | Rondeau ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, | Rondeau ἤχους κυμάτων αὐτῆς | VatGr754 ᾿̔Ο συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς. |
sch3 64 sch3 64 sch3 | Rondeau Ἐπιτιμᾷ ὁ κύριος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ ποιεῖ γαλήνην μεγάλην. | VatGr754 Ἐπιτιμᾷ Κύριος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιεῖ γαλήνην μεγάλην. * ἄλλο. Ἄνεμος σφοδρὸς εξεγείρει κῦμα, δαίμων δὲ πονηρὸς ταράσσει ψυχήν. ἄλλο. Ψυχὴ αδίκου κυμαίνεται πολλά, καρδία δὲ δικαίου γαληνιάσει διὰ παντός. |
sch3b 64 sch3b 64 sch3b | Rondeau Ἄνεμος σφοδρὸς ἐξεγείρει κῦμα· δαίμων δὲ πονηρὸς ταράσσει ψυχήν. | VatGr754 |
sch3c 64 sch3c 64 sch3c | Rondeau Ψυχὴ ἀδίκου κυμαίνεται πολλά· καρδία δὲ δικαίου γαληνιάσει διαπαντός. | VatGr754 |
10 64 10 64 10 | Rondeau ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, | Rondeau ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν | Rondeau ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων | VatGr754 αβ. ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· | VatGr754 ϲ. ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων· |
sch4 64 sch4 64 sch4 | Rondeau Ὦ βάθος πλούτου καὶ σοφίας θεοῦ · καὶ πάλιν· Ἐν παντὶ ἐπλουτίσθητε , ὁ Παῦλός φησίν. | VatGr754 « Ὦ βάθος πλούτου καὶ σοφίας Θεοῦ » Καὶ πάλιν· « Ἐν παντὶ ἐπλουτίσθητε », ὁ Παῦλός φησίν. ἄλλο. Πλοῦτον τὴν γνῶσιν λέγει. « Ἐν παντὶ γὰρ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει », φησὶν ὁ Ἀπόστολος. |
sch5 64 sch5 64 sch5 | Rondeau Ἡ γνῶσις ἡ τοῦ θεοῦ ἐπληρώθη φύσεων λογικῶν, εἴπερ ποταμοὶ ῥέουσιν ὕδατος ζῶντος ἐκ τῆς κοιλίας τοῦ πιστεύσαντος Χριστῷ. Ὕδατα δὲ ἔθος λέγειν τῇ γραφῇ τὰς φύσεις τὰς λογικάς· καὶ γὰρ ὁ Δαυὶδ λέγει αἰνεῖν τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τὸν κύριον. | VatGr754 Ἡ γνῶσις ἡ τοῦ Θεοῦ ἐπληρώθη φύσεων λογικῶν, εἴπερ ποταμοὶ ῥέουσιν ὕδατος ζῶντος ἐκ τῆς κοιλίας τοῦ πιστεύσαντος Χριστῷ· Ὕδατα δὲ ἔθος λέγειν τῇ γραφῇ τὰς φύσεις τὰς λογικὰς. Καὶ γὰρ ὁ Δαυὶδ λέγει αἰνεῖν τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τὸν Κύριον. * |
sch4b 64 sch4b 64 sch4b | Rondeau Πλοῦτον τὴν γνῶσιν λέγει· Ἐν παντὶ γὰρ ἐπλουτίσθητε, ἐν πάσῃ γνώσει , φησὶν ὁ ἀπόστολος. | VatGr754 |
13 64 13 64 13 | Rondeau καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται | VatGr754 β. Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. |
sch6 64 sch6 64 sch6 | Rondeau Νῦν φύσεις λογικὰς τροπικῶς βουνοὺς ὀνομάζει. | VatGr754 Νῦν φύσεις λογικὰς τροπικῶς βουνοὺς ὀνομάζει. |
14 64 14 64 14 | Rondeau ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων | VatGr754 α. Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων. |
sch7 64 sch7 64 sch7 | Rondeau Ἐνεδύσαντο Χριστὸν καὶ σπλάγχνα οἰκτιρμῶν καὶ τὰ ἑξῆς. | VatGr754 Ἐνεδύσαντο Χριστὸν * καὶ σπλάγχνα οἰκτιρμοῦ ** καὶ τὰ ἑξῆς. |
3 65 3 65 3 | Rondeau ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου | VatGr754 Εἴπατε τῷ Θεῷ·Ὡς φοβερὰ τὰ ἔργα σου, ἐν τῷ πλήθει τῆς δυνάμεώς σου„ ψεύσονταί σε οἱ ἐχθροί σου. |
sch1 65 sch1 65 sch1 | Rondeau Ὁ ἀπιστήσας θεῷ ὑπέσχετο ἔχθραν, ὁ δὲ πιστεύσας αὐτῷ ἐψεύσατο αὐτὴν. Σημεῖα κυρίου γεννῶσι πίστιν, δυνάμεις δὲ αὐτοῦ ἐπιστρέφουσι ψυχήν. | VatGr754 ΤῆςἸουδαίων ἀποπληξίας ἐνταῦθα κατηγορεῖ, ὡς μηδὲ τῶν θαυμάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. |
4 65 4 65 4 | Rondeau ψαλάτωσαν τῷ ὀνόματί σου | VatGr754 Πᾶσα ἡ γῆ προσκυνησάτωσαν, κ. τ. ἑ. |
sch2 65 sch2 65 sch2 | Rondeau Εὐθυμεῖ τις ἐν ὑμῖν, ψαλέτω , φησὶν ὁ ἀπόστολος. | VatGr754 « Εὐθυμεῖ τις ἐν ὑμῖν, ψαλλέτω, » φησὶν ὁἈπόστολος. |
6 65 6 65 6 | Rondeau ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν | VatGr754 Ὁ μεταστρέφων τὴν θάλασσαν, κ. τ. ἑ. |
sch3 65 sch3 65 sch3 | Rondeau Οὐκ εἶπεν ὁ μεταστρέψας, ἀλλ' ὁ μεταστρέφων. Κατὰ μὲν γὰρ τὴν ἱστορίαν ἅπαξ γέγονε τοῦτο, κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου τούτου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐπ' ἀρετὴν καὶ γνῶσιν μεταστρέφοντος τοῦ θεοῦ. | VatGr754 Οὐκ εἶπε « μεταστρέψας, » ἀλλὰ « μεταστρέφων· » κατὰ μὲν γὰρ τὴν ἱστορίαν ἐπὶ τὴνἸουδαίαν ἅπαξ ἐγένετο· κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπ' ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ.Ὁ Σύμμαχος οὕτως· « Μετέβαλε τὴν θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. » |
7 65 7 65 7 | Rondeau οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς | VatGr754 Οἱ πικραίνοντες μὴ ὑψούσθωσαν, κ. τ. ἑ. |
sch4 65 sch4 65 sch4 | Rondeau Παραπικραίνοντές εἰσιν οἱ δεδωκότες εἰς τὸ βρῶμα αὐτοῦ χολὴν καὶ εἰς τὴν δίψαν ποτίσαντες ὄξος . | VatGr754 Παραπικραίνοντές εἰσιν οἱ δεδωκότες εἰς τὸ βρῶμα αὐτοῦ χολὴν, καὶ εἰς τὴν δίψαν ποτίσαντες ὄξος. |
9 65 9 65 9 | Rondeau τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν | VatGr754 Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, κ. τ. ἑ. |
sch5 65 sch5 65 sch5 | Rondeau Ἐγώ εἰμι ἡ ζωή , φησὶν ὁ Χριστός. | VatGr754 [Τοῦ θεμένου εἰς ζωὴν τὸν εἰπόντα·] « Ἐγώ εἰμι ἡ ζωή. » |
12 65 12 65 12 | Rondeau διήλθομεν διὰ πυρὸς καὶ ὕδατος | VatGr754 Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. |
sch6 65 sch6 65 sch6 | Rondeau Καὶ τῶν δαιμονιζόμενον τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐν τοῖς εὐαγγελίοις ποτὲ μὲν ἔρριπτεν εἰς τὸ πῦρ, ποτὲ δὲ εἰς τὸ ὕδωρ· ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἐστὶν ἀλλήλοις. Πάσχουσι δὲ καὶ τοῦτο μέχρι νῦν οἱ ἀκάθαρτοι ἄνθρωποι, δειλιῶντες καὶ θρασυνόμενοι, πολύθεοι ὄντες καὶ ἄθεοι, ἐρῶντες αἰσχρῶς καὶ πάλιν μισοῦντες. | VatGr754 Καὶ τῶν δαιμονιζομένων τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐν τοῖς εὐαγγελίοις, ποτὲ μὲν ἔῤῥιψαν εἰς τὸ πῦρ, ποτὲ δὲ εἰς τὸ ὕδωρ.Ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἐστὶν ἀλλήλοις. Πάσχουσι δὲ καὶ τοῦτο μέχρι νῦν οἱ ἀκάθαρτοι ἄνθρωποι, δειλιῶντες καὶ θρασυνόμενοι, πολύθεοι ὄντες καὶ ἄθεοι, ἐρῶντες αἰσχρῶς καὶ πάλιν μισοῦντες. |
15 65 15 65 15 | Rondeau ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι | Rondeau μετὰ θυμιάματος καὶ κριῶν | VatGr754 Ὁλοκαυτώματα μεμυαλωμένα, κ. τ. ἑ. |
sch7 65 sch7 65 sch7 | Rondeau Πᾶς ὁ ἔχων τὸ ἡγεμονικὸν καθαρὸν καὶ προσευχόμενος τῷ θεῷ, οὗτος θυμίαμα μετὰ κριοῦ προσφέρει θεῷ. | VatGr754 Πᾶς ὁ ἔχων τὸ ἡγεμονικὸν καθαρὸν, καὶ προσευχόμενος τῷ Θεῷ, οὗτος θυμίαμα μετὰ κριῶν προσφέρει Θεῷ. |
16 65 16 65 16 | Rondeau δεῦτε ἀκούσατε καὶ διηγήσομαι, | Rondeau πάντες οἱ φοβούμενοι τὸν θεόν | VatGr754 Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, κ. τ. ἑ. |
sch8 65 sch8 65 sch8 | Rondeau Μόνοι οἱ φοβούμενοι τὸν θεὸν ἀκούειν δύνανται διηγημάτων πνευματικῶν. | VatGr754 Μόνοι οἱ φοβούμενοι τὸν Θεὸν ἀκούειν δύνανται διηγημάτων πνευματικῶν. |
18 65 18 65 18 | Rondeau ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω κύριος | VatGr754 Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, κ. τ. ἑ. |
sch9 65 sch9 65 sch9 | Rondeau Οὐκ εἶπεν οὐκ ἐθεώρησα, ἀλλ' οὐκ ἐθεώρουν· τὸ μὲν γὰρ πρότερον ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν, τὸ δὲ δεύτερον πολυχρονιώτερον. | VatGr754 Οὐκ εἶπεν, « Εἰ ἐθεώρησα, » ἀλλ' « Εἰ ἐθεώρουν. » Τὸ μὲν γὰρ πρῶτον ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύτερον πολυχρονιώτερον. |
20 65 20 65 20 | Rondeau εὐλογητὸς ὁ θεός, ὃς οὐκ ἀπέστησεν τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ | VatGr754 Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὑτοῦ ἀπ' ἐμοῦ, κ. τ. ἑ. |
sch10 65 sch10 65 sch10 | Rondeau Τοῦ μὴ καθαρὰν ἔχοντος τὴν καρδίαν ἀφίσταται ἡ καθαρὰ προσευχή· εἰ δὲ ἡ προσευχή, καὶ τὸ ἔλεος δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμεν παρὰ θεοῦ. | VatGr754 Τοῦ μὴ καθαρὰν ἔχοντος τὴν καρδίαν ἀφίσταται ἡ καθαρὰ προσευχή· εἰ δὲ ἡ προσευχὴ, καὶ τὸ ἔλεος δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμεν παρὰ Θεοῦ. |
3 66 3 66 3 | Rondeau τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου | VatGr754 Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, κ. τ. ἑ. |
sch1 66 sch1 66 sch1 | Rondeau Ἐν τῇ γῇ ὄντες ἔγνωμεν τὴν ὁδὸν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός . | VatGr754 Ἐν τῇ γῇ ὄντες ἔγνωμεν τὴν ὁδὸν τὴν εἰποῦσαν· «Ἐγώ εἰμι ἡ ὁδός. » |
2 67 2 67 2 | Rondeau ἀναστήτω ὁ θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ | VatGr754 Ἀναστήτω ὁ Θεὸς, κ. τ. ἑ. |
sch1 67 sch1 67 sch1 | Rondeau Ὁ Μωσῆς φησιν· Ἐξεγέρθητι, κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε . | VatGr754 Ὁ Μωϋσῆς φησιν· «̓Εξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, καὶ φυγέτωσαν οἱ μισοῦντές σε. » |
3 67 3 67 3 | Rondeau ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν | VatGr754 Ὡς ἐκλείπει καπνὸς, κ. τ. ἑ. |
sch2 67 sch2 67 sch2 | Rondeau Τοῦτον τὸν καπνὸν ἀποδιώκει τὸ πῦρ ὃ ἦλθεν ὁ κύριος βαλεῖν ἐπὶ τὴν γῆν . | VatGr754 Ταῖς παραβολαῖς ἐμφαντικωτέραν τῶν ἐναντίων τὴν ἀπώλειαν ἐργάσασθαι βουλέμενος, ἐμνημόνευσε καὶ καπνοῦ καὶ κηροῦ· αὕτη γὰρ ἡ κηροῦ φύσις πυρὶ πλησιάζοντος τήκεσθαι καὶ ἀπόλλυσθαι. Οὕτως οὖν, φησὶν, ἅπαντας αὐτοὺς ἀναλώσεις, ὥσπερ τὸ πῦρ τὸν κηρόν. |
1 67 5 1 67 5 1 | Rondeau | VatGr754 Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβηκότι ἐπὶ δυσμῶν. Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. |
3 67 5 3 67 5 3 | Rondeau |
4 67 5 4 67 5 4 | Rondeau ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, | VatGr754 Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, κ. τ. ἑ. |
sch3 67 sch3 67 sch3 | Rondeau Δυσμαί εἰσι φύσεις λογικαὶ ἐκπεσοῦσαι τοῦ τῆς δικαιοσύνης ἡλίου . | VatGr754 Ἐπὶ δυσμῶν. – Δυσμαί εἰσι φύσεις λογικαὶ ἐκπεσοῦσαι τοῦ τῆς δικαιοσύνης ἡλίου. |
sch4 67 sch4 67 sch4 | Rondeau Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου πατρὸς ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο. | VatGr754 Ὀρφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο. |
1 67 6 1 67 6 1 | Rondeau τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν | VatGr754 |
2 67 6 2 67 6 2 | Rondeau ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ· | VatGr754 |
sch5 67 sch5 67 sch5 | Rondeau Τόπος θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. | VatGr754 Τόπος Θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· « Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» |
sch6 67 sch6 67 sch6 | Rondeau Ὥσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ καὶ τοὺς ἄφρονας ἐν φρονήσει. | VatGr754 Ωσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ, οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ, καὶ τοὺς ἄφρονας ἐν φρονήσει. |
1 67 7 1 67 7 1 | Rondeau ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ | VatGr754 |
2 67 7 2 67 7 2 | Rondeau ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ | VatGr754 |
8 67 8 67 8 | Rondeau | VatGr754 Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, κ. τ. ἑ. |
sch7 67 sch7 67 sch7 | Rondeau τοῦ ἐν τῷ Σινᾷ φανέντος. | VatGr754 τοῦ ἐν τῷ Σινᾷ φανέντος. |
2 67 9 2 67 9 2 | Rondeau ἀπὸ προσώπου τοῦ θεοῦ τοῦ Σινᾶ | VatGr754 |
sch8 67 sch8 67 sch8 | Rondeau Ἐπειδὴ ἠσθένησε, σὺ κατηρτίσω αὐτήν. | VatGr754 ἐπειδὴ ἠσθένησε, σὺ κατηρτίσω αὐτήν. |
2 67 10 2 67 10 2 | Rondeau καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν | VatGr754 |
11 67 11 67 11 | Rondeau τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ | VatGr754 Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ.Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, κ. τ. ἑ. |
sch9 67 sch9 67 sch9 | Rondeau Ζῷα νῦν λέγει φύσεις λογικὰς ἀλογωτέρας οὔσης καταστάσεως. | VatGr754 Ζῶα λέγει φύσεις λογικὰς, ἀλογωτέρας οὔσης καταστάσεως. |
14 67 14 67 14 | Rondeau ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, | Rondeau πτέρυγες περιστερᾶς περιηργυρωμέναι | VatGr754 Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου, κ. τ. ἑ. |
sch10 67 sch10 67 sch10 | Rondeau Τοὺς κλήρους καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι παλαιὰν καὶ καινὴν διαθήκην, οἱ δὲ πρᾶξιν καὶ θεωρίαν, ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων, ἕτεροι δὲ γνῶσιν θεοῦ καὶ τοῦ ἀποσταλέντος ὑπ' αὐτοῦ Χριστοῦ. | VatGr754 Τοὺς κλήρους καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι Παλαιὰν καὶ Καινὴν Διαθήκην· οἱ δὲ πρᾶξιν καὶ θεωρίαν· ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων· ἕτεροι δὲ γνῶσιν Θεοῦ, καὶ τοῦ ἀποσταλέντος ὑπ' αὐτοῦ Χριστοῦ. |
15 67 15 67 15 | Rondeau ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς | VatGr754 Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς, κ. τ. ἑ. |
sch11 67 sch11 67 sch11 | Rondeau Βασιλεῖς εἰσιν ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη ἢ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου, καθ' ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν. | VatGr754 Βασιλεῖς εἰσιν ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη, ἣ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, καθ' ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν. |
1 67 18 1 67 18 1 | Rondeau τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον | VatGr754 τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον |
sch12 67 sch12 67 sch12 | Rondeau Ἅρμα θεοῦ ψυχαὶ καθαραὶ ἐφ' ἃς ἐπιβαίνει· Ἐπέβη γὰρ ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη . | VatGr754 ἅρμα Θεοῦ ψυχαὶ καθαραὶ, ἐφ' ἃς ἐπιβαίνει· «ἐπέβη » γὰρ «ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη. » |
19 67 19 67 19 | Rondeau ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, | Rondeau ἔλαβες δόματα ἐν ἀνθρώπῳ | VatGr754 ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· [ἔλαβες δόματα ἐν ἀνθρώπῳ] |
sch13 67 sch13 67 sch13 | Rondeau Αἰχμαλωσία ἐστὶ Χριστοῦ φύσεων λογικῶν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. | VatGr754 Αἰχμαλωσία ἐστὶ Χριστοῦ, φύσεως λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. |
sch13b 67 sch13b 67 sch13b | Rondeau ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκεν δόματα ἐν ἀνθρώποις , δόματα λέγων τὰ χαρίσματα τοῦ πνεύματος του ἁγίου. | VatGr754 ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ· «̓Αναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν· καὶ ἔδωκεν δόματα εν̓ ἀνθρώποις· » δόματα λέγων τὰ χαρίσματα τοῦ πνεύματος του ἁγίου. |
22 67 22 67 22 | Rondeau πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ | VatGr754 Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὑτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν, κ. τ. ἑ. |
sch14 67 sch14 67 sch14 | Rondeau Κεφαλαὶ ἐχθρῶν εἰσιν τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ. | VatGr754 ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ. |
24 67 24 67 24 | Rondeau ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου, ἐξ ἐχθρῶν παρ' αὐτοῦ | VatGr754 Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ. |
sch15 67 sch15 67 sch15 | Rondeau Ποὺς Χριστοῦ ὁ ἐκ Μαρίας ἄνθρωπος γεννηθείς, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι, ὅπερ αἷμα κωλύουσιν ἡμᾶς πίνειν οἱ ἐχθροὶ, κύνας ἡμᾶς ἀεὶ βουλόμενοι εἶναι καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν · οἴδασι γὰρ ὅτι οἱ τρώγοντες τοῦ Χριστοῦ τὰς σάρκας καὶ πίνοντες αὐτοῦ τὸ αἷμα ἐν αὐτῷ μένουσιν καὶ αὐτὸς ἐν αὐτοῖς . | VatGr754 Ποῦς Χριστοῦ, ὁ ἐκ Μαρίας ἄνθρωπος, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι· ὅπερ αἷμα κωλύουσιν ἡμᾶς οἱ ἐχθροὶ πίνειν, κύνας ἡμᾶς ἀεὶ βουλόμενοι εἶναι, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οἴδασιν γὰρ ὅτι οἱ τρώγοντες τοῦ Χριστοῦ τὰς σάρκας καὶ πίνοντες αὐτοῦ τὸ αἷμα ἐν αὐτῷ μένουσιν, καὶ αὐτὸς ἐν αὐτοῖς. |
28 67 28 67 28 | Rondeau ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει | VatGr754 Εκεῖ Βενιαμὶν νεώτερος, κ. τ. ἑ. |
sch16 67 sch16 67 sch16 | Rondeau Περὶ Παύλου τοῦτό φασι προφητεύεσθαι. | VatGr754 Περὶ Παύλου, φασὶ, τοῦτο προφητεύει. |
30 67 30 67 30 | Rondeau σοι οἴσουσιν βασιλεῖς δῶρα | VatGr754 Ἀπὸ τοῦ ναοῦ σου ἐπὶἹερουσαλήμ σοι οἴσουσι βασιλεῖς δῶρα, κ. τ. ἑ. |
sch17 67 sch17 67 sch17 | Rondeau Ὁ Παῦλος οὐ μόνον αὐτὸς ἑαυτὸν προσῆγεν θεῷ, ἀλλὰ γὰρ καὶ ἄλλους διὰ τῆς διδασκαλίας προσέφερεν τῷ θεῷ. | VatGr754 Ὁ Παῦλος οὐ μόνον αὐτὸς ἑαυτὸν προσῆγε Θεῷ, ἀλλὰ γὰρ καὶ ἄλλους διὰ τῆς διδασκαλίας προσέφερε τῷ Θεῷ. |
31 67 31 67 31 | Rondeau τοῦ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ | VatGr754 Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ, κ. τ. ἑ. |
sch18 67 sch18 67 sch18 | Rondeau Τοῦ χωρισθῆναι τοὺς δεδοκιμασμένους ὡς ἀργύριον. | VatGr754 Τοῦ χωρισθῆναι τοὺς δεδοκιμασμένους ὡς ἀργύριον. |
32 67 32 67 32 | Rondeau ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ | VatGr754 Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ, κ. τ. ἑ. |
sch19 67 sch19 67 sch19 | Rondeau Τὴν μὲν διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο· τὴν δὲ ἕξιν διὰ τῶν Αἰθιόπων δεδήλωκεν. | VatGr754 Τὴν μὲν διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο· τὴν δὲ ἕξιν διὰ τῶν Αἰθιόπων δεδήλωκεν. |
33 67 33 67 33 | Rondeau Διάψαλμα | VatGr754 Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. Διάψαλμα. |
sch20 67 sch20 67 sch20 | Rondeau Τὸ διάψαλμα κεῖται διὰ τό ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως . | VatGr754 Τὸ διάψαλμα κεῖται διὰ τό·Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. |
1 67 34 1 67 34 1 | Rondeau ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς | VatGr754 ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς |
sch21 67 sch21 67 sch21 | Rondeau Πρότερον μὲν φησι ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν , νῦν δὲ ψάλατε τῷ ἐπιβεβηκότι ἐπι τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς· Ὁ γὰρ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα . | VatGr754 Πρότερον μὲν φησι « ὁ̔δοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· » νῦν δε « ψάλατε τῷ ἐπιβεβηκότι ἐπι τὸν οὐρανὸν· » τοῦ οὐρανοῦ κατὰ ἀνατολάς. »Ὁ γὰρ « καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα. » |
35 67 35 67 35 | Rondeau καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις | VatGr754 Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸνἸσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις, κ. τ. ἑ. |
sch22 67 sch22 67 sch22 | Rondeau Νεφέλας λέγει νῦν ἁγίας δυνάμεις· Ἐντελοῦμαι γάρ, φησί, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν καὶ ἔσται λιμός, οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου . Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς. | VatGr754 Νεφέλας λέγει νῦν ἁγίας δυνάμεις. «̓Εντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν. » Καὶ ἔσται «λιμὸς, οὐ λιμὸς ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. » Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους. Αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς. |
2 68 2 68 2 | Rondeau σῶσόν με, ὁ θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου | VatGr754 Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου, κ. τ. ἑ. |
sch1 68 sch1 68 sch1 | Rondeau Ὕδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν. | VatGr754 Ὕδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν. |
3 68 3 68 3 | Rondeau ἐνεπάγην εἰς ἰλὺν βυθοῦ καὶ οὐκ ἔστιν ὑπόστασις | VatGr754 Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις.Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με, κ. τ. ἑ. |
sch2 68 sch2 68 sch2 | Rondeau Οὐδὲν τοιοῦτον εὑρίσκομεν παθόντα τὸν Δαυὶδ ἐν ταῖς ἱστορίαις· εἰ δὲ ἐπὶ τὸν σωτῆρα ἀναφέρεται ὁ ψαλμός, διὰ τὸ ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με· οὐδὲ ἐπὶ τοῦ σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός. | VatGr754 Οὐδὲν τοιοῦτον εὑρίσκομεν παθόντα τὸν Δαυῒδ ἐν ταῖς ἱστορίαις· εἰ δὲ ἐπὶ τὸν Σωτῆρα ἀναφέρεται ὁ ψαλμὸς διὰ τὸ, «̔Ο ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, » οὐδὲ ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός. |
5 68 5 68 5 | Rondeau ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν | Rondeau ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον | VatGr754 Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως.Ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον, κ. τ. ἑ. |
sch3 68 sch3 68 sch3 | Rondeau Ἐντεῦθεν ὡς οἶμαι δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων. | VatGr754 Ἐντεῦθεν, οἶμαι, δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων. |
sch4 68 sch4 68 sch4 | Rondeau Οὐδένα τῶν ἀνθρώπων ἄκοντα ἁρπάζει θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγεν· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς · καὶ τὸ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε . Ἡρπάγη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ , ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ θεῷ | VatGr754 Οὐδένα τῶν ἀνθρώπων ἄκοντα ἁρπάζει ὁ Θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγε· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· » καί· «̓Εὰν θέλητε, καὶ εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. »Ἡρπάγη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ Θεῷ |
6 68 6 68 6 | Rondeau ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου | VatGr754 Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν, κ. τ. ἑ. ε. Οὐ πάντων τὴν ἀφροσύνην γινώσκει Θεὸς, ἀλλὰ τοῦ γενομένου ἄφρονος διὰ τοὺς ἄφρονας, καὶ τοῦ γε-νομένου ἀνόμου διὰ τοὺς ἀνόμους, καὶ τοῦ γενομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς. |
sch5 68 sch5 68 sch5 | Rondeau Οὐ πάντων τὴν ἀφροσύνην γινώσκει θεός, ἀλλὰ τοῦ γινομένου ἄφρονος διὰ τοὺς ἄφρονας καὶ τοῦ γινομένου ἀνόμου διὰ τοὺς ἀνόμους καὶ τοῦ γινομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς. | VatGr754 |
10 68 10 68 10 | Rondeau ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με | VatGr754 Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμὲ, κ. τ. ἑ. |
sch6 68 sch6 68 sch6 | Rondeau Οὗτος ὁ στίχος τέθειται ἐν τοῖς εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις. | VatGr754 Οὗτος ὁ στίχος τέθειται ἐν τοῖς Εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις. |
11 68 11 68 11 | Rondeau συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου | VatGr754 Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, κ. τ. ἑ. |
sch7 68 sch7 68 sch7 | Rondeau Κάλυμμα τῆς ψυχῆς ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν καὶ θυμὸν ἄλογον· ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν. | VatGr754 Κάλυμμα τῆς ψυχῆς ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν, καὶ θυμὸν ἄλογον.Ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν. |
13 68 13 68 13 | Rondeau καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον | VatGr754 Καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον, κ. τ. ἑ. |
sch8 68 sch8 68 sch8 | Rondeau Οὗτος ὁ οἶνος θυμός ἐστι τῶν δρακόντων . | VatGr754 Οὗτος ὁ οἶνος θυμός ἐστι τῶν δρακόντων. |
15 68 15 68 15 | Rondeau σῶσόν με ἀπὸ πηλοῦ ἵνα μὴ ἐμπαγῶ | VatGr754 Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, κ. τ. ἑ. | VatGr754 μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός,] Μηδὲ συσχέτω ἐπ' ἐμοῦ φρέαρ τὸ στόμα αὐτοῦ, κ. τ. ἑ. |
sch9 68 sch9 68 sch9 | Rondeau Σκοπὸς οὐχ ὁ τυχὼν ἀλληγορῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ σωτῆρος ἡμῶν γεγονότα· οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι. | VatGr754 Σκοπὸς οὐχ ὁ τυχὼν ἀλληγορῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ Σωτῆρος ἡμῶν γεγονότα. Οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι. |
sch10 68 sch10 68 sch10 | Rondeau Ἐνταῦθα φύσιν τινὰ λογικὴν καταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν. | VatGr754 Ἐνταῦθα φύσιν τινὰ λογικὴν καταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν. |
3 68 16 3 68 16 3 | Rondeau μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ | VatGr754 |
20 68 20 68 20 | Rondeau σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου | Rondeau καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου | VatGr754 Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου, κ. τ. ἑ. |
sch11 68 sch11 68 sch11 | Rondeau Αἰσχύνεται ἐφ' ἡμῖν ὁ ἀρχιερεὺς ἡμῶν, ὅς ἐστι Χριστός, ὁ διεληλυθὼς τοὺς οὐρανοὺς ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων. | VatGr754 Αἰσχύνεται δὲ ἐφ' ἡμῖν ὁ ἀρχιερεὺς ἡμῶν, ὅς ἐστι Χριστὸς ὁ διεληλυθὼς τοὺς οὐρανοὺς, ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων. |
22 68 22 68 22 | Rondeau καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος | VatGr754 Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος, κ. τ. ἑ. |
sch12 68 sch12 68 sch12 | Rondeau Ταῦτα πάντα γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ. | VatGr754 Ταῦτα πάντα γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ. |
sch13 68 sch13 68 sch13 | Rondeau Οἶνος τραπεὶς γεννᾷ ὄξος καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν. | VatGr754 Οἶνος τραπεὶς γεννᾷ ὄξος, καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν. |
23 68 23 68 23 | Rondeau γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον | VatGr754 Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς σκάνδαλον, κ. τ. ἑ. |
sch14 68 sch14 68 sch14 | Rondeau Τράπεζα τῶν Ἰουδαίων ἐστὶν ἡ παλαιὰ διαθήκη ἐν ᾗ σκανδαλίζονται τὰ περὶ Χριστοῦ μὴ νοοῦντες· αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον,Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν . | VatGr754 Τράπεζα τῶνἸουδαίων ἐστὶν ἡ παλαιὰ Διαθήκη, ἐν ᾗ σκανδαλίζονται, τὰ περὶ Χριστοῦ μὴ νοοῦντες. Αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον,Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν. |
26 68 26 68 26 | Rondeau γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν | VatGr754 Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν, κ. τ. ἑ. |
sch15 68 sch15 68 sch15 | Rondeau Δυνατὸν ταῦτα περὶ τοῦ ναοῦ τῶν Ἰουδαίων ἐκλαβεῖν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα. | VatGr754 Δυν ατὸν ταῦτα περὶ τοῦ ναοῦ τῶνἸουδαίων ἐκλαμβάνειν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα. |
28 68 28 68 28 | Rondeau καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου | VatGr754 Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου, κ. τ. ἑ. |
sch16 68 sch16 68 sch16 | Rondeau Πῶς γὰρ δύνανται εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς; | VatGr754 Πῶς γὰρ δύνανται εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς; |
1 68 29 1 68 29 1 | Rondeau ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων | VatGr754 ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, |
2 68 29 2 68 29 2 | Rondeau καὶ μετὰ δικαίων μὴ γραφήτωσαν | VatGr754 καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, κ. τ. ἑ. |
sch17 68 sch17 68 sch17 | Rondeau Βίβλος ζώντων ἡ γνῶσις ἡ τοῦ θεοῦ ἀφ’ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· Μακάριοι γὰρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . Τὸ δὲ ἰδεῖν θεὸν τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι. | VatGr754 βίβλος ζώντων ἡ γνῶσις ἡ τοῦ θεοῦ, αφ’ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· «Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. » τὸ δὲ ἰδεῖν θεὸν, τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι. |
sch18 68 sch18 68 sch18 | Rondeau Ἄδικος μετὰ δικαίου γράφεται ἐὰν ἀποθῆται τὸ εἶναι ἄδικος. | VatGr754 Ἄδικος μετὰ δικαίου γράφεται, ἐὰν ἀπόσχηται τοῦ εἶναι ἄδικος. |
32 68 32 68 32 | Rondeau Καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον | VatGr754 Ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κ. τ. ἑ. |
sch19 68 sch19 68 sch19 | Rondeau Ὑπὲρ τὴν ἄλογον καὶ ἀναίσθητον θυσίαν. | VatGr754 Τουτέστιν ὑπὲρ τὴν ἄλογον καὶ αἰσθητὸν θυσίαν. |
34 68 34 68 34 | Rondeau ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος | VatGr754 Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, κ. τ. ἑ. |
sch20 68 sch20 68 sch20 | Rondeau Γενώμεθα πένητες ἵν' ὁ κύριος ἡμῶν ἐπακούσῃ. | VatGr754 Γενώμεθα πένητες, ἵν' ὁ Κύριος ἡμῶν ἐπακούσῃ. |
35 68 35 68 35 | Rondeau αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ | Rondeau θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς, | VatGr754 Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς, κ. τ. ἑ. |
sch21 68 sch21 68 sch21 | Rondeau Τοὺς ἐπουρανίους καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ . | VatGr754 Τοὺς ἐπουρανίους καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. » |
sch22 68 sch22 68 sch22 | Rondeau Ἆρα τὰ ἑρπηστικὰ ζῷα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας. Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληπτέον. | VatGr754 Ἆρα τὰ ἑρπυστικὰ ζῶα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆςἸουδαίας; Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληφθήτωσαν. |
36 68 36 68 36 | Rondeau ὅτι ὁ θεὸς σώσει τὴν Σιὼν | Rondeau καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας | VatGr754 Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆςἸουδαίας, κ. τ. ἑ. |
sch23 68 sch23 68 sch23 | Rondeau Ψυχὰς λογικὰς λέγει πόλεις τῆς Ἰουδαίας. | VatGr754 Ψυχὰς λογικὰς λέγει πόλεις τῆςἸουδαίας. |
2 69 2 69 2 | Rondeau | VatGr754 Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, κ. τ. ἑ. |
sch1 69 sch1 69 sch1 | Rondeau Οὗτοι ζητοῦσιν ἡμῶν τὴν ψυχὴν οἱ πρὸς κακίαν καὶ ἀγνωσίαν αὐτὴν προτρεπόμενοι. | VatGr754 Οἱ ἀόρατοι ἡμῶν πολέμιοι ζητοῦσι τὴν ψυχὴν, ὑποχείριον θέλοντες λαβεῖν πρὸς κακίαν αὐτὴν προτρεπόμενοι. [Ν.Β. ζητοῦσι τὴν ψυχὴν οἱ πρὸς κακίαν καὶ ἀγνωσίαν αὐτὴν προτρεπόμενοι] |
1 69 3 1 69 3 1 | Rondeau αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν | VatGr754 |
4 69 4 69 4 | Rondeau ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε | VatGr754 Ἀποστραφείησαν παραυτικὰ αἰσχυνόμενοι οἱ λέγοντές μοι· Εὖγε, εὖγε„ |
sch2 69 sch2 69 sch2 | Rondeau Τὸ εὖγε εὖγε οἱ δαίμονες λέγουσιν ἁμαρτανόντων ἡμῶν. Ἔστιν δ' ὅτε καὶ γέλωτα ἐκπέμπουσιν ἐμπαίζοντες ἡμῖν. | VatGr754 Τό· Εὖγε, εὖγε οἱ δαίμονες λέγουσιν ἁμαρτάνουσιν ἡμῖν.Ἔστιν δ' ὅτε καὶ γελῶτα πέμπουσιν, ἐμπαίζοντες ἡμῖν |
2 69 5 2 69 5 2 | Rondeau καὶ λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ὁ θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου | VatGr754 |
6 69 5 6 69 5 6 | Rondeau | VatGr754 Καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.Ἐγὼ δὲ πτωχὸς καὶ πένης ... Καὶ ῥυστής μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. |
sch3 69 sch3 69 sch3 | Rondeau Σωτήριον τοῦ θεοῦ ὁ Χριστὸς, | VatGr754 Σωτήριον τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Χριστὸς, |
2 70 1 2 70 1 2 | Rondeau ὁ θεός, ἐπὶ σοὶ ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα | VatGr754 |
sch1 70 sch1 70 sch1 | Rondeau Ἐὰν ἐν ταῖς θλίψεσιν ὑπομένωμεν, οὐκ αἰσχυνθησόμεθα ἐν τῷ αἰῶνι τῷ μέλλοντι· Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει . | VatGr754 Ἐὰν ἐν ταῖς θλίψεσιν ὑπομένωμεν, οὐκ αἰσχυνθησόμεθα ἐν τῷ αἰῶνι τῷ μέλλοντι· «̔Η γὰρ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. » |
2 70 2 70 2 | Rondeau | VatGr754 Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, κ. τ. ἑ. |
4 70 4 70 4 | Rondeau ὁ θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος | VatGr754 Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, κ. τ. ἑ. |
sch2 70 sch2 70 sch2 | Rondeau Τὸν σατανᾶν λέγει ἁμαρτωλὸν καὶ παράνομον καὶ ἄδικον. Ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν, παράνομον δὲ διὰ τὸ παραβαίνειν αὐτὸν τὸν φυσικὸν νόμον αὐτοῦ, ἄδικον δὲ διὰ τὸ ἀποστερεῖν αὐτὸν ἡμᾶς τῆς γνώσεως τοῦ θεοῦ. | VatGr754 Τὸν Σατανᾶν λέγει ἁμαρτωλὸν, καὶ παράνομον καὶ ἄδικον· ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν· παράνομον δὲ διὰ τὸ παραβῆναι τὸν φυσικὸν νόμον αὐτοῦ· ἄδικον δὲ διὰ τὸ αὐτὸν ἀποστερεῖν τῆς γνώσεως τοῦ Θεοῦ. |
8 70 8 70 8 | Rondeau πληρωθήτω τὸ στόμα μου αἰνέσεως | Rondeau ὅπως ὑμνήσω τὴν δόξαν σου | VatGr754 Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου, κ. τ. ἑ. |
sch3 70 sch3 70 sch3 | Rondeau Ἐὰν μὴ πληρωθῇ ὁ νοῦς χάριτος θεοῦ, ὑμνῆσαι τὴν δόξαν τοῦ θεοῦ οὐ δύναται· στόμα γὰρ τῆς ψυχῆς τὸν νοῦν ὠνόμασεν, δόξαν δὲ τὸν υἱὸν τοῦ θεοῦ. | VatGr754 Ἐὰν μὴ πληρωθῇ ὁ νοῦς χάριτος Θεοῦ, ὑμνῆσαι τὴν δόξαν Θεοῦ οὐ δύναται. Στόμα γὰρ τῆς ψυχῆς τὸν νοῦν ὠνόμασε, δόξαν δὲ τὸν Υἱὸν τοῦ Θεοῦ. |
sch3b 70 sch3b 70 sch3b | Rondeau [Οὗτος ὁ στίχος οὐκ ἔκειτο ἐν τῷ τετρασελίδῳ οὔτε παρὰ τοῖς οʹ οὔτε παρὰ τοῖς ἄλλοις ἐκδόταις.] | VatGr754 |
11 70 11 70 11 | Rondeau λέγοντες· ὁ θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος | VatGr754 Λέγοντες·Ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, καταδιώξατε καὶ καταλάβετε αὐτόν. |
sch4 70 sch4 70 sch4 | Rondeau Ταύτας τὰς φωνὰς τέθεικεν ὡς ἀπὸ δαιμόνων λεγομένας ἐπὶ τοῖς ἐγκαταλειφθεῖσιν, αἵτινες οὐκ ἂν ἐῤῥέθησαν, εἰ μὴ ἐγκατελείφθη ὁ ἄνθρωπος· ἔχομεν γὰρ ἐν ταῖς Βασιλείαις ὅτι κύριος ἀπέστη ἀπὸ Σαοὺλ καὶ πνεῦμα πονηρὸν παρὰ κυρίου ἔπνιγε τὸν Σαούλ . | VatGr754 Ταύτας τὰς φωνὰς τέθεικεν, ὡς ἀπὸ δαιμόνων λεγομένας ἐπὶ τοῖς ἐγκαταλειφθεῖσιν, αἵ τινες οὐκ ἂν ἐῤῥήθησαν, εἰ μὴ ἐγκατελείφθη ὁ ἄνθρωπος.Ἔχομεν γὰρ ἐν ταῖς Βασιλείαις, ὅτι Κύριος ἀπέστη ἀπὸ Σαοὺλ, καὶ πνεῦμα πονηρὸν παρὰ Κυρίου ἔπειγε τὸν Σαούλ· |
sch14 70 sch14 70 sch14 | Rondeau | VatGr754 Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ. |
sch5 70 sch5 70 sch5 | Rondeau Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν θεὸν καὶ διαπαντὸς εὐλογεῖν καὶ διαπαντὸς σωφροσυνεῖν καὶ δικαιοπραγεῖν, πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν; Ὁ γὰρ ἐλπίζων διαπαντὸς οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ διαπαντὸς οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς· ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλήψεται, ἵν' ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς ἁγίας τριάδος· ὁ δὲ τρίτος ἐρεῖ τεθεῖσθαι τὸ διαπαντὸς ἐπὶ τῆς ἁγίας τριάδος· αὕτη γὰρ μόνη ἡ γνῶσίς ἐστιν ἀπέραντος. | VatGr754 Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σωφρονεῖν καὶ δικαιοπραγεῖν. Πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν;Ὁ γὰρ ἐλπίζων διαπαντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ διαπαντὸς οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθητῆς.Ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλείψεται, ἵν' ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς Τριάδος. Ὁ δὲ τρίτος ἐρεῖ τεθεῖσθαι τὸ διαπαντὸς ἐπὶ τῆς ἁγίας Τριάδος· αὐτὴ γὰρ μόνη ἡ γνῶσίς ἐστιν ἀπέραντος. |
1 70 14 1 70 14 1 | Rondeau ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ | VatGr754 |
2 70 18 2 70 18 2 | Rondeau ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ | VatGr754 |
19 70 19 70 19 | Rondeau ὁ θεὸς, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα | VatGr754 Ὁ Θεὸς, ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα |
sch7 70 sch7 70 sch7 | Rondeau Εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς . | VatGr754 « Εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. » |
3 70 20 3 70 20 3 | Rondeau καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με | VatGr754 |
22 70 22 70 22 | Rondeau καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ θεός | VatGr754 Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, κ. τ. ἑ. |
sch9 70 sch9 70 sch9 | Rondeau Σκεῦος ψαλμοῦ ψυχὴ καθαρά. | VatGr754 Σκεῦος ψαλμοῦ ψυχὴ καθαρά. |
sch6 70 sch6 70 sch6 | Rondeau Βραχίων τοῦ θεοῦ ὁ Χριστός. | VatGr754 βραχίων τοῦ θεοῦ ὁ Χριστός. |
sch8 70 sch8 70 sch8 | Rondeau Ἄβυσσον νῦν ὠνόμασεν τὸ χωρίον τῶν καταχθονίων δαιμόνων. Εἰσὶ δέ τινες οἳ καὶ αὐτοὺς τοὺς δαίμονας ἀβύσσους λέγουσι διὰ τὸ ἀπέραντον τῆς κακίας αὐτῶν. | VatGr754 ἄβυσσον νῦν ὠνόμασε τὸ χωρίον τῶν καταχθονίων δαιμόνων. εἰσὶ δέ τινες οἳ καὶ αὐτοὺς τοὺς δαίμονας ἀβύσσους λέγουσι διὰ τὸ ἀπέραντον τῆς κακίας αὐτῶν. |
18 70 70 18 70 18 | Rondeau | VatGr754 Ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σουπάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ |
20 70 70 20 70 20 | Rondeau | VatGr754 καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με |
sch1 71 sch1 71 sch1 | Rondeau Εἰς Σαλομὼν τὸν υἱὸν Δαυίδ· Βίβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυίδ . Σαλομὼν γὰρ ἑρμηνεύεται εἰρηνικός· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν . | Rondeau Εἰς Σαλομὼν | VatGr754 Εἰς Σαλομὼν, κ. τ. ἑ. | VatGr754 Εἰς Σαλομὼν τὸν υἱὸν Δαυῒδ· «Βίβλος γὰρ γενέσεωςἸησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ. » Σαλομὼν γὰρ ἑρμηνεύεται εἰρηνικός· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. |
3 71 3 71 3 | Rondeau ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου | VatGr754 Ἀναλαβέτω τὰ ὄρη εἰρήνην, κ. τ. ἑ. |
sch2 71 sch2 71 sch2 | Rondeau Μακάριοι γὰρ οἱ εἰρηνοποιοί . | VatGr754 « Μακάριοι γὰρ οἱ εἰρηνοποιοί. » |
6 71 6 71 6 | Rondeau καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσα ἐπὶ τὴν γῆν | VatGr754 Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, κ. τ. ἑ. |
sch3 71 sch3 71 sch3 | Rondeau Ὡς ὑετὸς μὲν ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες δὲ ἐπὶ τὸν Ἰσραήλ. | VatGr754 Ὡς ὑετὸς μὲν ἐπὶ τὰ ἔθνη, ὡς σταγόνες ἐπὶ τὸνἸσραήλ. |
7 71 7 71 7 | Rondeau ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη | VatGr754 Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, κ. τ. ἑ. |
sch4 71 sch4 71 sch4 | Rondeau Ἀντὶ τοῦ μέχρι τῆς συντελείας· σελήνης γὰρ ἀναιρουμένης ἀναιρεῖται χρόνος, χρόνου δὲ ἀναιρεθέντος τέλος ἕξει ὁ αἰσθητὸς κόσμος. Δύναται δὲ σελήνην λέγειν καὶ τὴν ἀντικειμένην δύναμιν ὡς ἄρχουσαν τῆς νυκτός. | VatGr754 Ἀντὶ τοῦ, μέχρι τῆς συντελείας. Σελήνης γὰρ ἀναιρουμένης, ἀναιρεῖται χρόνος· χρόνου δὲ ἀναιρεθέντος, τέλος ἕξει ὁ αἰσθητὸς κόσμος. Δύναται δὲ σελήνην λέγειν καὶ τὴν ἀντικειμένην δύναμιν, ὡς ἄρχουσαν τῆς νυκτός. |
9 71 9 71 9 | Rondeau ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν | VatGr754 Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. | VatGr754 Ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσὶς καὶ αἱ νῆσοι, κ. τ. ἑ. [δῶρα προσοίσουσιν, βασιλεῖςἈράβων καὶ Σαβα δῶρα προσάξουσιν·] |
sch5 71 sch5 71 sch5 | Rondeau Ἀντὶ τοῦ σπανιοῦσιν οἱ χοϊκοί. | VatGr754 Ἀντὶ τοῦ· σπανιοῦσιν οἱ χοϊκοί. |
sch6 71 sch6 71 sch6 | Rondeau Θαρσεὶς ἔθνος Αἰθιοπικόν ἐστιν· ἔτι δὲ τὸ θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· Ὁμοίωμα αὐτῶν ὡς θαρσείς · σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν τὴν πόλιν. Σαβὰ πόλις τῆς Ἰνδίας ἀφ' ἧς ἦλθεν ἡ βασίλισσα νότου πρὸς Σαλομών. Θαρσεὶς δὲ ἑρμηνεύεται κατάσκοποι, κατασκοπὴ εὐφροσύνης καὶ χαρᾶς. | VatGr754 Θαρσεῖς ἔθνος Αἰθιοπικόν ἐστιν. Ἔτι τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον. ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· «Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς. » Σημαίνει δὲ παρὰ τῷἸωνᾷ καὶ Ταρσὸν τὴν πόλιν. Σαβὰ δὲ πόλις τῆςἸνδίας, ἀφ' ἧς ἦλθεν ἡ βασίλισσα νότου πρὸς Σαλομῶντα. Θαρσεῖς δὲ ἑρμηνεύεται κατάσκοποι, κατασκοπὴ εὐφροσύνης καὶ χαρᾶς. |
10 71 10 71 10 | Rondeau βασιλεῖς Θαρσὶς καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν, βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσιν | VatGr754 |
11 71 11 71 11 | Rondeau πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ | VatGr754 Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, κ. τ. ἑ. |
sch7 71 sch7 71 sch7 | Rondeau Εἰ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι αὐτῷ δηλονότι καὶ τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα . Εἰ δὲ τοῦτο, πᾶσα ἄρα ἡ φύσις ἡ λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστιν τὸ παρὰ τοῦ Παύλου εἰρημένον· Κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων . | VatGr754 Εἰ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, δουλεύσουσι πάντως καὶ τὰ τοὺς πολέμους ἔχοντα. Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ δουλεύσει τῷ Χριστῷ· καὶ τοῦτό ἐστι τὸ παρὰ τῷ Παύλῳ εἰρημένον, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ. |
14 71 14 71 14 | Rondeau ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν | VatGr754 Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ. |
sch8 71 sch8 71 sch8 | Rondeau Τὴν μὲν κατὰ διάνοιαν ἁμαρτίαν ἀδικίαν ὠνόμασεν, τὴν δὲ κατ' ἐνέργειαν ἁμαρτίαν τόκον. Καὶ τοκιζόμεθα μὲν ἁμαρτάνοντες, ἀδικούμεθα δὲ ἐννοοῦντες· διὸ πρότερον τὸν τόκον περιαιρεῖ, ὕστερον δὲ καὶ τὴν ἀδικίαν αὐτήν· δεῖ γὰρ πρῶτον ἀπέχεσθαι τῆς ἁμαρτίας τῆς κατ' ἐνέργειαν, εἶτα τῆς κατ' ἔννοιαν ἡμῖν γενομένης. | VatGr754 Τὴν μὲν κατὰ διάνοιαν ἁμαρτίαν, ἀδικίαν ὠνόμασεν· τὴν δὲ κατ' ἐνέργειαν ἁμαρτίαν, τόκον. Καὶ τοκιζόμεθα μὲν ἁμαρτάνοντες, ἀδικούμεθα δὲ ἐννοοῦντες. Διὸ πρότερον τὸν τόκον περιερεῖ, ὕστερον δὲ καὶ τὴν ἀδικίαν αὐτήν. Δεῖ γὰρ πρῶτον ἀπέχεσθαι τῆς ἁμαρτίας, εἶτα τῆς κατ' ἔννοιαν ἡμῖν γενομένης. |
15 71 15 71 15 | Rondeau καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας | Rondeau καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός | VatGr754 Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆςἈραβίας, κ. τ. ἑ. |
sch9 71 sch9 71 sch9 | Rondeau Χριστὸς ζῇ ἐν τοῖς δεχομένοις αὐτόν· Ζῶ γὰρ, φησὶ Παῦλος, οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός . | VatGr754 Ζῇ Χριστὸς ἐν τοῖς δεχομένοις αὐτόν· «Ζῶ » γὰρ, φησὶν, «οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός. » |
16 71 16 71 16 | Rondeau ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ | VatGr754 Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, κ. τ. ἑ. |
sch11 71 sch11 71 sch11 | Rondeau Λίβανον λέγει πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν καὶ τοὺς υἱοὺς Ἰσραήλ. | VatGr754 Λίβανον λέγει πολλαχοῦ τὸ ὄρος καὶ τὸν ναὸν, καὶ τοὺς υἱοὺςἸσραήλ. |
sch12 71 sch12 71 sch12 | Rondeau Καρπὸς τοῦ Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν Ἰσραήλ, ὃν νῦν τροπικῶς Λίβανον εἴρηκεν. | VatGr754 Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα ἔθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸνἸσραὴλ, ὃν τροπικῶς Λίβανον καλεῖ. |
17 71 17 71 17 | Rondeau | VatGr754 Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, κ. τ. ἑ. |
sch13 71 sch13 71 sch13 | Rondeau Ὁ Παῦλός φησιν· Ὁ μακάριος καὶ μόνος δυνάστης . | VatGr754 Ὁ Παῦλός φησιν· «̔Ο μακάριος καὶ μόνος δυνάστης. » |
18 71 18 71 18 | Rondeau εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος | VatGr754 |
sch10 71 sch10 71 sch10 | Rondeau Λέγοντες· Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθ' ἡμέραν . | VatGr754 Λέγοντες· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν τὸ καθ' ἡμέραν. » |
152 71 152 71 152 | Rondeau | VatGr754 Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτὸν, κ. τ. ἑ. |
3 72 3 72 3 | Rondeau ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν | VatGr754 Ὅτι ἐζήλωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, κ. τ. ἑ. |
sch1 72 sch1 72 sch1 | Rondeau Εἰρήνην νῦν τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν. | VatGr754 Εἰρήνην νῦν τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν. |
4 72 4 72 4 | Rondeau ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν | VatGr754 Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, κ. τ. ἑ. |
sch2 72 sch2 72 sch2 | Rondeau Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θανάτου, ὅθεν ὁ Σύμμαχος ὅτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν πεποίηκεν. | VatGr754 Ἀνάνευσιν λέγει τὴν μνήμην τοῦ θανάτου· ὅθεν ὁ Σύμμαχος, «Οτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν, » πεποίηκεν. |
6 72 6 72 6 | Rondeau περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν | VatGr754 Περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν, κ. τ. ἑ. |
sch3 72 sch3 72 sch3 | Rondeau Ἡ μὲν ἀδικία ἐν τῷ κακῷ βίῳ θεωρεῖται·· ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι. | VatGr754 Ἡ μὲν ἀδικία ἐν τῷ κακῷ βίῳ θεωρεῖται, ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι. |
9 72 9 72 9 | Rondeau ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς | VatGr754 Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν,καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς |
sch4 72 sch4 72 sch4 | Rondeau Ἔταξαν, φησί, βλασφημεῖν μὲν θεὸν, ἀνθρώπους δὲ ἀδικεῖν. | VatGr754 «Εταξαν, » φησὶ, βλασφημεῖν μὲν Θεὸν, ἀνθρώπους δὲ ἀδικεῖν. |
2 72 10 2 72 10 2 | Rondeau καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς | VatGr754 |
11 72 11 72 11 | Rondeau καὶ εἶπαν· πῶς ἔγνω ὁ θεὸς; | Rondeau καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ | VatGr754 Καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεὸς | VatGr754 καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ |
sch6 72 sch6 72 sch6 | Rondeau Ζητήσεις τοῦτο πῶς. | VatGr754 Ζητήσεις τοῦτό πως. |
sch7 72 sch7 72 sch7 | Rondeau Τὸ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ ἀντὶ τοῦ εἰ γινώσκει ὁ κύριος καὶ ἐφορᾷ τὰ ἀνθρώπινα. | VatGr754 Τὸ, «Εἰ ἔστι γνῶσις ἐν τῷὙψίστῳ, » ἀντὶ τοῦ, Εἰ γινώσκει ὁ Κύριος καὶ ἐφορᾷ τὰ ἀνθρώπινα. |
13 72 13 72 13 | Rondeau καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου | VatGr754 |
1 72 15 1 72 15 1 | Rondeau εἰ ἔλεγον· Διηγήσομαι οὕτως | VatGr754 |
1 72 16 1 72 16 1 | Rondeau καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο | VatGr754 |
2 72 16 2 72 16 2 | Rondeau κόπος ἐστὶν ἐναντίον μου | VatGr754 |
1 72 17 1 72 17 1 | Rondeau ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ | VatGr754 |
20 72 20 72 20 | Rondeau κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις | VatGr754 Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις, κ. τ. ἑ. |
sch13 72 sch13 72 sch13 | Rondeau Εἰκών ἐστι τοῦ ἁμαρτωλοῦ ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης ὃν ἐξουδενεῖ διὰ τῆς αὐτοῦ γνώσεως. | VatGr754 Εἰκών ἐστι τοῦ ἁμαρτωλοῦ ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ὃν ἐξουδενεῖ διὰ τῆς αὐτοῦ γνώσεως. |
21 72 21 72 21 | Rondeau ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν | VatGr754 ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν |
sch14 72 sch14 72 sch14 | Rondeau καρδίαν μὲν λέγει τὸ διανοητικόν, νεφροὺς δὲ τὸ παθητικὸν ἀφ' οὗ τίκτεται τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. | VatGr754 καρδίαν μὲν λέγει τὸ διανοητικὸν, νεφροὺς δὲ τὸ παθητικὸν ἀφ' οὗ τίκτεται τό τε ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. |
1 72 23 1 72 23 1 | Rondeau καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ | VatGr754 |
25 72 25 72 25 | Rondeau τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἐθέλησα ἐπὶ τῆς γῆς; | VatGr754 Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷκαὶ παρὰ σοῦ τί ἐθέλησα ἐπὶ τῆς γῆς; |
sch16 72 sch16 72 sch16 | Rondeau Οἱ τῶν ἐπουρανίων προτιμῶντες τὰ ἐπίγεια τοῦτο λεγέτωσαν· ἐνταῦθα γὰρ εἰ καὶ μὴ τῷ λόγῳ τοῦτο ὁμολογοῦμεν, ἀλλὰ γοῦν διὰ τῶν ἔργων τοῦτο δεικνύομεν. | VatGr754 Οἱ τῶν ἐπουρανίων προτιμῶντες τὰ ἐπίγεια τοῦτο λεγέτωσαν· ἐνταῦθα γὰρ, εἰ καὶ μὴ τῷ λόγῳ τοῦτο ὁμολογοῦμεν, ἀλλὰ γοῦν διὰ τῶν ἔργων τοῦτο δεικνύομεν. |
sch26 72 sch26 72 sch26 | Rondeau ὁ θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα | VatGr754 Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, [ ὁ θεὸς τῆς καρδίας μου , Καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα,] κ. τ. ἑ. |
sch17 72 sch17 72 sch17 | Rondeau Μερὶς τοῦ δικαίου ἐστὶν ἡ γνῶσις ἡ τοῦ θεοῦ. | VatGr754 Ἀπὸ τῶν βιωτικῶν δηλαδὴ καὶ ἀνθρωπίνων πράξεων· ὅταν γὰρ ἐκεῖθεν ἐκλίπῃ, τουτέστιν ἁπάντων ἀναχωρήσῃ, τότε μερίδα τὸν Θεὸν εἰς τὸν αἰῶνα ἕξει. |
2 72 26 2 72 26 2 | Rondeau | VatGr754 Καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Μερὶς τοῦ δικαίου ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ. } |
27 72 27 72 27 | Rondeau ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ | VatGr754 Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ, κ. τ. ἑ. |
sch18 72 sch18 72 sch18 | Rondeau Οὗτος πορνεύει ἀπὸ θεοῦ ὁ ἐπιδεδωκὼς ἑαυτὸν τῇ τῶν δαιμόνων λατρείᾳ. | VatGr754 Οὗτος πορνεύει ἀπὸ Θεοῦ, ὁ ἐπιδεδωκὼς ἑαυτὸν τῇ τῶν δαιμόνων λατρείᾳ. |
sch5 72 sch5 72 sch5 | Rondeau Καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερῶν . | VatGr754 καὶ Ἀβραὰμ ἀπέθανε πρεσβύτης καὶ πλήρης ἡμερων. |
sch8 72 sch8 72 sch8 | Rondeau Ἀντὶ τοῦ καθαρὸς ἐγενόμην. | VatGr754 ἀντὶ τοῦ καθαρὸς ἐγενόμην. |
sch9 72 sch9 72 sch9 | Rondeau Ζητήσεις καὶ τοῦτο. | VatGr754 ζητήσεις καὶ τοῦτο. |
sch10 72 sch10 72 sch10 | Rondeau Καὶ ἐπείρασα τοῦ γνῶναι. | VatGr754 καὶ ἐπείρασα τοῦ γνῶναι. |
sch11 72 sch11 72 sch11 | Rondeau Κόπος ἐστὶ τοῦ γνῶναι τὸν λόγον τὸν περὶ προνοίας. | VatGr754 κόπος ἐστὶ τοῦ γνῶναι τὸν λόγον τὸν περὶ προνοίας. |
sch12 72 sch12 72 sch12 | Rondeau Ὅταν εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, τὸ τηνικαῦτα τὸν λόγον τὸν περὶ προνοίας γνωσόμεθα. | VatGr754 ὅταν εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ, τὸ τηνικαῦτα τὸν λόγον τὸν περὶ προνοίας γνωσόμεθα. |
sch15 72 sch15 72 sch15 | Rondeau Μετὰ θεοῦ λέγεται εἶναι, πρῶτος μὲν ὁ τὴν ἁγίαν γινώσκων τριάδα, καὶ μετ' αὐτὸν ὁ τοὺς λόγους τοὺς περὶ τῶν νοητῶν θεωρῶν, τρίτος δὲ πάλιν ὁ καὶ αὐτὰ τὰ ἀσώματα βλέπων, καὶ τέταρτος ὁ τὴν θεωρίαν ἐπιστάμενος τῶν αἰώνων· ὁ δὲ τὴν τῆς ψυχῆς ἀπάθειαν κεκτημένος πέμπτος ἂν τούτοις συγκαταταχθείη δικαίως. | VatGr754 μετὰ θεοῦ λέγεται εἶναι, πρῶτος μὲν ὁ τὴν ἁγίαν γινώσκων Τριάδα, καὶ μετ' αὐτὸν ὁ τοὺς λόγους τοὺς περὶ τῶν νοητῶν θεωρῶν, τρίτος δὲ πάλιν ὁ καὶ αὐτὰ τὰ ἀσώματα βλέπων, καὶ πάλιν τέταρτος ὁ τὴν θεωρίαν ἐπιστάμενος τῶν αἰώνων· ὁ δὲ τὴν τῆς ψυχῆς ἀπάθειαν κεκτημένος, πέμπτος ἂν συγκαταχθείη δικαίως. |
10 72 72 10 72 10 | Rondeau | VatGr754 καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς |
14 72 72 14 72 14 | Rondeau | VatGr754 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν |
16 72 72 16 72 16 | Rondeau | VatGr754 καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο | VatGr754 κόπος ἐστὶν ἐναντίον μου |
17 72 72 17 72 17 | Rondeau | VatGr754 ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεου |
23 72 72 23 72 23 | Rondeau | VatGr754 καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ. |
2 73 3 2 73 3 2 | Rondeau ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. | VatGr754 |
4 73 4 73 4 | Rondeau καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν | VatGr754 |
5 73 5 73 5 | Rondeau ὡς εἰς τὴν εἴσοδον ὑπεράνω, | VatGr754 Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ. τ. ἑ. | VatGr754 Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν εἴσοδον ὑπεράνω. |
6 73 6 73 6 | Rondeau ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. | VatGr754 |
sch1 73 sch1 73 sch1 | Rondeau Ταῦτα πάντα πεπλήρωται ἐν τῇ τῶν Ἱεροσολύμων ἁλώσει, ἅπερ Ἰώσηπος ἱστορεῖ καθ' ἕνα διηγούμενος τῶν πεπραγμένων. | VatGr754 Ταῦτα πάντα πεπλήρωται ἐν τῇ τῶνἹεροσολύμων ἁλώσει, ὥσπερἸώσηπος ἱστορεῖ καθένα διηγούμενος τῶν πεπραγμένων. |
sch2 73 sch2 73 sch2 | Rondeau Ἀπὸ τῶν Ἰωσήπου περὶ τῆς ἁλώσεως λεγομένων· καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, οἱ Ῥωμαῖοι κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν καὶ θέμενοι τῆς ἀνατολικῆς πύλης ἄντικρυ, ἔθυσαν τε αὐταῖς αὐτόθι καὶ τὸν Τίτον μετὰ μεγίστων εὐφημιῶν ἀπέφηναν αὐτοκράτορα. | VatGr754 Ἀπὸ τῶνἸωσήπου περὶ τῆς ἁλώσεως λεγομένων, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν περὶξ ἁπάντων, οἱῬωμαῖοι κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν κατὰ τῆς ἀνατολικῆς πύλης ἄντικρυς, ἔθεσαν αὐτὰς αὐτόθι, καὶ τὸν Τῖτον μετὰ μεγιστῶν εὐφημιῶν ἀνέφηναν αὐτοκράτορα. |
7 73 7 73 7 | Rondeau ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου | Rondeau εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου | VatGr754 Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν· ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου, κ. τ. ἑ. |
sch3 73 sch3 73 sch3 | Rondeau Σκήνωμα τοῦ ὀνόματος τοῦ θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται γήϊνος ἀντὶ ἐπουρανίου γινόμενος. | VatGr754 Σκήνωμα τοῦ ὀνόματος τοῦ Θεοῦ ἐστιν ὁ νοῦς, ὅστις βεβηλοῦται, γήϊνος ἀντὶ ἐπουρανίου γενόμενος. |
11 73 11 73 11 | Rondeau ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; | VatGr754 Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; |
sch4 73 sch4 73 sch4 | Rondeau Χριστός ἐστι δεξιὰ τοῦ πατρὸς, ὁ ὢν εἰς τοῖς κόλποις τοῦ πατρὸς . | VatGr754 Χριστός ἐστι δεξιὰ τοῦ Πατρὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, |
12 73 12 73 12 | Rondeau εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς | VatGr754 Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. |
sch5 73 sch5 73 sch5 | Rondeau Ἐντεῦθεν λαβόντες τινὲς ἀνεφήναντο τὰ Ἱεροσόλυμα ὀμφαλὸν εἶναι τῆς γῆς. | VatGr754 Ἐντεῦθεν λαβόντες τινὲς ἀνεφήναντο τὰ Ἱεροσόλυμα ὀμφαλὸν εἶναι τῆς γῆς. |
2 73 13 2 73 13 2 | Rondeau σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος | VatGr754 |
14 73 13 14 73 13 14 | Rondeau | VatGr754 Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. |
sch6 73 sch6 73 sch6 | Rondeau Κεφαλαὶ τῶν δρακόντων εἰσὶν τὰ πρῶτα κατὰ τὴν διάνοιαν συνιστάμενα φαῦλα νοήματα. Συνέτριψαν δὲ αὐτὰ δι' ὧν ἔλεγεν· Ἐρρήθη τοῖς ἀρχαίοις· οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν· πᾶς ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ · καὶ πάλιν· Ἐρρέθη τοῖς ἀρχαίοις Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν · Οὐ ὀργισθήσῃ ὅλως· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. | VatGr754 Κεφαλαὶ τῶν δρακόντων εἰσὶν τὰ πρῶτα κατὰ τὴν διάνοιαν συνιστάμενα φαῦλα νοήματα. Συνέτριψαν δὲ αὐτὰ δι' ὧν ἔλεγεν·Ἐῤῥήθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσετε, ἐγὼ δὲ λέγω ὑμῖν· ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτήν. Καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως |
1 73 15 1 73 15 1 | Rondeau σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους | VatGr754 |
sch6b 73 sch6b 73 sch6b | Rondeau Ζητήσεις τίνας φησὶν πηγὰς καὶ χειμάρρους. | VatGr754 |
16 73 16 73 16 | Rondeau σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον | VatGr754 Σὺ κατηρτίσω ἥλιον καὶ [φαῦσιν]. |
sch7 73 sch7 73 sch7 | Rondeau Φαῦσιν νῦν τὴν σελήνην ὠνόμασεν. | VatGr754 Φαῦσιν νῦν τὴν σελήνην ὠνόμασε. |
17 73 17 73 17 | Rondeau σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά | VatGr754 Θέρος καὶ ἔαρ σὺ ἐποίησας, κ. τ. ἑ. |
sch8 73 sch8 73 sch8 | Rondeau Διὰ τί παρῆκε τὸ μετόπωρον καὶ τὸν χειμῶνα; φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως. | VatGr754 Διὰ τί παρῆκε τὸ μετόπωρον καὶ τὸν χειμῶνα; Φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν θέρος τῷ μετοπώρῳ, τὸν δὲ χειμῶνα τῷ ἔαρι· καὶ τὸ μὲν ἔαρ ἐστὶ καιρὸς γενέσεως, τὸ δὲ θέρος καιρὸς τελειώσεως. |
sch8b 73 sch8b 73 sch8b | Rondeau [Ὅρα δὲ μὴ οὕτως ἐρρέθη· φασὶ τοίνυν ἀντικεῖσθαι τὸ μὲν μετόπωρον τῷ ἦρι, τὸν δὲ χειμῶνα τῷ θέρει· τὰ κακὰ καὶ ἀναφαιρετικὰ τῶν ἀγαθῶν ἅπερ καὶ παρῆκε, φησίν, ὁ ψαλμὸς ὡς τοῦ θεοῦ αὐτὰ μὴ πεποιηκότος, ἀναγωγικῶς δηλονότι νοούμενα καὶ τὰ ἑξῆς δὲ τοῦ σχολίου εὑρίσκεται ἁρμόζοντα· εἰ μή τι βαθύτερον ἡμᾶς λανθάνει ἐν τῷ τόπῳ οἷα τὰ πολλά ἐστι τοῦ ἁγίου. Διὸ οὐ πρὸς ἀθέτησιν τοῦ κειμένου ἀλλὰ πρὸς ἀκριβῆ ἐπίσκεψιν ταῦτα παρεθήκαμεν, ὡς ἐνδεχομένου καὶ κατὰ σφάλμα τοῦτο συμβῆναι τοῦ μεταγράψαντος καθὼς καὶ ἐν τῇ θείᾳ ἐν πολλοῖς τόποις γέγονε γραφῇ.] | VatGr754 |
19 73 19 73 19 | Rondeau μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι | Rondeau τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος | VatGr754 Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, κ. τ. ἑ. |
sch9 73 sch9 73 sch9 | Rondeau Εἰ θηρία λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμός, ἐν τοῖς δαίμοσιν ἐπικρατεῖ ὁ θυμός· καὶ ἐν τῷ Ἰὼβ λέγει· Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι . | VatGr754 Εἰ θηρία λέγεται τὰ δαιμόνια, ἐν δὲ τοῖς θηρίοις ἐπικρατεῖ ὁ θυμὸς, ἐν τοῖς δαίμοσιν ἄρα ἐπικρατεῖ ὁ θυμός. Καὶ ἐν τῷἸὼβ λέγει·« Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι.» |
2 73 20 2 73 20 2 | Rondeau ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν | VatGr754 |
22 73 22 73 22 | Rondeau μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν | VatGr754 Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου· μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. |
sch12 73 sch12 73 sch12 | Rondeau Νῦν ἄφρονα τὸν διάβολον ὀνομάζει. | VatGr754 Νῦν ἄφρονα τὸν διάβολον ὀνομάζει. |
sch10 73 sch10 73 sch10 | Rondeau Μνήσθητι τῶν ἐπαγγελιῶν σου, φησίν, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι . | VatGr754 Μνήσθητι τῶν ἐπαγγελιῶν σου, ὧν ἐπηγγείλω τῷ Ἀβραὰμ, δοῦναι τῷ σπέρματι αὐτοῦ γῆν ῥέουσαν γάλα καὶ μέλι. |
sch11 73 sch11 73 sch11 | Rondeau Ἐσκοτισμένος νοῦς πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται. | VatGr754 Ἐσκοτισμένος νοῦς πληροῦται ἀνομιῶν· σκότος γὰρ περὶ γνῶσιν, καὶ ἀνομία περὶ πρᾶξιν νοεῖται. |
201 73 201 73 201 | Rondeau | VatGr754 Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, κ. τ. ἑ. |
202 73 202 73 202 | Rondeau | VatGr754 Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν, κ. τ. ἑ. |
4 74 4 74 4 | Rondeau ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ | VatGr754 Ἐτάκε ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αυτὴν, κ. τ. ἑ. |
sch1 74 sch1 74 sch1 | Rondeau Γῆν λέγει τὴν φύσιν τὴν λογικὴν ἥτις ἐτάκη ἀπὸ πυρὸς τοῦ πνευματικοῦ ὃ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπὶ τῆς γῆς . Τῆξις δέ ἐστιν χωρισμὸς ψυχῆς ἀπὸ κακίας· πῦρ δέ ἐστι νοητὸν διδασκαλία πνευματικὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φθαρτικὴ κακίας καὶ ἀγνωσίας. | VatGr754 Γῆν λέγει τὴν φύσιν τὴν λογικὴν, ἥτις ἐτάκη ἀπὸ πυρὸς τοῦ πνευματικοῦ ὃ ἦλθε βαλεῖν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς. Τῆξις δέ ἐστι χωρισμὸς ψυχῆς ἀπὸ κακίας· πῦρ δέ ἐστι νοητὸν διδασκαλία πνευματικὴ τοῦ Σωτῆρος, φθαρτικὴ κακίας καὶ ἀγνωσίας. |
2 74 5 2 74 5 2 | Rondeau καὶ τοῖς ἁμαρτάνουσιν· μὴ ὑψοῦτε κέρας | VatGr754 |
sch3 74 sch3 74 sch3 | Rondeau Κέρας νῦν τὸν νοῦν ὀνομάζει. | VatGr754 Κέρασμα τὸν οὐρανὸν ὀνομάζει. |
9 74 9 74 9 | Rondeau ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς | VatGr754 Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος. | VatGr754 Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη. Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς, κ. τ. ἑ. |
sch4 74 sch4 74 sch4 | Rondeau Νῦν μὲν αἱ κολάσεις κεκερασμέναι προσάγονται τοῖς ἁμαρτάνουσιν, ἐν δὲ τῷ αἰῶνι τῷ μέλλοντι ἄκρατοι καὶ ὡσανεὶ τρυγώδεις προσενεχθήσονται. | VatGr754 Νῦν μὲν αἱ κολάσεις κεκερασμέναι προσάγονται τοῖς ἁμαρτάνουσιν· ἐν δὲ τῷ μέλλοντι ἄκρατοι καὶ ὡσανεὶ τρυγώδεις προσενεχθήσονται. |
10 74 10 74 10 | Rondeau | VatGr754 Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω. |
sch5 74 sch5 74 sch5 | Rondeau Κλάσματα λέγει τὴν φθοράν τῆς ἕξεως τῆς χειρίστης. | VatGr754 Κλάσματα λέγει τὴν φθοράν. |
1 74 11 1 74 11 1 | Rondeau καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω | VatGr754 |
42 74 42 74 42 | Rondeau ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς | VatGr754 Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, κ. τ. ἑ. |
sch2 74 sch2 74 sch2 | Rondeau Καὶ γνόντες τὴν χάριν , φησὶν ὁ ἀπόστολος, τὴν δοθεῖσάν μοι,Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης οἱ δοκοῦντες στῦλοι εἶναι . | VatGr754 « Καὶ γνόντες τὴν χάριν, φησὶν ὁἈπόστολος, τὴν δοθεῖσάν μοι,Ἰάκωβος καὶ Κηφᾶς καὶἸωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι. » |
2 75 1 2 75 1 2 | Rondeau καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ | VatGr754 |
sch+1 75 sch+1 75 sch+1 | Rondeau [Τὸ πρὸς τὸν Ἀσσύριον οὐκ ἔκειτο ἐν τῷ τετρασελίδῳ οὔτε παρὰ τοῖς ἑβδομήκοντα οὔτε παρὰ τοῖς λοιποῖς οὔτε ἐν τῷ βιβλίῳ Εὐσεβίου τοῦ Παμφίλου οὔτε ἐν τῷ ὀκτασελίδῳ.] | VatGr754 |
1 75 3 1 75 3 1 | Rondeau καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ | VatGr754 καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτου |
2 75 3 2 75 3 2 | Rondeau καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών | VatGr754 καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων· |
sch1 75 sch1 75 sch1 | Rondeau Τόπος θεοῦ ψυχὴ πρακτική. | VatGr754 τόπος Θεοῦ ψυχὴ καθαρα. |
sch2 75 sch2 75 sch2 | Rondeau Κατοικητήριον θεοῦ νοῦς θεωρητικός. | VatGr754 κατοικητήριον Θεοῦ, νοῦς θεωρητικός. |
4 75 4 75 4 | Rondeau ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον | VatGr754 Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον, κ. τ. ἑ. |
sch3 75 sch3 75 sch3 | Rondeau Τόξα νῦν τοὺς δαίμονας ὀνομάζει, ἀφ' ὧν τὰ πεπυρωμένα βέλη ἐκπέμπονται· βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπαθὴς λογισμός· τὸ δ' αὐτὸ καὶ ὅπλον καὶ ῥομφαία καλεῖται. | VatGr754 Τόξα νῦν τοὺς δαίμονας ὀνομάζει, ἀφ' ὧν τὰ πεπυρωμένα βέλη ἐκπέμπονται. Βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπαθὴς λογισμός· τὸ δὲ αὐτὸ καὶ ὅπλον καὶ ῥομφαία καλεῖται. |
5 75 5 75 5 | Rondeau φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων | VatGr754 Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, κ. τ. ἑ. |
sch4 75 sch4 75 sch4 | Rondeau Τουτέστι διδάσκεις ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων. | VatGr754 Τουτέστι, διδάσκεις ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων. |
6 75 6 75 6 | Rondeau ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν | Rondeau πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν | VatGr754 Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐῶν, κ. τ. ἑ. |
sch5 75 sch5 75 sch5 | Rondeau Διὸ καλῶς παρεγγυᾷ ὁ σοφὸς Σολομών· Μὴ δῷς ὕπνον , λέγων, σοῖς ὄμμασι μηδ' ἐπινυστάξῃ σοῖς βλεφάροις ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος . | VatGr754 Δι' ὃ καλῶς παρεγγυᾷ ὁ σοφὸς Σολομὼν, «Μὴ δῷς ὕπνον, λέγων, σοῖς ὄμμασι, μηδ' ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. » |
sch6 75 sch6 75 sch6 | Rondeau Οὕτως ἄνδρες πλούτου ὡς ἄνδρες αἱμάτων · οἱ γὰρ ἔχοντες τὰ πάθη ἄνδρες τούτων τῶν παθῶν ὀνομάζονται· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κρείττονος ἐν τῷ Δανιὴλ ἔχομεν ἄνδρα ἐπιθυμιῶν . | VatGr754 Οὕτως ἄνδρες πλούτου, ὡς ἄνδρες αἱμάτων· οἱ γὰρ ἔχοντες τὰ πάθη ἄνδρες, τούτων τῶν παθῶν ὀνομάζονται. |
7 75 7 75 7 | Rondeau ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους | VatGr754 Ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, κ. τ. ἑ. |
sch7 75 sch7 75 sch7 | Rondeau Οἱ δαίμονες καθέζονται ἵπποις καὶ ἡμιόνοις οἷς οὐκ ἔστιν σύνεσις ἀναγκάζοντες αὐτοὺς τὰ τῶν ἀλόγων ζῴων ἐνεργεῖν· ἵπποι δὲ καὶ ἡμίονοι ἄνθρωποί εἰσιν ἐμπαθεῖς, ἐφ' ἃ μὴ δεῖ ἀλόγως φερόμενοι καὶ χρεμετίζοντες ἐπὶ τῇ γυναικὶ τοῦ πλησίον . | VatGr754 Οἱ δαίμονες ἐπικαθέζονται ἵπποις καὶ ἡμιόνοις, οἷς οὐκ ἔστι σύνεσις, ἀναγκάζοντες αὐτοὺς τὰ τῶν ἀλόγων ζώων ἐνεργεῖν.Ἵπποι δὲ καὶ ἡμίονοι ἄνθρωποί εἰσιν ἐμπαθεῖς, ἐφ' ἃ μὴ δεῖ, ἀλόγως φερόμενοι, καὶ χρεμετίζοντες ἐπὶ ταῖς γυναιξὶ τῶν πλησίον. |
11 75 11 75 11 | Rondeau ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. | VatGr754 Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. |
sch8 75 sch8 75 sch8 | Rondeau Τοῦτο τὸ ἐνθύμιον αὐτοῦ τοῦ ἀνθρώπου ἐστίν, μὴ ἐφαπτομένης ἔξωθεν δυνάμεως ἀγαθῆς ἢ πονηρᾶς· λέγεται δὲ καὶ λογισμός. | VatGr754 Τοῦτο τὸ ἐνθύμιον αὐτοῦ τοῦ ἀνθρώπου ἐστὶν, μὴ ἐφαπτομένης ἔξωθεν δυνάμεως ἀγαθῆς ἢ πονηρᾶς, λέγεται δὲ καὶ λογισμός. |
3 76 3 76 3 | Rondeau ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα | Rondeau ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην | Rondeau ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου | VatGr754 ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα |
sch1 76 sch1 76 sch1 | Rondeau Διὰ τῆς πρακτικῆς ἐν τῷ νῦν αἰῶνι τὸν θεὸν ἐκζητοῦμεν. | VatGr754 διὰ τῆς πρακτικῆς ἐν τῷ νῦν αἰῶνι τὸν Θεὸν ἐκζητοῦμεν. |
sch2 76 sch2 76 sch2 | Rondeau Οὐδὲν οὕτω παρακαλεῖ ψυχὴν ὡς μνήμη θεοῦ. | VatGr754 Οὐδὲν οὕτω παρακαλεῖ ψυχὴν ὡς μνήμη Θεοῦ. |
sch3c 76 sch3c 76 sch3c | Rondeau | VatGr754 ᾿̓Απηνήνατο παρακληθῆναι ἡ ψυχή μου[ἐμνήσθην τοῦ Θεοῦ͂ καὶ εὐφράνθην.] |
1 76 4 1 76 4 1 | Rondeau ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην | VatGr754 ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην |
sch3 76 sch3 76 sch3 | Rondeau Μνήμη θεοῦ εὐφραίνει ψυχήν· ὁ δὲ ἐπιλαθόμενος αὐτοῦ πενθήσει πικρῶς. | VatGr754 μνήμη θεοῦ εὐφραίνει ψυχήν. ὁ δὲ ἐπιλαθόμενος αὐτῆς πενθήσει πικρῶς. |
1 76 5 1 76 5 1 | Rondeau προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου | VatGr754 προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου |
sch4 76 sch4 76 sch4 | Rondeau Τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας. | VatGr754 τοῦτο γνώρισμά ἐστι πολλῆς ἀγρυπνίας. |
6 76 6 76 6 | Rondeau διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα | VatGr754 διελογισάμην ἡμέρας ἀρχαίαςκαὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα |
sch5 76 sch5 76 sch5 | Rondeau Ὁ τὰ ἄδηλα καὶ τὰ κρύφια τοῦ θεοῦ ἐγνωκώς, οὗτος καὶ τὰς μνήμας ἔχει τῶν παρελθόντων αἰώνων καὶ τῶν ἐν αὐτοῖς ἐτῶν καὶ τὰς ἐξ ὧν ταῦτα συνέστηκεν ἀρχαίας ἡμέρας. | VatGr754 ὁ̔ τὰ ἄδηλα καὶ τὰ κρύφια τοῦ Θεοῦ ἐγνωκὼς, οὗτος καὶ τὰς μνήμας ἔχει τῶν παρελθόντων αἰώνων, καὶ τῶν ἐν αὐτοῖς ἐτῶν, καὶ τὰς ἐξ ὧν ταῦτα συνέστηκεν ἀρχαίας ἡμέρας. |
1 76 9 1 76 9 1 | Rondeau ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; | VatGr754 ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει |
sch6 76 sch6 76 sch6 | Rondeau Ὡς κόπτοντος αὐτοῦ τὸ ἔλεος ἐπί τισιν, εἴρηται ἀλλαχοῦ τὸ παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε . | VatGr754 ὡς κόπτοντος αὐτοῦ τὸ ἔλεος ἐπί τισιν, εἴρηται ἀλλαχοῦ τὸ, «παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.» |
2 76 11 2 76 11 2 | Rondeau αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου | VatGr754 αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου |
sch7 76 sch7 76 sch7 | Rondeau Ἀλλοίωσιν λέγει ἐνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδον. | VatGr754 ἀλλοίωσιν λέγει ἐνταῦθα τὴν ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδον. |
2 76 13 2 76 13 2 | Rondeau καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω | VatGr754 καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω |
sch8 76 sch8 76 sch8 | Rondeau Ἀδολεσχία ἐστὶν ἡ περί τι συνεχὴς διατριβὴ καὶ ὁμιλία. | VatGr754 ἀδολεσχία ἐστὶν ἡ περί τι συνεχὴς διατριβὴ καὶ ὁμιλία. |
1 76 14 1 76 14 1 | Rondeau ὁ θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου | VatGr754 ὁ θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· |
sch9 76 sch9 76 sch9 | Rondeau Ἤτοι ἐν παντὶ ἁγίῳ ἡ ὁδὸς τοῦ θεοῦ ἢ ἐν τῷ Χριστῷ ὁ λόγος αὐτοῦ. | VatGr754 ἤτοι ἐν παντὶ ἁγίῳ ἡ ὁδὸς τοῦ θεοῦ, ἢ ἐν τῷ Χριστῷ ὁ λόγος αὐτοῦ. |
15 76 15 76 15 | Rondeau σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου | VatGr754 σὺ εἶ ὁ θεὸς ὁ ποιῶν θαυμάσιαἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου |
sch10 76 sch10 76 sch10 | Rondeau τουτέστι τὸν Χριστόν· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία . | VatGr754 τουτέστι τὸν Χριστόν· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. |
1 76 16 1 76 16 1 | Rondeau ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου | VatGr754 ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου |
sch11 76 sch11 76 sch11 | Rondeau Βραχίων τοῦ θεοῦ ὁ Χριστὸς δι' οὗ ἐνήργησεν τὰ ἐν ἡμῖν ἀγαθὰ τὰ παρὰ τὴν ἐπιδημίαν αὐτοῦ γεγονότα. | VatGr754 βραχίων τοῦ θεοῦ ὁ Χριστὸς δι' οὗ ἠνέργησεν τὰ ἐν ἡμῖν ἀγαθὰ, τὰ κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ γεγονότα. |
1 76 17 1 76 17 1 | Rondeau εἴδοσάν σε ὕδατα, ὁ θεός, | VatGr754 εἴδοσάν σε ὕδατα, ὁ θεὸς,εἴδοσάν σε ὕδατα. |
2 76 17 2 76 17 2 | Rondeau εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν | VatGr754 |
3 76 17 3 76 17 3 | Rondeau καὶ ἐτεράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων | VatGr754 |
sch12 76 sch12 76 sch12 | Rondeau Νῦν τὰ ὕδατα λογικὰς φύσεις σημαίνει. | VatGr754 νῦν τὰ ὕδατα λογικὰς φύσεις σημαίνει. |
1 76 19 1 76 19 1 | Rondeau φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ | VatGr754 φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ |
sch14 76 sch14 76 sch14 | Rondeau Ὁ τροχὸς ἢ τὸν αἰῶνα σημαίνει τοῦτο ἢ τὸν κόσμον τὸν αἰσθητὸν ἢ τὴν καθαρὰν καὶ αἰώνιον ψυχήν, εἴπερ ἡ κακία παρὰ γωνίαν παρεδρεύει . | VatGr754 ὁ τροχὸς ἢ τὸν αἰῶνα σημαίνει τοῦτο ἢ τὸν κόσμον τὸν αἰσθητὸν, ἢ τὴν καθαρὰν καὶ αἰώνιον ψυχὴν, εἴπερ ἡ κακία παρὰ γωνίαν παρεδρεύει. |
21 76 21 76 21 | Rondeau ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών | VatGr754 |
sch13 76 sch13 76 sch13 | Rondeau Αἱ ἄβυσσοι τὰς καταχθονίους δυνάμεις δηλοῦσιν, αἵτινες ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ ἐταράχθησαν. | VatGr754 αἱ ἄβυσσοι τὰς καταχθονίους δυνάμεις δηλοῦσιν, αἵτινες ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ ἐταράχθησαν. |
sch15 76 sch15 76 sch15 | Rondeau Ἡ κατὰ Μωσέα φιλοσοφία τετραχῇ τέμνεται, εἴς τε ἱστορικὸν καὶ τὸ κυρίως λεγόμενον νομοθετικόν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον τε εἰς τὸ ἱερουργικόν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας, καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος. Τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βουλὴν ὡς τύπον τι δηλοῦσαν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν ὡς προφητείαν. Ταύτῃ τῇ μεθόδῳ Μωϋσῆς καὶ Ἀαρὼν ὁδηγοῦσι τὸν ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁδεύοντα λαόν. | VatGr754 ἡ κατὰ Μωσέα φιλοσοφία τετραχῆ τέμνεται, εἰς τὸ ἱστορικὸν, καὶ τὸ κυρίως λεγόμενον νομοθετικὸν, ἅπερ ἂν εἴη τῆς ἠθικῆς πραγματείας ἴδια, τὸ τρίτον τε εἰς τὸ ἱερουργικὸν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεωρίας, καὶ τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος. τετραχῶς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βουλὴν ὡς τύπον τινὰ δηλοῦσαν, ἢ ὡς σημεῖον ἐμφαίνουσαν, ἢ ὡς ἐντολὴν κυροῦσαν εἰς πολιτείαν ὀρθὴν ἢ θεσπίζουσαν ὡς προφητείαν. ταύτῃ τῇ μεθόδῳ Μωϋσῆς καὶ Ἀαρὼν ὁδηγοῦσι τὸν ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁδεύοντα λαόν. |
17 76 76 17 76 17 | Rondeau | VatGr754 καὶ ἐτεράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων |
21 76 76 21 76 21 | Rondeau | VatGr754 ὡδήγησας ὡς πρόβατα τὸν λαόν σουἐν χειρὶ Μωϋσῆ καὶἈαρών. |
1 77 2 1 77 2 1 | Rondeau ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου | VatGr754 ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου |
sch1 77 sch1 77 sch1 | Rondeau Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι τροπικῶς δηλωτικὸς τῶν πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λελεγμένων· ἢ λόγος ἀπό τινος οὐ κυρίου μέν, ἐμφεροῦς δὲ τῷ κυρίῳ ἐπὶ τὸ ἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα· ἢ λέξις δι' ἑτέρων τὰ κυρίως δηλούμενα μετ' ἐναργείας παριστάνουσα. | VatGr754 Παραβολή ἐστι λόγος ὡς περὶ γενομένου τοῦ μὴ γενομένου κατὰ τὸ ῥητὸν, δυναμένου δὲ γενέσθαι, τροπικῶς δηλωτικὸς τῶν πραγμάτων ἐκ μεταλήψεως τῶν ἐν τῇ παραβολῇ λεγομένων· ἢ λόγος ἀπό τινος οὐ κύριον μὲν ἐμφορῶν τῷ κυρίῳ, ἐπὶ δὲ τὸ ἀληθὲς καὶ κύριον ἄγων τὸν συνιέντα· ἢ λέξις δι' ἑτέρων τὰ κυρίως δηλούμενα μετ' ἐνεργείας παριστάνουσα. |
3 77 7 3 77 7 3 | Rondeau καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν | VatGr754 καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσι |
sch2 77 sch2 77 sch2 | Rondeau Οἱ τὰς ἐντολὰς ἐκζητοῦντες τοῦ θεοῦ οὐ γίνονται ψεκτοὶ ὡς οἱ πατέρες αὐτῶν. | VatGr754 Οἱ τὰς ἐντολὰς ἐκζητοῦντες τοῦ Θεοῦ οὐ γίνονται ψεκτοὶ, ὡς οἱ πατέρες αὐτῶν. |
1 77 8 1 77 8 1 | Rondeau ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν | VatGr754 |
9 77 9 77 9 | Rondeau υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου | VatGr754 Ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου, κ. τ. ἑ. |
sch3 77 sch3 77 sch3 | Rondeau Οὗτος νῶτα δίδωσι τοῖς ἐχθροῖς ὁ μὴ φυλάσσων τὸν νόμον τοῦ θεοῦ. | VatGr754 Οὗτος νῶτα δίδωσι τοῖς ἐχθροῖς, ὁ μὴ φυλάσσων τὸν νόμον τοῦ Θεοῦ. |
13 77 13 77 13 | Rondeau ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν | VatGr754 Ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν. |
sch4 77 sch4 77 sch4 | Rondeau Ἀντὶ τοῦ ὡς ἐν ἀσκῷ. | VatGr754 Ἀντὶ τοῦ ἐν ἀσκῷ. |
16 77 16 77 16 | Rondeau καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας | VatGr754 Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας. |
sch5 77 sch5 77 sch5 | Rondeau Ἡ δὲ πέτρα , φησίν, ἦν ὁ Χριστός . | VatGr754 Ἡ δὲ πέτρα, φησὶν, τίς ἢ ὁ Χριστός; |
17 77 17 77 17 | Rondeau καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ | VatGr754 Καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ, κ. τ. ἑ. |
sch6 77 sch6 77 sch6 | Rondeau Ὡς χαλεπὸν τὸ μετὰ τὴν γνῶσιν ἁμαρτάνειν. | VatGr754 Ὡς χαλεπὸν τὸ μετὰ τὴν γνῶσιν ἁμαρτάνειν„ |
19 77 19 77 19 | Rondeau μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; | VatGr754 Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; κ. τ. ἑ. |
sch7 77 sch7 77 sch7 | Rondeau Ἔρημον οὖσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων. | VatGr754 Ἔρημον οὖσαν τὸ πρότερον τὴν ψυχὴν Ματθαίου τοῦ τελώνου ὁ Σωτὴρ ἡμῶν πεποίηκε τράπεζαν τρέφουσαν διὰ τοῦ Εὐαγγελίου τὰς ψυχὰς τῶν ἀνθρώπων. |
21 77 21 77 21 | Rondeau καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ, | Rondeau καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ | VatGr754 Καὶ πῦρ ἀνήφθη ἐνἸακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸνἸσραήλ, κ. τ. ἑ. |
sch8 77 sch8 77 sch8 | Rondeau Πῦρ μὲν ἀνάπτεται ἐπὶ τὸν πρακτικόν· ὀργὴ δὲ ἀναβαίνει ἐπὶ τὸν θεωρητικόν. | VatGr754 Πῦρ μὲν ἀνάπτεται ἐπὶ τὸν πρακτικὸν, ὀργὴ δὲ ἀναβαίνει ἐπὶ τὸν θεωρητικόν. |
23 77 23 77 23 | Rondeau καὶ θύρας οὐρανοῦ ἀνέῳξεν | VatGr754 Καὶ θύρας οὐρανοῦ ἀνέῳξεν, κ. τ. ἑ. |
sch9 77 sch9 77 sch9 | Rondeau Θύρας οὐρανοῦ λέγει φύσεις λογικὰς πρὸς διδασκαλίαν πνευματικὴν κινηθείσας. | VatGr754 Θύρας οὐρανοῦ λέγει φύσεις λογικὰς πρὸς διδασκαλίαν πνευματικὴν κινηθείσας. |
25 77 25 77 25 | Rondeau ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος | VatGr754 Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, κ. τ. ἑ. |
sch10 77 sch10 77 sch10 | Rondeau Ὁ σωτήρ φησιν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς . Τοῦτον οὖν τὸν ἄρτον ἤσθιον μὲν πρότερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι. Τὸ δὲ ἐσθίειν ἐνταῦθα τὸ γινώσκειν σημαίνει· τοῦτο γὰρ ἐσθίει νοῦς ὃ γινώσκει καὶ τοῦτο οὐκ ἐσθίει ὃ οὐ γινώσκει. | VatGr754 Ὁ Σωτήρ φησιν· «̓Εγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. » Τοῦτον οὖν τὸν ἄρτον ἤσθιον μὲν πρότερον ἄγγελοι, νυνὶ δὲ καὶ ἄνθρωποι. Τὸ «ἐσθίειν » ἐνταῦθα τὸ «γινώσκειν » σημαίνει. Τοῦτο γὰρ ἐσθίει νοῦς ὃ καὶ γινώσκει, καὶ τοῦτο οὐκ ἐσθίει ὃ οὐ γινώσκει. |
27 77 27 77 27 | Rondeau καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας | VatGr754 Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας, κ. τ. ἑ. |
sch11 77 sch11 77 sch11 | Rondeau Τὴν ὀρτυγομήτραν σάρκας ὠνόμασεν. | VatGr754 Τὴν ὀρτυγομήτραν σάρκας ὠνόμασεν. |
2 77 29 2 77 29 2 | Rondeau καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς | VatGr754 |
30 77 29 30 77 29 30 | Rondeau | VatGr754 Καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. |
sch12 77 sch12 77 sch12 | Rondeau Τὸ ἀποτέλεσμα τῆς ἐπιθυμίας ἐπιθυμίαν ὠνόμασεν, ὅπερ κυρίως ἂν εἴποι τις τὸ ἐπιθυμητόν· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον τὸ ἡ ἐλπὶς οὐ καταισχύνει · ἐνταῦθα γὰρ τὸ πέρας τῆς ἐλπίδος, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ, ἐλπίδα ὠνόμασεν· καὶ πάλιν· Οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ ; Ἔργον γὰρ εἶπεν τὸ περὶ ὃ ἡ ἐνέργεια. | VatGr754 Τὸ ἀποτέλεσμα τῆς ἐπιθυμίας ἐπιθυμίαν ὠνόμασεν, ὃ προκυρῶσαι εἴποι τις τὸ ἐπιθυμητόν· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον, τό·Ἡ ἐλπὶς οὐ καταισχύνει.Ἐνταῦθα γὰρ τὸ πέρας τῆς ἐλπίδος, ὅπερ ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ· αὐτὴν γὰρ ἐλπίδα ὠνόμασε. |
3 77 31 3 77 31 3 | Rondeau Καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν | VatGr754 |
32 77 31 32 77 31 32 | Rondeau | VatGr754 Καὶ τοὺς ἐκλεκτοὺς τοῦἸσραὴλ συνεπόδισεν· ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι. |
sch13 77 sch13 77 sch13 | Rondeau Συμποδίζεται ὁ θεωρητικὸς μὴ ἐπιβάλλων ὡς δεῖ τῇ θεωρίᾳ τῶν γεγονότων. | VatGr754 Συμποδίζεται ὁ θεωρητικὸς μὴ ἐπιβάλλων ὡς δεῖ τῇ θεωρίᾳ τῶν γεγονότων. |
34 77 34 77 34 | Rondeau ὅταν ἀπέκτεννεν αὐτοὺς, ἐξεζήτουν αὐτόν | VatGr754 Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐζήτουν αὐτόν· καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. |
sch14 77 sch14 77 sch14 | Rondeau Ὅταν τὸν παλαιὸν ἄνθρωπον ὁ θεὸς ἀποκτείνῃ τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης , τότε ὁ νέος ἐκζητεῖ αὐτὸν ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος . | VatGr754 [̓Αποκτείνει], ὅταν τὸν παλαιὸν ἄνθρωπον ὁ Θεὸς ἀποκτείνῃ, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. |
36 77 36 77 36 | Rondeau καὶ ἠπάτησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ | VatGr754 Καὶ ἠγάπησεν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. |
sch15 77 sch15 77 sch15 | Rondeau Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ. | VatGr754 Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. |
37 77 37 77 37 | Rondeau ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ | VatGr754 Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεία μετ' αὐτοῦ. |
sch16 77 sch16 77 sch16 | Rondeau Μετὰ θεοῦ οὖσα ἡ καρδία εὐθεῖά ἐστιν· Εὐθὴς γάρ ἐστι κύριος ὁ θεὸς ἡμῶν . | VatGr754 Μετὰ Θεοῦ οὖσα ἡ καρδία, εὐθεία ἐστιν. εὐθὺς γάρ ἐστι Κύριος ὁ Θεὸς ἡμῶν. |
39 77 39 77 39 | Rondeau καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν | VatGr754 . Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, κ. τ. ἑ. |
sch 77 sch 77 sch | Rondeau Σὰρξ ἀντὶ τοῦ σαρκικοί. | VatGr754 * ιϛ´.Ἀντὶ τοῦ σαρκικοί. * * |
45 77 45 77 45 | Rondeau ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτοὺς | VatGr754 Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, κ. τ. ἑ. |
sch18 77 sch18 77 sch18 | Rondeau Οἱ Ἑβραῖοι λέγουσι κυνόμυιαν θηρία διάφορα καὶ ἀναμεμιγμένα. | VatGr754 ΟἱἙβραῖοι λέγουσι κυνόμυιαν θηρία διάφορα καὶ ἀναμεμιγμένα. |
51 77 48 51 77 48 51 | Rondeau | VatGr754 Καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί.Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν· ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ, ἀπαρχὴν πόνων αὐτῶν, ἐν τοῖς σκηνώμασι Χάμ. |
sch19 77 sch19 77 sch19 | Rondeau Τὸ αἴτιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς εἴρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή, καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸ πόνος λέγεται· καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύτως. | VatGr754 Τὸ αἴτιον τῷ αἰτιατῷ ὁμωνύμως ἐκλήθη· τὸ γὰρ ἀποτέλεσμα τοῦ θυμοῦ καὶ αὐτὸς θυμὸς εἴρηται, καὶ τὸ ἀποτέλεσμα τῆς ὀργῆς, ὀργή· |
sch20 77 sch20 77 sch20 | Rondeau Τὸ πονηρὸν ποτὲ μὲν τὸ ἀντικείμενον τῷ ἀγαθῷ λέγει ἡ θεία γραφή, ὡς τὸ ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκφέρει τὸ ἀγαθὸν καὶ ὁ πονηρὸς ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκφέρει τὰ πονηρά , ποτὲ δὲ τὸ ἐπίπονον πονηρὸν ἀνομάζει, ὡς τὸ περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων , ἀντὶ τοῦ ἐπίπονον. Ἐνταῦθα οὖν τοὺς ἀγγέλους πονηροὺς εἶπεν, οὐ τοὺς τῇ κακίᾳ πεποιωμένους, ἀλλὰ τοὺς πόνους καὶ ὀδύνας ἐνεργοῦντας, ὁποῖοι γεγόνασι καὶ τοῖς Σοδομίταις οἱ ἄγγελοι του θεοῦ καίπερ ἅγιοι καὶ ἀγαθοὶ τυγχάνοντες· τοῦτο δὲ λέγω διὰ τὸ Μωσέα καὶ Ἀαρὼν δι' ἁγίων ἀγγέλων πεποιηκέναι τὰ σημεῖα ἐν Αἰγύπτῳ· τῶν γὰρ τοιούτων δυνάμεων καὶ τεράτων πᾶς τις ὁμολογήσειεν ἐστερεῖσθαι τοὺς δαίμονας, μόνον δὲ ἐνηργηκέναι διὰ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν μάγων κατὰ φαντασίαν ψιλήν, καθ' ἣν ἐφαίνετο μὲν τὰ γινόμενα, οὐ μὴν δὲ καὶ τοὺς Αἰγυπτίους ἐκόλαζεν. | VatGr754 τὸ πονηρὸν ποτὲ μὲν τὸ ἀντικείμενον λέγει ἡ θεία γραφή, ὡς τὸ ἀγαθὸς ἀνθρωπος ἐκ του ἀγαθου θησαυροῦ εκφέρει τὸ ἀγαθὸν καὶ ὁ πονηρὸς ἐκ του πονηροῦ θησαυροῦ ἐκφέρει τὰ πονηρά, ποτὲ δὲ τὸ επίπονον πονηρὸν ἀνομάζει, ὡς τὸ περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖσ τῶν ἀνθρώπων, ἀντὶ τοῦ τὸν ἐπίπονον. ἐνταῦθα οὖν τοὺς ἀγγέλους πονηροὺς εἶπεν, οὐ τοὺς τῇ κακίᾳ πεποιωμένους, ἀλλὰ τοὺς πόνους καὶ ὀδύνας ἐνεργοῦντας, ὁποῖοι γεγόνασι καὶ τοῖς Σοδομίταις οἱ ἄγγελοι του θεοῦ καίπερ ἅγιοι καὶ ἀγαθοὶ τυγχάνοντες· τοῦτο δὲ λέγω διὰ τὸ Μωσέα καὶ Ἀαρὼν δι' ἁγίων ἀγγέλων πεποιηκέναι τὰ σημεῖα ἐν τῇ Αἰγύπτῳ· τῶν γὰρ τοιούτων δυνάμεων καὶ τεράτων πᾶς τις ὁμολογήσειεν ἐστερεῖσθαι τοὺς δαίμονας, μόνον δὲ ἐνηργηκέναι διὰ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν μεγάλων κατὰ φαντασίαν φιλήν, καθ' ἣν ἐφαίνετο μὲν τὰ γινόμενα, οὐ μὴν δὲ καὶ τοὺς Αἰγυπτίους ἐκόλαζεν. |
1 77 49 1 77 49 1 | Rondeau ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ | VatGr754 |
2 77 49 2 77 49 2 | Rondeau θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν | VatGr754 |
3 77 49 3 77 49 3 | Rondeau ἀποστολὴν δι' ἀγγέλων πονηρῶν | VatGr754 |
51 77 51 77 51 | Rondeau καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ | VatGr754 Ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χὰμ, κ. τ. ἑ. |
sch21 77 sch21 77 sch21 | Rondeau Ἀπαρχὴν εἴρηκεν πόνων τὴν πληγὴν τὴν ἐπὶ τοῖς πρωτοτόκοις, οὐκ ἐπειδὴ πρῶτον ἐπ' αὐτοῖς ἤλγησαν, ἀλλ' ἐπειδὴ μείζονος ταύτης συμφορᾶς οὐκ ἀπήλαυσαν. | VatGr754 Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαὸν, ποιμένα μιμούμενος τῆς ποίμνης ἡγούμενον. |
sch22 77 sch22 77 sch22 | Rondeau | VatGr754 καὶ τὸ ἀποτέλεσμα τῶν πόνων καὶ αὐτὸς πόνος λέγεται, καὶ ἐπὶ τῆς ἐλπίδος ὡσαύτως. |
54 77 54 77 54 | Rondeau καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ | VatGr754 Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, κ. τ. ἑ. |
sch23 77 sch23 77 sch23 | Rondeau Ὄρος ἁγιάσματός ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ. | VatGr754 Ὄρος ἁγιάσματός ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ. |
55 77 55 77 55 | Rondeau καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ | VatGr754 Καὶ ἐσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦἸσραήλ, κ. τ. ἑ. |
sch24 77 sch24 77 sch24 | Rondeau Ἐνοικήσω γάρ, φησίν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω . | VatGr754 « Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. » |
56 77 56 77 56 | Rondeau καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον | VatGr754 Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, κ. τ. ἑ. |
sch25 77 sch25 77 sch25 | Rondeau Ἁμαρτάνουσα ψυχὴ παραπικραίνει γνῶσιν, ἡ δὲ κατορθοῦσα γλυκαίνει αὐτήν. | VatGr754 Ἁμαρτάνουσα ψυχὴ παραπικραίνει γνῶσιν· ἡ δὲ κατορθοῦσα γλυκαίνει αὐτήν. |
57 77 57 77 57 | Rondeau καὶ μετεστράφησαν εἰς τόξον στρεβλόν | VatGr754 Μετεστράφησαν εἰς τόξον στρεβλόν, κ. τ. ἑ. |
sch26 77 sch26 77 sch26 | Rondeau Τόξον στρεβλὸν ψυχὴ διεστραμμένη, βέλη δὲ αὐτῆς λογισμοὶ πονηροί. | VatGr754 Τόξον στρεβλὸν ψυχὴ διεστραμμένη· βέλη δὲ αὐτῆς λογισμοὶ πονηροί. |
60 77 60 77 60 | Rondeau καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ | VatGr754 Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, κ. τ. ἑ. |
sch27 77 sch27 77 sch27 | Rondeau Τὴν ἐν Σηλὼμ ἑστῶσαν. | VatGr754 Τὴν ἐν Σηλὼμ ἑστῶσαν. |
61 77 61 77 61 | Rondeau καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν καλλονὴν αὐτοῦ εἰς χεῖρας ἐχθροῦ. | VatGr754 Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθροῦ. |
sch28 77 sch28 77 sch28 | Rondeau Τοῦ σκηνώματος τὴν καλλονὴν. | VatGr754 Τοῦ σκηνώματος τὴν καλλονὴν |
62 77 62 77 62 | Rondeau καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν | VatGr754 Καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν, κ. τ. ἑ. |
sch29 77 sch29 77 sch29 | Rondeau Κληρονομίαν ἐνταῦθα τὸ κληρονομεῖν εἴρηκεν. | VatGr754 Κληρονομίαν ἐνταῦθα τὸ κληρονομοῦν εἴρηκεν. Ἄλλως κληρονομία Θεοῦ ψυχαὶ λογικαί. |
sch29b 77 sch29b 77 sch29b | Rondeau Κληρονομία θεοῦ ψυχαὶ λογικαί. | VatGr754 |
63 77 63 77 63 | Rondeau τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ | VatGr754 Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, κ. τ. ἑ. |
sch30 77 sch30 77 sch30 | Rondeau Τάχα πῦρ ἐστι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ . | VatGr754 Τάχα πῦρ ἐστι τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ. |
sch31 77 sch31 77 sch31 | Rondeau Ὥσπερ ἐν τοῖς ἁγίοις ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, οὕτως ἐν τοῖς ἁμαρτωλοῖς ὑπνοῖ καὶ κραιπαλᾷ. Καὶ γὰρ καὶ τοῖς μεθύουσι πολλάκις οἱ τοῖχοι κινούμενοι φαίνονται. | VatGr754 ὥσπερ ἐν τοῖς ἁγίοις ὁ θεὸς ἐνοικεῖ καὶ ἐμπεριπατεῖ, οὕτως ἐν τοῖς ἁμαρτωλοῖς ὑπνοῖ καὶ κραιπαλᾷ. καὶ γὰρ καὶ τοῖς μεθύουσι πολλάκις οἱ τύχοι κινούμενοι φαίνονται. |
65 77 65 77 65 | Rondeau καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου | VatGr754 |
68 77 68 77 68 | Rondeau καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα | VatGr754 Καὶ ἐξελέξατο τὴν φυλὴνἸούδα, κ. τ. ἑ. |
sch32 77 sch32 77 sch32 | Rondeau Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν , φησὶν ὁ ἀπόστολος. | VatGr754 « Πρόδηλον γὰρ, ὅτι ἐξἸούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, » φησὶνἈπόστολος. |
2 78 2 78 2 | Rondeau ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς | VatGr754 Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. [ Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ.] |
sch 78 sch 78 sch | Rondeau | VatGr754 Τὸ οὖν αἷμα, ὃ ἐξέχεαν, ἐκ τῶν ἐσθιομένων ἀρετῶν καὶ πινομένων δογμάτων ἐστί. ] |
sch1 78 sch1 78 sch1 | Rondeau Τῶν δαιμόνων οἱ μὲν τῇ θεωρίᾳ, οἱ δὲ τῇ πράξει ἀντίκεινται. Καὶ οἱ μὲν πρότεροι πετεινὰ οὐρανοῦ ὀνομάζονται, οἱ δὲ δεύτεροι λέγοιντ' ἂν θηρία τῆς γῆς. Τὸ οὖν αἷμα ἐξέχεαν ἐκ τῶν ἐσθιομένων ἀρετῶν καὶ πινομένων δογμάτων ἐστίν. | VatGr754 [Τῶν δαιμόνων οἱ μὲν θεωρίᾳ, οἱ δὲ πράξει ἀντίκεινται· καὶ οἱ μὲν πρότεροι πετεινὰ οὐρανοῦ ὀνομάζονται, οἱ δὲ δεύτεροι λέγοιντ' ἂν θηρία τῆς γῆς.̔Ως πετεινὰ τοῦ οὐρανοῦ ἢ θηρία τῆς γῆς, τὰ ἔθνη καὶ αἱ βασιλείαι τῆς γῆς κατέφαγονἸάκωβον τὸν Ἰσραήλ.] |
1 78 3 1 78 3 1 | Rondeau ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ | VatGr754 |
2 78 7 2 78 7 2 | Rondeau καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν | VatGr754 |
8 78 8 78 8 | Rondeau ὅτι ἐπτωχεύσαμεν σφόδρα | VatGr754 Ὅτι ἐπτωχεύσαμεν σφόδρα, κ. τ. ἑ. |
sch3 78 sch3 78 sch3 | Rondeau Στερηθέντες τοῦ πλούτου τῆς γνώσεως ἐπτωχεύσαμεν. | VatGr754 Στερηθέντες τοῦ πλούτου τῆς γνώσεως ἐπτωχεύσαμεν. | VatGr754 Νοῦν μὲν δεσμοῖ ἀγνωσία, ψυχὴν δὲ κακία· ψυχὴν δέ φημι θυμὸν καὶ ἐπιθύμιον, ὅπερ λέγεται θυμικὸν καὶ ἐπιθυμικόν. |
11 78 11 78 11 | Rondeau εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων | VatGr754 Εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπηδημένων. |
sch4 78 sch4 78 sch4 | Rondeau Νοῦν μὲν δεσμεῖ ἀγνωσία, ψυχὴν δὲ κακία. Ψυχὴν δέ φημι θυμὸν καὶ ἐπιθυμίαν, ὅπερ λέγεται θυμικὸν καὶ ἐπιθυμητικόν. | VatGr754 |
12 78 12 78 12 | Rondeau ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν | VatGr754 Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν. |
sch5 78 sch5 78 sch5 | Rondeau Δότωσαν δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν ἐν τῷ βίῳ τούτῳ· τὸ γὰρ ἑπταπλάσιον τὸν βίον τοῦτον σημαίνει ὡς καὶ τὸ ὀκταπλάσιον τὸν μέλλοντα. Τοιοῦτόν ἐστι καὶ τό δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ . | VatGr754 Δότωσαν δίκας ὑπὲρ ὧν ἐπλημμέλησαν ἐν τῷ βίῳ τούτῳ· τὸ γὰρ ἑπταπλάσιον τὸν βίον τοῦτον σημαίνει, ὡς καὶ τὸ ὀκτωπλάσιον τὸν μέλλοντα. Τοιοῦτόν ἐστι καὶ τό· Δὸς μερίδα τοῖς ἑπτὰ καίγε τοῖς ὀκτώ. |
sch6 78 sch6 78 sch6 | Rondeau [Ἐξομολογούμενοι εἰς τὸν αἰῶνα.] | VatGr754 ἐξομολογούμενοι εἰς τὸν αἰῶνα. |
2 78 13 2 78 13 2 | Rondeau ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα | VatGr754 |
sch2 78 sch2 78 sch2 | Rondeau Τόπος γνώσεως θεοῦ· καὶ νοῦς τόπος γνώσεως θεοῦ. | VatGr754 τόπος γνώσεως Θεοῦ· καὶ νοῦς τόπος γνώσεως Θεοῦ. |
7 78 78 7 78 7 | Rondeau | VatGr754 καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. |
3 79 2 3 79 2 3 | Rondeau ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι | VatGr754 Ὁ καθήμενος ἐπὶ τῶν Χερουβεὶμ, ἐμφάνηθι, ἐναντίονἘφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. |
sch1 79 sch1 79 sch1 | Rondeau Ἐνταῦθα μὲν κάθηται ἐπὶ τῶν Χερουβὶμ ὁ θεός, ἀλλαχοῦ δὲ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη . Καὶ διὰ μὲν τῆς καθέδρας τὴν σταθερὰν ἕξιν μηνύει τῶν Χερουβίμ, διὰ δὲ τῆς πτήσεως αἰνίττεται τὴν ταχεῖαν ἐνέργειαν. | VatGr754 Ἐνταῦθα μὲν κάθηται ἐπὶ τῶν Χερουβεὶμ ὁ Θεὸς, ὡς καὶ παρὰ τῷἹεζεχιήλ.Ἀλλαχοῦ δὲ ἐπέβη ἐπὶ τῶν Χερουβεὶμ, καὶ ἐπετάσθη. Καὶ διὰ μὲν τῆς καθέδρας τὴν σταθερὰν ἕξιν μηνύει τῶν Χερουβείμ· διὰ δὲ τῆς πτήσεως αἰνίττεται τὴν ταχεῖαν ἐνέργειαν. |
3 79 3 79 3 | Rondeau | VatGr754 Ἐξέγειρον τὴν δυναστείαν σου, κ. τ. ἑ. |
sch2 79 sch2 79 sch2 | Rondeau Χριστὸς, θεοῦ δύναμις καὶ θεοῦ σοφία . | VatGr754 Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. |
1 79 5 1 79 5 1 | Rondeau κύριε ὁ θεὸς τῶν δυνάμεων | VatGr754 |
6 79 6 79 6 | Rondeau ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ; | VatGr754 Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, κ. τ. ἑ. |
sch3 79 sch3 79 sch3 | Rondeau Διὰ τούτων τῶν ῥητῶν παρίστησι πικροτάτην μετάνοιαν. | VatGr754 Διὰ τούτων τῶν ῥητῶν παρίστησι πικροτάτην μετάνοιαν. |
8 79 8 79 8 | Rondeau καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα | VatGr754 Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, κ. τ. ἑ. |
sch4 79 sch4 79 sch4 | Rondeau Πρόσωπον ἐνταῦθα τὸν Χριστὸν ὠνόμασεν· Εἰκὼν γάρ ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως . | VatGr754 Πρόσωπον ἐνταῦθα τὸν Χριστὸν ὠνόμασεν· «Εἰκὼν γάρ ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου, Πρωτότοκος πάσης κτίσεως. » |
9 79 9 79 9 | Rondeau ἄμπελον ἐξ Αἰγύπτου μετῆρας | VatGr754 Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, κ. τ. ἑ. |
sch5 79 sch5 79 sch5 | Rondeau Ἄμπελον λέγει νῦν τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. | VatGr754 Ἄμπελον λέγει νῦν τὰς δώδεκα φυλὰς τοῦἸσραήλ. |
11 79 11 79 11 | Rondeau ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ | VatGr754 Καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ, κ. τ. ἑ. |
sch6 79 sch6 79 sch6 | Rondeau Ἀναδενδράδες εἰσὶν οἱ θεωρητικοί. | VatGr754 Ἀναδενδράδες εἰσὶν οἱ θεωρητικοί. |
13 79 13 79 13 | Rondeau ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν· | VatGr754 . Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; [ Ελυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.] |
sch7 79 sch7 79 sch7 | Rondeau Οἱ δαίμονές εἰσιν οἱ τρυγῶντες τοὺς καρποὺς ἡμῶν, οὓς αὐτοὶ ἐκφέρειν ἡμᾶς ἐνεργοῦσιν κακὴν γεωργίαν γεωργοῦντας ἡμᾶς. Μονιὸν δὲ ἄγριον λέγει τὸν σατανᾶν, ὅπερ σημαίνει σῦν ἄγριον. | VatGr754 [Οἱ δαίμονές εἰσιν οἱ τρυγῶντες τοὺς καρποὺς ἡμῶν· οὓς αὐτοὶ ἐκφέρειν ἡμᾶς ἐνεργοῦσιν κακὴν γεωργίαν γεωργοῦντας ἡμᾶς.] [Μονιὸν δὲ ἄγριον λέγει τὸν Σατανᾶν, ὅνπερ σημαίνει χοῖρος ἐξ ὕλης,] |
14 79 14 79 14 | Rondeau ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν | VatGr754 |
18 79 18 79 18 | Rondeau γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ· | VatGr754 Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, κ. τ. ἑ. |
sch8 79 sch8 79 sch8 | Rondeau Ἄνδρα δεξιὸν λέγει τὸν Χριστόν, ὅστις ἐστὶν καὶ υἱὸς ἀνθρώπου. | VatGr754 Ἄνδρα δεξιὸν λέγει τὸν Χριστὸν, ὅστις ἐστὶ καὶ Υἱὸς ἀνθρώπου. |
19 79 19 79 19 | Rondeau ζωώσεις ἡμᾶς καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα | VatGr754 Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα. |
sch9 79 sch9 79 sch9 | Rondeau Ζωοποιήσεις ἡμᾶς· οὐδεὶς δὲ δύναται ζωοποιῆσαι ἡμᾶς εἰ μὴ ὁ εἰπών· Ἐγώ εἰμι ἡ ζωή . | VatGr754 Ζωοποιήσεις ἡμᾶς, οὐδεὶς δύναται ζωοποιῆσαι ἡμᾶς, εἰ μὴ εἰπών·Ἐγώ εἰμι ἡ ζωή· ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων ἡ φύσις τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ἀνυμνήσει· τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν πατέρα Θεόν. |
3 80 3 80 3 | Rondeau λάβετε ψαλμὸν καὶ δότε τύμπανον | VatGr754 λάβετε ψαλμὸν, καὶ δότε τύμπανον |
sch1 80 sch1 80 sch1 | Rondeau Λάβετε διδασκαλίαν πνευματικὴν καὶ δότε νέκρωσιν μελῶν τῶν ἐπὶ τῆς γῆς . | VatGr754 λάβετε διδασκαλίαν πνευματικὴν, καὶ δότε νέκρωσιν μελῶν τῶν ἐπὶ τῆς γῆς. |
6 80 6 80 6 | Rondeau γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν | VatGr754 Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν, κ. τ. ἑ. |
sch2 80 sch2 80 sch2 | Rondeau Νόμον ὃν οὐκ ἠπίστατο ἤκουσεν. | VatGr754 Νόμον ὃν οὐκ ἠπίστατο, ἤκουσεν. |
7 80 7 80 7 | Rondeau ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ | VatGr754 Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. |
sch3 80 sch3 80 sch3 | Rondeau Ἀπὸ ἄρσεων, ἀπὸ βασταγμάτων, ἀπὸ φορτίων· Αἱ γὰρ ἀνομίαι αὐτῶν ὑπερῆραν τὴν κεφαλὴν αὐτῶν, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' αὐτούς. | VatGr754 Ἀπὸ ἄρσεων δὲ καὶ τῶν βασταγμάτων λέγει· αἱ γὰρ ἀνομίαι αὐτῶν ὑπερῆραν τὴν κεφαλὴν αὐτῶν, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' αὐτούς. |
10 80 10 80 10 | Rondeau οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος | VatGr754 Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, κ. τ. ἑ. |
sch4 80 sch4 80 sch4 | Rondeau Πρόσφατός ἐστι θεὸς ὁ μηδὲν οὐσιῶσαι δυνάμενος ἢ ὁ τῇ κακίᾳ πεποιωμένος. | VatGr754 Πρόσφατός ἐστι Θεὸς ὁ μηδὲν οὐσιῶσαι δυνάμενος, ἢ ὁ τῇ κακίᾳ πεποιωμένος. |
11 80 11 80 11 | Rondeau πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτὸ | VatGr754 Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ, κ. τ. ἑ. |
sch5 80 sch5 80 sch5 | Rondeau Στόμα νῦν λέγει τὸν νοῦν ὅστις πλατύνεται διὰ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν. | VatGr754 Στόμα νῦν τὸν νοῦν λέγει, ὅστις λαμπρύνεται διὰ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν. |
13 80 13 80 13 | Rondeau καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν | VatGr754 Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, κ. τ. ἑ. |
sch6 80 sch6 80 sch6 | Rondeau Διὰ τοῦτο , φησὶν ὁ Παῦλος, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας . | VatGr754 « Διὰ τοῦτο, φησὶν ὁ Παῦλος, παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας. » |
17 80 17 80 17 | Rondeau καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς | VatGr754 Καὶ ἐψώμισεν αὐτοὺς στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. |
sch7 80 sch7 80 sch7 | Rondeau Τοῦτον ψωμίζει ὁ θεὸς ὃν δι' ἐντολῶν παιδεύει καὶ τοῦτον χορτάζει ὃν διὰ τῆς αὐτοῦ θεωρίας εὐφραίνει. | VatGr754 Τοῦτον ψωμίζει ὁ Θεὸς, ὃν δι' ἐντολῶν παιδεύει, καὶ τοῦτον χορτάζει, ὃν διὰ τῆς αὐτοῦ θεωρίας εὐφραίνει. |
2 81 2 81 2 | Rondeau ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; | VatGr754 Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; |
sch1 81 sch1 81 sch1 | Rondeau Πρόσωπα ἁμαρτωλῶν εἰσιν αἱ κακίαι καθ' ἃς μορφοῦνται οἱ ἄδικοι. | VatGr754 Πρόσωπα ἁμαρτωλῶν εἰσιν αἱ κακίαι, καθ' ἃς μορφοῦνται οἱ ἄδικοι. |
5 81 5 81 5 | Rondeau ἐν σκότει διαπορεύονται. | VatGr754 Ἐν σκότει διαπορεύονται. |
sch2 81 sch2 81 sch2 | Rondeau Σκότος νῦν τὴν ἄγνοιαν λέγει. | VatGr754 Σκότος νῦν τὴν ἄγνοιαν λέγει. |
6 81 6 81 6 | Rondeau ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· | VatGr754 |
7 81 7 81 7 | Rondeau ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε | VatGr754 Ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἶς τῶν ἀρχόντων πίπτετε, κ. τ. ἑ. |
sch3 81 sch3 81 sch3 | Rondeau Ἐγώ , φησίν, ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν, πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; | VatGr754 «Ἐγὼ, φησὶν, ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; » |
5 82 5 82 5 | Rondeau εἶπαν· δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους | VatGr754 Εἶπον· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομαἸσραὴλ ἔτι, κ. τ. ἑ. |
sch1 82 sch1 82 sch1 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι προκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπ' ἀπωλείᾳ ψυχῆς. | VatGr754 Ἐντεῦθεν γινώσκομεν, ὅτι προκαλοῦνται ἀλλήλους οἱ δαίμονες ἐπ' ἀπωλείᾳ ψυχῆς. |
2 82 6 2 82 6 2 | Rondeau κατὰ σοῦ διαθήκην διέθεντο | VatGr754 |
sch2 82 sch2 82 sch2 | Rondeau Εἰς αὐτὴν ἁμαρτάνει τὴν γνῶσιν ὁ τὸν πεφυκότα νοῦν ὁρᾶν τὴν γνῶσιν ἁμαρτάνειν καταναγκάζων. | VatGr754 Εἰς αὐτὴν ἁμαρτάνει γνῶσιν, ὁ τὸν πεφυκότα νοῦν ὁρᾶν τὴν γνῶσιν ἁμαρτάνειν κατεργάζων. |
13 82 13 82 13 | Rondeau οἵτινες εἶπαν· κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ | VatGr754 Οἵτινες εἶπον· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, κ. τ. ἑ. |
sch3 82 sch3 82 sch3 | Rondeau Ψυχὴ ἀκάθαρτος κλῆρος δαιμόνων· ψυχὴ δὲ καθαρὰ κλῆρος θεοῦ. | VatGr754 Ψυχὴ ἀκάθαρτος κλῆρος δαιμόνων· ψυχὴ δὲ καθαρὰ κλῆρος Θεοῦ. |
14 82 14 82 14 | Rondeau ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν | VatGr754 Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, κ. τ. ἑ. |
sch4 82 sch4 82 sch4 | Rondeau Ὁ τροχὸς ὀλίγον ἐφάπτεται τῆς γῆς. | VatGr754 Ὁ τροχὸς ὀλίγον ἐφάπτεται τῆς γῆς. |
17 82 17 82 17 | Rondeau πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε | VatGr754 Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, κ. τ. ἑ. |
sch5 82 sch5 82 sch5 | Rondeau Τοῦτο τὸ πρόσωπόν ἐστι τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης , οὗ φθαρέντος ὁ νοῦς ἐκζητεῖ τὸ ὄνομα κυρίου. | VatGr754 Τοῦτο τὸ πρόσωπόν ἐστι τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὗ φθαρέντος ὁ νοῦς ἐκζητεῖ τὸ ὄνομα Κυρίου. |
18 82 18 82 18 | Rondeau καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν | VatGr754 Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν, κ. τ. ἑ. Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας. |
sch6 82 sch6 82 sch6 | Rondeau Αὕτη ἡ ἀπώλεια σημαίνει φθορὰν κακίας καὶ ἀγνωσίας. | VatGr754 |
19 82 19 82 19 | Rondeau | VatGr754 Καὶ γνώτωσαν ὅτι ὄνομά σου Κύριος. |
3 83 3 83 3 | Rondeau ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου | VatGr754 Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα. |
sch1 83 sch1 83 sch1 | Rondeau Αὐλαὶ κυρίου αἱ θεωρίαι τῶν γεγονότων σωμάτων εἰσίν· ἐν ταύταις γὰρ ἡμᾶς δεῖ γενέσθαι τὸ πρότερον, εἶθ' οὕτως εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ θεοῦ, ὅστις ἐστιν ἡ θεωρία τῶν ἀσωμάτων. | VatGr754 Αὐλαὶ Κυρίου αἱ θεωρίαι τῶν γεγονότων σωμάτων εἰσίν. ἐν ταύταις γὰρ ἡμεῖς δεῖ γενέσθαι τὸ πρότερον, εἰθ' οὕτως εἰσελθεῖν εἰς τὸν ναὸν τοῦ Θεοῦ, ὅστις ἐστιν ἡ θεωρία τῶν ἀσωμάτων. |
1 83 4 1 83 4 1 | Rondeau καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν | VatGr754 Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, |
2 83 4 2 83 4 2 | Rondeau καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς | VatGr754 καὶ τρυγὼν νοσσίαν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς |
sch2 83 sch2 83 sch2 | Rondeau Δεῖ πρότερόν τινα σπουδάσαι ἑαυτῷ οἶκον εὑρεῖν ἐν ᾧ δυνήσεται δέξασθαι θεὸν, ἔπειτα δὲ καὶ ἄλλους ποιῆσαι οἴκους θεοῦ. Χρησώμεθα δὲ τῶ ῥητῷ πρὸς τοὺς ἀκαθάρτους ἀνθρώπους καὶ διδάσκειν ἐπιχειροῦντας. | VatGr754 δεῖ πρότερόν τινα σπουδάσαι ἑαυτῷ οἶκον εὑρεῖν, ἐν ᾧ δυνήσεται δέξασθαι Θεὸν, ἔπειτα δὲ καὶ ἄλλους ποιῆσαι οἴκους Θεοῦ. χρησώμεθα δὲ τῶ ῥητῷ πρὸς τοὺς ἀκαθάρτους ἀνθρώπους καὶ διδάσκειν ἐπιχειροῦντας. |
sch3 83 sch3 83 sch3 | Rondeau Κατὰ τὴν ἔννοιαν τοῦ ῥητοῦ μείζων ἡ τρυγὼν τοῦ στρουθίου. | VatGr754 κατὰ τὴν ἔννοιαν τοῦ ῥητοῦ, μείζων ἡ τρυγὼν τοῦ στρουθίου. |
5 83 5 83 5 | Rondeau μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου | VatGr754 μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου |
sch4 83 sch4 83 sch4 | Rondeau Αὐτὸς μὲν ὁ Δαυὶδ ἐπιθυμεῖ εἰσελθεῖν εἰς τὰς αὐλὰς τοῦ κυρίου, μακαρίζει δὲ τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ κυρίου. | VatGr754 αὐτὸς μὲν ὁ Δαυὶδ ἐπιθυμεῖ εἰσελθεῖν εἰς τὰς αὐλὰς τοῦ Κυρίου, μακαρίζει δὲ τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ Κυρίου. |
6 83 6 83 6 | Rondeau μακάριος ἀνήρ, οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε· ἀναβάσεις ἐν τῇ καρδία αὐτοῦ διέθετο, | VatGr754 μακάριος ἀνήρ, οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε· ἀναβάσεις ἐν τῇ καρδία αὐτοῦ διέθετο ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τὸν τόπον ὃν ἔθετο. |
sch5 83 sch5 83 sch5 | Rondeau Αἱ ἀναβάσεις αὗται τῶν γνώσεων τῇ καρδίᾳ ἐπισυμβαίνουσιν ἐκ τῆς ἀντιλήψεως τοῦ θεοῦ· κοιλὰς δὲ κλαυθμῶνός ἐστιν ἤτοι τὸ ἀνθρώπινον σῶμα ἢ ὁ συγγενὴς τούτου κόσμος. | VatGr754 αἱ ἀναβάσεις αὐταὶ τῶν γνώσεων τῇ καρδίᾳ ἐπισυμβαίνουσιν ἐκ τῆς ἀντιλήψεως τοῦ Θεου· κοιλὰς δὲ κλαυθμῶνός ἐστιν, ἤτοι τὸ ἀνθρώπινον σῶμα ἢ τὸ συγγενὲς τούτου κόσμος. |
1 83 7 1 83 7 1 | Rondeau ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τὸν τόπον ὃν ἔθετο | VatGr754 |
8 83 8 83 8 | Rondeau | VatGr754 Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν. |
sch6 83 sch6 83 sch6 | Rondeau Σύγκρισις ἁγίας γνώσεως πρὸς γνῶσιν ἀνθρωπίνην. | VatGr754 Σύγκρισις ἁγίας γνώσεως πρὸς γνῶσιν ἀνθρωπίνην· |
1 83 11 1 83 11 1 | Rondeau ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας | VatGr754 |
sch6b 83 sch6b 83 sch6b | Rondeau Σύγκρισιν ποιησάμενος τῆς γνώσεως τῆς τῶν ἔξωθεν σοφῶν καὶ τῆς τοῦ θεοῦ ἀποφαίνεται κρεῖσσον εἶναι τὴν μικρὰν μερίδα παρὰ κυρίου ἢ τοὺς θησαυροὺς μετὰ ἀφοβίας τοὺς παρὰ τῷ Σολομῶνι λεγομένους. Καὶ μετ' ὀλίγον ὁ αὐτός φησιν· Ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν . | VatGr754 |
12 83 12 83 12 | Rondeau ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος ὁ θεὸς | VatGr754 Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Θεὸς χάριν καὶ δόξαν δώσει. |
sch7 83 sch7 83 sch7 | Rondeau Ἔλεον καὶ ἀλήθειαν ἀντὶ τοῦ ἐλεήμονα καὶ ἀληθινὸν ἀγαπᾷ κύριος· αὕτη δὲ συνήθεια τῆς θείας γραφῆς τὴν ἕξιν λαμβάνειν ἀντὶ τοῦ μετέχοντος. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τοῦ Παύλου λεγόμενον τὸ ἡ ἀγάπη οὐ περπερεύεται , τουτέστιν ὁ ἔχων τὴν ἀγάπην. | VatGr754 Ἔλεον καὶ ἀλήθειαν, ἀντὶ τοῦ· ἐλεήμονα καὶ ἀληθινὸν ἀγαπᾷ Κύριος. Συνηθὲς γὰρ τῇ γραφῇ τὴν ἕξιν ἀντὶ τοῦ μετέχοντος λέγειν· οὐχὶ δύο λέγει πράγματα, ἀλλ' ἥδεται τῷ ἐλεεῖν καὶ ἀληθεύειν ἀγαπᾷ· ἢ ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ, οὐ τὰς δι' αἱμάτων θυσίας, ἀλλὰ τὸ ποιεῖν ἔλεος καὶ ἀγαπᾶν τὴν ἀλήθειαν, |
3 84 3 84 3 | Rondeau ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν | VatGr754 Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν, κ. τ. ἑ. |
sch1 84 sch1 84 sch1 | Rondeau Διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ὁ κύριος τὰς ἁμαρτίας ἀφίησιν· διὰ δὲ τῆς πικρᾶς μετανοίας τὰς ἁμαρτίας ἐπικαλύπτει. | VatGr754 Διὰ μὲν τοῦ ἁγίου βαπτίσματος ὁ Κύριος τὰς ἁμαρτίας ἀφίστησι· διὰ δὲ τῆς πικρᾶς μετανοίας τὰς ἁμαρτίας ἐπικαλύπτει. |
9 84 9 84 9 | Rondeau ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ | VatGr754 Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν. |
sch2 84 sch2 84 sch2 | Rondeau Ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησίν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν . | VatGr754 ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις φησιν· Εἰρήνην τὴν ἐμὴν ἀφίημι. |
10 84 10 84 10 | Rondeau πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ | VatGr754 Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐ-τὸν τὸ σωτήριον αὐτοῦ. |
sch3 84 sch3 84 sch3 | Rondeau Εἰ ἀρχὴ σοφίας φόβος κυρίου , σοφία δὲ ἡμῶν ἐστιν ὁ Χριστός, καλῶς λέγεται ὁ Χριστός ἐγγὺς εἶναι τῶν φοβουμένων αὐτόν. | VatGr754 Εἰ ἀρχὴ σοφίας φόβος Κυρίου, σοφία δὲ ἡμῶν ἐστιν ὁ Χριστὸς, καλῶς οὖν λέγεται ὁ σωτὴρ ἐγγὺς εἶναι τῶν φοβουμένων αὐτόν. |
11 84 11 84 11 | Rondeau ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν | VatGr754 Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν, κ. τ. ἑ. |
sch4 84 sch4 84 sch4 | Rondeau Ἀδύνατόν ἐστιν εἰρήνην συναφθῆναι δικαιοσύνῃ, μὴ ἀληθείας ἐλέῳ συναντησάσης. Τὸ μὲν γὰρ ἔλεος τὴν δικαιοσύνην γεννᾷ· ἡ δὲ ἀλήθεια τὴν εἰρήνην. Δικαιοσύνη δὲ καὶ εἰρήνη περὶ πρᾶξιν καὶ θεωρίαν λαμβάνεται. | VatGr754 Ἀδύνατόν ἐστιν εἰρήνην συναφθῆναι δικαιοσύνῃ, μὴ ἀληθείας ἐλέῳ συναντησάσης· τὸ μὲν γὰρ ἔλεος τὴν δικαιοσύνην γεννᾷ, ἡ δὲ ἀλήθεια τὴν εἰρήνην. Δικαιοσύνη δὲ καὶ εἰρήνη περὶ πρᾶξιν καὶ θεωρίαν λαμβάνεται. |
14 84 14 84 14 | Rondeau δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται | VatGr754 Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται, κ. τ. ἑ. |
sch5 84 sch5 84 sch5 | Rondeau Ἡ ἄρχουσα τῶν πρακτικῶν ἀρετῶν ἡ δικαιοσύνη ἐστίν, ἀφ' ἧς καὶ οἱ ἄνθρωποι δίκαιοι ὀνομάζονται. | VatGr754 Ἡ ἄρχουσα τῶν πρακτικῶν ἀρετῶν ἡ δικαιοσύνη ἐστὶν, ἀφ' ἧς καὶ οἱ ἄνθρωποι δίκαιοι ὀνονάζονται. |
1 85 1 85 1 | Rondeau προσευχὴ· τῷ Δαυίδ | VatGr754 Προσευχὴ τῷ Δαυίδ. |
sch1 85 sch1 85 sch1 | Rondeau Προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερον ἀναπεμπομένη ὑπ' αὐτοῦ. | VatGr754 Προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων ἀναπεμπομένη. |
2 85 2 85 2 | Rondeau σῶσον τὸν δοῦλόν σου, ὁ θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σὲ | VatGr754 Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπίζοντα ἐπὶ σὲ, κ. τ. ἑ. |
sch2 85 sch2 85 sch2 | Rondeau Ἡ γνῶσις ἡ τοῦ θεοῦ σωτηρία ἐστὶ ψυχῆς. | VatGr754 Ἡ γνῶσις ἡ τοῦ Θεοῦ σωτηρία ἐστὶ ψυχῆς. |
sch3 85 sch3 85 sch3 | Rondeau Τουτέστι διὰ βίου. | VatGr754 τουτέστι διὰ βίου. |
1 85 3 1 85 3 1 | Rondeau ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν | VatGr754 |
4 85 4 85 4 | Rondeau ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου | VatGr754 Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου. |
sch4 85 sch4 85 sch4 | Rondeau Αἴρει πρὸς κύριον τὴν ἑαυτοῦ ψυχὴν ὁ διὰ πράξεως καὶ θεωρίας κουφίζων αὐτήν. | VatGr754 Αἴρει πρὸς Κύριον τὴν ἑαυτοῦ ψυχὴν, ὁ διὰ πράξεως καὶ θεωρίας κουφίζων αὐτήν. |
8 85 8 85 8 | Rondeau | VatGr754 Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. |
sch5 85 sch5 85 sch5 | Rondeau Τίνι γὰρ εἶπεν ποτε ὁ πατήρ· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῷ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου ; | VatGr754 Τίνι γὰρ εἶπεν ποτὲ ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου; |
9 85 9 85 9 | Rondeau πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου | VatGr754 Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου, Κύριε. |
sch6 85 sch6 85 sch6 | Rondeau Εἰ πάντα τὰ ἔθνη ἥξει καὶ προσκυνήσει τὸ ὄνομα κυρίου, ἥξει δηλονότι καὶ τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα . Εἰ δὲ τοῦτο, πᾶσα ἄρα φύσις λογικὴ προσκυνήσει ἐνώπιον κυρίου, ἔπειτα δὲ καὶ δοξάσει τὸ ὄνομα αὐτοῦ, ὅπερ σημαίνει τὸν ἐν αὐτῷ ὑπάρχοντα πατέρα. | VatGr754 Εἰ πάντα τὰ ἔθνη ἥξει καὶ προσκυνήσει τὸ ὄνομα Κυρίου, ἥξει δηλονότι καὶ τὰ ἔθνη τὰ τοὺς πολέμους θέλοντα· εἰ δὲ οὕτω πᾶσα ἄρα φύσις λογικὴ προσκυνήσει ἐνώπιον Κυρίου, ἔπειτα δὲ καὶ δοξάσει τὸ ὄνομα αὐτοῦ, ὅπερ σημαίνει τὸν ἐν αὐτῷ ὑπάρχοντα Πατέρα. |
1 85 11 1 85 11 1 | Rondeau ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου | VatGr754 |
2 85 11 2 85 11 2 | Rondeau καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου | VatGr754 |
14 85 14 85 14 | Rondeau καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου | VatGr754 Καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου, κ. τ. ἑ. |
sch8 85 sch8 85 sch8 | Rondeau Τὸ τάγμα τῶν δαιμόνων συναγωγὴν ὠνόμασε κραταιῶν. | VatGr754 Τὸ τάγμα τῶν δαιμόνων συναγωγὴν ὠνόμασε κραταιῶν. |
17 85 17 85 17 | Rondeau ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν· | Rondeau καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν | Rondeau ὅτι σύ, κύριε, ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με | VatGr754 Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρακάλεσάς με. |
sch9 85 sch9 85 sch9 | Rondeau Σημεῖα ἀγαθά ἐστιν τὰ χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου· ταῦτα γὰρ μάλιστα αἰσχύνονται δαίμονες. | VatGr754 Σημεῖα ἀγαθά ἐστιν τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, ταῦτα γὰρ μάλιστα αἰσχύνονται καὶ οἱ δαίμονες. |
sch10 85 sch10 85 sch10 | Rondeau Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ κόπων. | VatGr754 Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πολλῶν κόπων. |
sch7 85 sch7 85 sch7 | Rondeau Ἐγώ εἰμι ἡ ὁδός , φησὶν ὁ Χριστός· καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀλήθεια . Εὔχεται τοίνυν πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι ὡς ὁδὸν τὸν Χριστόν, τουτέστιν ὡς ἀρετήν, ἔπειτα δὲ ὡς ἀλήθειαν, ὅπερ ἐστι τῆς θεωρίας. | VatGr754 ἐγώ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Χριστός· καὶ πάλιν· ἐγώ εἰμι ἡ ἀλήθεια. εὔχεται τοίνυν πρῶτον μὲν ἐν αὐτῷ γενέσθαι ὡς ὁδὸν τὸν θεόν, τουτέστιν ὡς ἀρετήν, ἔπειτα δὲ ὡς ἀλήθειαν, ὅπερ ἐστι τῆς θεωρίας. |
11 85 85 11 85 11 | Rondeau | VatGr754 ὀδήγησόν με, κύριε, τῇ ὁδῷ σουκαὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου. |
2 86 2 86 2 | Rondeau ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ | VatGr754 Οἱ θεμέλιοι ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματαἸακώβ. |
sch1 86 sch1 86 sch1 | Rondeau Ἀγαπᾷ κύριος καὶ τὸν πρακτικὸν καὶ τὸν θεωρητικόν. Ὑπὲρ δὲ τὸν πρότερον τὸν θεωρητικόν· Ἰακὼβ γὰρ πτερνιστὴς ἑρμηνεύεται· ἡ δὲ Σιὼν σκοπευτήριον. | VatGr754 Ἀγαπᾷ Κύριος καὶ τὸν πρακτικὸν καὶ τὸν θεωρητικόν.Ἰακὼβ γὰρ πτερνιστὴς ἑρμηνεύεται, ἡ δὲ Σιὼν σκοπευτήριον. |
5 86 5 86 5 | Rondeau μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος | Rondeau καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ | VatGr754 Μήτηρ Σιὼν ἐρεῖ·Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, κ. τ. ἑ. |
sch2 86 sch2 86 sch2 | Rondeau Τὸ μὲν παιδίον Ἰησοῦς γεννᾶται ἐν Βηθλεέμ, ὁ δὲ ἄνθρωπος ἐν Σιών, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν τῷ νῷ. | VatGr754 Τὸ μὲν παιδίονἸησοῦς γεννᾶται ἐν Βηθλεὲμ, ὁ δὲ ἄνθρωπος ἐν Σιὼν, διὰ τὸ πρᾶξιν μὲν τίκτεσθαι ἐν τῇ ψυχῇ, σοφίαν δὲ γεννᾶσθαι ἐν τῷ νῷ. |
7 86 7 86 7 | Rondeau Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοὶ | VatGr754 Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοὶ, κ. τ. ἑ. |
sch3 86 sch3 86 sch3 | Rondeau Πάντες οἱ εὐφραινόμενοι ἐπὶ γνώσει κατοικοῦσιν ἐν τῇ σοφίᾳ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῇ σοφίᾳ ὡς σοφία εὐφραίνονται ἐπὶ γνώσει. | VatGr754 Πάντες οἱ εὐφραινόμενοι ἐπὶ γνώσει κατοικοῦσιν ἐν τῇ σοφίᾳ· καὶ πάντες οἱ κατοικοῦντες ἐν τῇ σοφίᾳ, ὡς σοφίᾳ εὐφραίνονται ἐπὶ γνώσει. |
2 87 4 2 87 4 2 | Rondeau καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν | VatGr754 Καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισεν |
sch1 87 sch1 87 sch1 | Rondeau Ἐὰν μεταλάβῃς τὸν ᾅδην εἰς τὸν θάνατον, γνώσῃ πῶς ὁ θάνατος διαφθείρει ζωὴν ἀνθρώπου. ᾅδην δὲ νῦν ὀνομάζει τὸν διάβολον, ζωὴν δὲ ἑαυτόν. | VatGr754 Ἐὰν μεταλάβῃς τὸν ᾅδην εἰς τὸν θάνατον, γνώσῃ πῶς ὁ θάνατος διαφθείρει ζωὴν ἀνθρώπου. Ἅδην δὲ νῦν ὀνομάζει τὸν διάβολον, ζωὴν δὲ ἑαυτόν. [=PG 12.1548; P 4-6 |
sch2 87 sch2 87 sch2 | Rondeau Ὁ βουλόμενος τοῦτο ἐπὶ τοῦ σωτῆρος λαβεῖν, νοησάτω οὕτως· εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας , ὁ δὲ αὐτὸς οὗτος καὶ νεκρός ἐστι — ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται , καλῶς λέγεται ὁ σωτὴρ ἐν νεκροῖς εἶναι ἐλεύθερος — ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ . | VatGr754 Ὁ βουλόμενος τοῦτο ἐπὶ τοῦ Σωτῆρος λαβεῖν, νοησάτω οὕτως· εἰ πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας, ὁ δὲ αὐτὸς οὗτος καὶ νεκρός ἐστι· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Καὶ καλῶς λέγεται ὁ Σωτὴρ ἐν νεκροῖς εἶναι ἐλεύθερος, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. |
2 87 5 2 87 5 2 | Rondeau ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος | VatGr754 |
2 87 6 2 87 6 2 | Rondeau ὧν οὐκ ἐμνήσθης ἔτι | VatGr754 |
3 87 6 3 87 6 3 | Rondeau καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν | VatGr754 |
8 87 8 87 8 | Rondeau ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου | VatGr754 Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, κ. τ. ἑ. |
sch5 87 sch5 87 sch5 | Rondeau Τὸν θυμὸν τοῦ θεοῦ ἔστησεν ὁ Χριστὸς κατὰ πάντων ὁρμήσαντα τῶν ἀνθρώπων, διότι πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν · οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός . | VatGr754 Τὸν θυμὸν τοῦ Θεοῦ ἔστησεν ὁ Χριστὸς κατὰ πάντων ὁρμήσαντα τῶν ἀνθρώπων. Διότι «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα.» |
11 87 11 87 11 | Rondeau μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; | VatGr754 Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; κ. τ. ἑ. |
sch6 87 sch6 87 sch6 | Rondeau Οἱ ἐστερημένοι τῆς ζωῆς οὐ δύνανται ἰδεῖν τὰ θαυμάσια τῆς ζωῆς τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωή . | VatGr754 Οἱ ἐστερημένοι τῆς ζωῆς οὐ δύνανται ἰδεῖν τὰ θαυμάσια τῆς ζωῆς τῆς εἰπούσης· «̓Εγώ εἰμι ἡ ζωή. » |
12 87 12 87 12 | Rondeau μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; | VatGr754 Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; κ. τ. ἑ. |
sch7 87 sch7 87 sch7 | Rondeau Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια. | VatGr754 Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια. |
13 87 13 87 13 | Rondeau μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου; | Rondeau καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ | VatGr754 Καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ, κ. τ. ἑ. |
sch8 87 sch8 87 sch8 | Rondeau Γῆ ἐπιλελησμένη ἐστὶν ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου πνεύματος ἐστερημένη καρπῶν. | VatGr754 Γῆ ἐπιλελησμένη ἐστὶ ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου Πνεύματος ἐστερημένη καρπῶν. |
sch9 87 sch9 87 sch9 | Rondeau Δι' ἡμᾶς γὰρ ἐπτώχευσεν, πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν . | VatGr754 δι' ἡμᾶς γὰρ ἐπτώχευσεν ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτίσωμεν. |
1 87 16 1 87 16 1 | Rondeau πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου | VatGr754 |
17 87 17 87 17 | Rondeau καὶ οἱ φοβερισμοί σου ἐξετάραξάν με | VatGr754 Οἱ φοβερισμοί σου ἐξετάραξάν με, κ. τ. ἑ. |
sch10 87 sch10 87 sch10 | Rondeau Φοβερισμοὺς λέγει δυνάμεις τινὰς ἀκαθάρτους καὶ ταραχώδεις. | VatGr754 Φοβερισμοὺς λέγει δυνάμεις τινὰς ἀκαθάρτους καὶ ταραχώδεις. |
sch3 87 sch3 87 sch3 | Rondeau Ἐκείνου μνημονεύει ὁ κύριος τοῦ ἐν ᾧ γίνεται κἀκείνου οὐ μνημονεύει τοῦ ἐν ᾧ οὐ γίνεται. | VatGr754 Ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται· κἀκείνου οὐ μνημονεύει τοῦ ἐν ᾧ οὐ γίνεται. |
sch4 87 sch4 87 sch4 | Rondeau Χεῖρα νῦν λέγει τὴν γνῶσιν τὴν τοῦ θεοῦ ἥτις πέφυκε βοηθεῖν τοῖς πολεμουμένοις. | VatGr754 Χεῖρα νῦν λέγει τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἥτις πέφυκε βοηθεῖν τοῖς πολεμουμένοις. |
61 87 61 87 61 | Rondeau | VatGr754 Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, κ. τ. ἑ. |
62 87 62 87 62 | Rondeau | VatGr754 Καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν, κ. τ. ἑ. |
3 88 3 88 3 | Rondeau ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου | VatGr754 Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου |
sch1 88 sch1 88 sch1 | Rondeau Τὸ μὲν ἔλεος τοὺς ἀνθρώπους οἰκοδομεῖ· ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις. | VatGr754 Τὸ μὲν ἔλεος τοὺς ἀνθρώπους οἰκοδομεῖ· ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις. |
2 88 5 2 88 5 2 | Rondeau καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου | VatGr754 [[Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου·]]Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. |
sch2 88 sch2 88 sch2 | Rondeau Εἰ θρόνος ἐστὶ τοῦ Χριστοῦ ἡ φύσις ἡ λογική, ταύτην δὲ πεποίηκεν ὁ θεός, καλῶς λέγεται Χριστὸς κεκαθηκέναι ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ . Τὸ δὲ γινώσκεσθαι τὸν Χριστὸν ὑπὸ τοῦ πεφυκότος γινώσκειν αὐτὸν καθέδραν ὀνομάζει ἡ θεία γραφή. | VatGr754 Εἰ θρόνος ἐστὶ τοῦ Χριστοῦ φύσις λογική {ταύτην δὲ πεποίηκεν ὁ Θεὸς}, καλῶς λέγεται Χριστὸς κεκαθικέναι ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Τὸ δὲ γινώσκεσθαι τὸν Χριστὸν ὑπὸ τοῦ πεφυκότος γινώσκειν αὐτὸν, καθέδραν ὀνομάζει ἡ θεία γραφή. |
1 88 6 1 88 6 1 | Rondeau Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε | VatGr754 Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, κύριε |
sch3 88 sch3 88 sch3 | Rondeau Ἐξομολογήσονται ἀντὶ τοῦ δοξάσουσιν. | VatGr754 « Ἐξομολογήσονται » ἀντὶ τοῦ «δοξάσουσιν. » |
2 88 7 2 88 7 2 | Rondeau καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; | VatGr754 καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοῦ; |
sch4 88 sch4 88 sch4 | Rondeau Οὐδεμία λογικὴ φύσις ὁμοία ἐστὶ τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεωρίαν γινώσκει, ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα. Χριστὸν δέ φημι τὸν μετὰ θεοῦ λόγου ἐπιδημήσαντα κύριον. | VatGr754 οὐδεμία λογικὴ φύσις ὁμοία ἐστι τῷ Χριστῷ· ἡ μὲν γὰρ τῶν γεγονότων θεωρίαν γινώσκει· ὁ δὲ καὶ αὐτὸν ἐπίσταται τὸν τὰ πάντα ποιήσαντα. Χριστὸν δέ φημι τὸν μετὰ θεοῦ λόγου ἐπιδημήσαντα κύριον. [219v |
2 88 9 2 88 9 2 | Rondeau δυνατὸς εἶ, κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου | VatGr754 δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. |
sch5 88 sch5 88 sch5 | Rondeau Οὐχ ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν τὴν τοῦ πατρὸς, ἀλλ' αὐτὴ κυκλοῖ τὸν Χριστόν. Πολλὴν δὲ ἐν τούτῳ τῷ ῥητῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νομίζω, ἣν ὁ ἐξαπλῶσαι βουλόμενος παρελεύσεται τοὺς τῶν σχολίων κανόνας. | VatGr754 οὑχ ὁ Χριστὸς κυκλοῖ τὴν γνῶσιν τὴν τοῦ Πατρὸς, ἀλλ' αὐτὴ κυκλοῖ τὸν Χριστόν· πολλὴν δὲ ἐν τούτῳ τῷ ῥητῷ καὶ βαθυτάτην θεωρίαν ἀποκεῖσθαι νομίζω, ἣν ὁ ἐξαπλῶσαι βουλόμενος, παρελεύσεται τοὺς τῶν σχολίων κανόνας. |
10 88 10 88 10 | Rondeau σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις | VatGr754 σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. |
sch6 88 sch6 88 sch6 | Rondeau Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ καὶ ποιῶν γαλήνην μεγάλην, ἵνα φθάσωσιν οἱ ἐμπλέοντες ἀπελθεῖν εἰς τὴν γῆν ἐφ' ἣν σπεύδουσιν. | VatGr754 Αὐτὸς γάρ ἐστιν ὁ ἐπιτιμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιῶν γαλήνην μεγάλην, ἵνα φθάσαντες οἱ ἐμπλέοντες ἀπελθεῖν [[δύνωνται]] εἰς τὴν γῆν, ἐφ' ἣν σπεύδουσιν. |
1 88 13 1 88 13 1 | Rondeau τὸν βορρᾶν καὶ θαλάσσας σὺ ἔκτισας | VatGr754 Τὸν Βοῤῥᾶν καὶ θάλασσαν σὺ ἔκτισας |
2 88 13 2 88 13 2 | Rondeau Θαβὼρ καὶ Ἑρμωνιεὶμ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται | VatGr754 Θαβὼρ καὶἙρμὼνὶμ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται |
sch7 88 sch7 88 sch7 | Rondeau Τὸν Βορρᾶν ἵστησιν ὁ νότος, τουτέστιν ὁ τῷ πνεύματι ζέων τὸν ἐν κακίᾳ ψυχρόν· ἑαυτὸν δὲ ποιεῖ νοῦς Βορρᾶν καὶ ἑαυτὴν ψυχὴ ποιεῖ θάλασσαν· οὐχὶ οὖν καθὸ Βορρᾶς οὐδὲ καθὸ θάλασσα ἐκτίσθησαν ἀπὸ θεοῦ, ἀλλὰ καθὸ φύσεις εἰσὶ λογικαί. | VatGr754 Τὸν Βοῤῥᾶν ἵστησιν ὁ νότος, τουτέστιν ὁ τῷ πνεύματι ζέων τὸν ἐν κακίᾳ ψυχρόν· ἑαυτὸν δὲ ποιεῖ νοῦς Βοῤῥᾶν καὶ ἑαυτὴν ψυχὴ ποιεῖ θάλασσαν· οὐχὶ οὖν Βοῤῥᾶς, οὐδὲ καθὸ θάλασσα ἐκτίσθησαν ἀπὸ Θεοῦ ἀλλὰ καθὸ φύσεις εἰσὶ λογικαί. |
sch8 88 sch8 88 sch8 | Rondeau Θαβὼρ ἐκλεκτόν· Θαβὼρ δέ ἐστιν τὸ ὄρος τῆς Γαλιλαίας ἐφ' οὗ μετεμορφώθη Χριστός· Ἑρμωνιεὶμ δέ ἐστι τὸ ὄρος ἐφ' οὗ κεῖται ἡ πόλις Ναῒν ἐν ᾗ ἤγειρεν τὸν τῆς χήρας υἱὸν ὁ Χριστός. | VatGr754 Θαβὼρ ἐκλεκτόν. Θαβὼρ δέ ἐστιν τὸ ὄρος τῆς Γαλιλαίας ἐφ' οὗ μετεμορφώθη Χριστός. Ἑρμωνιὶμ δέ ἐστι τὸ ὄρος ἐφ' οὗ κεῖται ἡ πόλις Ναῒμ, ἐν ᾗ ἤγειρε τὸν τῆς χήρας υἱὸν ὁ Χριστός. |
2 88 18 2 88 18 2 | Rondeau καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν | VatGr754 Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν |
sch9 88 sch9 88 sch9 | Rondeau Κέρας νῦν τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως του θεοῦ. | VatGr754 Κέρας νῦν τὸν νοῦν ὀνομάζει· ὑψοῦται δὲ νοῦς διὰ γνώσεως του Θεοῦ. |
1 88 20 1 88 20 1 | Rondeau τότε ἐλάλησας ἐν ὁράσει τοῖς ὁσίοις σου | VatGr754 Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου |
sch10 88 sch10 88 sch10 | Rondeau Τότε ἐλάλησας διὰ τῶν ἁγίων προφητῶν περὶ τοῦ Χριστοῦ σου. | VatGr754 Τότε ἐλάλησας διὰ τῶν ἁγίων προφητῶν περὶ τοῦ Χριστοῦ σου. |
2 88 21 2 88 21 2 | Rondeau ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν | VatGr754 ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτὸν |
sch11 88 sch11 88 sch11 | Rondeau Τὸ ἅγιον ἔλαιον τὴν τοῦ θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ. | VatGr754 τὸ ἅγιον ἔλαιον τὴν τοῦ Θεοῦ γνῶσιν σημαίνει, μᾶλλον δὲ τὴν οὐσιώδη γνῶσιν δηλοῖ. |
1 88 23 1 88 23 1 | Rondeau οὐκ ὠφελήσει ὁ ἐχθρὸς ἐν αὐτῷ | VatGr754 Οὐκ ὠφελήσει ὁ ἐχθρὸς ἐν αὐτῷ |
sch12 88 sch12 88 sch12 | Rondeau Εἰ ὅταν ἁμαρτάνωμεν τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, ὁ Χριστὸς δὲ οὐχ ἥμαρτεν, ἄρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφέλησεν ὁ Χριστός. | VatGr754 Εἰ, ὅταν ἁμαρτάνωμεν, τοὺς ἐχθροὺς ἡμῶν ὠφελοῦμεν, Χριστὸς δὲ οὐχ ἥμαρτεν· ἄρα τοὺς ἐχθροὺς αὐτοῦ οὐκ ὠφέλησεν ὁ Χριστός. |
2 88 25 2 88 25 2 | Rondeau καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ | VatGr754 ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν. |
sch13 88 sch13 88 sch13 | Rondeau Μόνος ἐν τῇ γνώσει τοῦ πατρὸς ὑψοῦται Χριστός. | VatGr754 μόνος ἐν τῇ γνώσει τοῦ πατρὸς ὑψοῦται Χριστός. |
26 88 26 88 26 | Rondeau καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ | VatGr754 Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ |
sch14 88 sch14 88 sch14 | Rondeau Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ· ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν, ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς ἐὰν μὴ τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν τοῦ ζῶντος ὕδατος γίνεται θάλασσα. | VatGr754 Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστου· ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν, ἐὰν θελήσῃ, ἡ θάλασσα, γίνεται ποταμός· καὶ πάλιν ὁ ποταμὸς, ἐὰν μὴ τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐτοῦ ῥέοντα ποταμὸν τοῦ ζῶντος ὕδατος, γίνεται θάλασσα. |
30 88 30 88 30 | Rondeau καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ | VatGr754 θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ |
sch15 88 sch15 88 sch15 | Rondeau Ὅταν γένηται τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς , τότε καὶ ὁ θρόνος τοῦ Χριστοῦ ἔσται ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ. | VatGr754 Ὅταν γένηται τὸ θέλημα τοῦ Θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, τότε καὶ ὁ θρόνος τοῦ Χριστοῦ ἔσται ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ. |
2 88 32 2 88 32 2 | Rondeau καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν | VatGr754 Καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν |
sch16 88 sch16 88 sch16 | Rondeau Ὁ μὴ φυλάσσων τὰς ἐντολὰς τοῦ θεοῦ ἐκπίπτει τοῦ εἶναι θρόνος θεοῦ· Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας . | VatGr754 Ὁ μὴ φυλάσσων τὰς ἐντολὰς τοῦ Θεοῦ ἐκπίπτει τοῦ εἶναι θρόνος Θεοῦ· «Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται ἡ σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας. » |
33 88 33 88 33 | Rondeau Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν | VatGr754 Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν |
sch17 88 sch17 88 sch17 | Rondeau Ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. | VatGr754 «Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. » |
2 88 37 2 88 37 2 | Rondeau καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου | VatGr754 καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον σου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα |
sch18 88 sch18 88 sch18 | Rondeau Δεῖ πρότερον ἡμᾶς γενέσθαι ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, τουτέστιν ὁμοίους ταῖς ἁγίαις δυνάμεσιν, ἔπειτα δὲ καὶ αὐτῷ παρεμφερεῖς τῷ τῆς δικαιοσύνης ἡλίῳ . Δεῖ γὰρ πάντως τὴν εὐχὴν τοῦ δεσπότου ἡμῶν πληρωθῆναι· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· Δὸς αὐτοῖς , φησίν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, καθὼς κἀγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ . Οὕτω γὰρ ἐσόμεθα μηκέτι αὔξησιν καὶ μείωσιν κατὰ τὴν γνῶσιν λαμβάνοντες, κατηρτισμένοι δὲ ἀεὶ ἐν κυρίῳ. | VatGr754 Δεῖ πρότερον ἡμᾶς γενέσθαι ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, τουτέστιν ὁμοίους ταῖς ἁγίαις δυνάμεσιν, ἔπειτα δὲ καὶ αὐτῷ παρεμφέρεις τῷ τῆς δικαιοσύνης ἡλίῳ. Δεῖ γὰρ πάντως τὴν εὐχὴν τοῦ δεσπότου ἡμῶν πληρωθῆναι· Ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος· « Δὸς αὐτοῖς, φησὶν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, καθὼς καὶ ἕν ἐσμεν, πάτερ. » Οὕτω γὰρ ἐσόμεθα, μηκέτι αὔξησιν καὶ μείωσιν κατὰ τὴν γνῶσιν λαμβάνοντες. Κατηρτισμένοι δὲ ἀεὶ ἐν κυρίῳ διάγοντες. |
1 88 38 1 88 38 1 | Rondeau καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα | VatGr754 |
2 88 40 2 88 40 2 | Rondeau ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ | VatGr754 Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. |
sch19 88 sch19 88 sch19 | Rondeau Ἁγίασμα τοῦ Χριστοῦ αἱ λογικαὶ ψυχαί. | VatGr754 Ἁγίασμα τοῦ Χριστοῦ αἱ λογικαὶ ψυχαί. |
1 88 42 1 88 42 1 | Rondeau διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν | VatGr754 Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. |
sch20 88 sch20 88 sch20 | Rondeau Ἀδικεῖ τὴν κληρονομίαν ὁ ἁρπάζων τοὺς κληρονόμους καὶ ἁρπάζει τὴν γνῶσιν ὁ ποιῶν ἀκαθάρτους τοὺς πεφυκότας γινώσκειν αὐτήν. Ταῦτα δὲ πάντα ὁ κύριος εἰς ἑαυτὸν ἀναδέχεται ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος. Αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἦρεν, καὶ τὰς νόσους ἐβάστασεν . | VatGr754 Ἀδικεῖ τὴν κληρονομίαν ὁ ἁρπάζων τοὺς κληρονόμους καὶ ἁρπάζει τὴν γνῶσιν ὁ ποιῶν ἀκαθάρτους τοὺς πεφυκότας γινώσκειν αὐτήν. Ταῦτα δὲ πάντα ὁ Κύριος εἰς ἑαυτὸν ἀναδέχεται, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος. αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἦρεν, καὶ τὰς νόσους ἐβάστασεν. |
2 88 45 2 88 45 2 | Rondeau τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας | VatGr754 Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας |
sch21 88 sch21 88 sch21 | Rondeau Εἰς γῆν ἀπ' οὐρανοῦ καταράσσεται νοῦς ἀντὶ ἐπουρανίου χοϊκὸς γεγονώς. | VatGr754 Εἰς γῆν ἀπ' οὐρανοῦ καταράσσεται νοῦς ἀντὶ ἐπουρανίου χοϊκὸς γεγονώς. |
1 88 46 1 88 46 1 | Rondeau ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ | VatGr754 Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ |
sch22 88 sch22 88 sch22 | Rondeau Ἐκ τῆς ἐγκαταλείψεως μειοῦνται αἱ ἀρεταὶ καὶ αἱ γνώσεις ἡμῶν· αὗται γάρ εἰσιν αἱ ἡμέραι τῆς φύσεως τῆς λογικῆς. | VatGr754 Ἐκ τῆς ἐγκαταλείψεως μειοῦνται αἱ ἀρεταὶ καὶ αἱ γνώσεις ἡμῶν· αὐταὶ γάρ εἰσιν αἱ ἡμέραι τῆς φύσεως τῆς λογικῆς. |
1 88 49 1 88 49 1 | Rondeau τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; | VatGr754 Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, [[ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου]] |
sch23 88 sch23 88 sch23 | Rondeau Ἡ αὔξησις τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἐκ τῆς κατὰ μικρὸν μειώσεως πασῶν τῶν κακιῶν καὶ τῆς ἀγνοίας ἐπισυμβαίνει· κακία δὲ καὶ ἀγνωσία θάνατος ψυχῆς λογικῆς, ζωὴ δὲ ἀρετὴ καὶ γνῶσις. | VatGr754 Ἡ αὔξησις τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἐκ τῆς κατὰ μικρὸν μειώσεως πασῶν τῶν κακιῶν καὶ τῆς ἀγνοίας ἐπισυμβαίνει. Κακία δὲ καὶ ἀγνωσία θάνατος ψυχῆς λογικῆς, ζωὴ δὲ ἀρετὴ καὶ γνῶσις. |
51 88 51 88 51 | Rondeau μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου, πολλῶν ἐθνῶν | VatGr754 μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν |
sch24 88 sch24 88 sch24 | Rondeau Κόλπον νῦν τὴν ψυχὴν ὀνομάζει διὰ τὸ καὶ τὴν γνῶσιν τοῦ θεοῦ ἀγαθὰ ὀνομάζεσθαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλλεσθαι· Πιστεύω γὰρ, φησί, τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων . | VatGr754 Κόλπον νῦν τὴν ψυχὴν ὀνομάζει, διά τε καὶ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ ἀγαθὰ ὀνομάζεσθαι· ἀγαθὰ δὲ τὰ ἐν κόλποις πέφυκε βάλλεσθαι. «Πιστεύω γὰρ, φησὶ, τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. » |
2 88 52 2 88 52 2 | Rondeau οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου | VatGr754 οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου |
sch25 88 sch25 88 sch25 | Rondeau Τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ τάχα ὁ κυριακὸς ἄνθρωπός ἐστιν. | VatGr754 τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ τάχα ὁ κυριακὸς ἄνθρωπος ἐστιν. |
1 89 1 89 1 | Rondeau [Καθ' Ἑβραίους ἡ τετάρτη βίβλος τῶν ψαλμῶν ἐντεῦθεν ἄρχεται, ἀπὸ τοῦ πθʹ ψαλμοῦ.] | VatGr754 |
3 89 3 89 3 | Rondeau μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν | VatGr754 μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν |
sch1 89 sch1 89 sch1 | Rondeau Τότε ἀποστρέφει θεὸς ἄνθρωπον εἰς ταπείνωσιν, ὅταν διὰ τῆς ἁμαρτίας ἐγκατελίπῃ αὐτόν. | VatGr754 τότε ἀποστρέφεσθαι ἄνθρωπόν εἰς ταπείνωσιν, ὅταν διὰ τῆς ἁμαρτίας ἐγκατελίπῃ αὐτόν. |
4 89 4 89 4 | Rondeau ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν, καὶ φυλακὴ ἐν νυκτί | VatGr754 ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σουὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθεν καὶ φυλακὴ ἐν νυκτί |
sch2 89 sch2 89 sch2 | Rondeau Οὐ περὶ τὴν γνῶσιν οὔτε περὶ τὸ γινῶσκον θεωρεῖται ὁ χρόνος· καιρὸς γὰρ καὶ ἡμέρα καὶ χρόνος τῆς σωματικῆς ἐστι φύσεως· σωμάτων δὲ δημιουργός ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. | VatGr754 οὐ περὶ τὴν γνῶσιν οὔτε περὶ τὸ γινώσκον θεωρεῖται ὁ χρόνος· καιρὸς γὰρ καὶ ἡμέραι καὶ χρόνος τῆς σωματικῆς ἐστι φύσεως· σωμάτων δὲ δημιουργός ἐστιν ὁ κύριος ἡμῶνἸησοῦς Χριστός. |
5 89 5 89 5 | Rondeau τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται | VatGr754 Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, κ. τ. ἑ. |
sch3 89 sch3 89 sch3 | Rondeau Ἐξουδενωθήσεται ἡ ζωὴ αὐτῶν. | VatGr754 Ἐξουδενωθήσεται ἡ ζωὴ αὐτῶν. |
9 89 9 89 9 | Rondeau ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον | VatGr754 Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων, κ. τ. ἑ. |
sch4 89 sch4 89 sch4 | Rondeau Σκιὰ γὰρ ἡμῶν , φησὶν Ἰώβ, ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς . | VatGr754 « Σκιὰ γὰρ ἡμῶν, » φησὶνἸὼβ, «ἐστὶν ὁ βίος ἐπὶ τῆς γῆς. » |
10 89 10 89 10 | Rondeau καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος | VatGr754 Καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος, κ. τ. ἑ. |
sch5 89 sch5 89 sch5 | Rondeau Τὸ πλεῖον τῶν παρελθόντων ἐτῶν ἐν κόποις καὶ πόνοις γινόμεθα. | VatGr754 Τὸ πλεῖον τῶν παρελθόντων ἐτῶν ἐν κόποις καὶ πόνοις γινόμεθα. |
1 89 12 1 89 12 1 | Rondeau τὴν δεξιάν σου οὕτως γνώρισον | VatGr754 ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισόν |
sch6 89 sch6 89 sch6 | Rondeau Μὴ ἐπὶ κολάσει, ἀλλ' ἐπὶ φιλανθρωπίᾳ γνωρισάσθω σου ἡ δεξιά. | VatGr754 μὴ ἐπὶ κολάσει, ἀλλ' ἐπὶ φιλανθρωπίᾳ γνωρισάσθω σου ἡ δεξιά. |
sch7 89 sch7 89 sch7 | Rondeau Χρήσιμον τοῦτο πρὸς τοὺς ἀπὸ τῆς κακίας μετανοήσαντας καὶ καταξιωθέντας γνώσεως. | VatGr754 Χρήσιμον τοῦτο πρὸς τοὺς ἀπὸ τῆς κακίας μετανοήσαντας καὶ καταξιωθέντας γνώσεως. |
1 89 14 1 89 14 1 | Rondeau ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου | VatGr754 |
sch8 89 sch8 89 sch8 | Rondeau Τοῦτο λεκτέον ἐπὶ τῶν μετανοησάντων καὶ γνώσεως καταξιωθέντων. | VatGr754 τοῦτο λεκτέον ἐπὶ τῶν μετανοησάντων καὶ γνώσεως καταξιωθέντων. |
16 89 16 89 16 | Rondeau καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν | VatGr754 |
1 89 17 1 89 17 1 | Rondeau καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς | VatGr754 |
2 89 17 2 89 17 2 | Rondeau καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον | VatGr754 |
sch9 89 sch9 89 sch9 | Rondeau Λαμπρότης ἐστὶν γνῶσις θεοῦ· καὶ γὰρ οἱ μετέχοντες αὐτῆς καλοῦνται λαμπρότητες· Ἐν ταῖς λαμπρότησι , φησί, τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε . | VatGr754 Λαμπρότης ἐστὶ γνῶσις Θεοῦ· καὶ γὰρ οἱ μετέχοντες αὐτῆς καλοῦνται λαμπρότητες· «̓Εν ταῖς λαμπρότησι, φησὶ, τῶν ἁγίων ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. » |
sch10 89 sch10 89 sch10 | Rondeau Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθ' ἕκαστα πρᾶξις· ἔργον δὲ χειρῶν ἡ ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις. | VatGr754 Ἔργα μὲν χειρῶν ἐστιν ἡ καθ' ἕκαστα πρᾶξις· ἔργον δὲ χειρῶν ἡ ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις. |
171 89 171 89 171 | Rondeau | VatGr754 Καὶ ἔσται ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, κ. τ. ἑ. |
172 89 172 89 172 | Rondeau | VatGr754 Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον, κ. τ. ἑ. |
4 90 4 90 4 | Rondeau ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι | Rondeau ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ | VatGr754 Εν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, κ. τ. ἑ. |
sch1 90 sch1 90 sch1 | Rondeau Τὸ μετάφρενον σύμβολόν ἐστι καρδίας. | VatGr754 Τὸ μετάφρενον σύμβολόν ἐστι καρδίας. |
sch2 90 sch2 90 sch2 | Rondeau Ὅπλον Χριστοῦ γνῶσις ἀληθὴς καὶ ὁ κυκλούμενος ὑπ' αὐτῆς οὐ πτοηθήσεται. | VatGr754 Ὅπλον Χριστοῦ γνῶσις ἀληθὴς, καὶ ὁ κυκλούμενος ὑπ' αὐτῆς οὐ πτοηθήσεται. |
5 90 5 90 5 | Rondeau οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας | VatGr754 Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, κ. τ. ἑ. |
2 90 6 2 90 6 2 | Rondeau ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ | VatGr754 |
10 90 10 90 10 | Rondeau καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου | VatGr754 Καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, κ. τ. ἑ. |
sch5 90 sch5 90 sch5 | Rondeau Εἴ τις βούλοιτο μὴ περιπεσεῖν μάστιγι, γενέσθω οἶκος θεοῦ. | VatGr754 Εἰ βούλοιτό τις μὴ περιπεσεῖν μάστιγι, γενέσθω οἶκος Θεοῦ. |
11 90 11 90 11 | Rondeau τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου | VatGr754 Τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου, κ. τ. ἑ. |
sch6 90 sch6 90 sch6 | Rondeau Ὁ ἐν μηδενὶ πταίων οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. | VatGr754 Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. |
12 90 12 90 12 | Rondeau μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου | VatGr754 Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, κ. τ. ἑ. |
sch7 90 sch7 90 sch7 | Rondeau Ὁ ποὺς μὲν τὴν ψυχὴν σημαίνει· ὁ δὲ λίθος τὴν ἁμαρτίαν. | VatGr754 Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δὲ λίθος τὴν ἁμαρτίαν. |
13 90 13 90 13 | Rondeau ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα | VatGr754 |
sch8 90 sch8 90 sch8 | Rondeau Ῥύεται μὲν ἡμᾶς ἀσπίδος καὶ βασιλίσκου τῶν ἀντικειμένων τῇ πρακτικῇ· σκεπάζει δὲ ἀπὸ λέοντος καὶ δράκοντος τῶν ἀντικειμένων τῇ θεωρίᾳ. | VatGr754 |
16 90 16 90 16 | Rondeau καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου | VatGr754 Καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, κ. τ. ἑ. |
sch9 90 sch9 90 sch9 | Rondeau Σωτήριον τοῦ θεοῦ ἐστιν ὁ Χριστός. | VatGr754 Σωτήριον τοῦ Θεοῦ ἐστιν ὁ Χριστός. |
sch3 90 sch3 90 sch3 | Rondeau Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασεν. | VatGr754 Ἀκάθαρτόν τινα δύναμιν νῦν βέλος ὠνόμασε. |
sch4 90 sch4 90 sch4 | Rondeau Τὸν μεσημβρινὸν δαίμονά φασιν εἶναι τὸν τῆς ἀκηδίας. | VatGr754 Τὸν μεσημβρινὸν δαίμονά φασιν εἶναι τὸν τῆς ἀκηδίας. |
61 90 61 90 61 | Rondeau | VatGr754 Ἀπὸ βέλους πετομένου ἡμέρας, κ. τ. ἑ. |
62 90 62 90 62 | Rondeau | VatGr754 Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ, κ. τ. ἑ. |
3 91 3 91 3 | Rondeau τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα | VatGr754 Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου. |
sch1 91 sch1 91 sch1 | Rondeau [Ἀπαγγέλλειν κατ' ὄρθρον τὸ ἔλεός σου καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα.] | VatGr754 , Ἀπαγγέλλειν κατ' ὄρθρον τὸ ἔλεός σου, καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα. |
4 91 4 91 4 | Rondeau ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ | VatGr754 Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ |
sch2 91 sch2 91 sch2 | Rondeau Ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως· κιθάρα δέ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. | VatGr754 ψαλτήριόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως· κιθάρα δέ ἐστι ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. |
7 91 7 91 7 | Rondeau Ἀνὴρ ἄφρων οὐ γνώσεται | VatGr754 Ἀνὴρ ἄφρων οὐ γνώσεται, κ. τ. ἑ. |
sch3 91 sch3 91 sch3 | Rondeau Ἔκγονος ἀφροσύνης κακία, κακίας δὲ ἀγνωσία. | VatGr754 Ἔκγονος ἀφροσύνης κακία, κακίας δὲ ἀγνωσία. |
8 91 8 91 8 | Rondeau ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον. | VatGr754 Ἐν τῷ ἀνατεῖλαι τοὺς ἁμαρτωλοὺς ὡσεὶ χόρτον. |
sch4 91 sch4 91 sch4 | Rondeau Τὸ πῦρ ὃ ἦλθε βαλεῖν ὁ κύριος ἡμῶν εἰς τὴν γῆν κατακαίει ξύλα, χόρτον, κάλαμον . | VatGr754 Τὸ πῦρ, ὃ ἦλθεν βάλλειν ὁ Κύριος ἡμῶν εἰς τὴν γῆν, κατακαίει ξύλα, χόρτον, κάλαμον. |
sch4b 91 sch4b 91 sch4b | Rondeau Ὁ σωτήρ φησι· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν · ὁ δὲ Παῦλός φησιν· Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησεν, μισθὸν λήψεται· εἴ τινος δὲ τὸ ἔργον κατακαήσεται, οὗτος ζημιωθήσεται . Καὶ μήποτε τοῦτο τὸ πῦρ κατακαίει τὰς μοχθηρὰς ἕξεις μὴ ἀφιὲν ἀνατεῖλαι· καὶ γὰρ ξύλα, χόρτος, καλάμη κακία ὠνόμασται. Δικαίως οὖν ὁ σωτὴρ τοῦτο τὸ πῦρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν ἵνα τὰ φυόμενα ἐκριζώσῃ, τουτέστι τὰ πάθη. | VatGr754 |
10 91 10 91 10 | Rondeau ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται | VatGr754 Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται, κ. τ. ἑ. |
sch5 91 sch5 91 sch5 | Rondeau Ἐχθρὸς ἀπολλύμενος γίνεται φίλος· τὴν γὰρ ἔχθραν αὐτοῦ ἠφάνισεν ὁ θεός. | VatGr754 Ἐχθρὸς ἀπολλύμενος γίνεται φίλος· τὴν γὰρ ἔχθραν αὐτοῦ ἠφάνισεν ὁ Θεός. |
11 91 11 91 11 | Rondeau καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι | VatGr754 Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι, κ. τ. ἑ. |
sch6 91 sch6 91 sch6 | Rondeau Γῆρας δικαίου γνῶσις ἀληθὴς καὶ νεότης αὐτοῦ ἀπάθεια ψυχῆς. | VatGr754 Γῆρας δικαίου γνῶσις ἀληθής· καὶ νεότης αὐτοῦ ἀπάθεια ψυχῆς. |
12 91 12 91 12 | Rondeau καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου | VatGr754 |
14 91 14 91 14 | Rondeau πεφυτευμένοι ἐν τῷ οἴκῳ κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθήσουσιν | VatGr754 Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, κ. τ. ἑ. |
sch8 91 sch8 91 sch8 | Rondeau Οἱ δίκαιοι φυτευθέντες ἐν τῇ γνώσει τῇ τοῦ κυρίου πολλοὺς ἐν τῷ κόσμῳ τούτῳ ἢ ἐν ταῖς ἐκκλησίαις ἐξανθήσουσιν ἀνθρώπους διὰ τῆς πνευματικῆς διδασκαλίας καρποφοροῦντες αὐτούς. | VatGr754 Οἱ δίκαιοι, φυτευθέντες ἐν τῇ γνώσει τῇ τοῦ Κυρίου, πολλοὺς ἐν τῷ κόσμῳ τούτῳ ἢ ἐν ταῖς ἐκκλησίαις ἐξανθήσουσιν ἀνθρώπους, διὰ τῆς πνευματικῆς διδασκαλίας καρποφοροῦντες αὐτούς. |
16 91 16 91 16 | Rondeau τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ | VatGr754 Καὶ οὐκ ἔστιν ἀδικία παρ' αὐτῷ, κ. τ. ἑ. |
sch9 91 sch9 91 sch9 | Rondeau Ἀδικία οὐκ ἔστι παρὰ τῷ θεῷ διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον. | VatGr754 Ἀδικία οὐκ ἔστι παρὰ Θεῷ, διὰ τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον |
sch7 91 sch7 91 sch7 | Rondeau Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς ἐμφανιζομένους ἡμῖν δαίμονας καὶ πειρωμένους ἡμᾶς ἐκφοβεῖν. | VatGr754 Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς ἐμφανιζομένους δαίμονας ἡμῖν καὶ πειρωμένους ἡμᾶς ἐκφοβεῖν. |
12 91 91 12 91 12 | Rondeau | VatGr754 καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μουκαὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις εἰσακούσεται τὸ οὖς μου. |
2 92 1 2 92 1 2 | Rondeau | VatGr754 Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο, καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. |
3 92 1 3 92 1 3 | Rondeau ὁ κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο | VatGr754 |
sch1 92 sch1 92 sch1 | Rondeau Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ . | VatGr754 Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ [ὑπέταξεν] |
3 92 3 92 3 | Rondeau ἐπῆραν οἱ ποταμοί, κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν | VatGr754 Ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, κ. τ. ἑ. |
sch2 92 sch2 92 sch2 | Rondeau Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει διὰ τὸ ῥεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος. | VatGr754 Φύσεις λογικὰς ἁγίας ποταμοὺς ὀνομάζει, διὰ τὸ ῥεῖν ἐκ τῆς καρδίας αὐτῶν ποταμοὺς ὕδατος ζῶντος. |
4 92 4 92 4 | Rondeau θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης | VatGr754 Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, κ. τ. ἑ. | VatGr754 Ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν. |
sch3 92 sch3 92 sch3 | Rondeau Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετάρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυμάτων. | VatGr754 Θαυμαστὴ γίνεται ψυχὴ ἀρθεῖσα μετάρσιος καὶ χωρισθεῖσα τῶν τοῦ βίου τούτου κυμάτων. |
sch4 92 sch4 92 sch4 | Rondeau Οἶκος κυρίου ψυχὴ καθαρὰ· Ἐνοικήσω γάρ, φησίν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω . | VatGr754 Οἶκος Κυρίου, ψυχὴ καθαρὰ· ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. |
2 92 5 2 92 5 2 | Rondeau τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε | VatGr754 |
2 93 2 93 2 | Rondeau ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις | VatGr754 Ἀπόδος ἀνταπόδοσιν ὑπερηφάνοις, κ. τ. ἑ. |
sch1 93 sch1 93 sch1 | Rondeau Ὑπερηφανία ἐστὶν καταφρόνησις κλήσεως ἀγαθῆς. | VatGr754 Ὑπερηφανία ἐστὶ καταφρόνησις κλήσεως ἀγαθῆς. |
5 93 5 93 5 | Rondeau καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν | VatGr754 Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. | VatGr754 Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, κ. τ. ἑ. |
sch2 93 sch2 93 sch2 | Rondeau Κληρονομίαν εἴρηκεν τὴν φύσιν τὴν λογικὴν ἥτις πέφυκε κληρονομεῖν θεόν· ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονομίαν ὠνόμασεν· ἔθος γὰρ τοῦτο τῇ θείᾳ γραφῇ. | VatGr754 Κληρονομίαν εἴρηκεν φύσιν τὴν λογικὴν, ἥτις πέφυκε κληρονομεῖν Θεὸν, ἀντὶ δὲ τοῦ κληρονομοῦντος κληρονομίαν ὠνόμασεν· ἔθος γὰρ τοῦτο τῇ γραφῇ. |
6 93 6 93 6 | Rondeau χήραν καὶ προσήλυτον ἀπέκτειναν | Rondeau καὶ ὀρφανοὺς ἐφόνευσαν | VatGr754 Χήραν καὶ ὀρφανὸν ἀπέκτεινον, καὶ προσήλυτον ἐφόνευσεν. γ.-δ.´ Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀποκτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγούμενος· ὀρφανός ἐστι νοῦς ἐστηρουμένος τοῦ ἐπουρανίου πατρός· |
sch3 93 sch3 93 sch3 | Rondeau Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀποκτείνει ὁ κακῶς τὰς θείας γραφὰς ἐξηγούμενος· | VatGr754 |
sch4 93 sch4 93 sch4 | Rondeau Ὀρφανός ἐστι νοῦς ἐστερημένος τοῦ ἐπουρανίου πατρός. | VatGr754 |
sch5 93 sch5 93 sch5 | Rondeau Ὃν ἀγαπᾷ κύριος παιδεύει , φησὶν ὁ ἀπόστολος. Εἰ δὲ ὃν παιδεύει μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ' αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ κύριος· παιδεία γάρ ἐστιν μετριοπάθεια παθῶν. | VatGr754 « Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, » φησὶν ὁἈπόστολος· εἰ δὲ ὃν παιδεύει, μακαρίζει, πᾶς ὁ παιδευόμενος ὑπ' αὐτοῦ ἀπαθὴς γενήσεται· τοῦτον γὰρ ἀγαπᾷ Κύριος· παιδεία γάρ ἐστι μετριοπάθεια παθῶν. |
1 93 12 1 93 12 1 | Rondeau μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε | VatGr754 |
1 93 13 1 93 13 1 | Rondeau τοῦ πραῧναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν | VatGr754 |
2 93 13 2 93 13 2 | Rondeau ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος | VatGr754 τοῦ πραῦναι αὐτὸν ἀφ' ἡμερῶν πονηρῶν |
sch6 93 sch6 93 sch6 | Rondeau Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει, ἐν αἷς ὁ παιδευόμενος ὑπ' αὐτοῦ, καθαρὸς γενόμενος ἀπὸ παθῶν, ἀπολαύσει τῆς γνώσεως ἀτάραχος διαμένων. | VatGr754 ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει ἐν αἷς ὁ παιδευόμενος ὑπ' αὐτοῦ, καθαρὸς γενόμενος ἀπὸ παθῶν ἀπολαύσει τῆς γνώσεως, ἀτάραχος διαμένων. |
sch7 93 sch7 93 sch7 | Rondeau Βόθρον τὴν γέενναν ὠνόμασεν. | VatGr754 Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος, κ. τ. ἑ. Βόθρον τὴν γέενναν ὠνόμασεν. |
15 93 15 93 15 | Rondeau ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν | VatGr754 Ἕως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, κ. τ. ἑ. |
sch8 93 sch8 93 sch8 | Rondeau Ἕως οὗ ὁ Χριστὸς κρίνῃ τὴν οἰκουμένην· Αὐτὸς γὰρ ἡμῖν ἐγενήθη σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις · καὶ τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ πατήρ . | VatGr754 Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην· αὐτὸς γὰρ «ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, » καὶ «τὴν κρίσιν δὲ πᾶσαν αὐτῷ δέδωκεν ὁ Πατήρ. » |
2 93 18 2 93 18 2 | Rondeau τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι | VatGr754 τὸ ἔλεός σου, κύριε, βοήθει μοι |
sch9 93 sch9 93 sch9 | Rondeau Ἐνταῦθα τὸ ἔλεος τοῦ κυρίου τὴν πρόνοιαν αὐτοῦ σημαίνει, δι' ἣν ἄνθρωπος βοηθεῖται ἤτοι καὶ ἐγκαταλείπεται. Ἀλλὰ βοηθεῖται μὲν ἐνεργούσης αὐτῆς ὁ ἄνθρωπος, ἐγκαταλείπεται δὲ ὑποχωρούσης αὐτῆς. | VatGr754 ἐνταῦθα τὸ ἔλεος τοῦ Χριστοῦ τὴν πρόνοιαν αὐτοῦ σημαίνει, δι' ἣν ἄνθρωπος βοηθεῖται ἤτοι καὶ ἐγκαταλείπεται. ἀλλὰ βοηθεῖται μὲν ἐνεργούσης αὐτῆς ὁ ἄνθρωπος, ἐγκαταλείπεται δὲ ὑποχωρούσης αὐτῆς. |
sch9b 93 sch9b 93 sch9b | Rondeau Ἔλεος μὲν νοῦ γνῶσις, ἔλεος δὲ ψυχῆς ἀπάθεια. | VatGr754 |
19 93 19 93 19 | Rondeau αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου | VatGr754 Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου, κ. τ. ἑ. ι.´ Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων. |
sch10 93 sch10 93 sch10 | Rondeau Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων. | VatGr754 |
20 93 20 93 20 | Rondeau μὴ συμπροσέσται σοι, θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; | VatGr754 Μὴ συμπρόσεσταί σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι; Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ τὴν πονηρίαν αὐτῶν.Ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. |
sch11 93 sch11 93 sch11 | Rondeau Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς ὅστις ἀντίκειται τῷ διαβόλῳ. | VatGr754 Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβολον, ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ. |
sch11b 93 sch11b 93 sch11b | Rondeau Θρόνος ἀνομίας ἐστὶν ὁ διάβολος ὅστις κόπους παρέχει τοῖς τὰ προστάγματα τοῦ θεοῦ ποιοῦσιν ἀνθρώποις. | VatGr754 |
sch12 93 sch12 93 sch12 | Rondeau Κόπον πλάσσει ἐπὶ τῶν προσταγμάτων τοῦ θεοῦ, βουλόμενος ἡμᾶς παραβαίνειν τὰ προστάγματα αὐτοῦ καὶ ἐνδελεχῶν ἡμῖν ἅμα καὶ παλαίων ἐπὶ τὸ ἐξαπατῆσαι ἡμᾶς. | VatGr754 , Κόπον πλάσσει ἐπὶ τῶν προσταγμάτων τοῦ Θεοῦ, βουλόμενος ἡμᾶς παραβαίνειν τὰ προστάγματα αὐτοῦ, καὶ ἐνδελεχῶν ἡμῖν ἅμα καὶ παλαίων εἰς τὸ ἐξαπατῆσαι ἡμᾶς ὁ διάβολος. |
23 93 23 93 23 | Rondeau ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν | VatGr754 Καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς, κ. τ. ἑ. |
sch13 93 sch13 93 sch13 | Rondeau Ἀφανιεῖ αὐτοὺς κακοὺς ὄντας, δηλονότι καλοὺς ποιῶν. | VatGr754 Ἀφανιεῖ αὐτοὺς κακοὺς ὄντας, δηλονότι καλοὺς ποιῶν. |
sch13b 93 sch13b 93 sch13b | Rondeau Τὴν μὲν κακίαν ἀφανίζει κύριος ὡς δικαιοσύνη, τὴν δὲ ἄγνοιαν ὡς σοφία καὶ γνῶσις. | VatGr754 |
4 94 3 4 94 3 4 | Rondeau | VatGr754 Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντες τοὺς θεοὺς, ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν. |
sch2 94 sch2 94 sch2 | Rondeau Ὁ ὑψηλὸς τὴν διάνοιαν τοῦ κυρίου ἐστίν. | VatGr754 Ὁ ὑψηλὸς τὴν διάνοιαν τοῦ Θεοῦ ἐστιν |
1 94 4 1 94 4 1 | Rondeau ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς | VatGr754 |
2 94 4 2 94 4 2 | Rondeau καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστιν | VatGr754 |
sch2b 94 sch2b 94 sch2b | Rondeau Ὁ ὑψηλὸς ἐν θεωρίᾳ οὗτος τοῦ κυρίου λέγεται εἶναι ὡς μᾶλλον τῶν ἄλλων νοῶν περὶ θεοῦ. | VatGr754 |
6 94 6 94 6 | Rondeau δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ | VatGr754 Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, κ. τ. ἑ. | VatGr754 Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ ἡμεῖς λαὸς νομῆς καὶ πρόβατα χειρὸς αὐτοῦ. |
sch3 94 sch3 94 sch3 | Rondeau Οὗτος προσπίπτει τῷ κυρίῳ ὁ τὴν ἔπαρσιν τῆς ὑπερηφανίας ἀπολιπών. | VatGr754 Οὗτος προσπίπτει τῷ Κυρίῳ ὁ τὴν ἔπαρσιν ὑπερηφανίας ἀπολιπών. |
sch4 94 sch4 94 sch4 | Rondeau Ἐγώ εἰμι , φησὶν ὁ Χριστός, ὁ ποιμὴν ὁ καλός . | VatGr754 Ἐγώ εἰμι, φησὶν ὁ Χριστὸς, ποιμὴν καλός. |
1 94 7 1 94 7 1 | Rondeau ὅτι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν | Rondeau καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ | Rondeau καὶ πρόβατα χειρὸς αὐτοῦ | VatGr754 |
4 94 7 4 94 7 4 | Rondeau σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε | VatGr754 |
sch5 94 sch5 94 sch5 | Rondeau Τὸ σήμερον τὸν βίον τοῦτον σημαίνει· Ἰησοῦς γὰρ, φησί, Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας · καὶ πάλιν· Ἄχρις οὗ τὸ σήμερον καλεῖται . | VatGr754 Τὸ σήμερον τὸν βίον τοῦτον σημαίνει· « Ἰησοῦς γὰρ, φησὶ, Χριστὸς χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας· » καὶ πάλιν· «Αχρις οὗ τὸ σήμερον καλεῖται.» |
8 94 8 94 8 | Rondeau | VatGr754 Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, κ. τ. ἑ. |
3 94 10 3 94 10 3 | Rondeau καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου | VatGr754 |
2 94 11 2 94 11 2 | Rondeau εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου | VatGr754 |
sch7b 94 sch7b 94 sch7b | Rondeau Κατάπαυσις κυρίου ἡ γνῶσις αὐτοῦ ἥτις καὶ αἰώνιος ζωὴ λέγεται· Αὕτη γάρ, φησίν, ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν . | VatGr754 |
sch1 94 sch1 94 sch1 | Rondeau Χεῖρα νῦν τὴν πρόνοιαν λέγει τοῦ θεοῦ. | VatGr754 χεῖρα νῦν τὴν πρόνοιαν λέγει τοῦ Θεοῦ. |
sch6 94 sch6 94 sch6 | Rondeau Ὁδοί εἰσι τοῦ κυρίου αἱ πρακτικαὶ ἀρεταὶ αἱ ἀπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | VatGr754 Ὁδοί εἰσι τοῦ Κυρίου αἱ πρακτικαὶ ἀρεταὶ αἱ ἀπάγουσαι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. |
sch7 94 sch7 94 sch7 | Rondeau Κατάπαυσις κυρίου γνῶσις αὐτοῦ· ὁ δὲ εἰσελθὼν εἰς αὐτὴν ἀναπαύεται ἐπ' αὐτῆς. | VatGr754 Κατάπαυσις Κυρίου, γνῶσις αὐτοῦ· ὁ δὲ εἰσελθὼν εἰς αὐτὴν ἀναπαύσεται ἐπ' αὐτῆς. |
4 94 94 4 94 4 | Rondeau | VatGr754 ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς |
111 94 111 94 111 | Rondeau | VatGr754 Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, κ. τ. ἑ. |
112 94 112 94 112 | Rondeau | VatGr754 Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, κ. τ. ἑ. |
1 95 1 95 1 | Rondeau ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν | VatGr754 Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. |
sch1 95 sch1 95 sch1 | Rondeau Ὁ παλαιὸς ἄνθρωπος ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης οὐ δύναται ᾆσαι ᾆσμα καινόν· τοῦ γὰρ καινοῦ ἀνθρώπου ἐστὶν τὸ ᾆσμα τὸ καινὸν τοῦ γενομένου κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν . | VatGr754 Ὁ παλαιὸς ἄνθρωπος, ὁ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐ δύναται ᾆσαι ᾆσμα καινόν· τοῦ γὰρ καινοῦ ἀνθρώπου ἐστὶ τὸ ᾆσμα τὸ καινὸν τοῦ γενομένου κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν. |
4 95 4 95 4 | Rondeau φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεοὺς | VatGr754 Φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεοὺς, κ. τ. ἑ. |
sch2 95 sch2 95 sch2 | Rondeau Εἰ φοβερός ἐστιν ὁ κύριος ἐπὶ πάντας τοὺς θεούς, πάντες οἱ θεοὶ φοβοῦνται τὸν κύριον. | VatGr754 Εἰ φοβερός ἐστιν ὁ Κύριος ἐπὶ πάντας τοὺς θεοὺς, πάντες οἱ θεοὶ φοβοῦνται τὸν Κύριον. |
sch3 95 sch3 95 sch3 | Rondeau Ἀντὶ τοῦ ἀδύνατοι. | VatGr754 ἀντὶ τοῦ ἀδύνατοι. |
1 95 5 1 95 5 1 | Rondeau ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια | VatGr754 |
sch4 95 sch4 95 sch4 | Rondeau Θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον . | VatGr754 θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον. |
2 95 8 2 95 8 2 | Rondeau ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ | VatGr754 |
9 95 9 95 9 | Rondeau | VatGr754 Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. |
10 95 10 95 10 | Rondeau εἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ κύριος ἐβασίλευσεν | Rondeau καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται | VatGr754 Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε, κ. τ. ἑ. |
sch5 95 sch5 95 sch5 | Rondeau Εἴπατε τοῖς ἀδίκοις ὅτι δικαιοσύνη ἐβασίλευσεν καὶ τοῖς ἄφροσιν ὅτι κυριεύει φρόνησις καὶ τοῖς ψεύσταις ὅτι δεσπόζει ἡ ἀλήθεια καὶ τοῖς ἀγνοοῦσιν ὅτι κεκράτηκεν ἡ γνῶσις θεοῦ. | VatGr754 Εἴπατε τοῖς ἀδίκοις, ὅτι δικαιοσύνη ἐβασίλευσε· καὶ τοῖς ἄφροσιν, ὅτι κυριεύει φρόνησις· καὶ τοῖς ψεύσταις, ὅτι δεσπόζει ἡ ἀλήθεια· καὶ τοῖς ἀγνοοῦσιν, ὅτι κεκράτηκεν ἡ γνῶσις. |
11 95 11 95 11 | Rondeau εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ | VatGr754 Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, κ. τ. ἑ. |
sch6 95 sch6 95 sch6 | Rondeau Σαλεύεται ψυχὴ ἀπὸ γνώσεως θεοῦ εἰς πολύθεον πλάνην ἐκπίπτουσα. | Rondeau Τουτέστιν οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς. | Rondeau Οὐ τὴν γῆν κρινεῖ ἀλλὰ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ὁμωνύμως προσαγορευομένους τῇ γῇ. | VatGr754 Σαλεύεται ψυχὴ ἀπὸ γνώσεως Θεοῦ εἰς πολύθεον πλάνην ἐκπίπτουσα. | VatGr754 Τουτέστιν, οἱ κατοικοῦντες ἐν τοῖς οὐρανοῖς. | VatGr754 Οὐ τὴν γῆν κρινεῖ, ἀλλὰ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, ὁμωνύμως προσαγορευομένους τὴν γῆν. |
12 95 12 95 12 | Rondeau τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ | VatGr754 Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ, κ. τ. ἑ. |
sch8 95 sch8 95 sch8 | Rondeau Ποῖα ἀγαλλιάσονται ξύλα; Λεγέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι. | VatGr754 Ποῖα ἀγαλλιάσονται ξύλα; λεγέτωσαν οἱ τὴν ἀλληγορίαν παραιτούμενοι. |
13 95 13 95 13 | Rondeau ὅτι ἔρχεται κρῖναι τὴν γῆν | VatGr754 Πρὸ προσώπου Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ. |
1 96 1 96 1 | Rondeau εὐφρανθήτωσαν νῆσοι πολλαὶ | VatGr754 Εὐφρανθήτωσαν νῆσοι πολλαὶ, κ. τ. ἑ. |
sch1 96 sch1 96 sch1 | Rondeau Νῆσός ἐστι νοῦς ἀκλινὴς ὑπὸ τῶν τοῦ βίου τούτου κυμάτων περικτυπούμενος. | VatGr754 Νῆσός ἐστι νοῦς ἀκλινὴς, ὑπὸ τῶν τοῦ βίου τούτου κυμάτων περικτυπούμενος. |
3 96 3 96 3 | Rondeau πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται | VatGr754 Καὶ πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται, κ. τ. ἑ. |
sch2 96 sch2 96 sch2 | Rondeau Τὸ πῦρ τοῦτο καίει ξύλα, χόρτον, καλάμην , τουτέστι τὰς ἕξεις τὰς μοχθηράς. | VatGr754 Τὸ πῦρ τοῦτο καίει ξύλα, χόρτον, καλάμην, τουτέστι τὰς ἕξεις τὰς μοχθηράς. |
4 96 4 96 4 | Rondeau ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ | VatGr754 Ἔφαναν αἱ ἀστραπαὶ τῇ οἰκουμένῃ. |
sch3 96 sch3 96 sch3 | Rondeau Ἀστραπή ἐστι διδασκαλία πνευματικὴ ἀπὸ τῶν νοητῶν νεφελῶν γινομένη, αἷς πολλάκις ἐντέλλεται κύριος ὀργιζόμενος τοῖς ἀνθρώποις μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετόν, ἵνα γένηται λιμὸς οὐκ ἄρτου οὐδὲ ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον κυρίου . | VatGr754 Ἀστραπή ἐστι διδασκαλία πνευματικὴ ἀπὸ τῶν νοητῶν νεφελῶν γενομένη, αἷς πολλάκις ἐντέλλεται Κύριος ἐργαζομένοις μὴ βρέξαι ἐπ' αὐτοὺς ὑετὸν, ἵνα γίνηται λιμὸς, οὐκ ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. |
5 96 5 96 5 | Rondeau τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου | VatGr754 Τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Κυρίου. |
sch4 96 sch4 96 sch4 | Rondeau Ὅπερ πήγνυσιν ὁ βορρᾶς, τοῦτο τήκει ὁ νότος· διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾌσμασιν τῶν ᾀσμάτων· Ἐξεγείρου βορρᾶ καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματα . | VatGr754 Ὅπερ πήγνυσιν ὁ Βοῤῥᾶς, τοῦτο τήκει ὁ νότος. Διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾄσμασιν τῶν ᾀσμάτων·Ἐξεγείρου, Βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μοι, καὶ ῥευσάτω ἀρώματα. |
7 96 7 96 7 | Rondeau αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς | VatGr754 Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχόμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. |
sch5 96 sch5 96 sch5 | Rondeau Τὸ γλυπτὸν ἤτοι διὰ τὴν φύσιν προσκυνητὸν ἢ διὰ τὸ σχῆμα. Καὶ εἰ μὲν διὰ τὴν φύσιν ἐστὶ προσκυνητόν, λεγέτωσαν διὰ τί μὴ πάντες οἱ λίθοι προσκυνητοί. Εἰ δὲ διὰ τὴν γλυφὴν τὸ σχῆμα προσκυνητὸν καὶ οὐχ ἡ φύσις, ἀλλὰ πᾶν σχῆμα σώματος προσδέεται πρὸς τὸ εἶναι, ὁ δὲ θεὸς οὐδενὸς χρῄζει πρὸς τὸ ὑπάρχειν, οὐκ ἆρα τὸ σχῆμα θεός· εἰ δὲ μὴ θεός, οὐ προσκυνητόν. Πάλιν· τοῦ σχήματος γένος ἢ ποιότης, τοῦ δὲ θεοῦ οὐκ ἔστι γένος ἢ ποιότης, οὐκ ἄρα τὸ σχῆμα θεός. Καὶ εἰ μὲν τὸ σημαινόμενον ὑπὸ τοῦ γλυπτοῦ λέγοιεν εἶναι προσκυνητόν, εἰπάτωσαν τί τὸ σημαινόμενον, πότερον σῶμά ἐστιν ἢ ἀσώματον. Καὶ εἰ μὲν σῶμα, οὐ προσκυνητόν — οὐδὲν γὰρ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων προσκυνητὸν διὰ τὸ εἶναι φθαρτόν. Εἰ δὲ ἀσώματον λέγοιεν, πάλιν ἐρώτησον πότερον ἔχει γνῶσιν ἢ οὐκ ἔχει· καὶ εἰ μὲν ἔχει γνῶσιν, πεποίωται καὶ διπλοῦν ἐστιν· εἰ δὲ διπλοῦν, οὐ θεός· ἴδιον γὰρ θεοῦ ἡ ἁπλότης· εἰ δὲ οὐκ ἔχει γνῶσιν, τυφλόν ἐστι μηδὲν ἐπιστάμενον· εἰ δὲ αὐτὸ γνῶσίς ἐστιν, λεγέτωσαν πῶς τὸ σχῆμα τὸ ἐν τῷ λίθῳ σύμβολόν ἐστι τῆς γνώσεως. | VatGr754 Τὸ γλυπτὸν, ἤτοι διὰ τὴν φύσιν προσκυνητὸν, ἢ διὰ τὸ σχῆμα. Καὶ εἰ μὲν διὰ τὴν φύσιν ἐστὶ προσκυνητὸν, λεγέτωσαν διὰ τί μὴ πάντες οἱ λίθοι προσκυνητοί. Εἰ δὲ διὰ τὴν γλυφὴν τὸ σχῆμα προσκυνητὸν, καὶ οὐχ ἡ φύσις, ἀλλὰ πᾶν σχῆμα σώματος προσδέεται πρὸς τὸ εἶναι.Ὁ δὲ Θεὸς οὐδενὸς χρήζει πρὸς τὸ ὑπάρχειν, οὐκ ἆρα τὸ σχῆμα Θεός· εἰ δὲ μὴ Θεὸς, οὐ προσκυνητόν. Πάλιν τοῦ σχήματος γένος ἢ ποιότης· τοῦ δὲ Θεοῦ οὐκ ἐστὶ γένος ἢ ποιότης· οὐκ ἄρα τὸ σχῆμα Θεός. Καὶ εἰ μὲν τὸ σημαινόμενον ὑπὸ τοῦ γλυπτοῦ λέγοιεν εἶναι προσκυνητὸν, εἰπάτωσαν τί τὸ σημαινόμενον. Πότερον σῶμά ἐστιν ἢ ἀσώματον; καὶ εἰ μὲν σῶμα, οὐ προσκυνητόν· οὐδὲν γὰρ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων προσκυνητὸν διὰ τὸ εἶναι φθαρτόν. Εἰ δὲ ἀσώματον λέγοιεν, πάλιν ἐρώτησον πότερον ἔχει γνῶσιν ἢ οὐκ ἔχει. Καὶ εἰ μὲν ἔχει γνῶσιν, πεποίηται καὶ διπλοῦν ἐστιν. Εἰ δὲ διπλοῦν, οὐ Θεός.Ἴδιον γὰρ Θεοῦ ἡ ἁπλότης. Εἰ δὲ οὐκ ἔχει γνῶσιν, τυφλόν ἐστι, μηδὲν ἐπιστάμενον. Εἰ δὲ αὐτόγνωσίς ἐστι, λεγέτωσαν πῶς σχῆμα τὸ ἐν τῷ λίθῳ σύμβολόν ἐστι γνώσεως. |
10 96 10 96 10 | Rondeau οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρά | VatGr754 οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά |
sch6 96 sch6 96 sch6 | Rondeau Τουτέστιν οἱ ἀγαπῶντες τὴν γνῶσιν, μισεῖτε πονηρά . | VatGr754 τουτέστιν, οἱ ἀγαπῶντες τὴν γνῶσιν, μισεῖτε πονηρά. |
12 96 12 96 12 | Rondeau καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ | VatGr754 Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, κ. τ. ἑ. |
sch7 96 sch7 96 sch7 | Rondeau [Ἐξομολογεῖσθε μνημονεύοντες τῆς ἁγιωσύνης αὐτοῦ.] | VatGr754 Ἐξομολογεῖσθε, μνημονεύοντες τῆς ἁγιωσύνης αὐτοῦ. |
2 97 2 97 2 | Rondeau ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ | VatGr754 Ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ, κ. τ. ἑ. |
sch1 97 sch1 97 sch1 | Rondeau Δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν . | VatGr754 « Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν. » |
3 97 3 97 3 | Rondeau εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν | VatGr754 Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. |
sch2 97 sch2 97 sch2 | Rondeau Ἐὰν μή τις γένηται ἐν τοῖς πέρασι τῆς γῆς, οὐ δύναται ἰδεῖν τὸ σωτήριον τοῦ θεοῦ· ὁ γὰρ τοιοῦτος οὐκ ἔστιν ἐν σαρκί, ἀλλ' ἐν πνεύματι . | VatGr754 Ἐὰν μή τις γένηται ἐν τοῖς πέρασι τῆς γῆς, οὐ δύναται ἰδεῖν τὸ σωτήριον τοῦ Θεοῦ· ὁ γὰρ τοιοῦτος οὐκ ἐστὶν ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι. |
6 97 5 6 97 5 6 | Rondeau | VatGr754 Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης. |
sch3 97 sch3 97 sch3 | Rondeau Ἡ κερατίνη σάλπιγξ σύμβολον νίκης ἐστίν· οἱ γὰρ Ἑβραῖοι νικῶντες ἐν τοῖς πολέμοις τῇ κερατίνῃ ἐσάλπιζον· οὕτως καὶ Ἰωὰβ νικήσας τὸν Ἀβεσσαλὼμ ἐσάλπισεν τῇ κερατίνῃ. Εἴ τις οὖν κατὰ τὸν ἀπόστολον δύναται εἰπεῖν· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα , οὗτος νικήσας τὸν ζητοῦντα λαβεῖν τὴν βασιλείαν τοῦ Χριστοῦ ἡμῶν τοῦ Δαυὶδ ἐσάλπισεν τῇ κερατίνῃ. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι πολλαχοῦ τὸ κέρας νοῦς λέγεται τοῦ ἀνθρώπου, ὡς τό ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου , δηλονότι ὁ νοῦς. Ὑψοῦται γὰρ τῷ θεῷ τῷ ὄντι ἐν τοῖς ὑψίστοις ἀκολουθῶν. | VatGr754 Ἅμα δὲ καὶ ἰστέον ὅτι πολλαχοῦ τὸ κέρας νοὺς λέγεται τοῦ ἀνθρώπου, ὡς τό·Ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου, τουτέστιν ὁ νοῦς.Ὑψοῦται γὰρ τῷ Θεῷ τῷ ὄντι ἐν τοῖς ὑψίστοις ἀκολουθῶν. |
1 97 6 1 97 6 1 | Rondeau ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης | VatGr754 |
8 97 8 97 8 | Rondeau ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό | VatGr754 Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. |
sch4 97 sch4 97 sch4 | Rondeau Εἰ τὰ χαρίσματα τοῦ πνεύματος τοῦ ἁγίου ποταμοὶ λέγονται κατὰ τό ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος , καλῶς οἱ μετέχοντες τούτων τῶν ποταμῶν καὶ αὐτοὶ ποταμοὶ λέγονται. Σημειωτέον δὲ καὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι τοὺς ποταμούς, ἵνα τὸ αὐτὸ λέγωσι πάντες καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα . | VatGr754 Εἰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου ποταμοὶ λέγονται κατὰ τό· «Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, » καλῶς οἱ μεθέξοντες τούτων τῶν ποταμῶν καὶ αὐτοὶ ποταμοὶ λέγονται. Σημειωτέον δὲ καὶ τὸ «ἐπὶ τὸ αὐτὸ » εἶναι τοὺς ποταμοὺς, ἵνα τὸ αὐτὸ λέγωσι πάντες, καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα. |
2 97 9 2 97 9 2 | Rondeau κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι | VatGr754 |
sch5 97 sch5 97 sch5 | Rondeau Εὐθύτης ἐστὶν ἕξις ἀκαμπτὴς ἐφ' ἃ οὐ χρή. | VatGr754 |
4 98 4 98 4 | Rondeau σὺ ἡτοίμασας εὐθύτητας | VatGr754 Σὺ ἡτοίμασας εὐθύτητας, κ. τ. ἑ. |
sch1 98 sch1 98 sch1 | Rondeau Εὐθύτητας ἤτοι τοὺς εὐθεῖς ἤ τὰς ἀρετάς. | VatGr754 Εὐθύτητας ἤτοι τοὺς εὐθεῖς, ἤτοι τὰς ἀρετάς. |
5 98 5 98 5 | Rondeau καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ | VatGr754 Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, κ. τ. ἑ. |
sch2 98 sch2 98 sch2 | Rondeau Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ λόγον θεόν. | VatGr754 Τὸ ὑποπόδιον τῶν ποδῶν εἶπόν τινες εἶναι τὴν σάρκα τὴν τοῦ Χριστοῦ, ἥτις διὰ τὸν Χριστόν ἐστι προσκυνητή· ὁ δὲ Χριστὸς προσκυνητὸς διὰ τὸν ἐν αὐτῷ Λόγον Θεοῦ. |
6 98 6 98 6 | Rondeau ἐπεκαλοῦντο τὸν κύριον καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν | VatGr754 Καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ, κ. τ. ἑ. |
sch3 98 sch3 98 sch3 | Rondeau Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν καὶ τὴν ἀλήθειαν ὁ μὴ ψευδόμενος καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν. | VatGr754 Οὗτος ἐπικαλεῖται τὴν δικαιοσύνην ὁ δικαιοπραγῶν, καὶ τὴν ἀλήθειαν ὁ μὴ ψευδόμενος, καὶ τὴν ἀγάπην ὁ μὴ μισῶν. |
7 98 7 98 7 | Rondeau ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτοὺς | VatGr754 Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτοὺς, κ. τ. ἑ. |
sch4 98 sch4 98 sch4 | Rondeau Ὁ στῦλος καὶ ἡ νεφέλη λογικαὶ φύσεις εἰσίν, δι' ὧν ἐλάλει πρὸς τοὺς ἁγίους ὁ κύριος. | VatGr754 Ὁ στῦλος καὶ ἡ νεφέλη λογικαὶ φύσεις εἰσὶ, δι' ὧν ἐλάλει πρὸς τοὺς ἁγίους ὁ Κύριος. |
9 98 9 98 9 | Rondeau part 1 ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν | VatGr754 Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, κ. τ. ἑ. |
sch5 98 sch5 98 sch5 | Rondeau Ὑπὸ καθαροῦ νοῦ πέφυκεν ὑψοῦσθαι θεός. | VatGr754 Ὑπὸ καθαροῦ νοῦ πέφυκεν ὑψοῦσθαι Θεός. |
4 99 4 99 4 | Rondeau εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει | VatGr754 Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ, κ. τ. ἑ. |
sch1 99 sch1 99 sch1 | Rondeau Πύλαι σοφίας, ἀρεταί· διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | VatGr754 Πύλαι σοφίας, ἀρεταί· διὰ γὰρ αὐτῶν εἰσερχόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. |
2 100 1 2 100 1 2 | Rondeau ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε | VatGr754 ἐλεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε |
sch1 100 sch1 100 sch1 | Rondeau Τὸν περὶ προνοίας καὶ κρίσεως ᾆσαι θέλει λόγον. | VatGr754 τὸν περὶ προνοίας καὶ κρίσεως ᾆσαι θέλει λόγον. |
1 100 2 1 100 2 1 | Rondeau ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; | VatGr754 ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; |
sch2 100 sch2 100 sch2 | Rondeau Ὁ εἰρηκὼς τῷ θεῷ πότε ἥξεις πρός με, τίνα καὶ πόσα εὐτρέπισεν πρὸς ὑποδοχὴν αὐτοῦ καταλέγει. Πλὴν τοῦτο ἰστέον ὅτι χωρὶς θεοῦ τὸν περὶ προνοίας καὶ κρίσεως λόγον νοῆσαι τῶν ἀδυνάτων ἐστίν, διόπερ καὶ οὗτος βουλόμενος ἐφάψασθαι τοῦ λόγου τούτου, θεὸν καλεῖ πρὸς βοήθειαν, ἑαυτὸν ὡς ἔνι μάλιστα μακαρίσας. | VatGr754 ὁ εἰρηκὼς τῷ θεῷ « πότε ἥξεις πρός με, » τίνα καὶ πόσα εὐτρέπισεν πρὸς ὑποδοχὴν αὐτοῦ, καταλέγει. πλὴν τοῦτο ἰστέον, ὅτι χωρὶς Θεοῦ τὸν περὶ προνοίας καὶ κρίσεως λόγον νοῆσαι ἀδύνατόν ἐστιν· διόπερ καὶ οὗτος βουλόμενος ἐφαψᾶσθαι τοῦ λόγου τούτου, Θεὸν καλεῖ πρὸς βοηθείαν, ἑαυτὸν ὡς ἔνι μάλιστα μακαρίσας. |
sch3 100 sch3 100 sch3 | Rondeau Ἀπαθοῦς ὁ λόγος. | VatGr754 ἀπαθοῦς λόγου. |
2 100 4 2 100 4 2 | Rondeau ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον | VatGr754 |
1 100 5 1 100 5 1 | Rondeau τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον | VatGr754 τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον |
2 100 5 2 100 5 2 | Rondeau ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον | VatGr754 ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. |
sch4 100 sch4 100 sch4 | Rondeau Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς καταλαλοῦντας. | VatGr754 χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς καταλαλοῦντας. |
sch5 100 sch5 100 sch5 | Rondeau Ὑπερηφανία ἐστὶν μίμησις μεγαλοψυχίας ἢ προσποίησις. | VatGr754 ὑπερηφανία ἐστὶν μίμησις μεγαλοψυχίας ἢ προποίησις. |
1 100 6 1 100 6 1 | Rondeau οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ | VatGr754 |
2 100 8 2 100 8 2 | Rondeau τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν | VatGr754 τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. |
sch7 100 sch7 100 sch7 | Rondeau Νῦν πόλιν κυρίου λέγει τὴν ἑαυτοῦ ψυχὴν ἐν ᾗ πάντας ἀπέκτεινε λογισμοὺς παρανόμους. | VatGr754 νῦν πόλιν Κυρίου λέγει τὴν ἑαυτοῦ ψυχὴν, ἐν ᾗ πάντας ἀπέκτεινε λογισμοὺς παρανόμους. |
sch6 100 sch6 100 sch6 | Rondeau Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἱερατικοὺς ὑπηρετουμένους ὑπὸ δούλων πονηροτάτων. | VatGr754 χρηστέον τὸ ῥητὸν πρὸς τοὺς ἱερατικοὺς ὑπηρετουμένους ὑπὸ δούλων πονηροτάτων. |
6 100 100 6 100 6 | Rondeau | VatGr754 οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ᾿ ἐμοῦ. [πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει] |
2 101 4 2 101 4 2 | Rondeau καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγισαν | VatGr754 |
6 101 4 6 101 4 6 | Rondeau | VatGr754 Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγισαν· ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου, ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. |
sch1 101 sch1 101 sch1 | Rondeau Ἀλλαχοῦ δέ φησι· Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, κύριε, τίς ὅμοιός σοι . | VatGr754 Ἀλλαχοῦ δέ φησι· Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν. |
sch2 101 sch2 101 sch2 | Rondeau Ξηραίνεται νοῦς ὕδατος πνευματικοῦ ἀπορῶν τοῦ ῥέοντος ἐκ τῆς πηγῆς τῆς ζωῆς. | VatGr754 Ξηραίνεται νοῦς ὕδατος πνευματικοῦ ἀπορῶν, τοῦ ῥέοντος ἐκ τῆς πηγῆς τῆς ζωῆς. |
1 101 5 1 101 5 1 | Rondeau ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου | VatGr754 |
7 101 7 101 7 | Rondeau ὡμοιώθην πελεκᾶνι ἐρημικῷ | VatGr754 Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δόματι. |
sch3 101 sch3 101 sch3 | Rondeau Τὸν πελεκᾶνα τοῦτόν φασιν τῷ οἰκείῳ αἵματι ἐγείρειν τὰ τεθνηκότα τῶν τέκνων. | VatGr754 Τὸν πελεκᾶνα τοῦτόν φασιν τῷ οἰκείῳ αἵματι ἐγείρειν τὰ τεθνηκότα τῶν τέκνων. |
8 101 8 101 8 | Rondeau ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι | VatGr754 Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονά-ζον ἐπὶ δώματι, κ. τ. ἑ. |
sch4 101 sch4 101 sch4 | Rondeau Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία. | VatGr754 Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία. |
2 101 10 2 101 10 2 | Rondeau τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων | VatGr754 |
12 101 12 101 12 | Rondeau αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν | VatGr754 Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. | VatGr754 Κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην· σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, κ. τ. ἑ. |
sch6 101 sch6 101 sch6 | Rondeau Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς . | VatGr754 Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν ἐπὶ τῆς γῆς. |
sch7 101 sch7 101 sch7 | Rondeau Ἐγὼ μὲν πρόσκαιρος καὶ θνητός· σὺ δὲ ἀΐδιος καὶ ἀθάνατος. | VatGr754 Ἐγὼ μὲν πρόσκαιρος καὶ θνητὸς, σὺ δὲ ἀΐδιος καὶ ἀθάνατος. |
13 101 13 101 13 | Rondeau σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν | VatGr754 |
14 101 14 101 14 | Rondeau σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιών | VatGr754 Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν |
sch8 101 sch8 101 sch8 | Rondeau Νῦν τὴν Σιὼν τὴν φύσιν λέγει τὴν λογικὴν τὴν πεφυκυῖαν σκοπεύειν τὰ ἐπουράνια. | VatGr754 νῦν τὴν Σιὼν τὴν φύσιν λέγει τὴν λογικὴν τὴν πεφυκυῖαν σκοπεύειν τὰ ἐπουράνια. 15. Οτι ηὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. |
sch9 101 sch9 101 sch9 | Rondeau Τουτέστι τοὺς χοϊκοὺς αὐτῆς ἀνθρώπους. | VatGr754 Χοῦν οἰκτειρήσουσι, τουτέστι τοὺς χοϊκούς. |
2 101 15 2 101 15 2 | Rondeau καὶ τὸν χοῦν αὐτῆς οἰκτιρήσουσιν | VatGr754 |
17 101 16 17 101 16 17 | Rondeau | VatGr754 Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου, ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. ι.´ εἴ τις οἰκοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον, ἀργύριον, λίθους τιμίους. |
1 101 17 1 101 17 1 | Rondeau ὅτι οἰκοδομήσει κύριος τὴν Σιών | VatGr754 |
sch10 101 sch10 101 sch10 | Rondeau Εἴ τις ἐπιοικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσόν, ἄργυρον, λίθους τιμίους . | VatGr754 |
2 101 19 2 101 19 2 | Rondeau καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον | VatGr754 |
20 101 19 20 101 19 20 | Rondeau | VatGr754 Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον, ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ. Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε. |
sch11 101 sch11 101 sch11 | Rondeau Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις . | VatGr754 εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. |
sch12 101 sch12 101 sch12 | Rondeau Οἱ ἁμαρτωλοὶ ἄνθρωποί εἰσιν υἱοὶ τῶν τεθανατωμένων. | VatGr754 οἱ ἁμαρτωλοὶ ἄνθρωποί εἰσιν υἱοὶ τῶν τεθανατωμένων. |
2 101 21 2 101 21 2 | Rondeau τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων | VatGr754 |
25 101 25 101 25 | Rondeau μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου | VatGr754 Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, κ. τ. ἑ. |
sch13 101 sch13 101 sch13 | Rondeau Τῶν γινομένων ἡμερῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης . | VatGr754 Τῶν γινομένων ἡμερῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης. |
2 101 26 2 101 26 2 | Rondeau καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί | VatGr754 |
27 101 27 101 27 | Rondeau αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις | VatGr754 Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, κ. τ. ἑ. |
sch14 101 sch14 101 sch14 | Rondeau Ἀπολοῦνται οἱ οὐρανοὶ οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα· Παράγει γάρ, φησὶν ὁ ἀπόστολος, τὸ σχῆμα τοῦ κόσμου τούτου . | VatGr754 Ἀπολοῦνται οἱ οὐρανοὶ οὐ κατ' οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα· « Παράγει γὰρ, φησὶν ὁἈπόστολος, τὸ σχῆμα τοῦ κόσμου τούτου. » |
sch5 101 sch5 101 sch5 | Rondeau Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς παρὰ τὸν καιρὸν τοῦ πότου αὐλοῖς καὶ ᾠδαῖς τερπομένους. | VatGr754 χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς παρὰ τὸν καιρὸν τοῦ πότου αὐλοῖς καὶ ᾠδαῖς τερπομένους. |
10 101 101 10 101 10 | Rondeau | VatGr754 ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγονκαὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων |
1 102 1 102 1 | Rondeau Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον | Rondeau καὶ πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ | VatGr754 Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, κ. τ. ἑ. |
sch1 102 sch1 102 sch1 | Rondeau Τὰ ἐντὸς τοῦ ἔσω ἀνθρώπου ἐστὶν ἡ νοητικὴ δύναμις καὶ διανοητικὴ καὶ ἐπιβλεπτικὴ καὶ ὁρμητική, καὶ ἡ φανταστικὴ καὶ ἡ μνημονευτική. | VatGr754 Τὰ ἐντὸς τοῦ ἔσω ἀνθρώπου ἐστὶν ἡ νοητικὴ δύναμις, καὶ διανοητικὴ, καὶ ἐπιβλεπτικὴ, καὶ ἑρμηνευτικὴ, καὶ ἡ φανταστικὴ, καὶ ἡ μνημονευτική. |
sch2 102 sch2 102 sch2 | Rondeau -Ἰᾶται τὰς νόσους ὡς ἰατρὸς τῶν ψυχῶν. | VatGr754 ἰᾶται τὰς νόσους ὡς ἰατρὸς των ψυχῶν. |
sch3 102 sch3 102 sch3 | Rondeau Λυτροῦται ὡς βασιλεύς. | VatGr754 λυτροῦται ὡς βασιλεύς. |
sch4 102 sch4 102 sch4 | Rondeau Στεφανοῖ ὡς ἀγωνοθέτης. | VatGr754 στεφανοῖ ὡς ἀγωνοθέτης. |
2 102 3 2 102 3 2 | Rondeau τὸν ἰώμενον πάσας τὰς νόσους σου | VatGr754 |
sch5 102 sch5 102 sch5 | Rondeau Ἐμπίμπλησιν ἡμᾶς ἀγαθῶν ὡς πλούσιος. | VatGr754 ἐμπίμπλησιν ἡμᾶς ἀγαθῶν ὡς πλούσιος. |
1 102 4 1 102 4 1 | Rondeau τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου | VatGr754 |
2 102 4 2 102 4 2 | Rondeau τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς | VatGr754 |
1 102 5 1 102 5 1 | Rondeau τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου | VatGr754 |
2 102 5 2 102 5 2 | Rondeau ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου | VatGr754 |
9 102 9 102 9 | Rondeau οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. | VatGr754 Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. |
sch7 102 sch7 102 sch7 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι ἄλλο ὀργὴ καὶ ἄλλο μῆνις. | VatGr754 Ἐντεῦθεν γινώσκομεν ὅτι ἄλλο ὀργὴ, καὶ ἄλλο μῆνις. |
11 102 11 102 11 | Rondeau ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν | VatGr754 Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν, κ. τ. ἑ. |
sch8 102 sch8 102 sch8 | Rondeau Ὥσπερ ὕψωσε τοὺς ἐν οὐρανοῖς, οὕτως ἠλέησε τοὺς ἐπὶ γῆς φοβουμένους αὐτόν. | VatGr754 Ὥσπερ ὕψωσε τοὺς ἐν οὐρανοῖς, οὕτως ἐλέησε τοὺς ἐπὶ γῆς φοβουμένους αὐτόν. |
15 102 15 102 15 | Rondeau ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει | VatGr754 Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει, κ. τ. ἑ. |
sch9 102 sch9 102 sch9 | Rondeau Ἐνταῦθα ὁ ἄνθρωπος τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός, | VatGr754 Ἐνταῦθα ὁ ἄνθρωπος τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητὸς, |
16 102 16 102 16 | Rondeau ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει | Rondeau καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ | VatGr754 Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, κ. τ. ἑ. |
sch10 102 sch10 102 sch10 | Rondeau Μετὰ τὸν θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ. | VatGr754 Μετὰ θάνατον ἡ ψυχὴ οὐχ ὑπάρχει ἐν τῷ βίῳ τούτῳ. |
17 102 17 102 17 | Rondeau τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν | Rondeau καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν | VatGr754 Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος εἰς τοὺς φοβουμένους αὐτὸν, κ. τ. ἑ. |
sch11 102 sch11 102 sch11 | Rondeau Ἡ μὲν αἰσθητὴ ζωὴ οὐκ ἀΐδιος, τὸ δὲ ἔλεος κυρίου ἀΐδιον. | VatGr754 Ἡ μὲν αἰσθητὴ ζωὴ οὐκ ἀΐδιος, τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀΐδιον. |
2 102 18 2 102 18 2 | Rondeau καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς | VatGr754 |
19 102 19 102 19 | Rondeau κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει | VatGr754 Καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει, κ. τ. ἑ. |
sch14 102 sch14 102 sch14 | Rondeau Ἡ μὲν δημιουργικὴ αὐτοῦ βασιλεία πάντων δεσπόζει· ἡ δὲ κατὰ γνῶσιν βασιλεία οὐ πάντων τῶν ἐπὶ γῆς, πάντων δὲ τῶν ἐν οὐρανοῖς δεσπόζει. | VatGr754 Ἡ μὲν δημιουργικὴ αὐτοῦ βασιλεία πάντων δεσπόζει· ἡ δὲ κατὰ γνῶσιν βασιλεία οὐ πάντων τῶν ἐπὶ γῆς, πάντων δὲ τῶν ἐν οὐρανοῖς δεσπόζει. |
20 102 20 102 20 | Rondeau εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ | VatGr754 εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτου, δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ |
sch15 102 sch15 102 sch15 | Rondeau Οὗτος δυνατὸς ὁ ποιῶν τὸν λόγον τοῦ θεοῦ. Ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι καὶ οἱ ἄγγελοι λόγον ἀκούουσίν τινων διδασκόντων αὐτούς. Καὶ γὰρ αὐτοὶ διαλέκτους ἁρμοζούσας αὐτοῖς ἔχουσι δι᾿ ὧν τὰ προστάγματα ἀλλήλοις σημαίνουσιν· Ἐὰν ταῖς γλώσσαις , φησὶν ὁ Παῦλος, τῶν ἀγγέλων λαλῶ . | VatGr754 οὗτος δυνατὸς ὁ ποιῶν τὸν λόγον τοῦ θεοῦ· ἅμα δὲ καὶ τοῦτο ἰστέον ὅτι καὶ οἱ ἄγγελοι λόγον ἀκούουσιν τινων διδασκόντων αὐτούς. καὶ γὰρ αὐτοὶ διαλέκτους ἁρμοζούσας αὐτοῖς ἔχουσι δἰ᾿ὧν τὰ προστάγματα ἀλλήλοις σημαίνουσιν· ἐὰν ταῖς γλώσσαις, φησὶν ὁ Παῦλος, τῶν ἀγγ έλων λαλῶ. |
sch6 102 sch6 102 sch6 | Rondeau Τὸ γῆρας ἀποδύεται ὁ ἀετὸς ὡς καὶ ὁ ἄνθρωπος τὸν παλαιὸν ἄνθρωπον ἀποδύεται τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης . | VatGr754 τὸ γῆρας ἀποδύεται ὁ ἀετὸς ὡς καὶ ὁ ἄνθρωπος τὸν παλαιὸν ἄνθρωπον ἀποδύεται τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. |
sch12 102 sch12 102 sch12 | Rondeau Υἱοὶ υἱῶν εἰσιν οἱ τοῦ αὐτοῦ πνεύματος τῆς υἱοθεσίας κατηξιωμένοι. | VatGr754 Υἱοὶ υἱῶν εἰσιν οἱ τοῦ αὐτοῦ πνεύματος τῆς υἱοθεσίας ἠξιωμένοι. |
sch13 102 sch13 102 sch13 | Rondeau Οὗτος μέμνηται τῶν ἐντολῶν ὁ ζῶν κατ' αὐτάς. | VatGr754 Οὗτος μέμνηται τῶν ἐντολῶν, ὁ ζῶν κατ' αὐτάς. |
5 102 102 5 102 5 | Rondeau | VatGr754 ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. |
181 102 181 102 181 | Rondeau | VatGr754 Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, κ. τ. ἑ. |
182 102 182 102 182 | Rondeau | VatGr754 Καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, κ. τ. ἑ. |
2 103 2 103 2 | Rondeau ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον | Rondeau ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν | VatGr754 Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, κ. τ. ἑ. |
sch1 103 sch1 103 sch1 | Rondeau Ἱμάτιον κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φωτισθήσεται ὑπ' αὐτοῦ. | VatGr754 Ἱμάτιον Κυρίου γνῶσις ἀληθής· ὁ δὲ ἐνδυόμενος αὐτὸ φωτισθήσεται ὑπ' αὐτοῦ. |
4 103 4 103 4 | Rondeau Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον | VatGr754 Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, κ. τ. ἑ. |
sch3 103 sch3 103 sch3 | Rondeau Τῷ μὲν Ἀβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐπεφάνησαν· τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον. | VatGr754 Τῷ μὲνἈβραὰμ οἱ ἄγγελοι ὡς πνεύματα ἐφάνησαν, τοῖς δὲ Σοδομίταις ὥσπερ πῦρ φλέγον. |
5 103 5 103 5 | Rondeau ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς | VatGr754 Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. |
sch4 103 sch4 103 sch4 | Rondeau Ὁ μὲν Ἰὼβ εἶπεν· Κρεμάσας τὴν γῆν ἐπ' οὐδενός · ὁ δὲ Δαυίδ· ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς θεμελιώσας αὐτήν. Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα. | VatGr754 Ὁ μὲνἸὼβ εἶπε· «Κρεμάσας τὴν γῆν ἐπὶ μηδενός· » ὁ δὲ Δαυῒδ, «ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.» Ἑκάτεροι δὲ ἀναιροῦσι τὸ εἶναι σῶμά τι ἕτερον βαστάζον αὐτὴν ὑποκάτω· ἡ γὰρ ἀσφάλεια οὐκ ἔστιν οὐσία, ἀλλὰ τέχνη Θεοῦ, ἀκίνητον τὴν γῆν ἐν τῇ σφαίρᾳ διαφυλάττουσα. |
6 103 6 103 6 | Rondeau ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ | Rondeau ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα | VatGr754 Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, κ. τ. ἑ. |
sch5 103 sch5 103 sch5 | Rondeau Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ θεοῦ διὰ τῆς ἀβύσσου παρίστησιν. | VatGr754 Τὸ ἀκατάληπτον τῆς γνώσεως τοῦ Θεοῦ διὰ τῆς ἀβύσσου παρίστησι. |
sch6 103 sch6 103 sch6 | Rondeau Ἐπὶ τῶν ἐν ἀγνοίᾳ ὄντων στήσεται ἡ γνῶσις. | VatGr754 ἐπὶ τῶν ἐν ἀγνοίᾳ ὄντων στήσεται ἡ γνῶσις. |
8 103 7 8 103 7 8 | Rondeau | VatGr754 Επὶ τῶν ὀρέων στήσονται ὕδατα, ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσωσιν.Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτῷ. |
8 103 8 103 8 | Rondeau ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία | VatGr754 Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτοῖς, κ. τ. ἑ. |
sch7 103 sch7 103 sch7 | Rondeau Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις. | VatGr754 Λογικάς τινας διὰ τῶν λόγων τούτων αἰνίττεται φύσεις. |
9 103 9 103 9 | Rondeau ὅριον ἔθου ὃ οὐ παρελεύσονται οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν | VatGr754 Ὅριον ἔθου ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν. |
sch8 103 sch8 103 sch8 | Rondeau Περὶ τῶν καταχθονίων δαιμόνων ταῦτα λέγεσθαί φασιν. | VatGr754 Περὶ τῶν καταχθονίων δαιμόνων ταῦτα λέγεσθαί φασι. |
1 103 10 1 103 10 1 | Rondeau ὁ ἀποστέλλων πηγὰς ἐν φάραγξιν | VatGr754 |
11 103 10 11 103 10 11 | Rondeau | VatGr754 Ο ἀποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. |
sch9 103 sch9 103 sch9 | Rondeau Ὁ διδοὺς γνῶσιν τοῖς κενωθεῖσιν ὑπὸ τῆς ἀγνοίας καὶ δίκην φαράγγων κοιλανθεῖσιν ὑπὸ τῆς κακίας. | VatGr754 Ὁ διδοὺς γνῶσιν τοῖς κενωθεῖσιν ὑπὸ τῆς ἀγνοίας, δίκην φαράγγων κοιλανθεῖσιν ὑπὸ τῆς κακίας. |
12 103 12 103 12 | Rondeau ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει. | VatGr754 Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει. |
sch10 103 sch10 103 sch10 | Rondeau Κατασκηνοῖ ἐπ' αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπειδὴ ἔσχον πίστιν ὡς κόκκον σινάπεως . | VatGr754 Κατασκηνοῖ ἐπ' αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἐπειδὴ ἔσχον πίστιν, ὡς κόκκον σινάπεως. |
13 103 13 103 13 | Rondeau ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ | Rondeau ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ | VatGr754 Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, κ. τ. ἑ. | VatGr754 Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. |
sch11 103 sch11 103 sch11 | Rondeau Ὑπερῷα θεοῦ φύσεις καθαραὶ ποτίζουσαι τοὺς ὑψηλοτέρους τὴν καρδίαν. | VatGr754 Ὑπερῷα Θεοῦ φύσεις καθαραὶ ποτίζουσαι τοὺς ὑψηλοτέρους τῇ καρδίᾳ. |
sch12 103 sch12 103 sch12 | Rondeau Καρπὸς τῶν ἔργων ἐστιν ἡ θεωρία τῶν γεγονότων. | VatGr754 Καρπὸς τῶν ἔργων ἐστιν ἡ θεωρία τῶν γεγονότων. |
14 103 14 103 14 | Rondeau ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν | Rondeau καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων | VatGr754 Ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. |
sch13 103 sch13 103 sch13 | Rondeau Ὁ γὰρ ἀσθενῶν λάχανα ἐσθίει . | VatGr754 Χόρτος· ὁ γὰρ ἀσθενὴς λάχανα ἐσθίει. |
16 103 16 103 16 | Rondeau χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου | VatGr754 Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, κ. τ. ἑ. |
sch14 103 sch14 103 sch14 | Rondeau Ὥσπερ ἔστι τινὰ ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα τοῦ πεδίου. | VatGr754 Ὥσπερ ἐστί τινα ξύλα τοῦ παραδείσου, οὕτω καὶ ξύλα πεδίου. |
sch15 103 sch15 103 sch15 | Rondeau Εἴ τις ἀπὸ ἀγρυπνίας καὶ ἀσκήσεως γέγονεν ὡς στρουθίον, οὗτος δύναται καὶ νεοσσῶν γενέσθαι πατήρ. | VatGr754 εἴ τις ἀπὸ ἀγρυπνίας καὶ ἀσκήσεως γέγονεν ὡς στρουθίον, οὑτος δύναται καὶ νεοσσῶν γενέσθαι πατήρ. |
1 103 17 1 103 17 1 | Rondeau ἐκεῖ στρουθία ἐννοσσεύσουσιν | VatGr754 |
18 103 18 103 18 | Rondeau πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις | VatGr754 Πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις, κ. τ. ἑ. |
sch16 103 sch16 103 sch16 | Rondeau Ὁ χοιρογρυλλίου ἔχων κατάστασιν προσφευγέτω τῇ πνευματικῇ πέτρᾳ τῇ ἀκολουθούσῃ ἐν τῇ ἐρήμῳ καὶ ποτιζούσῃ τὸν Ἰσραήλ. | VatGr754 Ὁ χοιρογρυλλίου ἔχων κατάστασιν προσφυγέτω τῇ πνευματικῇ πέτρᾳ τῇ ἀκολουθούσῃ ἐν τῇ ἐρήμῳ, καὶ ποτιζούσῃ τὸνἸσραήλ. |
19 103 19 103 19 | Rondeau ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ | VatGr754 Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, κ. τ. ἑ. |
sch17 103 sch17 103 sch17 | Rondeau Ὁ ἥλιος τῆς δικαιοσύνης ἔγνω νῦν τοὺς ἐν οἷς ἔδυ ποτε. | VatGr754 Ὁ ἥλιος τῆς δικαιοσύνης ἔγνω νῦν τοὺς ἐν οἷς ἔδυ ποτέ. |
sch18 103 sch18 103 sch18 | Rondeau Καὶ οἱ δαίμονες ἐν τοῖς εὐαγγελίοις τοὺς χοίρους ἐξῃτήσαντο. | VatGr754 καὶ οἱ δαίμονες ἐν τοῖς εὐαγγελίοις τοὺς χοίρους ἐζητήσαντο. |
21 103 21 103 21 | Rondeau σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς | VatGr754 |
22 103 22 103 22 | Rondeau ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται | VatGr754 Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν, κ. τ. ἑ. |
sch19 103 sch19 103 sch19 | Rondeau Ἐν οἷς ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης , ἐν τούτοις καὶ αἱ κακίαι κατὰ δύναμιν ἐνυπάρχουσιν. | VatGr754 Ἐν οἷς ἀνατέλλει ὁ ἥλιος τῆς δικαιοσύνης, ἐν τούτοις καὶ αἱ κακίαι κατὰ δύναμιν ὑπάρχουσιν. |
23 103 23 103 23 | Rondeau ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας | VatGr754 Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας, κ. τ. ἑ. |
sch20 103 sch20 103 sch20 | Rondeau Ἔργον νῦν λέγει αὐτὴν τὴν ὕλην περὶ ἣν ἡ ἐργασία· ἐργασίαν δὲ αὐτὴν τὴν τέχνην τὴν περὶ ὕλην γινομένην. | VatGr754 Ἔργον νῦν λέγει αὐτὴν τὴν ὕλην περὶ ἣν ἡ ἐργασία· ἐργασίαν δὲ αὐτὴν τὴν τέχνην τὴν περὶ τὴν ὕλην γινομένην. |
25 103 25 103 25 | Rondeau αὐτὴ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. | Rondeau ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς | VatGr754 Αὐτὴ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχορος. | VatGr754 Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμὸς, κ. τ. ἑ. |
sch21 103 sch21 103 sch21 | Rondeau Αὕτη ἡ θάλασσα τὸν βίον τοῦτον σημαίνει. | VatGr754 Τὸν βίον τοῦτον σημαίνει. |
sch22 103 sch22 103 sch22 | Rondeau Τῶν ἑρπετῶν ἀνθρώπων διὰ τὴν κακίαν οὐκ ἔστιν ἀριθμός· Ὁ γὰρ ἀριθμῶν , φησί, πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν . | VatGr754 Τῶν ἑρπετῶν ἀνθρώπων διὰ τὴν κακίαν οὐκ ἔστιν ἀριθμός· «̔Ο γὰρ ἀριθμῶν, φησὶ, πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. » |
29 103 29 103 29 | Rondeau ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν | Rondeau καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν | VatGr754 Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι, κ. τ. ἑ. |
sch23 103 sch23 103 sch23 | Rondeau Οἱ ἐκπίπτοντες τοῦ παρὰ τοῦ θεοῦ δοθέντος αὐτοῖς πνεύματος γίνονται χοϊκοί. | VatGr754 Οἱ ἐκπίπτοντες τοῦ παρὰ τοῦ Θεοῦ δοθέντος αὐτοῖς πνεύματος γίνονται χοϊκοί. |
30 103 30 103 30 | Rondeau καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς | VatGr754 Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, κ. τ. ἑ. |
sch24 103 sch24 103 sch24 | Rondeau Ἣν Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκεν, ταύτην Δαυὶδ ἀνακαινισμὸν προσηγόρευσεν. | VatGr754 Ἣν Παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαυῒδ ἀνακαινισμὸν προσηγόρευσεν. |
32 103 32 103 32 | Rondeau ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται | VatGr754 Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται, κ. τ. ἑ. |
sch25 103 sch25 103 sch25 | Rondeau Τὰ καπνιζόμενα ὄρη ἀποβάλλει τὴν κακίαν, ἁπτομένου αὐτῶν τοῦ πνευματικοῦ πυρὸς τοῦ βληθέντος ἐπὶ τῆς γῆς. | VatGr754 Τὰ καπνιζόμενα ὄρη ἀποβάλλει τὴν κακίαν, ἁπτομένου αὐτῶν τοῦ πνευματικοῦ πυρὸς τοῦ βληθέντος ἐπὶ τὴν γῆν. |
35 103 35 103 35 | Rondeau ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς | Rondeau καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς | VatGr754 Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, κ. τ. ἑ. |
sch26 103 sch26 103 sch26 | Rondeau Οὐχὶ μὴ ὑπάρχειν αὐτούς, ἀλλὰ μὴ ὑπάρχειν αὐτοὺς ἁμαρτωλούς. | VatGr754 Οὐχὶ μὴ ὑπάρχειν αὐτοὺς, ἀλλὰ μὴ ὑπάρχειν αὐτοὺς ἁμαρτωλούς. |
sch2 103 sch2 103 sch2 | Rondeau Διὰ τί οὐκ εἶπεν ἐκτείνας τὸν οὐρανὸν, ἀλλ' ἐκτείνων; Ἢ ἅπαξ μὲν αὐτὸν κατ' οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν. Τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Ἰὼβ κείμενον τὸ ὁ ποιῶν πλειάδα καὶ ἕσπερον καὶ ἀρκτοῦρον καὶ ταμιεῖα νότου . | VatGr754 Διὰ τί οὐκ εἶπεν, «ἐκτείνας, » ἀλλ' «ἐκτείνων; » ἢ ἅπαξ μὲν αὐτὸν κατ' οὐσίαν ἐξέτεινεν, ἀεὶ δὲ αὐτὸν ἐκτείνει κατὰ τὴν πρόνοιαν; Τοιοῦτόν ἐστι καὶ τὸ Ἰὼβ εἰρημένον· ὁ «Ποιῶν Πλειάδα, καὶἝσπερον, καὶἈρκτοῦρον καὶ ταμεῖα Νότου. » |
3 103 103 3 103 3 | Rondeau | VatGr754 Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, κ. τ. ἑ. |
2 104 2 104 2 | Rondeau διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ | VatGr754 Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ, κ. τ. ἑ. ῾α´. Ο κτησάμενος πᾶσαν τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος δύναται διηγεῖσθαι πάντα τὰ θαυμάσια αὐτοῦ. |
sch1 104 sch1 104 sch1 | Rondeau Ὁ κτησάμενοι πᾶσαν τὴν γνῶσιν τὴν τοῦ θεοῦ, οὗτοι δύνανται διηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ. | VatGr754 |
1 104 4 1 104 4 1 | Rondeau ζητήσατε τὸν κύριον καὶ κραταιώθητε | VatGr754 |
2 104 4 2 104 4 2 | Rondeau Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός | VatGr754 |
6 104 6 104 6 | Rondeau σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ | Rondeau υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ | VatGr754 ΣπέρμαἈβραὰμ δοῦλοι αὐτοῦ, κ. τ. ἑ. |
sch4 104 sch4 104 sch4 | Rondeau Οἱ τοῦ σπέρματος ὄντες τοῦ Ἀβραὰμ δυνάμει εἰσὶν ἐκλεκτοί. | VatGr754 Οἱ τοῦ σπέρματος ὄντες τοῦἈβραὰμ, δυνάμει εἰσὶν ἐκλεκτοί. |
sch5 104 sch5 104 sch5 | Rondeau Πολλοὶ μὲν κλητοί· ὀλίγοι δὲ ἐκλεκτοί . | VatGr754 πολλοὶ μὲν κλητοί· ὀλίγοι δὲ ἐκλεκτοί. |
8 104 8 104 8 | Rondeau ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς | VatGr754 Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, κ. τ. ἑ. |
sch6 104 sch6 104 sch6 | Rondeau Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας. | VatGr754 Τὰς χιλίας γενεὰς οἱ μὲν τὰς πολλὰς αὐτὸν λέγειν γενεὰς ἐνόμισαν, οἱ δὲ τὰς ὑπὸ τούτου τοῦ ἀριθμοῦ περιγραφομένας. |
11 104 11 104 11 | Rondeau λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν | VatGr754 Λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν, κ. τ. ἑ. |
sch7 104 sch7 104 sch7 | Rondeau Πρὸ τῆς ἐπιδημίας τῆς τοῦ Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς. | VatGr754 Πρὸ τῆς ἐπιδημίας Χριστοῦ οἱ Χαναναῖοι κατεῖχον ἡμῶν τὰς ψυχὰς, μὴ ἐῶντες ἡμᾶς καρποὺς ἐκφέρειν πνευματικούς. |
12 104 12 104 12 | Rondeau ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ | VatGr754 Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. |
sch8 104 sch8 104 sch8 | Rondeau Πάροικοί εἰσιν οἱ μηδὲν ἴδιον τῶν τοῦ κόσμου τούτου νομίζοντες. | VatGr754 Πάροικοί εἰσιν οἱ μηδὲν ἴδιον τῶν τοῦ κόσμου τούτου νομίζοντες. |
1 104 14 1 104 14 1 | Rondeau οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς | VatGr754 |
1 104 15 1 104 15 1 | Rondeau μὴ ἅπτεσθε τῶν χριστῶν μου | VatGr754 |
19 104 19 104 19 | Rondeau μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν | VatGr754 μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν |
sch11 104 sch11 104 sch11 | Rondeau πολλοὺς πειρασμοὺς ἐπάγει τοῖς ἁγίοις ὁ διάβολος μέχρι τοῦ ἐλθεῖν τὸν λόγον τοῦ θεοῦ τὸν πυροῦντα καὶ καθαρίζοντα τὰς καρδίας αὐτῶν. | VatGr754 πολλοὺς πειρασμοὺς ἐπάγει τοῖς ἁγίοις ὁ διάβολος μέχρι τοῦ ἐλθεῖν τὸν λόγον τοῦ Θεοῦ τὸν πυροῦντα καὶ καθαρίζοντα τὰς καρδίας αὐτῶν. ) |
sch12 104 sch12 104 sch12 | Rondeau ἐντεῦθεν γινώσκομεν ὅτι πνευματικὸς ὄντως ὁ νόμος ἐστί, καὶ τὰ πραττόμενα τότε συμβολικῶς Ἰωσὴφ ἐγίνετο. Καὶ γὰρ ὁ σῖτος ὡς ἔοικεν γνῶσιν σημαίνει καὶ ὁ λιμὸς ἀγνωσίαν καὶ ἡ Αἴγυπτος τὸν κόσμον τοῦτον δηλοῖ· ὁ γὰρ Φαραὼ τὸν διάβολον ὑπὸ πολλῶν ἡρμηνεύθη σημαίνειν. | VatGr754 ἐντεῦθεν γινώσκομεν ὅτι πνευματικὸς ὄντως ὁ νόμος ἐστί· καὶ τὰ πραττόμενα τότε συμβολικῶς Ἰωσὴφ ἐγίνετο. καὶ γὰρ ὁ σῖτος ὡς ἔοικεν γνῶσιν σημαίνει καὶ ὁ λιμὸς ἀγνωσίαν καὶ ἡ Αἴγυπτος τὸν κόσμον τοῦτον δηλοῖ· ὁ γὰρ Φαραὼ τὸν διάβολον ὑπὸ πολλῶν ἡρμηνεύθη σημαίνειν. |
sch2 104 sch2 104 sch2 | Rondeau Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ θεοῦ, οὗτος ζητεῖ τὸν θεόν. | VatGr754 Ὁ τὰς ἐντολὰς ποιῶν τοῦ Θεοῦ, οὗτος ζητεῖ αὐτόν. |
23 104 23 104 23 | Rondeau καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χαμ | VatGr754 |
sch3 104 sch3 104 sch3 | Rondeau Τοῦτο λέγει τὸ πρόσωπον ζητεῖν ἡμᾶς ὅπερ οἱ ἄγγελοι βλέπουσι διαπαντός . | VatGr754 Τοῦτο λέγει τὸ πρόσωπον ζητεῖν ἡμᾶς, ὅπερ οἱ ἄγγελοι βλέπουσι διαπαντός. |
24 104 24 104 24 | Rondeau καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ | VatGr754 Καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ, κ. τ. ἑ. |
sch13 104 sch13 104 sch13 | Rondeau Χωρὶς ἀρετῆς καὶ γνώσεως θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος. | VatGr754 Χωρὶς ἀρετῆς καὶ γνώσεως Θεοῦ οὐκ ἄν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος. |
26 104 26 104 26 | Rondeau ἐξαπέστειλεν Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο αὐτόν· | VatGr754 Ἐξαπέστειλε Μωσῆν τὸν δοῦλον αὐτοῦ,Ἀαρὼν, ὃν ἐξελέξατο αὐτόν.Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ. |
sch14 104 sch14 104 sch14 | Rondeau Μωσῆς καὶ Ἀαρὼν μόνοι ᾔδεσαν τοὺς λόγους τῶν σημείων καὶ τῶν τεράτων. | VatGr754 Ἤδεσαν Μωσῆς καὶἈαρὼν μόνοι τοὺς λόγους ὧν ἐποίησεν ἐν Αἰγύπτῳ, σημείων τε καὶ τεράτων, |
27 104 27 104 27 | Rondeau ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ | VatGr754 |
28 104 28 104 28 | Rondeau καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ | VatGr754 Καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. |
sch15 104 sch15 104 sch15 | Rondeau Οἱ ἀκούοντες τῶν λόγων τοῦ θεοῦ καὶ μὴ ποιοῦντες αὐτοὺς, παραπικραίνουσι τοὺς λόγους αὐτοῦ. | VatGr754 Οἱ ἀκούοντες τῶν λόγων τοῦ Θεοῦ, καὶ μὴ ποιοῦντες αὐτοὺς παραπικραίνουσιν τοὺς λόγους αὐτοῦ. |
31 104 31 104 31 | Rondeau εἶπεν καὶ ἦλθε κυνόμυια | VatGr754 Εἶπε καὶ ἦλθε κυνόμυια, κ. τ. ἑ. |
sch16 104 sch16 104 sch16 | Rondeau Τὴν κυνόμυιαν οἱ Ἑβραῖοι ἑρμηνεύουσιν πλῆθος πάμμικτον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲ Ἕλληνες λέγουσι κυνόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν. | VatGr754 Τὴν κυνόμυιαν οἱἙβραῖοι ἑρμηνεύουσι πλῆθος πάμμιγον ἀγρίων καὶ σαρκοβόρων θηρίων· οἱ δὲἝλληνες λέγουσι κυνόμυιαν τὴν τοῦ κυνὸς τοῦ ὑλακτοῦντος μυῖαν. |
33 104 33 104 33 | Rondeau καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν | VatGr754 Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, κ. τ. ἑ. |
sch17 104 sch17 104 sch17 | Rondeau Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόρρας . | VatGr754 Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἦσαν αἱ ἄμπελοι αὐτῶν, καὶ αἱ κληματίδες αὐτῶν ἐκ Γομόῤῥας. |
34 104 34 104 34 | Rondeau εἶπεν καὶ ἦλθεν ἀκρίς | VatGr754 Εἶπε, καὶ ἦλθεν ἀκρὶς, κ. τ. ἑ. |
sch18 104 sch18 104 sch18 | Rondeau Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν. | VatGr754 Ἡ ἀκρὶς αὕτη κατεσθίει τὸ σπέρμα τὸ πονηρόν. |
37 104 37 104 37 | Rondeau καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ | VatGr754 Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ. |
sch19 104 sch19 104 sch19 | Rondeau Ἀντὶ τοῦ μετὰ ἀργυρίου καὶ χρυσίου, ἅπερ σύμβολά ἐστι τῆς ἔξωθεν σοφίας. | VatGr754 ἀντὶ τοῦ μετ' ἀργυρίου καὶ χρυσίου, ἅπερ σύμβολά ἐστιν τῆς ἔξωθεν σοφίας. |
39 104 39 104 39 | Rondeau διεπέτασεν νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα | VatGr754 Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. |
sch20 104 sch20 104 sch20 | Rondeau Ἡ νεφέλη φύσιν ἁγίαν δηλοῖ καὶ ὁ στῦλος τοῦ πυρὸς ὁμοίως δύναμιν σημαίνει νοεράν. | VatGr754 Ἡ νεφέλη φύσιν ἁγίαν δηλοῖ, καὶ ὁ στύλος τοῦ πυρὸς ὁμοίως δύναμιν σημαίνει νοηράν. |
40 104 40 104 40 | Rondeau καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς | VatGr754 Καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς. |
sch21 104 sch21 104 sch21 | Rondeau Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς , ἐν τοῖς εὐαγγελίοις φησίν. | VatGr754 Ἐγώ εἰμι ὁ ἄρτος, ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβὰς, ἐν τοῖς εὐαγγελίοις φησίν. |
41 104 41 104 41 | Rondeau | VatGr754 Ζητήσατε τὸν Κύριον, κ. τ. ἑ. |
42 104 42 104 42 | Rondeau | VatGr754 Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντὸς, κ. τ. ἑ. |
43 104 43 104 43 | Rondeau καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ | VatGr754 Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. |
sch22 104 sch22 104 sch22 | Rondeau Εἰ ὁ λαὸς ἐξῆλθεν ἐν ἀγαλλιάσει, οἱ δὲ ἐκλεκτοὶ αὐτοῦ ἐν εὐφροσύνῃ, μεῖζον ἡ εὐφροσύνη τῆς ἀγαλλιάσεως, ἐπεὶ καὶ μείζονες οἱ ἐκλεκτοὶ τοῦ λαοῦ. | VatGr754 Εἰ ὁ λαὸς ἐξῆλθεν ἐν ἀγαλλιάσει, οἱ δὲ ἐκλεκτοὶ αὐτοῦ ἐν εὐφροσύνῃ τῆς ἀγαλλιάσεως, ἐπεὶ καὶ μείζονες οἱ ἐκλεκτοὶ τοῦ λαοῦ. |
44 104 44 104 44 | Rondeau καὶ πόνους λαῶν ἐκληρονόμησαν | VatGr754 Καὶ πόνους λαῶν ἐκληρονόμησαν. |
sch23 104 sch23 104 sch23 | Rondeau Νῦν τὸ ἀποτέλεσμα τοῦ πόνου πόνον ὠνόμασεν. | VatGr754 Νῦν τὸ ἀποτέλεσμα πόνου, πόνον ὠνόμασεν. |
45 104 45 104 45 | Rondeau καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν | VatGr754 Καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν. |
sch24 104 sch24 104 sch24 | Rondeau Εἰ ὁ νόμος πνευματικός ἐστι , χρῄζει πρὸς τὸ γνωσθῆναι ζητήσεως. | VatGr754 Εἰ ὁ νόμος πνευματικός ἐστι, χρῄζει πρὸς τὸ γνῶναι καὶ ζητῆσαι αὐτόν. |
sch9 104 sch9 104 sch9 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀνθρώπων κατ' ἐγκατάλειψιν ἀδικοῦνται θεοῦ. | VatGr754 ἐντεῦθεν γινώσκομεν, ὅτι οἱ ἀδικούμενοι ὑπὸ ἀνθρώπων κατ' ἐγκατάλειψιν ἀδικοῦνται Θεοῦ. |
sch10 104 sch10 104 sch10 | Rondeau Οὗτοι οἱ χριστοὶ Χριστοῦ μετέχοντες λέγονται χριστοί· ὁ δὲ Χριστὸς τοῦ πατρὸς μετέχων λέγεται Χριστός· Χριστὸν δέ φημι τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον. | VatGr754 οὗτοι οἱ χρηστοὶ Χριστοῦ μετέχοντες λέγονται χρηστοί· ὁ δὲ Χριστὸς τοῦ πατρὸς μετέχων λέγεται Χριστός. Χριστὸν δέ φημι τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον. |
14 104 104 14 104 14 | Rondeau | VatGr754 οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς |
15 104 104 15 104 15 | Rondeau | VatGr754 μὴ ἅπτεσθε τῶν χριστῶν μου |
2 105 2 105 2 | Rondeau τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου | VatGr754 Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; |
sch1 105 sch1 105 sch1 | Rondeau Τὸ τίς ἐνταῦθα οὐ τὸ ἀδύνατον, ἀλλὰ τὸ σπάνιον δηλοῖ· ἐστὶ δ' ὅτε καὶ τὸ ἀδύνατον σημαίνει, ὡς τὸ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; | VatGr754 Τὸ Τίς ἐνταῦθα, οὐ τὸ ἀδύνατον, ἀλλὰ τὸ σπάνιον δηλοῖ· ἔστι δ' ὅτε καὶ τὸ ἀδύνατον δηλοῖ σημαίνειν, ὡς τό· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; |
3 105 3 105 3 | Rondeau μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. | VatGr754 Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. |
sch2 105 sch2 105 sch2 | Rondeau Ἐφ' ἑκάστης ἀρετῆς τὸ ἐν παντὶ καιρῷ λεκτέον ποιοῦντες σωφροσύνην, ποιοῦντες ἀνδρείαν ἐν παντὶ καιρῷ, ποιοῦντες ἀγάπην, μακροθυμίαν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. | VatGr754 Ἐφ' ἑκάστης ἀρετῆς τό· ἐν παντὶ καιρῷ, λεκτέον, ποιοῦντες τὴν σωφροσύνην, ποιοῦντες ἀνδρείαν, ποιοῦντες ἀγάπην, μακροθυμίαν ἐν παντὶ καιρῷ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. |
5 105 5 105 5 | Rondeau τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου | VatGr754 Τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. |
sch3 105 sch3 105 sch3 | Rondeau Οὗτος ἐπαινετὸς ὁ κληρονομήσας τὴν φύσιν τὴν τοῦ θεοῦ· Ἐν τῷ κυρίῳ ἐπαινηθήσεται ἡ ψυχή μου , τουτέστιν ἐν δικαιοσύνῃ ἐπαινηθήσεται ἡ ψυχή μου , καὶ ἐν σοφίᾳ, καὶ ἐν γνώσει καὶ ἐν ἀγάπῃ· Ταῦτα γὰρ πάντα ὁ κύριος ἡμῶν κατ' ἐπίνοιαν ὀνομάζεται. | VatGr754 Οὗτος ἐπαινετὸς ὁ κληρονομήσας τὴν φύσιν τὴν τοῦ Θεοῦ· ἐν τῷ Κυρίῳ ἐπαινηθήσεται ἡ ψυχή μου, τουτέστιν ἐν δικαιοσύνῃ, καὶ ἐν σοφίᾳ, καὶ ἐν γνώσει, καὶ ἐν ἀγάπῃ· ταῦτα ἡμῶν κατ' ἔπαινον ὀνομάζεται. |
8 105 8 105 8 | Rondeau καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ | VatGr754 Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ, κ. τ. ἑ. |
sch4 105 sch4 105 sch4 | Rondeau Διὰ τοῦτο σῴζει ἡμᾶς ὁ κύριος, ἵνα γνῶσιν ἡμῖν τῆς δυναστείας αὐτοῦ χαρίσηται. | VatGr754 Διὰ τοῦτο σώζει ἡμᾶς ὁ Κύριος, ἵνα γνῶσιν ἡμῖν τῆς δυναστείας αὐτοῦ χαρίσηται. |
9 105 9 105 9 | Rondeau καὶ ἐπετίμησεν τῇ ἐρυθρᾷ θαλάσσῃ καὶ ἐξηράνθη | VatGr754 Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ. |
sch5 105 sch5 105 sch5 | Rondeau Καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη . | VatGr754 Καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. |
11 105 11 105 11 | Rondeau καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη | VatGr754 Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη, κ. τ. ἑ. |
sch6 105 sch6 105 sch6 | Rondeau Μακάριος οὗτος ᾧ μηδεὶς τῶν ἐχθρῶν ὑπολείπεται. | VatGr754 Μακάριος οὗτος, ᾧ μηδεὶς τῶν ἐχθρῶν ὑπολείπεται. |
13 105 13 105 13 | Rondeau ἐτάχυναν ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ· | VatGr754 Οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ, καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, κ. τ. ἑ. |
sch7 105 sch7 105 sch7 | Rondeau Οὐκ ἀνέμειναν τὴν χάριν αὐτοῦ, ἀλλ' ἐπελάθοντο τῶν ἔργων αὐτοῦ καὶ ἐπεθύμησαν ἐπιθυμίαν κακήν . | VatGr754 Οὐκ ἀνέμειναν τὴν χάριν αὐτοῦ, ἀλλ' ἐπελάθοντο τῶν ἔργων αὐτοῦ καὶ ἐπεθύμησαν ἐπιθυμίαν κακήν. |
1 105 14 1 105 14 1 | Rondeau καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ | VatGr754 |
16 105 16 105 16 | Rondeau Καὶ παρώργησαν Μωϋσῆν ἐν τῇ παρεμβολῇ καὶ Ἀαρὼν τὸν ἅγιον κυρίου | VatGr754 Καὶ παρώργησαν Μωϋσῆν, ἐν τῇ παρεμβολῇ, καὶἈαρὼν τὸν ἅγιον Κυρίου. |
sch8 105 sch8 105 sch8 | Rondeau Οἱ τὰς ἐντολὰς τοῦ θεοῦ παραβαίνοντες τὸν Μωϋσῆν παροργίζουσιν· οἱ δὲ τὴν πίστιν ἀθετοῦντες τὸν Ἀαρὼν παροξύνουσιν· ὁ μὲν γὰρ πρᾶξιν, ὁ δὲ θεωρίαν σημαίνει. | VatGr754 Οἱ τὰς ἐντολὰς τοῦ Θεοῦ παραβαίνοντες, Μωϋσῆν παροργίζουσιν· οἱ δὲ τὴν πίστιν ἀθετοῦντες, τὸνἈαρὼν παροξύνουσιν.Ὁ μὲν γὰρ πρᾶξιν, ὁ δὲ θεωρίαν σημαίνει. |
20 105 20 105 20 | Rondeau καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον | VatGr754 Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον, κ. τ. ἑ. |
sch9 105 sch9 105 sch9 | Rondeau Οἱ δοξάζοντες κτίσμα παρὰ τὸν κτίσαντα , οὗτοι ἀλλάσσουσι τὴν δόξαν αὐτῶν· Καὶ ἤλλαξαν , φησὶν ὁ Παῦλος, τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν . | VatGr754 Οἱ δοξάζοντες κτίσμα παρὰ τὸν κτίσαντα, οὗτοι ἀλλάσσουσι τὴν δόξαν αὐτῶν. « Καὶ ἤλλαξαν, φησὶν ὁ Παῦλος, τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν. » |
1 105 23 1 105 23 1 | Rondeau καὶ εἶπεν τοῦ ἐξολοθρεῦσαι αὐτούς | VatGr754 |
4 105 23 4 105 23 4 | Rondeau τοῦ ἀποστρέψαι τὴν ὀργὴν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι | VatGr754 |
24 105 24 105 24 | Rondeau καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν | VatGr754 Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητὴν, κ. τ. ἑ. |
sch12 105 sch12 105 sch12 | Rondeau Ἡ γῆ ἡ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶν τῶν οὐρανῶν. | VatGr754 Ἡ γῆ ἐπιθυμητὴ ἡ βασιλεία ἐστὶ τῶν οὐρανῶν. |
26 105 26 105 26 | Rondeau καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς | VatGr754 Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, κ. τ. ἑ. |
sch13 105 sch13 105 sch13 | Rondeau Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις. | VatGr754 Χεῖρα λέγει τὰς κολαστικὰς αὐτοῦ δυνάμεις. |
28 105 28 105 28 | Rondeau καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ | VatGr754 Καὶ ἔφαγον θυσίας νεκρῶν, κ. τ. ἑ. |
sch14 105 sch14 105 sch14 | Rondeau Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ μυηθέντες ἐν τοῖς μυστηρίοις αὐτοῦ. | VatGr754 Τελετὰς ἤγαγον τῷ Βεελφεγὼρ, μνησθέντες ἐν τοῖς μυστηρίοις αὐτοῦ. |
sch15 105 sch15 105 sch15 | Rondeau Ἀντὶ τοῦ οἱ πίπτοντες. | VatGr754 ἀντὶ τοῦ οἱ πίπτοντες. |
2 105 29 2 105 29 2 | Rondeau καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις | VatGr754 |
30 105 30 105 30 | Rondeau καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκόπασεν ἡ θραῦσις | VatGr754 Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, κ. τ. ἑ. |
sch16 105 sch16 105 sch16 | Rondeau Ἀνωτέρω μὲν λέγει ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν ὀργὴν αὐτοῦ· ἐνταῦθα δὲ ὅτι ἔστη Φινεὲς καὶ οὐχὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλ' ἐκόπασεν ἡ θραῦσις. | VatGr754 Ἀνωτέρω μὲν λέγει, ὅτι ἔστη Μωϋσῆς καὶ ἀπέστρεψε τὴν θραῦσιν, ἀλλ' ἐκόπασεν ἡ θραῦσις. |
32 105 32 105 32 | Rondeau | VatGr754 Καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς. |
sch17 105 sch17 105 sch17 | Rondeau Ἀντὶ τοῦ προσέκρουσε θεῷ. | VatGr754 Ἀντὶ τοῦ προσέκρουσε Θεῷ. |
2 105 33 2 105 33 2 | Rondeau καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ | VatGr754 |
34 105 34 105 34 | Rondeau οὐκ ἐξωλέθρευσαν τὰ ἔθνη ἃ εἶπεν κύριος αὐτοῖς | VatGr754 Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. |
sch18 105 sch18 105 sch18 | Rondeau Ὁ ἀποθέμενος τὰ πάθη οὗτος ἐξωλέθρευσεν τὰ ἔθνη ἃ εἶπεν κύριος. | VatGr754 Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἐξωλόθρευσεν τὰ ἔθνη ἃ εἶπε Κύριος. |
35 105 35 105 35 | Rondeau καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν [...] | VatGr754 Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, κ. τ. ἑ. |
sch19 105 sch19 105 sch19 | Rondeau Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς. | VatGr754 Μίγνυταί τις τοῖς ἔθνεσι δουλεύων γλυπτοῖς. |
1 105 36 1 105 36 1 | Rondeau καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν | VatGr754 |
39 105 39 105 39 | Rondeau καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν | VatGr754 Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, κ. τ. ἑ. |
sch20 105 sch20 105 sch20 | Rondeau Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα παρὰ τῆς ἀντικειμένης δυνάμεως καὶ τίκτουσα τέκνα πονηρά. | VatGr754 Πορνεύει ψυχὴ σπέρματα λαμβάνουσα τῆς ἀντικειμένης δυνάμεως, καὶ τίκτουσα τέκνα πονηρά. |
40 105 40 105 40 | Rondeau καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ | VatGr754 Καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, κ. τ. ἑ. |
sch21 105 sch21 105 sch21 | Rondeau Κληρονομία κυρίου ψυχαὶ λογικαί. | VatGr754 « Κληρονομία Κυρίου ψυχαὶ λογικαί. » |
41 105 41 105 41 | Rondeau καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς | VatGr754 Καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτοὺς, κ. τ. ἑ. |
sch22 105 sch22 105 sch22 | Rondeau Οἱ δαίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν. | VatGr754 Δαίμονές εἰσιν οἱ μισοῦντες ἡμᾶς καὶ θλίβοντες τὰς ψυχὰς ἡμῶν. |
1 105 42 1 105 42 1 | Rondeau καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν | VatGr754 |
2 105 45 2 105 45 2 | Rondeau καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ | VatGr754 |
sch23 105 sch23 105 sch23 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἀξίους ὁ κύριος ἡμᾶς ἀπεργάζεται. | VatGr754 Ἐντεῦθεν μανθάνομεν, ὅτι καὶ τοῦ ἐλεεῖσθαι ἡμᾶς ὁ Κύριος ἀξίους ποιεῖ. |
46 105 46 105 46 | Rondeau | VatGr754 Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτοὺς, κ. τ. ἑ. |
47 105 47 105 47 | Rondeau Καὶ ἐπισυνάγαγεν ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ. τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. | VatGr754 Καὶ ἐπισυνάγαγεν ἡμᾶς ἐκ τῶν ἐθνῶν· τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ. τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. |
sch24 105 sch24 105 sch24 | Rondeau Τούτους συνάγει ἀπὸ τῶν ἐθνῶν ὁ θεὸς οὓς ἀφίστησιν ἀπὸ κακίας καὶ ἀγνωσίας. | VatGr754 Τούτους συνάγει ἀπὸ τῶν ἐθνῶν ὁ Θεὸς οὓς ἀφίστησιν ἀπὸ κακίας καὶ ἀγνωσίας. |
sch25 105 sch25 105 sch25 | Rondeau Ὁ κύριος ἡμῶν ἡ αἴνεσίς ἐστιν, εἴ γε ὁ καυχώμενος, ἐν κυρίῳ καυχάσθω. | VatGr754 Ὁ Κύριος ἡμῶν ἡ αἴνεσίς ἐστιν, εἴ γε ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω. |
sch10 105 sch10 105 sch10 | Rondeau Ἡ ἐξολέθρευσις νῦν τὴν μετάθεσιν τῶν ἐκ τοῦ βίου τούτου σημαίνει. | VatGr754 Ἡ ἐξολόθρευσις νῦν τὴν μετάθεσιν τὴν ἐκ τοῦ βίου τούτου σημαίνει. |
sch11 105 sch11 105 sch11 | Rondeau Σημειωτέον ὅτι καὶ εἷς ἅγιος ὡς ὁ Μωσῆς δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπ' ἔθνος ὅλον. | VatGr754 Σημειωτέον, ὅτι καὶ εἷς ἅγιος, ὡς ὁ Μωϋσῆς, δυνατός ἐστιν ἀποστρέψαι ὀργὴν φερομένην ἐπ' ἔθνος ὅλον. |
231 105 231 105 231 | Rondeau | VatGr754 Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ. |
232 105 232 105 232 | Rondeau | VatGr754 Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, κ. τ. ἑ. |
sch+1 106 sch+1 106 sch+1 | Rondeau [Παρ' Ἑβραίοις ἡ τετάρτη βίβλος ἵσταται μέχρι τοῦ ρεʹ ψαλμοῦ.] | VatGr754 |
3 106 3 106 3 | Rondeau ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης | VatGr754 Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης. |
sch1 106 sch1 106 sch1 | Rondeau Ὁ μὲν ἀπὸ ἀνατολῶν ἐξελθὼν οὗτος πέπαυται τοῦ ἐπιθυμεῖν καὶ ὀργίζεσθαι, ἀπαθὴς γεγονώς· ὁ δὲ ἀπὸ δυσμῶν συναχθεὶς ἀπέχεται μοιχείας καὶ φόνου καὶ τῶν κατ' ἐνέργειαν τέως ἁμαρτιῶν· εἰ δέ τις τοῦ βορρᾶ καὶ τῆς θαλάσσης ἀπήλλακται, οὗτος ἐν ἀληθέσι δόγμασιν ὢν, οὐκέτι περιφέρεται παντὶ ἀνέμῳ τῆς διδασκαλίας οὐδὲ περὶ τὴν πίστιν ναυαγεῖ , κυβέρνησιν θείαν κτησάμενος διὰ τῆς χάριτος τοῦ Χριστοῦ. | VatGr754 Ὁ μὲν ἀπὸ ἀνατολῶν ἐξελθὼν, οὗτος πέπαυται τοῦ ἐπιθυμεῖν καὶ ὀργίζεσθαι, ἀπαθὴς γεγονώς.Ὁ δὲ ἀπὸ δυσμῶν συναχθεὶς, ἀπέχεται μοιχείας καὶ φόνου καὶ τῶν κατ' ἐνέργειαν τέως ἁμαρτιῶν. Εἰ δέ τις τοῦ βοῤῥᾶ καὶ τῆς θαλάσσης ἀπήλλακται, οὗτος ἐν ἀληθέσι δόγμασιν ὢν, οὐκέτι περιφέρεται παντὶ ἀνέμῳ διδασκαλίας, οὐδὲ περὶ τὴν πίστιν ναυαγεῖ, κυβέρνησιν θείαν κτησάμενος διὰ τῆς χάριτος τοῦ Χριστοῦ. |
4 106 4 106 4 | Rondeau ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον | VatGr754 |
sch2 106 sch2 106 sch2 | Rondeau Πόλις κατοικητηρίου ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ. | VatGr754 Πόλις κατοικητηρίου ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ. |
7 106 7 106 7 | Rondeau | VatGr754 Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. |
9 106 9 106 9 | Rondeau ὅτι ἐχόρτασε ψυχὴν κενήν | VatGr754 Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, κ. τ. ἑ. |
sch3 106 sch3 106 sch3 | Rondeau Ψυχὴ κενή ἐστιν ἡ ἀρετῶν καὶ γνώσεων ἐστερημένη. | VatGr754 Ψυχὴ κενή ἐστι ἡ ἀρετῶν καὶ γνώσεως ἐστερημένη. |
10 106 10 106 10 | Rondeau καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ | VatGr754 Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. |
sch4 106 sch4 106 sch4 | Rondeau Κάθηνται ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες, πεπέδηνται σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες. | VatGr754 Κάθηνται μὲν ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες· πεπέδηνται δὲ σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες. |
sch5 106 sch5 106 sch5 | Rondeau Ὥσπερ ὀφθαλμὸς κυρίου καὶ χεῖρες ὀνομάζονται δυνάμεις τινὲς νοεραί, οὕτω καὶ βουλὴ κυρίου λέγεται φύσις ἁγία ἡ παροξυνομένη ἐπὶ τοῖς ἁμαρτάνουσιν. | VatGr754 ὥσπερ ὀφθαλμὸς κυρίου καὶ χεῖρες ὀνομάζονται δυνάμεις τινὲς νοεραί, οὕτω καὶ βουλὴ κυρίου λέγεται φύσις ἁγία ἡ παροξυνομένη ἐπὶ τοῖς ἁμαρτήμασιν. |
2 106 11 2 106 11 2 | Rondeau καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν | VatGr754 |
14 106 14 106 14 | Rondeau καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν | VatGr754 Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, κ. τ. ἑ. |
sch6 106 sch6 106 sch6 | Rondeau Καθὸ φῶς ἐστιν ὁ κύριος ἐξάγει ἡμᾶς ἐκ σκότους, καθὸ δὲ ζωὴ ἐκ θανάτου καὶ πάλιν ὡς δυνατὸς διαρρήξει δεσμούς. | VatGr754 Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει ἡμᾶς ἐκ τοῦ σκότους, καθὸ δὲ ζωὴ, ἐκ θανάτου· καὶ πάλιν ὡς δυνατὸς διαῤῥήσσει δεσμούς. |
16 106 16 106 16 | Rondeau ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν | VatGr754 Ὅτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. |
sch7 106 sch7 106 sch7 | Rondeau Πύλας χαλκᾶς ἤτοι τὰς κακίας λέγει ἢ τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας· διὰ δὲ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζω. | VatGr754 Δεσμοὺς, πύλας χαλκᾶς, ἤτοι τὰς κακίας λέγει, ἢ τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας. Διὰ δὴ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζου. |
18 106 18 106 18 | Rondeau πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν | VatGr754 Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, κ. τ. ἑ. |
sch8 106 sch8 106 sch8 | Rondeau Ὥσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὕτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται. | Rondeau Ἰάσατο αὐτοὺς ὁ λόγος κατὰ τὴν ἐπίνοιαν τοῦ ἰατροῦ. | VatGr754 Ὥσπερ οἱ νοσοῦντες πᾶν βρῶμα βδελύσσονται, οὕτως οἱ ἀκάθαρτοι πᾶσαν γνῶσιν ἀπωθοῦνται. | VatGr754 ἰάσατο αὐτοὺς ὁ λόγος κατὰ τὴν ἐπίνοιαν τοῦ ἰατροῦ. |
20 106 20 106 20 | Rondeau ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς | VatGr754 ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς | VatGr754 Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.] |
21 106 21 106 21 | Rondeau ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ | VatGr754 ἐξομωλογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτου | VatGr754 Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ, κ. τ. ἑ. |
sch10 106 sch10 106 sch10 | Rondeau ὁ τοὺς περὶ προνοίας ἐπιστάμενος λόγους οὗτος δοξάζει τὰ ἐλέη κυρίου. | VatGr754 ὁ τοὺς περὶ προνοίας ἐπιστάμενος λόγους, οὗτος δοξάζει τὰ ἐλέη κυρίου. |
sch11 106 sch11 106 sch11 | Rondeau Ἀναίρεσιν νομικῆς λατρείας. | VatGr754 Αναιρέσει νομικῆς λατρείας |
1 106 22 1 106 22 1 | Rondeau καὶ θυσάτωσαν θυσίαν αἰνέσεως | VatGr754 |
sch12 106 sch12 106 sch12 | Rondeau Ὅσοι πειρασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων. | VatGr754 Ὅσοι περισπασμοῖς πολλοῖς καὶ ποικίλοις διὰ τὴν τῆς ἀρετῆς ἐργασίαν περιπίπτουσιν, οὗτοι ὁρῶσι τὰ ἔργα Κυρίου, τουτέστι τοὺς λόγους τῶν γεγονότων καὶ γινομένων. |
23 106 23 106 23 | Rondeau οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, | VatGr754 |
1 106 24 1 106 24 1 | Rondeau αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου | VatGr754 |
2 106 25 2 106 25 2 | Rondeau καὶ ὑψώθη τὰ κύματα αὐτῆς· | VatGr754 |
1 106 26 1 106 26 1 | Rondeau ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν | VatGr754 |
2 106 26 2 106 26 2 | Rondeau καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων | VatGr754 |
27 106 27 106 27 | Rondeau καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη | VatGr754 Καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη, κ. τ. ἑ. |
sch13 106 sch13 106 sch13 | Rondeau Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοί, τῶν δὲ πειρασμῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν τὸν θεόν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς νεκροὺς ἐξαμαρτάνειν, καλῶς λέγεται τὰ κύματα ἀναβαίνειν ἕως τῶν οὐρανῶν καὶ καταβαίνειν ἕως τῶν ἀβύσσων· τινὲς δὲ ταῦτά φασιν ὑπερβολικῶς λαλεῖν τὸν Δαυίδ. | VatGr754 Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοὶ, τῶν δὲ πειρασμῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν εἰς τὸν Θεὸν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς νεκροὺς ἐξαμαρτάνειν, καλῶς οὖν λέγεται τὰ κύματα ἀναβαίνειν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνειν ἕως τῶν ἀβύσσων· τινὲς δὲ ταῦτά φάσιν ὑπερβολικῶς λαλεῖν τὸν Δαυίδ. |
sch14 106 sch14 106 sch14 | Rondeau Σοφίαν θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ κυρίου διαφθείρει κακίαν. | VatGr754 Σοφίαν Θεοῦ καταπίνει κακία· δικαιοσύνη δὲ Κυρίου διαφθείρει κακίαν. |
29 106 28 29 106 28 29 | Rondeau | VatGr754 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκαίων αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. |
29 106 29 106 29 | Rondeau καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς | VatGr754 Καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, κ. τ. ἑ. |
sch15 106 sch15 106 sch15 | Rondeau Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν. | VatGr754 Σιγὴν τῶν κυμάτων τὴν φθορὰν ὠνόμασε τῶν πειρασμῶν. |
30 106 30 106 30 | Rondeau καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν | VatGr754 Καὶ ὁδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν. |
sch16 106 sch16 106 sch16 | Rondeau Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ γνῶσις σωμάτων καὶ ἀσωμάτων. | VatGr754 Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ, γνῶσις σωμάτων καὶ ἀσωμάτων. |
33 106 33 106 33 | Rondeau ἔθετο ποταμοὺς εἰς ἔρημον | VatGr754 Ἔθετο ποταμοὺς εἰς ἔρημον. |
sch17 106 sch17 106 sch17 | Rondeau Οὗτοι οἱ ποταμοί εἰσιν περὶ ὧν εἶπεν ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις οἱ καταστρέφοντες τὴν οἰκίαν τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος ἐπὶ τῆς ψάμμου. | VatGr754 Οὗτοι οἱ ποταμοί εἰσιν περὶ ὧν εἶπεν ὁ Σωτὴρ ἐν τοῖς εὐαγγελίοις· Οἱ καταστρέφονται οἶκον τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος ἐπὶ τῆς ψάμμου. |
34 106 34 106 34 | Rondeau γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ | VatGr754 Γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. |
sch18 106 sch18 106 sch18 | Rondeau Ὅσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν ὅτι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν τῶν κατοικούντων ἐν αὐτῇ. | VatGr754 Ὅσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν ὅτι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν τῶν κατοικούντων ἐν αὐτῇ. |
37 106 37 106 37 | Rondeau καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γενήματος· | VatGr754 Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος, καὶ εὐλόγησεν αὐτούς. |
sch19 106 sch19 106 sch19 | Rondeau Οὐ πάντως οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς εὐλογοῦνται, ἀλλ' οἱ ποιοῦντες καρποὺς πνευματικούς· ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, πίστις, πραΰτης, ἐγκράτεια . | VatGr754 Οὐ πάντες οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς, εὐλογοῦνται, ἀλλ' οἱ ποιοῦντες καρποὺς πνευματικούς· ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χάρα, εἰρήνη, μακροθυμία, πίστις, πραΰτης, ἐγκρατεία. |
1 106 38 1 106 38 1 | Rondeau καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληθύνθησαν σφόδρα | VatGr754 |
40 106 40 106 40 | Rondeau καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ | VatGr754 Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ, κ. τ. ἑ. |
sch20 106 sch20 106 sch20 | Rondeau Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν. | VatGr754 Ἐγκατέλιπεν αὐτοὺς πλανωμένους, καὶ οὐκ ἀντελάβετο αὐτῶν διὰ τὴν κακίαν αὐτῶν. |
2 106 41 2 106 41 2 | Rondeau καὶ ἔθετο ὡς πρόβατα πατριάς | VatGr754 |
sch21 106 sch21 106 sch21 | Rondeau Τότε ἡμεῖς γινόμεθα πρόβατα ὅταν καὶ ὁ κύριος γένηται ἡμῶν ποιμήν. | VatGr754 -κβ´.Ὄψονται εὐθεῖς· τί ὄψονται; τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Τότε ἡμεῖς γενόμεθα πρόβατα, ὅταν ὁ Κύριος γένηται ποιμήν. Τὸν ἄνομον ἀνομίαν ὀνομάζει. |
42 106 42 106 42 | Rondeau καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς | VatGr754 Ὄψονται εὐθεῖς, καὶ εὐφρανθήσονται· καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. |
sch22 106 sch22 106 sch22 | Rondeau Τὸν ἄνομον ἀνομίαν ὠνόμασεν. | VatGr754 |
2 107 2 107 2 | Rondeau ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου | VatGr754 Ἑτοίμη ἡ καρδία μου, κ. τ. ἑ. |
sch1 107 sch1 107 sch1 | Rondeau Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασεν τῷ θεῷ τὴν καρδίαν αὐτοῦ. | VatGr754 Ὁ ἀποθέμενος τὰ πάθη, οὗτος ἡτοίμασε τὴν καρδίαν τῷ Θεῷ. |
1 107 3 1 107 3 1 | Rondeau ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα | VatGr754 |
5 107 5 107 5 | Rondeau καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου | VatGr754 Καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. |
sch3 107 sch3 107 sch3 | Rondeau Τὴν τοῦ θεοῦ ἀλήθειαν αἱ λογικαὶ νεφέλαι γινώσκουσιν αἷς ἐντέλλεται μὴ βρέξαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὑετόν . | VatGr754 Τὴν τοῦ Θεοῦ ἀλήθειαν αἱ λογικαὶ νεφέλαι γινώσκουσιν, αἷς ἐντέλλεται μὴ βρέξαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὑετόν. |
8 107 8 107 8 | Rondeau ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ | VatGr754 Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. |
sch4 107 sch4 107 sch4 | Rondeau Ὁ ἅγιος τοῦ θεοῦ ἐστιν ὁ Χριστός. | VatGr754 Ὁ ἅγιος τοῦ Θεοῦ ἐστίν. |
9 107 9 107 9 | Rondeau ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσῆς, καὶ Ἐφραῒμ ἀντίλημψις τῆς κεφαλῆς μου, Ἰούδας βασιλεύς μου· | VatGr754 |
sch4b 107 sch4b 107 sch4b | Rondeau [Γαλαὰδ μετοικία μαρτυρίας, σοφοῦ μαρτυρίας· Μανασσῆς ἐπιλογισμὸς ἐκλήθη· Ἐφραῒμ αὔξησις, καρποφορία· Ἰούδας ἐξομολογούμενος.] | VatGr754 |
10 107 10 107 10 | Rondeau Μωὰβ λέβης τῆς ἐλπίδος μου | Rondeau ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου | Rondeau ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν | VatGr754 Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴνἸδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. |
sch7 107 sch7 107 sch7 | Rondeau Εἰ ὁ ἄρχων τοῦ κόσμου τούτου ἐξεβλήθη ὑπὸ τοῦ σωτῆρος ἔξω, πόσῳ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες ὑπ' αὐτοῦ. | VatGr754 Εἰ ὁ ἄρχων τοῦ κόσμου τούτου ἐξηβλήθη ἀπὸ τοῦ Σωτῆρος ἔξω, πόσῳ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες ὑπ' αὐτοῦ. |
13 107 13 107 13 | Rondeau καὶ ματαία σωτηρία ἀνθρώπου | VatGr754 Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων. |
sch8 107 sch8 107 sch8 | Rondeau Ἡ σωτηρία τῆς λογικῆς φύσεως πνευματικὴ γνῶσίς ἐστι· διὸ καλῶς γέγραπται ὅτι ἡ παρὰ τῶν ἀνθρώπων σωτηρία ματαία ἐστίν. | VatGr754 Ἡ σωτηρία τῆς λογικῆς φύσεως πνευματικὴ γνῶσίς ἐστι, διὸ καλῶς γέγραπται ὅτι παρὰ ἀνθρώπων σωτηρία ματαία ἐστίν. |
sch2 107 sch2 107 sch2 | Rondeau Τοῦ νοῦ μὲν σύμβολόν ἐστι τὸ ψαλτήριον, τῆς δὲ ψυχῆς ἡ κιθάρα. Καὶ νοῦς μὲν ἐγείρεται ἀποβάλλων ἄγνοιαν, ψυχὴ δὲ κακίαν· ψυχὴν δὲ λέγω τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. | VatGr754 τοῦ νοῦ μὲν σύμβολόν ἐστι τὸ ψαλτήριον, τῆς δὲ ψυχῆς ἡ κιθάρα. καὶ νοῦς μὲν ἐγείρεται ἀποβάλλων ἄγνοιαν, ψυχὴ δὲ κακίαν· ψυχὴν δὲ λέγω τὸ παθητικὸν μέρος τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. |
sch5 107 sch5 107 sch5 | Rondeau Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων καὶ ἐλπίζων ἐπὶ τὸν κύριον, ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα. | VatGr754 Λέβης ἐστὶν ὁ τῷ πνεύματι ζέων, καὶ ἐλπίζων ἐπὶ τὸν Κύριον· ἥτις ἐλπὶς οὐ καταισχύνει τὸν ἐλπίζοντα. |
sch6 107 sch6 107 sch6 | Rondeau Ἡ σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, ᾗ χρησάμενος ὁ κύριος ἐπεδήμησεν τῷ βίῳ τῶν ἀνθρώπων. | VatGr754 Ἡ σάρξ ἐστι τὸ ὑπόδημα τοῦ Χριστοῦ, ᾗ χρησάμενος ὁ Κύριος ἐπεδήμησε τῷ βίῳ τῶν ἀνθρώπων. |
101 107 101 107 101 | Rondeau | VatGr754 Μωὰβ λέβης τῆς ἐλπίδος μου, κ. τ. ἑ. |
102 107 102 107 102 | Rondeau | VatGr754 Ἐπὶ τὴνἸδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, κ. τ. ἑ. |
3 107 107 3 107 3 | Rondeau | VatGr754 Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα |
0 108 0 108 0 | Rondeau | VatGr754 An @n taking digit values should not begin with 0. τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι᾿ἔλαιον. |
3 108 3 108 3 | Rondeau καὶ λόγοις μίσους ἐκύκλωσάν με | VatGr754 Καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. |
sch1 108 sch1 108 sch1 | Rondeau Λόγους μίσους ὠνόμασεν ἤτοι τοὺς ἀπὸ μίσους προφερομένους ἢ τοὺς μισητοὺς ἡμᾶς ποιοῦντας παρὰ θεῷ. | VatGr754 Λόγους μίσους ὠνόμασεν, ἤτοι τοὺς ἀπὸ μίσους προσφερομένους, ἢ τοὺς μισητοὺς ἡμᾶς ποιοῦντας παρὰ Θεῷ. |
4 108 4 108 4 | Rondeau ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην | VatGr754 Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. |
sch2 108 sch2 108 sch2 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι τι κακηγορουμένους ἡμᾶς δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μήποτε μνησικακίᾳ περιπεσόντες ἐκκρουσθῶμεν ἀπὸ τῆς γνώσεως. | VatGr754 Ἐντεῦθεν γινώσκομεν ὅτι, τινὸς κατηγορουμένου ἡμᾶς, δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν, ἵνα μήποτε μνησικακίᾳ περιπεσόντες, ἐκκρουσθῶμεν ἀπὸ τῆς γνώσεως. |
6 108 6 108 6 | Rondeau καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ | VatGr754 Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ, κ. τ. ἑ. |
sch3 108 sch3 108 sch3 | Rondeau Ὧν ἐκκόπτει ὁ σατανᾶς τὰ ἔργα τὰ δεξιὰ τούτων ἕστηκεν ἐκ δεξιῶν· ἐν δὲ τῷ Ζαχαρίᾳ τῷ Ἰησοῦ εἱστήκει ἐκ δεξιῶν ὁ διάβολος , οὐχ ἁπλῶς, ἀλλὰ τῷ ἀντικεῖσθαι αὐτῷ . | VatGr754 Ὧν ἐκκόπτει ὁ Σατανᾶς τὰ ἔργα τὰ δεξιὰ, τούτων ἕστηκεν ἐκ δεξιῶν.Ἐν δὲ τῷ Ζαχαρίᾳ φησί· « Καὶ ἔδειξέ μοι ΚύριοςἸησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ· » οὐχ ἁπλῶς δὲ, ἀλλὰ « τῷ ἀντικεῖσθαι αὐτῷ· » οὐκ ἀντίκειται δὲ τῷ Ἰούδα. |
7 108 7 108 7 | Rondeau καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. | VatGr754 Καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. |
sch4 108 sch4 108 sch4 | Rondeau Ὅταν αἰτῶμεν ἐπίγεια καὶ οὐκ ἐπουράνια ἡ προσευχὴ ἡμῶν γίνεται εἰς ἁμαρτίαν. | VatGr754 Ὅταν αἰτῶμεν ἐπίγεια, καὶ οὐκ ἐπουράνια, ἡ προσευχὴ ἡμῶν γίνεται εἰς ἁμαρτίαν. |
8 108 8 108 8 | Rondeau γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. | Rondeau καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος | VatGr754 Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. |
sch5 108 sch5 108 sch5 | Rondeau Ἡμέραι ὀλίγαι αἱ ὑπὸ τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι· περὶ γὰρ τοῦ Ἀβραὰμ ἔχει ὅτι ἀπέθανεν Ἀβραὰμ πλήρης ἡμερῶν · καὶ πάλιν ὁ Δαυὶδ λέγει· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου . | VatGr754 Αἱ ὑπὸ τοῦ νοητοῦ ἡλίου τῆς δικαιοσύνης γινόμεναι [οὐκ εἰσὶν ὀλίγαι]· περὶ γὰρ τοῦ Ἀβραὰμ ἔχει ὅτι ἀπέθανε πλήρης ἡμερῶν. Καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. |
sch7 108 sch7 108 sch7 | Rondeau Τοῦτον τὸν στίχον ἐπὶ τοῦ Ἰούδα ὁ Πέτρος τέθεικεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. | Rondeau Οὐ καταρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ· Εὐλογεῖτε γὰρ τοὺς ἐχθροὺς ὑμῶν , φησὶν ὁ ἀπόστολος, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε . Ὀρφανοὶ τοίνυν εἰσὶν λογισμοὶ πονηροὶ τὸν ἑαυτοῦ θάψαντες πατέρα τὸν σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μηκέτι λαμβάνουσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει· πρότερον μὲν γὰρ περιαιρεῖ τὰς κατ' ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα. | VatGr754 |
sch6 108 sch6 108 sch6 | Rondeau | VatGr754 Τοῦτον τὸν στίχον ἐπὶ τοῦἸούδα ὁ Πέτρος τέθεικεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. | VatGr754 Οὐκ ἐπαρᾶσθαι ὁ δίκαιος, ἀλλὰ προσεύχεσθαί μοι δοκεῖ. « Εὐλογεῖτε γὰρ τοὺς ἐχθροὺς ὑμῶν, φησὶν ὁ Ἀπόστολος, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε. » Ὀρφανοὶ τοίνυν εἰσὶ λογισμοὶ πονηροὶ τὸν ἑαυτῶν θάψαντες πατέρα τὸν Σατανᾶν· χήρα δὲ ψυχὴ ἡ μὴ ἐπιλαβοῦσα σπέρματα παρὰ τοῦ διαβόλου. Εὖ δὲ καὶ ἡ τάξις ἔχει. Πρότερον μὲν γὰρ περιαιρεῖ τὰς κατ' ἐνέργειαν ἁμαρτίας, ἔπειτα δὲ καὶ τὰ τούτων φαῦλα νοήματα. |
9 108 9 108 9 | Rondeau Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα | VatGr754 Γενηθήτωσαν υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα, κ. τ. ἑ. |
12 108 12 108 12 | Rondeau μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ | VatGr754 Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. |
sch8 108 sch8 108 sch8 | Rondeau Μηδεὶς ἐλεήσει τὰ ἐκ τῶν ἐπισπειρομένων ζιζανίων γεννήματα. | VatGr754 Μηδεὶς ἐλεήσῃ τὰ ἐκ τῶν ἐπισπειρομένων ζιζανίων γεννήματα. |
sch16 108 sch16 108 sch16 | Rondeau Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας. | VatGr754 χρηστέον τῷ ῥητῷ πρὸς τοὺς καταφρονοῦντας τῆς ἐγκρατείας. Ant 1.18 |
sch9 108 sch9 108 sch9 | Rondeau Ματθαίου τοῦ τελώνου καὶ εὐαγγελιστοῦ ἐν γενεᾷ μιᾷ ἐξηλείφθη τὸ πονηρὸν ὄνομα, ὅπερ τὴν χειρίστην κατάστασιν ἐδήλου· οὐ γὰρ ἔσχε τέκνα διάδοχα τῆς κακίας αὐτοῦ. | VatGr754 Ματθαίου τοῦ τελώνου καὶ εὐαγγελιστοῦ ἐν γενεᾷ μιᾷ ἐξηλείφθη τὸ πονηρὸν ὄνομα, ὅπερ τὴν χειρίστην κατάστασιν ἐδήλου· οὐ γὰρ ἔσχε τέκνα διάδοχα τῆς κακίας αὐτοῦ. |
13 108 13 108 13 | Rondeau γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ | VatGr754 |
sch10 108 sch10 108 sch10 | Rondeau Ὑπὲρ ἧς ἁμαρτίας, μετὰ τὸν τοκετόν, προσφέρει ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιτερῶν, τὴν μίαν ὑπὲρ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκάρπωσιν . | VatGr754 ὑπὲρ ἧς ἁμαρτίας μετὰ τὸν τοκετὸν προσφέρει ζεῦγος τρυγόνων ἢ δύο νεωσσοὺς περιτερῶν, τὴν μίαν ὑπὲρ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκάρπωσιν. |
2 108 14 2 108 14 2 | Rondeau καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη | VatGr754 |
sch11 108 sch11 108 sch11 | Rondeau Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἀνελεήμονας. | VatGr754 χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἀνελεήμονας. |
1 108 16 1 108 16 1 | Rondeau ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος | VatGr754 |
2 108 16 2 108 16 2 | Rondeau καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν | VatGr754 |
17 108 17 108 17 | Rondeau Καὶ ἠγάπησεν κατάραν καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἐθέλησεν εὐλογίαν καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ | VatGr754 Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἐθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. |
sch12 108 sch12 108 sch12 | Rondeau Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ἔρχεται ἡ κατάρα, καὶ τῷ ἀγαπῶντι δηλονότι τὴν εὐλογίαν ἔρχεται ἡ εὐλογία· καὶ πάλιν, εἰ τῷ μὴ θέλοντι τὴν εὐλογίαν, οὐκ ἔρχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν οὐκ ἔρχεται ἡ κατάρα. Καὶ τίς οὖν θέλει ἐλθεῖν αὐτῷ κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι' ὧν πράττουσι θέλουσι τὴν κατάραν· εἰ γὰρ μὴ ἤθελον, οὐκ ἄν τι τῶν κατάρας ἀξίων κατειργάσαντο. Ὡσαύτως καὶ ἐπὶ τοῦ θέλειν τὴν εὐλογίαν νοητέον· οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν οὗτος εὐλογεῖται, ἀλλ' ὁ παρέχων ἑαυτὸν ἄξιον τῆς εὐλογίας κυρίῳ δι' ἔργων ἀγαθῶν. | VatGr754 Εἰ τῷ ἀγαπῶντι τὴν κατάραν ἔρχεται ἡ κατάρα, δηλονότι καὶ τῷ ἀγαπῶντι τὴν εὐλογίαν, ἔρχεται ἡ εὐλογία. Καὶ πάλιν, εἰ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ἔρχεται ἡ εὐλογία, καὶ τῷ μὴ θέλοντι τὴν κατάραν, οὐκ ἔρχεται ἡ κατάρα. Καὶ τίς θέλει ἐλθεῖν αὐτῷ κατάραν; Οὐδεὶς μὲν τῷ λόγῳ, πλὴν δὲ δι' ὧν πράττουσι, θέλουσι τὴν κατάραν. Εἰ γὰρ καὶ μὴ ἔθελον, οὐκ ἄν τι τῶν κατάρας ἀξίων κατειργάσαιντο. Καὶ ὡσαύτως καὶ ἐπὶ τοῦ θέλειν τὴν εὐλογίαν νοητέον· οὐ γὰρ ὁ λόγῳ θέλων τὴν εὐλογίαν, οὗτος εὐλογεῖται, ἀλλ' ὁ παρέχων ἑαυτὸν ἄξιον τῆς εὐλογίας Κυρίῳ δι' ἔργων ἀγαθῶν. |
1 108 18 1 108 18 1 | Rondeau καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον | VatGr754 |
sch13 108 sch13 108 sch13 | Rondeau Ὥσπερ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κακιῶν ἐκδύει ὁ σατανᾶς, οὕτως καὶ τοὺς κατάραν ἐνδυσαμένους διὰ τῶν ἀρετῶν ἐκδύει ὁ Χριστός. | VatGr754 Ὥσπερ τοὺς Χριστὸν ἐνδυσαμένους διὰ τῶν κακῶν ἐκδύει ὁ Σατανᾶς, οὕτως καὶ τοὺς κατάραν ἐκδυσαμένους διὰ τῶν ἀρετῶν ἐνδύει ὁ Χριστός. |
19 108 19 108 19 | Rondeau καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται | VatGr754 Καὶ ἐνεδύσατο κατάραν, ὡς ἱμάτιον. | VatGr754 Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται, κ. τ. ἑ. |
sch14 108 sch14 108 sch14 | Rondeau Αὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλογον πύρωσιν. | VatGr754 Αὕτη ἡ ζώνη σημαίνει τὴν τοῦ ἐπιθυμητικοῦ ἄλογον πύρωσιν. |
20 108 20 108 20 | Rondeau τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου | VatGr754 |
24 108 24 108 24 | Rondeau τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον | VatGr754 |
25 108 25 108 25 | Rondeau καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν | VatGr754 Εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν. ιζ’. Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ· ἐκίνουν γὰρ οἱἸουδαῖοι τὰς κεφαλὰς αὐτῶν λέγοντες·Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. |
sch17 108 sch17 108 sch17 | Rondeau Τοῦτο γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ· ἐκίνουν γὰρ οἱ Ἰουδαῖοι τὰς κεφαλὰς αὐτῶν λέγοντες· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι . | VatGr754 |
sch28 108 sch28 108 sch28 | Rondeau | VatGr754 Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, κ. τ. ἑ. |
sch18 108 sch18 108 sch18 | Rondeau Τοῦτον εὐλογεῖ κύριος ὃν ἀντικείμενοι καταρῶνται. | VatGr754 Τοῦτον εὐλογεῖ Κύριος, ὃν ἀντικείμενοι καταρῶνται. |
1 108 28 1 108 28 1 | Rondeau καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις | VatGr754 |
29 108 29 108 29 | Rondeau ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν | VatGr754 ἐνδυσάσθωσαν οἱ ἐν διαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. |
sch19 108 sch19 108 sch19 | Rondeau ὁ μὲν Σαμουὴλ ἐνδύεται διπλοΐδα ἣν πεποίηκεν αὐτῷ ἡ ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν · οἱ δὲ ἁμαρτωλοὶ ἐνδύονται διπλοΐδα αἰσχύνης αὐτῶν. | VatGr754 ὁ μὲν Σαμουὴλ ἐνδύεται διπλοΐδα, ἣν πεποίηκεν αὐτῷ ἡ ἄνωἹερουσαλὴμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν· οἱ δὲ ἁμαρτωλοὶ ἐνδύονται διπλοΐδα αἰσχύνης αὐτῶν. ) |
1 108 31 1 108 31 1 | Rondeau ὅτι παρέστη ἐκ δεξιῶν πένητος | VatGr754 ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. |
sch20 108 sch20 108 sch20 | Rondeau Εἴ τις ἐστὶ δεξιός, οὗτος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἴ δέ τις ἐν δεξιᾷ παρίσταταί τινι, οὗτος οὐ πάντως ἐστὶ καὶ δεξιός. Καὶ γὰρ ὁ διάβολος , φησί, στήτω ἐκ δεξιῶν αὐτοῦ , τουτέστι τοῦ Ἰούδα. | VatGr754 εἴ τίς ἐστι δεξιὸς, οὗτος πάντως καὶ ἐν δεξιᾷ παρίσταται τῷ δικαίῳ· εἰ δέ τις ἐν δεξιᾷ παρίσταταί τινι, οὗτος οὐ πάντως ἐστὶ καὶ δεξιός· καὶ γάρ ὁ διάβολος, φησὶ, στήτω ἐκ δεξιῶν αὐτοῦ. ) |
sch15 108 sch15 108 sch15 | Rondeau Εἰ ἐνδύονται κατάραν ὡς ἱμάτιον οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦντες αὐτήν, οὗτοι ἄρα ἐνδύονται κατάραν ὡς ἱμάτιον καὶ διπλοΐδα αἰσχύνην αὐτῶν. | VatGr754 εἰ ἐνδύονται κατάραν, ὡς ἱμάτιον οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος, οἱ δὲ αἱρετικοί εἰσιν οἱ λαλοῦντες πονηρὰ κατὰ τῆς ψυχῆς τοῦ Χριστοῦ, ἀναιροῦντες αὐτὸν, οὗτοι ἄρα ἐνδύσονται κατάραν ὡς ἱμάτιον, καὶ διπλοΐδα αἰσχύνην αὐτῶν. ) |
20 108 108 20 108 20 | Rondeau | VatGr754 τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίουκαὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. |
2 109 1 2 109 1 2 | Rondeau εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου | VatGr754 |
sch+1 109 sch+1 109 sch+1 | Rondeau Οὐδεὶς τῶν πατέρων τὸν ἴδιον υἱὸν κύριον ἑαυτοῦ εἶπέν ποτε, ὁ δὲ Δαυὶδ τὸν Χριστὸν κύριον ἑαυτοῦ εἶπεν, οὐκ ἄρα ὁ Χριστὸς υἱός ἐστι τοῦ Δαυίδ. | VatGr754 |
1 109 3 1 109 3 1 | Rondeau μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου | VatGr754 μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου |
3 109 3 3 109 3 | Rondeau ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε | VatGr754 Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε |
sch1 109 sch1 109 sch1 | Rondeau Εἰ ἀρχὴ τοῦ υἱοῦ ὁ πατήρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ Χριστοῦ, ὁ πατὴρ ἦν μετὰ τοῦ Χριστοῦ. Καλῶς τοίνυν λέγει ἐν τοῖς εὐαγγελίοις τό οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με πατήρ . Ἡμέραν δὲ δυνάμεως εἶπεν τὴν ἡμέραν τοῦ σταυροῦ ἢ τῆς ἐνανθρωπήσεως. | VatGr754 εἰ ἀρχὴ τοῦ υἱοῦ ὁ πατὴρ, ἡ δὲ ἀρχὴ ἦν μετὰ τοῦ Χριστοῦ, καλῶς λέγει ἐν τοῖς εὐαγγελίοις τό· « Οὐκ εἰμὶ μόνος, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με πατήρ. » ἡμέραν δὲ δυνάμεως εἶπεν τὴν ἡμέραν τοῦ σταυροῦ, ἢ τῆς ἐνανθρωπήσεως. |
sch2 109 sch2 109 sch2 | Rondeau Ἀντὶ τοῦ πρὸ πάσης λογικῆς φύσεως ἐγέννησά σε· τὸ γὰρ βαθύτερον περιεργάζεσθαι τὴν γέννησιν τοῦ Χριστοῦ καὶ τοῦ ἑωσφόρου οὐ τῆς ἡμετέρας ἐστὶ δυνάμεως· πολὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσθεώρητος. | VatGr754 ἀντὶ τοῦ, πρὸ πάσης λογικῆς φύσεως ἐγέννησά σε· τὸ γὰρ βαθύτερον περιεργάζεσθαι τὴν γέννησιν τοῦ Χριστοῦ καὶ τοῦ ἑωσφόρου οὐ τῆς ἡμετέρας ἐστὶ δυνάμεως· πολὺς γὰρ ὁ περὶ τούτου λόγος καὶ δυσθεώρητος. |
1 109 6 1 109 6 1 | Rondeau κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα | VatGr754 κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα |
sch3 109 sch3 109 sch3 | Rondeau Πληροῖ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τῆς ἐπιθυμίας τῆς ἀπάτης . | VatGr754 Πληροῖ πτώματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου κατὰ τῆς ἐπιθυμίας τῆς ἀπάτης. |
sch7 109 sch7 109 sch7 | Rondeau | VatGr754 ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται· [διὰ τοῦτο ὑψώσει κεφαλήν]. |
sch4 109 sch4 109 sch4 | Rondeau Εἰ διὰ τοῦτο ὑψώσει τὴν κεφαλὴν αὐτοῦ ὁ Χριστὸς, ἐπειδὴ ἐκ τοῦ χειμάρρου τοῦ ἐν τῇ ὁδῷ ἔπιεν ὕδωρ, τάχα ὁ χείμαρρος τὸν ἐν τῷ βίῳ τούτῳ θάνατον αὐτοῦ σημαίνει, ὃν ἐν τοῖς εὐαγγελίοις ποτήριον ὀνομάζει, πάτερ λέγων εἰ δυνατόν, παρελθάτω τὸ ποτήριον τοῦτο · καὶ πάλιν· Ὅταν ὑψωθῶ , φησὶν ὁ σωτήρ, πάντας εἱλκύσω πρὸς ἐμαυτόν. | VatGr754 Εἰ διὰ τοῦτο ὑψώσει τὴν κεφαλὴν αὑτοῦ ὁ Χριστὸς, ἐπειδὴ ἐκ τοῦ χειμάῤῥου τοῦ ἐν τῇ ὁδῷ ἔπιεν ὕδωρ, τάχα ὁ χείμαῤῥος τὸν ἐν τῷ βίῳ τούτῳ θάνατον αὐτοῦ σημαίνει, ὃν ἐν εὐαγγελίοις ποτήριον ὀνομάζει· πάτερ, λέγων εἰ δύνατόν ἐστι παρελθέτω τὸ ποτήριον τοῦτο· καὶ πάλιν· ὅταν ὑψωθῶ, φησὶν ὁ σωτὴρ, εἱλκύσω πάντας πρὸς ἐμαυτόν. |
7 109 7 109 7 | Rondeau ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν | VatGr754 |
1 110 2 1 110 2 1 | Rondeau μεγάλα τὰ ἔργα κυρίου | VatGr754 μεγάλα τὰ ἔργα κυρίου |
sch1 110 sch1 110 sch1 | Rondeau Μεγάλα τὰ ἔργα κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασεν. | VatGr754 Μεγάλα τὰ ἔργα Κυρίου διὰ τὴν ἀποκειμένην ἐν αὐτοῖς σοφίαν ὠνόμασεν. |
2 110 3 2 110 3 2 | Rondeau καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος | VatGr754 καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος |
sch2 110 sch2 110 sch2 | Rondeau Εἰ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, οἱ δὲ δίκαιοι διὰ τὴν δικαιοσύνην ὀνομάζονται δίκαιοι, καὶ αὐτοὶ ἄρα μένουσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καλῶς οὖν καὶ ὁ Παῦλος εἶπεν· Ἡμεῖς δὲ πάντοτε σὺν κυρίῳ ἐσόμεθα . | VatGr754 Εἰ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, οἱ δὲ δίκαιοι διὰ τὴν δικαιοσύνην ὀνομάζονται δίκαιοι, καὶ αὐτοὶ ἄρα μένουσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καλῶς οὖν καὶ ὁ Παῦλος εἶπεν· ἡμεῖς δὲ πάντοτε σὺν κυρίῳ ἐσόμεθα. |
1 110 5 1 110 5 1 | Rondeau τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτὸν | VatGr754 τροφὴν ἔδωκεν τοῖς φοβουμένοις αὐτὸν, κ. τ. ἑ. |
sch3 110 sch3 110 sch3 | Rondeau Ἡ τροφὴ τῶν φοβουμένων τὸν κύριον ἡ σοφία ἐστὶν ἡ τοῦ θεοῦ· Ἀρχὴ γὰρ σοφίας φόβος κυρίου . | VatGr754 ἡ τροφὴ τῶν φοβουμένων τὸν κύριον ἡ σοφία ἐστὶν ἡ τοῦ Θεοῦ· « ἀρχη`» γὰρ « σοφίας φόβος Κυρίου. » |
1 110 6 1 110 6 1 | Rondeau ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ | VatGr754 ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτου |
sch4 110 sch4 110 sch4 | Rondeau Τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ. | VatGr754 τὴν θεωρίαν τῶν γεγονότων ἰσχὺν ἔργων αὐτοῦ ὀνομάζει· ἰσχὺς δὲ εἴρηται ἡ γνῶσις, διὰ τὸ ἰσχὺν ἐντιθέναι τῇ φύσει τῇ λογικῇ. |
7 110 7 110 7 | Rondeau ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ | VatGr754 ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ |
sch5 110 sch5 110 sch5 | Rondeau Ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. Πιστὰς δὲ εἶπεν τὰς ἐντολὰς ἀντὶ τοῦ πίστεως ἀξίας· ὃ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς φυλάττουσιν αὐτάς. | VatGr754 ἡ μὲν ἀλήθεια ἐν τοῖς ὀρθοῖς δόγμασι θεωρεῖται, ἡ δὲ κρίσις ἐν τῇ πρακτικῇ. πιστὰς εἶπε τὰς ἐντολὰς, ἀντὶ τοῦ πίστεως ἀξίας. ὃ γὰρ ὑπισχνοῦνται, τοῦτο καὶ ποιοῦσιν· ὑπισχνοῦνται δὲ κάθαρσιν ψυχῆς λογικῆς τοῖς φυλάττουσιν αὐτάς. |
1 110 10 1 110 10 1 | Rondeau ἀρχὴ σοφίας φόβος κυρίου, | VatGr754 σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. |
2 110 10 2 110 10 2 | Rondeau σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν | VatGr754 |
sch6 110 sch6 110 sch6 | Rondeau Σύνεσις ἀγαθὴ δίδοται τοῖς ποιοῦσι δηλονότι τὴν ἀρχὴν τῆς σοφίας. | VatGr754 σύνεσις ἀγαθὴ δίδοται τοῖς ποιοῦσι δηλονότι τὴν ἀρχὴν τῆς σοφίας. |
1 111 1 111 1 | Rondeau ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα | VatGr754 Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα |
sch1 111 sch1 111 sch1 | Rondeau Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς. | VatGr754 Οὗτος θέλει ἐν ταῖς ἐντολαῖς αὐτοῦ σφόδρα ὁ μετὰ πάσης ἀκριβείας φυλάσσων αὐτάς. |
3 111 3 111 3 | Rondeau δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ | VatGr754 Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, κ. τ. ἑ. |
sch2 111 sch2 111 sch2 | Rondeau Ἡ σοφία τοῦ θεοῦ, καθὸ μὲν παρέχει ἀφθονίαν θεωρημάτων, πλοῦτος καλεῖται, καθὸ δὲ παρασκευάζει τοὺς ἀνθρώπους δοξάζειν τὸν κεκτημένον αὐτήν, ὀνομάζεται δόξα. | VatGr754 Ἡ σοφία τοῦ Θεοῦ, καθὸ μὲν ἀφθονίαν παρέχει θεωρημάτων, πλοῦτος καλεῖται, καθὸ δὲ παρασκευάζει τοὺς ἀνθρώπους δοξάζειν τὸν κεκτημένον αὐτὴν, ὀνομάζεται δόξα. |
4 111 4 111 4 | Rondeau ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν | VatGr754 Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, κ. τ. ἑ. |
sch3 111 sch3 111 sch3 | Rondeau Ὁ σωτὴρ ἐν τοῖς εὐαγγελίοις πρὸς τοὺς μαθητάς φησιν· Ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί . | VatGr754 Ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τοὺς μαθητάς· «Ο ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπετε ἐν τῷ φωτί. » |
5 111 5 111 5 | Rondeau χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶν οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει | VatGr754 |
7 111 7 111 7 | Rondeau ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται | VatGr754 Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται, κ. τ. ἑ. |
sch5 111 sch5 111 sch5 | Rondeau Ἀκοῆς ἀντὶ τοῦ φήμης, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ γέγραπται· Ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν · καὶ πάλιν· Μέλλετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων , ἀντὶ τοῦ φήμας πολέμων. | VatGr754 Ἀκοῆς ἀντὶ τοῦ, φήμης, ὡς καὶ ἐν τῷ Εὐαγγελίῳ γέγραπται· «̓Εξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· » καὶ πάλιν· «Μέλλετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. » |
9 111 9 111 9 | Rondeau τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ | VatGr754 Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ, κ. τ. ἑ. |
sch6 111 sch6 111 sch6 | Rondeau Οὐδὲν οὕτω φοβεῖται ὁ σατανᾶς ὡς νοῦν ὑψωθέντα ἐν γνώσει θεοῦ. | VatGr754 Οὐδὲν οὕτω φοβεῖται ὁ Σατανᾶς, ὡς νοῦν ὑψωθέντα ἐν γνώσει Θεοῦ. |
10 111 10 111 10 | Rondeau ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται | VatGr754 Ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, κ. τ. ἑ. |
sch7 111 sch7 111 sch7 | Rondeau Εἰ ἡ ἐπιθυμία τῶν ἁμαρτωλῶν ἀπολεῖται, ἡ δὲ τῶν ἁμαρτωλῶν ἐπιθυμία ἡ κακία ἐστίν, ἡ κακία ἄρα ἀπολεῖται τῶν ἁμαρτωλῶν. | VatGr754 Εἰ ἡ ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται, ἡ δὲ ἁμαρτωλοῦ ἐπιθυμία ἐστὶ κακία, ἡ κακία ἄρα ἀπολεῖται τῶν ἁμαρτωλῶν. |
sch4 111 sch4 111 sch4 | Rondeau Χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας τὰ μυστήρια τῆς θείας γραφῆς ἀδιακρίτως. Καὶ γὰρ ὁ Παῦλός φησιν· Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν μυστηρίων θεοῦ . | VatGr754 χρηστέον τῷ ῥητῷ πρὸς τοὺς ἀπερισκέπτως ἐκφέροντας μυστήρια τῆς θείας γραφῆς ἀδιακρίτως· καὶ γὰρ ὁ Παῦλός φησιν· « οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους τῶν μυστηρίων Θεοῦ. » |
5 111 111 5 111 5 | Rondeau | VatGr754 χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρῶνοἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει |
3 112 3 112 3 | Rondeau ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου | VatGr754 Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου |
sch1 112 sch1 112 sch1 | Rondeau Ἀνατολαὶ μέν εἰσι αἱ φύσεις αἱ νοεραὶ ἐν αἷς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει , δυσμαὶ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράνιος ἥλιος. | VatGr754 Ἀνατολαὶ μέν εἰσι φύσεις αἱ νοεραὶ, ἐν αἷς ὁ τῆς δικαιοσύνης ἥλιος ἀνατέλλει· δυσμαὶ δὲ αἱ τῶν ἀνθρώπων ψυχαὶ, ἐν αἷς ἔδυ ποτὲ ὁ πνευματικὸς καὶ ἐπουράνιος ἥλιος. |
5 112 5 112 5 | Rondeau τίς ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν | VatGr754 τίς ὡς κύριος ὁ θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοικῶν6.καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῃ |
sch2 112 sch2 112 sch2 | Rondeau Οἰκεῖ μὲν ὁ θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι, προνοεῖται δὲ τῶν ταπεινῶν ἀνθρώπων, ἵνα γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς . | VatGr754 οἰκεῖ μὲν ὁ Θεὸς ἐν ταῖς ἁγίαις δυνάμεσι· προνοεῖται δὲ τῶν ταπεινῶν ἀνθρώπων ἵνα « γένηται τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. » |
6 112 6 112 6 | Rondeau καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ | VatGr754 |
1 112 7 1 112 7 1 | Rondeau ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν | VatGr754 Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν |
sch3 112 sch3 112 sch3 | Rondeau Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁ θεός· νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται. | VatGr754 Ψυχὴν μὲν ἐγείρει ἀπὸ κακίας ἐπ' ἀρετὴν ὁ Θεὸς, νοῦν δὲ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν προτρέπεται. |
9 112 9 112 9 | Rondeau ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα τέκνων εὐφραινομένην | VatGr754 Ὁ κατοικίζων στείραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην |
sch4 112 sch4 112 sch4 | Rondeau Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα .Καὶ στεῖρα μὲν ἐγκαταλιπόντος τοῦ θεοῦ γίνεται ψυχή, μήτηρ δὲ ἐνεργοῦντος. | VatGr754 « Εὐφράνθητι, στείρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. » Καὶ στείρα μὲν ἐγκαταλιπόντος Θεοῦ γίνεται ψυχὴ, μήτηρ δὲ ἐνεργοῦντος. |
2 113 2 113 2 | Rondeau ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. | VatGr754 ἐγενήθηἸουδαία ἁγίασμα αὐτοῦ, Ισραηλ ἐξουσία αὐτοῦ. |
sch1 113 sch1 113 sch1 | Rondeau Εἰ ἁγίασμα τοῦ θεοῦ ἡ Ἰουδαία ἐστίν, ἡ δὲ Ἰουδαία ἐξομολογουμένη ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμά ἐστι τοῦ θεοῦ. Τὸν δὲ ἐξουσιαζόμενον Ἰσραὴλ ἐξουσίαν ὠνόμασεν. Καὶ γὰρ βασιλεία λέγεται καὶ αὐτὸ τὸ ἀξίωμα καὶ οἱ βασιλευόμενοι καὶ ἡ χώρα ἐν ᾖ διάγουσιν οἱ βασιλευόμενοι. | VatGr754 Εἰ ἁγίασμα τοῦ Θεοῦ ἡἸουδαία ἐστὶν, ἡ δὲἸουδαία ἐξομολογουμένη ἑρμηνεύεται, πᾶσα ἐξομολογουμένη ψυχὴ ἁγίασμα τοῦ Θεοῦ ἐστι. |
4 113 4 113 4 | Rondeau τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων | VatGr754 Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, κ. τ. ἑ. |
sch2 113 sch2 113 sch2 | Rondeau Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ· εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι , πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν θεοῦ. | VatGr754 Τὰ ὄρη καὶ οἱ βουνοὶ νοεραὶ φύσεις εἰσὶ χαίρουσαι ἐπὶ τῇ σωτηρίᾳ τοῦ Ἰσραήλ. Εἰ γὰρ χαίρουσιν οἱ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ μετανοοῦντι, πόσῳ μᾶλλον ἐπὶ τοσαύταις μυριάσιν ὁδευούσαις ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας ἐπὶ γνῶσιν Θεοῦ„ |
8 113 8 113 8 | Rondeau τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων | VatGr754 Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων, κ. τ. ἑ. |
sch3 113 sch3 113 sch3 | Rondeau Ὡς πρὸς μὲν τὴν ἱστορίαν ἅπαξ ἐν τῇ ἐρήμῳ στρέψας τὴν πέτραν ἐπότισε τὸν Ἰσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστός, καὶ ποτίζει τὸν Ἰσραήλ. | VatGr754 Ὡς μὲν πρὸς τὴν ἱστορίαν ἅπαξ ἐν τῇ ἐρήμῳ στρέψας τὴν πέτραν ἐπότισε τὸνἸσραήλ· ὡς δὲ πρὸς τὸ πνεῦμα ἀεὶ στρέφει τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χριστὸς, καὶ ποτίζει τὸν πνευματικὸνἸσραήλ. |
10 113 10 113 10 | Rondeau ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; | VatGr754 Μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν. |
sch4 113 sch4 113 sch4 | Rondeau Ἔνθα τὸ ποῦ λέγεται, ἐκεῖ καὶ τὸ ποτέ· Τὸ μὲν γὰρ τόπου ἐστὶ σημαντικόν, τὸ δὲ χρόνου. Εἰ δὲ χρόνος οὐ λέγεται ἐπὶ θεοῦ, ποιητὴς γὰρ χρόνων ἐστίν, οὐκοῦν οὐδὲ τὸ ποῦ ῥηθήσεται ἐπ' αὐτοῦ, δημιουργὸς γὰρ καὶ τόπων ἐστίν, εἴγε καὶ ὁ τόπος αὐτὸς τῆς σωματικῆς ἐστι φύσεως. | VatGr754 Ἔνθα τὸ Ποῦ λέγεται, ἐκεῖ καὶ τὸ πότε· τὸ μὲν γὰρ τόπου ἐστὶ σημαντικὸν, τὸ δὲ χρόνου. Εἰ δὲ χρόνος οὐ λέγεται ἐπὶ Θεοῦ ποιητὴς γὰρ χρόνων ἐστὶνŸ, οὐκοῦν οὐδὲ τὸ Ποῦ ῥηθήσεται ἐπ' αὐτοῦ· δημιουργὸς γὰρ καὶ τόπων ἐστὶν, εἴγε καὶ ὁ τόπος αὐτὸς τῆς σωματικῆς ἐστι φύσεως. |
11 113 11 113 11 | Rondeau πάντα ὅσα θέλησεν ἐποίησεν | VatGr754 Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Πάντα ὅσα θέλησεν, ἐποίησε. | VatGr754 Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Πάντα ὅσα θέλησεν, ἐποίησε. |
sch5 113 sch5 113 sch5 | Rondeau Ἐντεῦθεν γινώσκομεν ὅτι ὅσα βούλεται ὁ θεός, ταῦτα καὶ δύναται· πάντα γάρ, φησίν, ὁ θεὸς ἃ ἠθέλησεν ἐποίησεν· οὐκ εἴ τι δὲ δύναται, τοῦτο πάντως καὶ βούλεται. Νεκρῶν μὲν ἀνάστασιν δύναται ποιῆσαι νῦν, οὐ βούλεται δὲ καὶ πάλιν ἐνανθρωπῆσαι, ἀλλ' οὐ βούλεται. | VatGr754 Ἐντεῦθεν γινώσκομεν ὅτι ὅσα βούλεται ὁ Θεὸς, ταῦτα καὶ δύναται· πάντα γὰρ, φησὶν, ἃ ἐθέλησεν ὁ Θεὸς, ἐποίησεν· οὐκ εἴ τι δὲ δύναται, τοῦτο πάντως καὶ βούλεται· νεκρῶν μὲν ἀνάστασιν δύναται ποιῆσαι νῦν, οὐ βούλεται δέ· καὶ πάλιν ἐνανθρωπῆσαι, ἀλλ' οὐ βούλεται. |
12 113 12 113 12 | Rondeau τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· | VatGr754 |
13 113 13 113 13 | Rondeau στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, | VatGr754 Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται κτλ. |
14 113 14 113 14 | Rondeau ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται, | VatGr754 |
sch6 113 sch6 113 sch6 | Rondeau Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον οὐδὲ αἰσθητικόν τε καὶ αἰσθητόν. Αἴσθησις μὲν γάρ ἐστιν ἡ δύναμις καθ' ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν· αἰσθητήριον δὲ τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη· αἰσθητικὸν δὲ τὸ ζῷον αὐτὸ τὸ κεκτημένον τὰς αἰσθήσεις· αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθήσεσιν ὑποπίπτειν. Ἀλλ' οὐχ οὕτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστέρηνται, μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητηρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνα καὶ τὰ ἑξῆς. | VatGr754 Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον, οὐδὲ αἰσθητικόν τε καὶ αἰσθητόν. Αἴσθησις μὲν γάρ ἐστιν ἡ δύναμις καθ' ἣν εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν. Αἰσθητήριον δὲ, τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη. Αἰσθητικὸν δὲ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθήσεις. Αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθήσεσιν ὑποπίπτειν.Ἀλλ' οὐχ οὕτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστήρηνται· μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητηρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα καὶ ῥῖνας καὶ τὰ ἑξῆς. |
15 113 15 113 15 | Rondeau χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν | VatGr754 |
18 113 17 18 113 17 18 | Rondeau | VatGr754 Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου.Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. |
sch8 113 sch8 113 sch8 | Rondeau Τὸν μὲν κύριον ὡς κύριον αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις ἐπίστανται, τὸν δὲ κύριον ὡς ἄνθρωπον γινώσκουσι καὶ οἱ ἄνθρωποι. | VatGr754 Τὸν μὲν Κύριον ὡς ἦν αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις ἐπίστανται· τὸν δὲ Κύριον ὡς ἄνθρωπον γινώσκουσι καὶ οἱ ἄνθρωποι. |
21 113 21 113 21 | Rondeau εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων | VatGr754 Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων, κ. τ. ἑ. |
sch7 113 sch7 113 sch7 | Rondeau Οὐχ οἱ μεγάλοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλ' οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μικρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτός, ἀλλ' ἐπὶ τοῦ ἐντὸς νοητέον. | VatGr754 Οὐχ οἱ μεγάλοι μετὰ τῶν μικρῶν εὐλογοῦνται, ἀλλ' οἱ μικροὶ μετὰ τῶν μεγάλων, ἵνα καὶ αὐτοὶ γένωνται μεγάλοι. Τὸ δὲ μικρὸν ἐνταῦθα καὶ τὸ μέγα οὐκ ἐπὶ τοῦ ἐκτὸς, ἀλλ' ἐπὶ τοῦ ἐντὸς νοητέον. |
sch9 113 sch9 113 sch9 | Rondeau Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ζωή . | VatGr754 ,ι´,ια´. Οὐ δύναται νεκρὸς αἰνέσαι τὴν ζωὴν τὴν εἰποῦσαν, «̓Εγώ εἰμι ἡ ζωή. » – « Οὐδὲ πάντες, » οὐκ εἶπεν, «οἱ καταβάντες, » ἀλλ' «οἱ καταβαίνοντες. » – «Ἀλλ' ἡμεῖς οἱ ζῶντες, » ὡς καὶ Παῦλος· «Επειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι. » |
24 113 24 113 24 | Rondeau οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων | VatGr754 |
1 113 25 1 113 25 1 | Rondeau οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε | VatGr754 |
2 113 25 2 113 25 2 | Rondeau οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου | VatGr754 |
sch10 113 sch10 113 sch10 | Rondeau Οὐκ εἶπεν οἱ καταβάντες, ἀλλ' οἱ καταβαίνοντες. | VatGr754 |
1 113 26 1 113 26 1 | Rondeau ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον | VatGr754 |
sch11 113 sch11 113 sch11 | Rondeau Καὶ Παῦλος ἔπειτα· Ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι . | VatGr754 |
2 114 2 114 2 | Rondeau καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι | VatGr754 Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι, κ. τ. ἑ. |
sch1 114 sch1 114 sch1 | Rondeau Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπικαλούμενος ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω. | VatGr754 Ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἐπικαλούμενος ἐν ταῖς ἡμέραις τούτου τοῦ ἡλίου διάγων ἐπικαλείσθω. |
4 114 4 114 4 | Rondeau καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην [...] | VatGr754 Καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην, κ. τ. ἑ. |
sch2 114 sch2 114 sch2 | Rondeau Πᾶς γάρ, φησίν, ὃν ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται . Τοιγαροῦν ὁ ἐλεήμων ἐπικαλείσθω τὸν ἐλεήμονα, καὶ τὴν δικαιοσύνην ὁ δίκαιος· ἠχὼ γὰρ ὥσπερ τίς ἐστιν ἡ ἐν ἡμῖν δικαιοσύνη τῆς πρώτης δικαιοσύνης, κατὰ ἀνάκλασιν ἡμῖν ἐπισυμβαίνουσα. | VatGr754 « Πᾶς γὰρ, φησὶν, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. » Τοιγαροῦν ὁ ἐλεήμων ἐπικαλείσθω τὸν ἐλεήμονα, καὶ τὴν δικαιοσύνην ὁ δίκαιος.Ἠχὼ γὰρ ὥσπερ τις ἡ ἐν ἡμῖν δικαιοσύνη, τῆς πρώτης δικαιοσύνης κατὰ ἀνάκλασιν ἡμῖν ἐπισυμβαίνει. |
1 114 5 1 114 5 1 | Rondeau ἐλεήμων ὁ κύριος καὶ δίκαιος | VatGr754 |
7 114 7 114 7 | Rondeau ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου | VatGr754 Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. |
sch3 114 sch3 114 sch3 | Rondeau Ὥσπερ ὁ νοσῶν ἐπιστρέφει πρὸς τὴν ὑγίειαν, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν ἀνάπαυσιν αὐτῆς. Εἰ δὲ τοῦτο, ἦν ἄρα ποτὲ ἐν τῇ ἀναπαύσει αὐτῆς ἡ ψυχή· Καὶ γὰρ ὁ νοσήσας ἐν τῇ ὑγιείᾳ ὑπῆρχέν ποτε. Τοῦτο τοιοῦτο καὶ ὁ ἀπόστολος λέγει τὸ θέλω ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι . Ἡ γὰρ ἀνάλυσις τῶν ὑποστρεφόντων ἐπὶ τὸν πρότερον αὐτῶν τόπον ἐστίν. | VatGr754 Ὥσπερ ὁ νοσῶν ἐπιστρέφει πρὸς τὴν ὑγιείαν, οὕτω καὶ ἡ ψυχὴ εἰς τὴν ἀνάπαυσιν αὐτῆς.Ἢ δὲ τοῦτο· ἦν ἄρα ποτὲ ἐν τῇ ἀναπαύσει αὐτῆς ἡ ψυχή· καὶ γὰρ ὁ νοσήσας ἐν τῇ ὑγιείᾳ ὑπῆρχέ ποτε. Τοῦτο καὶ ὁ ἀπόστολος λέγει τῷ· Θέλω ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.Ἡ γὰρ ἀνάλυσις τῶν ὑποστρεφόντων ἐπὶ τὸν πρότερον αὐτῶν τόπον ἐστιν. |
1 115 1 115 1 | Rondeau ἐπίστευσα, διὸ ἐλάλησα | VatGr754 Ἐπίστευσα, διὸ ἐλάλησα, κ. τ. ἑ. |
sch1 115 sch1 115 sch1 | Rondeau Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις. | VatGr754 Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις. |
2 115 2 115 2 | Rondeau πᾶς ἄνθρωπος ψεύστης | VatGr754 Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης, κ. τ. ἑ. |
sch2 115 sch2 115 sch2 | Rondeau Εἰ ἄνθρωπός ἐστι καὶ ὁ Δαυίδ, ψεύστης ἐστίν. Εἰ δὲ ψεύστης ἐστίν, ψεύστης ἐστὶν λέγων ἑαυτὸν ψεύστην. Εἰ δὲ ψεύστης ἐστὶν λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλ' ἀληθευτής ἐστιν. Εἰ δὲ ἀληθευτής ἐστιν, ἀληθευτής ἐστι λέγων ἑαυτὸν ψεύστην ἄνθρωπος ὢν. Εἰ δὲ ἀληθευτής ἐστι λέγων ἑαυτὸν ψεύστην ἄνθρωπος ὤν, ψεύστης ἐστίν. Περιεγράφη ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν ἐὰν ἄνθρωπος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος. | VatGr754 Εἰ ἄνθρωπος καὶ ὁ Δαυῒδ, ψεύστης ἐστίν· εἰ δὲ ψεύστης ἐστὶ, λέγων ἑαυτὸν ψεύστην, οὐκ ἔστι ψεύστης, ἀλλ' ἀληθής ἐστιν. Εἰ δὲ ἀληθής ἐστι λέγων ἑαυτὸν ψεύστην, ἄνθρωπος ὢν οὐκ ἔστι ψεύστης. Περιστρέφει ἄρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ εἶναι αὐτὸν ἀληθευτὴν, ἐὰν ἄνθρωπος ᾖ, καὶ εἰς τὸ εἶναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος οὗτος παρὰ τοῖς διαλεκτικοῖς ἄπορος. |
sch2b 115 sch2b 115 sch2b | Rondeau Ἐφ ὅσον ἄνθρωπός τίς ἐστι, ψεύστης ἐστίν· ἐὰν δὲ ἀποθῆται τὸ εἶναι ἄνθρωπος, οὐκέτι ψεύστης, ἀλλὰ ἀληθευτής ἐστι. Τὸ γὰρ ἄνθρωπος ὄνομα ποτὲ μὲν οὐσίαν δηλοῖ, ποτὲ δὲ χειρίστην κατάστασιν, οἶον· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι · καὶ πάλιν· Ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε . Τὸ μὲν γὰρ πρότερον οὐσίαν σημαίνει, τὸ δὲ δεύτερον ἕξιν κακίστην δηλοῖ. | VatGr754 ἐφ ὅσον ... |
2 117 6 2 117 6 2 | Rondeau οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος | VatGr754 Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος |
sch1 117 sch1 117 sch1 | Rondeau Ἄνθρωπον λέγει ἡ γραφὴ τὸν διάβολον, ὅτι ἐχθρὸς ἄνθρωπος ἐπέσπειρε τὰ ζιζάνια . | VatGr754 ἀνθρωπον λέγει ἡ Γραφὴ τὸν διάβολον, , ὅτι ἐχθρὸς ἄνθρωπος ἐπέσπειρε τὰ ζιζάνια. |
10 117 10 117 10 | Rondeau πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι κυρίου ἠμυνάμην αὐτοὺς | VatGr754 Πάντα τὰ ἔθνη ἐκύκλωσάν με,καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτοὺς |
sch2 117 sch2 117 sch2 | Rondeau Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικόν, οἱ δὲ ὡς θεωρητικὸν ἐκύκλουν αὐτόν. Καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο. | VatGr754 Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικὸν, οἱ δὲ ὡς θεωρητικὸν ἐκύκλουν αὐτόν. καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο. |
17 117 17 117 17 | Rondeau οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι καὶ ἐκδιηγήσομαι τὰ ἔργα κυρίου | VatGr754 Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου |
sch3 117 sch3 117 sch3 | Rondeau Τῶν ζώντων ἐστὶ διηγεῖσθαι τὰ ἔργα κυρίου. | VatGr754 Τῶν ζώντων ἐστὶ διηγεῖσθαι τὰ ἔργα κυρίου. |
1 117 19 1 117 19 1 | Rondeau ἀνοίξατέ μοι πύλας δικαιοσύνης | VatGr754 Ἀνοίξατέ μοι πύλας δικαιοσύνης |
sch4 117 sch4 117 sch4 | Rondeau Ὡς ἀνοίγονται πύλαι δικαιοσύνης, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης· διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρχεται νοῦς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. | VatGr754 ὡς ἀνοίγονται πύλαι δικαιοσύνης, οὕτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης. διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρχεται νοῦς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. |
1 117 20 1 117 20 1 | Rondeau αὕτη ἡ πύλη τοῦ κυρίου | VatGr754 Αὕτη ἡ πύλη τοῦ Κυρίου. |
sch5 117 sch5 117 sch5 | Rondeau Μετὰ τὸ εἰσελθεῖν διὰ τῶν πρακτικῶν ἀρετῶν, εὑρήσομεν τὴν πύλην τῆς γνώσεως, ἥτις ἐστὶν ἡ θεωρία τῶν γεγονότων σωμάτων τε καὶ ἀσωμάτων. | VatGr754 Μετὰ τὸ εἰσελθεῖν διὰ τῶν πρακτικῶν ἀρετῶν εὑρήσομεν τὴν πύλην τῆς γνώσεως, ἥτις ἐστὶν ἡ θεωρία τῶν γεγονότων, σωμάτων καὶ ἀσωμάτων. |
22 117 22 117 22 | Rondeau λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας | VatGr754 Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη εἰς κεφαλὴν γωνίας. |
sch6 117 sch6 117 sch6 | Rondeau Γωνία ἐστὶν διδασκαλία τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς εἰρηνεύουσα. | VatGr754 γωνία ἐστὶ διδασκαλία τοῦ σωτῆρος ἡμῶνἸησοῦ Χριστοῦ, τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς εἰρηνεύουσα. |
24 117 24 117 24 | Rondeau αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος | VatGr754 αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, κ. τ. ἑ. |
sch7 117 sch7 117 sch7 | Rondeau Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πεποιήκασιν, ἀλλ' αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος · ἡμέραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ. | VatGr754 Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πεποιήκασιν, ἀλλ' αὐτὸς ὁ τῆς δικαιοσύνης ἥλιος· ἡμέραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ. |
2 117 27 2 117 27 2 | Rondeau συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν. | VatGr754 συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν. |
sch8 117 sch8 117 sch8 | Rondeau Οὗτοι πυκάζουσιν οἱ φύλλοις καὶ καρποῖς κομῶντες, φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς. Καὶ γὰρ τὸ φύλλον αὐτῶν οὐκ ἀπορρυήσεται καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν,διὰ τὸ γεγενῆσθαι αὐτοὺς ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων . | VatGr754 Οὗτοι πυκάζουσιν, οἱ φύλλοις καὶ καρποῖς κομῶντες· φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς. καὶ γὰρ « τὸ φύλλον αὐτῶν οὐκ ἀποῤῥυήσεται· καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν, » διὰ τὸ γεγενῆσθαι αὐτοὺς « ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων. » |
1 118 1 118 1 | Rondeau μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ | VatGr754 Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ κυρίου. |
sch1 118 sch1 118 sch1 | Rondeau Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄνθρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ θεοῦ ἣν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος· Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται . | VatGr754 Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄνθρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἣν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος· « Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδία, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. » |
3 118 3 118 3 | Rondeau οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν | VatGr754 |
4 118 4 118 4 | Rondeau σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάσσεσθαι σφόδρα | VatGr754 Σὺ ἐνετείλω τὰς ἐντολάς σουφυλάξασθαι σφόδρα |
sch3 118 sch3 118 sch3 | Rondeau Ὁ μὴ κατὰ διάνοιαν ἁμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ θεοῦ. | VatGr754 Ὁ μὴ κατὰ διάνοιαν ἁμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ. |
6 118 6 118 6 | Rondeau τότε οὐ μὴ ἐπαισχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου | VatGr754 Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου, κ. τ. ἑ. |
sch4 118 sch4 118 sch4 | Rondeau Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς, πταίσας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος , καλῶς γέγραπται· τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· οἶδεν γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος. | VatGr754 Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς, πταίσας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος, καλῶς γέγραπται· « Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου· » οἶδε γὰρ καὶ μία παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι πρόξενος. |
7 118 7 118 7 | Rondeau ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου | VatGr754 ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. |
sch5 118 sch5 118 sch5 | Rondeau Οὗτος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ κυρίου μεμαθηκώς, τίνος χάριν ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ τίς ὁ λόγος τῶν καταχθονίων δαιμόνων καὶ διὰ τί μὴ οὗτοι γεγόνασιν ἄνθρωποι, τίς τε ἡ αἰτία τοῦ ᾅδου, καὶ τίς ὁ παράδεισος, καὶ τίς πάλιν ἡ ἄνω Ἱερουσαλὴμ καὶ ἡ ταύτης Σιών, ἀφ' ἧς λέγεται ἔρχεσθαι ὁ Χριστός — ἥξει γάρ, φησίν, ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ — καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος Ἰσραὴλ καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν· τίνος χάριν μὴ πάντες ἄνθρωποι ἐκλήθημεν ἀπαρχῆς τὸν τοῦ Μωσέως νόμον δεξάμενοι, ἀλλ' ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ Ἰσραὴλ μερὶς ἐχρημάτισε τοῦ κυρίου ἠπίστησεν. Καλῶς τοίνυν λέγει καὶ ὁ Δαυίδ· Τὰ κρίματά σου ἄβυσσος πολλή · καὶ Παῦλός φησιν· Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ . | VatGr754 οὗτος ἐν εὐθύτητι καρδίας δοξάζει τὸν Θεὸν ὁ τοὺς περὶ κρίσεως λόγους παρὰ κυρίου μεμαθηκώς, τίνος χάριν ὁ οὐρανὸς μὲν τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ τίς ὁ λόγος τῶν καταχθονίων δαιμόνων καὶ διὰ τί μὴ οὗτοι γεγόνασιν ἄνθρωποι, τίς τε ἡ αἰτία τοῦ ᾅδου, καὶ τίς ὁ παράδεισος, καὶ τίς πάλιν ἡ ἄνωἹερουσαλήμ καὶ ἡ ταύτης Σιὼν, ἀφ' ἧς λέγεται ἔρχεσθαι ὁ Χριστός, ἥξει γὰρ, φησὶν, ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸἸακώβ, καὶ τίς ὁ λόγος τοῦ ἐκπεσόντος Ἰσραὴλ, καὶ τῶν ἀντεισαχθέντων ἐθνῶν· τίνος χάριν μὴ πάντες ἄνθρωποι ἐκλήθημεν ἀπ' ἀρχῆς, τὸν τοῦ Μωσέως νόμον δεξάμενοι, ἀλλ' ἡμεῖς μὲν ἀγγέλων γεγόναμεν κλῆροι, ὁ δὲ Ἰσραὴλ μερὶς ἐχρημάτισε τοῦ κυρίου καὶ σχοίνισμα κληρονομίας αὐτοῦ, πῶς οὖν ἡ κληρονομία τῶν ἀγγέλων πεπίστευκεν, ἡ δὲ μερὶς τοῦ Κυρίου ἠπίστησεν· καὶ διὰ τί νῦν λέγει καὶ ὁ Δαυίδ· τὰ κρίματά σου ἄβυσσος πολλή· καὶ Παῦλός φησιν· ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεου· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. |
11 118 11 118 11 | Rondeau ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου ὅπως ἂν μὴ ἁμάρτω σοι | VatGr754 ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι, | VatGr754 Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι, κ. τ. ἑ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τὸ τἀληθῆ, ἐπὰν ὅλως μὴ δεῖ ἀπαγγέλλειν. Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσί. |
sch6 118 sch6 118 sch6 | Rondeau Κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ θεοῦ ἐν τῇ καρδίᾳ διὰ τοὺς ἁρπάζοντας αὐτὰς δαίμονας· τὸ δ' αὐτὸ καὶ ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις παραινεῖ· Υἱέ , φησίν, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, ὑπακούσεται σοφίας τὸ οὖς σου . Τὰς οὖν ἐνταῦθα ἐντολὰς λεγομένας ἐν τοῖς εὐαγγελίοις ὁ κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον. Οὗτος οὖν κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος, εἴπερ οἱ ἁρπάζοντες αὐτὴν ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται. | VatGr754 κρύπτειν δεῖ τὰς ἐντολὰς τοῦ κυρίου ἐν τῇ καρδίᾳ διὰ τοὺς ἁρπάζοντας αὐτὰς δαίμονας· τὸ δ' αὐτὸ καὶ ὁ ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις παραινεῖ· υἱέ, φησίν, ἐὰν δεξάμενος· ῥῆσιν ἐμῆς ἐντολῆς κρύφῃς παρὰ σεαυτῷ ὑπακούσεται σοφίας τὸ οὖς σου. τὰς οὖν ἐνραῦθα ἐντολὰς λεγομένας ἐν τοῖς εὐαγγελίοις ὁ κύριος σπόρον ὠνόμασεν ὑπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ ἁρπαζόμενον. οὗτος οὖν κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ διαπαντὸς αὐτὴν ἐργαζόμενος, εἴπερ οἱ ἁρπάζειν λέγονται. THIS TEXT IS NOT(!) IN RONDEAU |
sch6b 118 sch6b 118 sch6b | Rondeau Κίνδυνος γὰρ οὐ μόνον τὸ λέγειν ψευδῆ, ἀλλὰ καὶ τἀληθῆ τοῖς μὴ δυναμένοις χωρεῖν· οὐδὲ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλειν ἔμπροσθεν τῶν χοίρων οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν. | VatGr754 |
15 118 15 118 15 | Rondeau ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου. | VatGr754 Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. |
sch7 118 sch7 118 sch7 | Rondeau Τὴν πολλὴν δὲ βάσανον ἀδολεσχίαν ἐκάλεσεν οὐ ψεκτῶς, ἐπεὶ καὶ Ἰσαὰκ ἐξῆλθεν εἰς τὸ πεδίον ἀδολεσχῆσαι τῷ θεῷ. Ἐκ πολλῆς οὖν τῶν ἐντολῶν μελέτης ἔρχεταί τις εἰς τὸ κατανοῆσαι τὰς ὁδοὺς τοῦ θεοῦ, τόν τε νόμον καὶ τοὺς προφήτας, τὰς φερούσας ἐπὶ τὴν βασιλικὴν καὶ τελείαν ὁδὸν τὸν Χριστὸν τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός . | VatGr754 Καὶ ὁἸσαὰκ ἐξῆλθεν εἰς τὸ πεδίον ἀδολεσχῆσαι τῷ Θεῷ.Ἐκ πολλῆς οὖν τῶν ἐντολῶν μελέτης ἔρχεταί τις εἰς τὸ κατανοῆσαι τὰς ὁδοὺς τοῦ Θεοῦ τόν τε νόμον καὶ τοὺς προφήταςŸ τὰς φερούσας ἐπὶ τὴν βασιλικὴν καὶ τελείαν ὁδὸν, τὸν Χριστὸν, τὸν εἰπόντα·Ἐγώ εἰμι ὁδός. |
17 118 17 118 17 | Rondeau ἀνταπόδος τῷ δούλῳ σου | VatGr754 Ανταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. |
sch8 118 sch8 118 sch8 | Rondeau Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ θεοῦ, οὗτος λεγέτω καὶ τῷ κυρίῳ τὸ ἀνταπόδος τῷ δούλῳ σου. | VatGr754 Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος λεγέτω καὶ τῷ Κυρίῳ· «Ἀνταπόδος τῷ δούλῳ σου. » | VatGr754 ὁ νόμος ἀποκαλύψεως δεῖται· ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγής ἐστιν. νόμον δὲ ἐνταῦθα ὠνόμασε τὴν πνευματικῶς ἀλληγορουμένην τῆς γραφῆς ἱστορίαν· ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων· « Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε; γέγραπται γὰρ, ὅτιἈβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· » καὶ ἀνάγει πᾶσι τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνωἹερουσαλήμ. |
18 118 18 118 18 | Rondeau ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου | VatGr754 ἀποκάλυψον τοὺς ὀφθαλμούς μου,καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου |
sch9 118 sch9 118 sch9 | Rondeau Ὁ νόμος ἀποκαλύψεως δεῖται. Ἡ γὰρ ἐντολὴ κυρίου τηλαυγής ἐστιν· νόμον δὲ ἐνταῦθα ὠνόμασεν τὴν πνευματικῶς ἀλληγορουμένην τῆς γραφῆς ἱστορίαν, ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων· Λέγετέ μοι , φησίν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε; Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας · καὶ ἀνάγει πᾶσαν τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ. | VatGr754 |
21 118 21 118 21 | Rondeau ἐπετίμησας ὑπερηφάνοις | VatGr754 Ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου, κ. τ. ἑ. |
sch10 118 sch10 118 sch10 | Rondeau Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ, κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται , κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ. | VatGr754 Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται· Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ. |
23 118 23 118 23 | Rondeau ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου | VatGr754 Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατ' ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου, κ. τ. ἑ. |
sch11 118 sch11 118 sch11 | Rondeau Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται. | VatGr754 Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται. |
25 118 25 118 25 | Rondeau ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου | VatGr754 Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, κ. τ. ἑ. |
sch12 118 sch12 118 sch12 | Rondeau Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται τὰ ἐπίγεια φρονοῦσαι , τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν ἢ χρονίζουσαι δι' οἰκονομίαν ἐν αὐτοῖς. | VatGr754 Τῶν ἁμαρτωλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν, ἢ χρονίζουσαι δι' οἰκονομίαν ἐν αὐτοῖς. |
2 118 26 2 118 26 2 | Rondeau δίδαξόν με τὰ δικαιώματά σου | VatGr754 |
sch12b 118 sch12b 118 sch12b | Rondeau Ἐπιποθεῖ ὁ Δαυὶδ γνῶναι τὰ δικαιώματα τοῦ θεοῦ, τί ἐστι τὸ ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι, ἐν δὲ τῷ ἑβδόμῳ ἀφήσεις αὐτὸν ἐλεύθερον , καὶ τίς ἡ ἀγαπωμένη γυνὴ καὶ τὰ ταύτης τέκνα δι' ἣν τὴν ἐλευθερίαν ἀποθεῖται ὁ δοῦλος, καὶ τίς ὁ λόγος τοῦ τιτρωσκομένου ὠτὸς καὶ τῆς αἰωνίου δουλείας ἣν αὐτὸς ἀφ' ἑαυτοῦ ὁ δοῦλος προείλετο. | VatGr754 |
28 118 28 118 28 | Rondeau ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας | VatGr754 Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου, κ. τ. ἑ.̓ιγ´. Ακηδία ἐστὶ κίνησις ἐν τῷ αὐτῷ πολυχρόνιος θυμοῦ καὶ ἐπιθυμίας· τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων. Νυσταγμός ἐστι ψυχῆς λογικῆς ἀμέλεια τῶν ἀρετῶν καὶ τῆς γνώσεως τῆς τοῦ Θεοῦ· ὕπνος ἐστὶ ψυχῆς λογικῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς· διὸ καὶ ὁ σοφὸς Σολομῶν παραινεῖ μὴ δοῦναι ὕπνον τοῖς ὄμμασι, μηδ' ἐπινυστάξαι τοῖς βλεφάροις. |
sch13 118 sch13 118 sch13 | Rondeau Ἀκηδία ἐστὶ κίνησις ἐν τῷ αὐτῷ πολυχρόνιος θυμοῦ καὶ ἐπιθυμίας· τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων. Νυσταγμός ἐστι ψυχῆς λογικῆς ἀμέλεια τῶν ἀρετῶν καὶ τῆς γνώσεως τῆς τοῦ θεοῦ. Ὕπνος ἐστὶ ψυχῆς λογικῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς· διὸ καὶ ὁ σοφὸς Σολομῶν παραινεῖ μὴ δοῦναι ὕπνον τοῖς ὄμμασι μηδὲ ἐπινυστάξαι τοῖς βλεφάροις . | VatGr754 |
32 118 32 118 32 | Rondeau ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου | VatGr754 Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου, κ. τ. ἑ. |
sch14 118 sch14 118 sch14 | Rondeau Οἱ λόγοι τῶν ἐντολῶν, πλατύνοντες τὴν καρδίαν, εὔκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν. | VatGr754 Οἱ λόγοι τῶν ἐντολῶν πλατύνοντες τὴν καρδίαν εὔκολον αὐτῇ παρασκευάζουσι τῆς πρακτικῆς τὴν ὁδόν. |
34 118 34 118 34 | Rondeau συνέτισόν με καὶ ἐξερευνήσω τὸν νόμον σου | VatGr754 Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου, κ. τ. ἑ. |
sch15 118 sch15 118 sch15 | Rondeau Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον. | VatGr754 Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον· |
35 118 35 118 35 | Rondeau ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὸν ἠθέλησα | VatGr754 |
sch15b 118 sch15b 118 sch15b | Rondeau Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου ὅτι αὐτὸν τὸν ἀνωτέρω τὸν εἰρημένον νόμον ἠθέλησα. | VatGr754 |
36 118 36 118 36 | Rondeau κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν | VatGr754 Κλίνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. |
sch16 118 sch16 118 sch16 | Rondeau Τὰ γὰρ μαρτύρια τοῦ θεοῦ ἀφιλαργυρίαν διδάσκει λέγοντα· Οὐκ ἐπιθυμήσεις . | VatGr754 Τὰ γὰρ μαρτύρια τοῦ Θεοῦ οὐ φιλαργυρίαν διδάσκει, λέγοντα· Οὐκ ἐπιθυμήσεις κτλ. |
37 118 37 118 37 | Rondeau ἐν τῇ ὁδῷ σου ζῆσόν με. | VatGr754 Ἐν τῇ ὁδῷ σου ζῆσόν με. |
sch17 118 sch17 118 sch17 | Rondeau Ἐγώ εἰμι , φησίν, ἡ ὁδός , ἐν τοῖς εὐαγγελίοις ὁ κύριος. | VatGr754 Ἐγώ εἰμι, φησὶν, ἡ ὁδὸς, ἐν τοῖς εὐαγγελίοις Κύριος. |
43 118 43 118 43 | Rondeau καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα | VatGr754 Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας, κ. τ. ἑ. |
sch18 118 sch18 118 sch18 | Rondeau Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ. | VatGr754 Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ. |
46 118 46 118 46 | Rondeau Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην | VatGr754 Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην, κ. τ. ἑ. |
sch19 118 sch19 118 sch19 | Rondeau Καὶ ὁ Παῦλός φησιν· Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι . | VatGr754 Καὶ ὁ Παῦλός φησιν· « Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι,Ἰουδαίῳ τε πρῶτον καὶἝλληνι. » |
48 118 47 48 118 47 48 | Rondeau | VatGr754 Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. |
sch20 118 sch20 118 sch20 | Rondeau Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς διὰ τῶν ἐντολῶν τοῦ θεοῦ κατεργαζόμενοι τὴν πρακτικήν. | VatGr754 Τὰς χεῖρας ἐπαίρομεν τῆς ψυχῆς διὰ τῶν ἐντολῶν τοῦ Θεοῦ, κατεργαζόμενοι τὴν πρακτικήν. |
1 118 48 1 118 48 1 | Rondeau καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα | VatGr754 |
50 118 50 118 50 | Rondeau αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου | VatGr754 Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με, κ. τ. ἑ. |
sch21 118 sch21 118 sch21 | Rondeau Πάνυ ἡ ἐλπὶς πέφυκεν ἐν τοῖς πειρασμοῖς παρακαλεῖν τὴν ψυχὴν, προσδοκίαν ἀγαθῶν παρέχουσα. | VatGr754 Πάνυ ἡ ἐλπὶς πέφυκεν ἐν τοῖς πειρασμοῖς παρακαλεῖν τὴν ψυχὴν προσδοκίαν ἀγαθῶν παρέχουσα. |
55 118 55 118 55 | Rondeau ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου | VatGr754 Εμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. |
sch22 118 sch22 118 sch22 | Rondeau Χαλεπὸν ἐν καιρῷ πειρασμοῦ μνησθῆναι τῆς γνώσεως τοῦ θεοῦ· ὁ γὰρ φαῦλος λογισμὸς χρονίζων ἐν τῇ διανοίᾳ περισπᾷ τὸν νοῦν καὶ χωρίζει αὐτὸν τῆς μνήμης τῆς τοῦ θεοῦ, ἀφ' οὗ συμβαίνει καὶ τὸ παραβαίνειν τὸν νόμον αὐτοῦ. | VatGr754 Χαλεπὸν ἐν καιρῷ πειρασμοῦ μνησθῆναι τῆς γνώσεως τοῦ Θεοῦ· ὁ γὰρ φαῦλος λογισμὸς χρονίζων ἐν τῇ διανοίᾳ περισπᾷ τὸν νοῦν, καὶ χωρίζει αὐτὸν τῆς γνώσεως τοῦ Θεοῦ, ἀφ' οὗ συμβαίνει καὶ τὸ παραβαίνειν τὸν νόμον αὐτοῦ. |
57 118 57 118 57 | Rondeau μερίς μου, κύριε | VatGr754 Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου, κ. τ. ἑ. |
sch23 118 sch23 118 sch23 | Rondeau Ὥσπερ ἐστὶν μερὶς ἡ ἀφροσύνη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις καὶ τοῦ δικαίου ἡ δικαιοσύνη. | VatGr754 Ὥσπερ ἐστὶ μερὶς ἡ ἀφροσύνη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις, καὶ τοῦ δικαίου ἡ δικαιοσύνη. |
60 118 60 118 60 | Rondeau ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου | VatGr754 ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου |
sch24 118 sch24 118 sch24 | Rondeau Ἡ ἀπάθεια πέφυκεν ἀτάραχον τὴν καρδίαν φυλάττειν, ἥτις ἡμῖν προσγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν. | VatGr754 ἡ ἀπάθεια πέφυκε ἀτάραχον τὴν καρδίαν φυλάττειν, ἥτις ἡμῖν προσγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθῶν. |
sch2 118 sch2 118 sch2 | Rondeau Εἰ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ θεοῦ οὐ πορεύονται, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ θεοῦ πορεύονται. Οὐκοῦν ὁδοὶ τοῦ θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων ἐν αἷς πορευσόμεθα δικαιοσύνην κατεργαζόμενοι. Εἰ δὲ ἡ δικαιοσύνη ἡμῶν ἐστιν ὁ Χριστός, ἐγενήθη γὰρ ἡμῖν σοφία παρὰ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις , καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ κυρίου, ἥτις ἐστὶν ὁ Χριστός· λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα κύριον. | VatGr754 εἰ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ οὐ πορεύονται, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ θεοῦ πορευθήσονται. οὐκοῦν ὁδοὶ τοῦ θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων ἐν αἷς πορευσόμεθα δικαιοσύνην κατεργαζόμενοι. εἰ δὲ ἡ δικαιοσύνη ἡμῶν ἐστιν ὁ Χριστὸς, « ἐγενήθη γὰρ ἡμῖν σοφία παρὰ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, » καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν « ἀρχὴν » εἶναι τῶν « ὁδῶν » τοῦ Κυρίου, ἥτις ἐστὶν ὁ Χριστός. λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσαντα Κύριον. . |
61 118 61 118 61 | Rondeau σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι | Rondeau καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην | VatGr754 Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. |
sch25 118 sch25 118 sch25 | Rondeau Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐστὶ περιπλεκόμενα τῇ ψυχῇ καὶ μὴ συγχωροῦντα αὐτῇ τὴν ὁδὸν ἐκείνην ὁδεῦσαι τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὁδός . Τούτοις δὲ τοῖς σχοινίοις καὶ ὁ σατανᾶς δέδηκε τὴν θυγατέρα τοῦ Ἀβραὰμ ἣν ἔλυσεν ὁ Χριστός, εἴπερ σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται . Εἰ δὲ διττή ἐστιν ἡ ἁμαρτία, ἡ μὲν κατὰ διάνοιαν, ἡ δὲ κατ' ἐνέργειαν, διττὰ ἄρα νοητέον καὶ τὰ σχοινία. Καὶ ὁ μὲν λύσας τὰ κατὰ διάνοιαν σχοινία καὶ τὰ κατ' ἐνέργειαν λέλυκεν· ὁ δὲ τὰ κατ' ἐνέργειαν οὐ πάντως καὶ τὰ κατὰ διάνοιαν λέλυκεν. Καὶ ἡ μὲν παλαιὰ διαθήκη τὰ κατ' ἐνέργειαν λύει σχοινία, ἡ δὲ καινὴ τὰ κατὰ διάνοιαν· Ἐρρέθη γάρ, φησί, τοῖς ἀρχαίοις· Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω· Οὐκ ὀργισθήσῃ . | VatGr754 Οἱ κακοὶ λογισμοὶ σχοινία τῶν δαιμόνων ἐστὶ, περιπλεκόμενα τῇ ψυχῇ, καὶ οὐκ ἐῶντα ἀπιέναι ἐλευθερίως πρὸς τὸν εἰπόντα·Ἐγώ εἰμι ὁδός. |
sch26 118 sch26 118 sch26 | Rondeau Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ ζῶν κατ' αὐτόν, οὗτος μνημονεύει τοῦ νόμου ὁ κατὰ τὸν νόμον πολιτευόμενος. | VatGr754 Εἰ οὗτος ἐπιλανθάνεται τοῦ νόμου ὁ μὴ ζῶν κατ' αὐτὸν, οὗτος μνημονεύει τοῦ νόμου ὁ κατὰ τὸν νόμον πολιτευόμενος. |
62 118 62 118 62 | Rondeau μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογήσασθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου | VatGr754 |
63 118 63 118 63 | Rondeau μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου | VatGr754 Μέτοχος ἐγώ εἰμι πάντων τῶν φο-βουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐν-τολάς σου. |
sch28 118 sch28 118 sch28 | Rondeau Ὁ μέτοχος τῶν φοβουμένων τὸν κύριον καὶ αὐτὸς φοβεῖται τὸν κύριον· καὶ ὁ μέτοχος τῶν δικαίων καὶ αὐτὸς δίκαιός ἐστι. Τῶν μὲν γὰρ ὁ φόβος κοινός, τῶν δὲ ἡ δικαιοσύνη. | VatGr754 Ὁ μέτοχος τῶν φοβουμένων τὸν Κύριον, καὶ αὐτὸς φοβεῖται τὸν Κύριον· καὶ ὁ μέτο-χος τῶν δικαίων, καὶ αὐτὸς δίκαιός ἐστι· τῶν μὲν γὰρ ὁ φόβος κοινὸς, τῶν δὲ δικαιο-σύνη. |
66 118 65 66 118 65 66 | Rondeau | VatGr754 χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου.χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με |
sch29 118 sch29 118 sch29 | Rondeau Ἡ χρηστότης τοῦ θεοῦ τῇ γευστικῇ δυνάμει τῆς ψυχῆς ὑποπίπτει· Γεύσασθε γάρ, φησί, καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος . Γεῦσις δέ ἐστιν ἡ ἀπάθεια ψυχῆς λογικῆς διὰ τοῦ πνευματικοῦ νόμου προσγινομένη· χρηστότης δέ ἐστιν γνῶσις ἀληθὴς τῶν γεγονότων ὑπὸ θεοῦ· παιδεία δὲ μετριοπάθεια παθῶν· γνῶσις δέ ἐστι ἡ θεωρία τῆς ἁγίας τριάδος. | VatGr754 ἡ χρηστότης τοῦ Θεοῦ τῇ γευστικῇ δυνάμει τῆς ψυχῆς ὑποπίπτει. γεύσασθε γὰρ, φησὶ, καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος. γεῦσις δέ ἐστιν ἡ ἀπάθεια ψυχῆς λογικῆς, διὰ τοῦ πνευματικοῦ νόμου προσγινομένη· χρηστότης δέ ἐστιν γνῶσις ἀληθὴς τῶν γεγονότων ὑπὸ Θεου. παιδεία δὲ μετριοπάθεια παθῶν, γνῶσις δέ ἐστιν ἡ θεωρία τῆς ἁγίας τριάδος. ) |
1 118 66 1 118 66 1 | Rondeau χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με | VatGr754 |
2 118 66 2 118 66 2 | Rondeau ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα | VatGr754 |
sch29b 118 sch29b 118 sch29b | Rondeau Τῶν γὰρ πιστευόντων θεῷ οἱ μὲν ἐν ταῖς ἐντολαῖς αὐτοῦ τυγχάνοντες πιστεύουσιν αὐτῷ, οἱ δὲ οὐκ ἐν ταῖς ἐντολαῖς ὄντες. | VatGr754 |
70 118 70 118 70 | Rondeau ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν | VatGr754 ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν |
sch30 118 sch30 118 sch30 | Rondeau Ὥσπερ ὁ τυρὸς ἦν ὅτε οὐκ ἦν τυρός, οὕτω καὶ οἱ δαίμονες ἦν ποτε ὅτε οὐκ ἦσαν πονηροί. Εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν· τυρῷ γὰρ Δαυὶδ τὴν κακίαν ἀπείκασεν. | VatGr754 ὥσπερ ὁ τυρὸς ἦν ὅτε οὐκ ἦν τυρὸς, οὕτω καὶ οἱ δαίμονες ἦν ποτε ὅτε οὐκ ἦσαν πονηροί. εἰ δὲ τὸ γάλα πρεσβύτερόν ἐστι τοῦ τυροῦ, δηλονότι καὶ ἡ ἀρετὴ πρεσβυτέρα τῆς κακίας ἐστίν· τυρῷ γὰρ Δαυῒδ τὴν κακίαν ἀπείκασεν. |
71 118 71 118 71 | Rondeau ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου | VatGr754 |
73 118 73 118 73 | Rondeau αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με | VatGr754 Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. |
sch32 118 sch32 118 sch32 | Rondeau Πεποίηται μὲν ἡ ψυχή, πέπλασται δὲ τὸ σῶμα· Ποιήσωμεν γάρ, φησίν, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν · καὶ πάλιν· Λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασεν . | VatGr754 Πεποίηται μὲν ἡ ψυχὴ, πέπλασται δὲ τὸ σῶμα· Ποιήσωμεν γὰρ, φησὶ, ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Καὶ πάλιν· Λαβὼν χοῦν ἀπὸ τῆς γῆς ἔπλασεν. |
74 118 74 118 74 | Rondeau οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται | VatGr754 Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. |
sch33 118 sch33 118 sch33 | Rondeau Εὐφραίνονται πρακτικοὶ ἀκούοντες γνωστικῶν. | VatGr754 Εὐφραίνονται πρακτικοὶ, ἀκούοντες γνωστικῶν. |
75 118 75 118 75 | Rondeau ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου καὶ ἀληθείᾳ ἐταπείνωσάς με | VatGr754 Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. |
sch34 118 sch34 118 sch34 | Rondeau Ζητήσεις πότερον τοὺς περὶ κρίσεως λόγους μεμαθηκὼς Δαυὶδ γέγραφε τοῦτο ἢ ἁπλῶς πεπιστευκὼς ὅτι οὐκ ἐνδέχεται τὸν δίκαιον θεὸν ἀδικῆσαι. | VatGr754 Ζητήσεις δὲ μᾶλλον τοὺς περὶ κρίσεως λόγους, μεμαθηκὼς ὅτι Δαυὶδ γεγράφηκε τοῦτο, ἢ ἁπλῶς πεπιστευκὼς ὅτι οὐκ ἐνδέχεται τὸν δίκαιον Θεὸν ἀδικῆσαι. |
78 118 78 118 78 | Rondeau αἰσχυνθήτωσαν ὑπερήφανοι ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ | VatGr754 Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, κ. τ. ἑ. |
sch35 118 sch35 118 sch35 | Rondeau Ἡ αἰσχύνη εἰς συναίσθησιν πέφυκεν ἄγειν τὸν ἁμαρτάνοντα. | VatGr754 Ἡ αἰσχύνη εἰς συναίσθησιν πέφυκεν ἄγειν τὸν ἁμαρτάνοντα. |
82 118 82 118 82 | Rondeau ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με; | VatGr754 Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες· Πότε παρακαλέσεις με; κ. τ. ἑ. |
sch36 118 sch36 118 sch36 | Rondeau Παράκλησίς ἐστιν ἀνάκτησις ψυχῆς ἀπὸ πόνων. | VatGr754 Παράκλησίς ἐστιν ἡ ἀνάπαυσις ψυχῆς ἀπὸ πόνων. |
85 118 85 118 85 | Rondeau διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύριε | VatGr754 |
87 118 87 118 87 | Rondeau παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ | VatGr754 Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου, κ. τ. ἑ. |
sch38 118 sch38 118 sch38 | Rondeau Ἀντὶ τοῦ παρ' ὀλίγον ἐγενόμην γήϊνος ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος. | VatGr754 Ἀντὶ τοῦ· Παρ' ὀλίγον ἐγενόμην γήϊνος, ὑπὸ τῶν ἐχθρῶν πειραζόμενος. |
89 118 89 118 89 | Rondeau εἰς τὸν αἰῶνα, κύριε ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ | VatGr754 |
sch39 118 sch39 118 sch39 | Rondeau Ἐν ταῖς ἐπουρανίαις δυνάμεσιν ὁ τοῦ θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος· Δυνατοὶ γὰρ εἰς ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ . | VatGr754 Ἐν ταῖς ἐπουρανίοις δυνάμεσιν ὁ τοῦ Θεοῦ λόγος ἀεὶ διαμένει ἀκίνητος· δυνατοὶ γὰρ εἰς ἰσχὺν, ποιοῦντες τὸν λόγον αὐτου |
90 118 90 118 90 | Rondeau | VatGr754 Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. |
sch27 118 sch27 118 sch27 | Rondeau Λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν. | VatGr754 λεκτέον τοῦτο πρὸς τοὺς ἀμελοῦντας νύκτωρ τῶν προσευχῶν. |
91 118 91 118 91 | Rondeau ὅτι τὸ σύμπαντα δοῦλα σά | VatGr754 Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὸ σύμπαντα δοῦλα σά. |
sch40 118 sch40 118 sch40 | Rondeau Εἰ τὰ σύμπαντα δοῦλα τοῦ θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν· Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν ; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον ὅτι ἐκεῖνος νόμον μὴ ἔχων τὸν καταναγκάζοντα μήτε γνώσεως μέτοχος ὤν, ἑτοιμάζεται θέρους τὴν τροφήν .Ὁ θεὸς γὰρ λέγεται δεσπότης διττῶς ἢ ὡς δημιουργὸς ἢ ὡς γινωσκόμενος· διὸ καὶ Παῦλος γράφει· Νυνὶ δὲ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ , δηλονότι κατὰ ἀρετὴν καὶ γνῶσιν, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον . Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται ὁ μύρμηξ μὴ εἶναι ὑπὸ δεσπότην κατὰ ταύτην τὴν δεσποτείαν. | VatGr754 Εἰ τὰ σύμπαντα δοῦλα τοῦ Θεοῦ, πῶς ἐν ταῖς Παροιμίαις Σολομὼν περὶ τοῦ μύρμηκός φησιν·Ἐκεῖνος, γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν; Καὶ τάχα τοιοῦτόν ἐστι τὸ ἐν ταῖς Παροιμίαις λεγόμενον, ὅτι ἐκεῖνος νόμον μὴ ἔχων τὸν καταναγκάζοντα, μήτε γνώσεως μέτοχος ὢν, ἑτοιμάζεται θέρους τὴν τροφήν.Ὁ Θεὸς γὰρ δεσπότης λέγεται δίττως· ἢ ὡς δημιουργὸς, ἢ ὡς γινωσκόμενος· διὸ καὶ Παῦλος γράφει· Νυνὶ ἐλευθερωθέντες μὲν ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, δηλονότι κατ' ἀρετὴν καὶ γνῶσιν, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμὸν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Εἰ δὲ τοῦ τοιούτου τέλους ἄμοιρός ἐστιν ὁ μύρμηξ, δηλονότι καὶ ταύτης τῆς δουλείας. Καλῶς οὖν λέγεται μὴ εἶναι ὑπὸ δεσπότην κατὰ ταύτην τὴν δεσποτείαν. |
92 118 92 118 92 | Rondeau εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιν, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου | VatGr754 Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. |
sch41 118 sch41 118 sch41 | Rondeau Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνόμασε ταπεινώσεως, καθ' ὃν μάλιστα θλίβεται λογισμοὺς πονηροὺς ἔχουσα ἡ ψυχὴ, ἀφ' ὧν οὐδὲν ἕτερον οὕτω ῥύεται αὐτὴν ὡς ἡ θεωρία τῶν λόγων τοῦ θεοῦ· ἔχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν περισπᾷ τὴν διάνοιαν καὶ ἀπωθεῖται τοὺς λογισμούς. | Rondeau Ὑπὲρ πάντας τοὺς ἔξωθεν λόγους οἱ λόγοι τῶν ἐντολῶν τοῦ θεοῦ πλατύνουσι καθαίροντες τὴν ψυχήν. | VatGr754 Τὸν καιρὸν τῶν πειρασμῶν καιρὸν ὠνόμαζε ταπεινώσεως, καθ' ὃν μάλιστα θλίβεται ἡ ψυχὴ, ἀφ' οὗ οὐδὲν ἕτερον ῥύεται ὡς ἡ θεωρία τῶν λόγων τοῦ Θεοῦ.Ἔχων γὰρ ὁ νόμος πνευματικὰ θεωρήματα πρὸς ἑαυτὸν, περισπᾷ τὴν διάνοιαν, καὶ ἀπωθεῖται τοὺς λογισμούς. | VatGr754 Ὑπὲρ πάντας τοὺς ἔξωθεν λόγους οἱ λόγοι τῶν ἐντολῶν τοῦ Θεοῦ πλατύνουσι καθαίροντες τὴν ψυχήν. |
sch31 118 sch31 118 sch31 | Rondeau Χρηστέον τούτῳ τῷ ῥητῷ τούτῳ πρὸς τοὺς ἐγκαταλειφθέντας παρὰ θεῷ εἰς ὠφέλειαν ψυχῆς. | VatGr754 χρηστέον τῷ ῥητῷ τούτῳ πρὸς τοὺς ἐγκαταλειφθέντας παρὰ θεῷ εἰς ὠφέλειαν ψυχῆς· |
96 118 96 118 96 | Rondeau πλατεῖα ἐντολή σου σφόδρα | VatGr754 Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἐντολή σου σφόδρα, κ. τ. ἑ. |
98 118 98 118 98 | Rondeau ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου | VatGr754 Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν, κ. τ. ἑ. |
sch43 118 sch43 118 sch43 | Rondeau Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου τὸ οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν . | VatGr754 Νοῦς παθῶν γυμνωθεὶς καὶ γνώσεως μέτοχος γεγονὼς πανουργότερος γίνεται τῶν δαιμόνων, λέγων πολλάκις τὸ τοῦ Παύλου, τὸ, « Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» |
1 118 100 1 118 100 1 | Rondeau ὑπὲρ πρεσβυτέρους συνῆκα | VatGr754 |
sch37 118 sch37 118 sch37 | Rondeau Χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως θεοῦ ἐπαγγελλομένους διδάσκειν. | VatGr754 χρηστέον τούτῳ τῷ ῥητῷ πρὸς τοὺς ἐκ τῆς ἔξωθεν σοφίας περὶ γνώσεως θεοῦ ἐπαγγελλομένους διδάσκειν. |
103 118 103 118 103 | Rondeau ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου | VatGr754 Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου, κ. τ. ἑ. |
sch45 118 sch45 118 sch45 | Rondeau Ὁ ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦς ὀνομάζεται στόμα. | VatGr754 Ὁ ἡδόμενος καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦς ὀνομάζεται στόμα |
106 118 106 118 106 | Rondeau ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου | VatGr754 Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. |
sch46 118 sch46 118 sch46 | Rondeau Τὸ ἀμετάθετον τοῦ σκοποῦ ὅρκον ὠνόμασεν. | VatGr754 Τὸ ἀμετάθετον τοῦ σκοποῦ ὅρκον ὠνόμασεν. |
1 118 108 1 118 108 1 | Rondeau τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, κύριε | VatGr754 |
109 118 109 118 109 | Rondeau ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός | VatGr754 Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. |
sch44 118 sch44 118 sch44 | Rondeau Χρησώμεθα τούτῳ τῷ ῥητῷ πρὸς τοὺς γέροντας τοὺς τὸν μακρὸν χρόνον καὶ τὴν ἀπάθειαν νομίζοντας εἶναι πρόξενον τῆς γνώσεως τοῦ θεοῦ. | VatGr754 χρησώμεθα τούτῳ τῷ ῥητῷ πρὸς τοὺς γέροντας τοὺς μακρῳ χρονῳ καὶ τὴν ἀπάθειαν νομίζοντας εἶναι πρόξενον τῆς γνώσεως τοῦ Θεοῦ. |
sch48 118 sch48 118 sch48 | Rondeau Ζητήσεις πῶς ἡ ψυχὴ τοῦ Δαυὶδ διαπαντὸς ἐν ταῖς χερσὶ τοῦ θεοῦ, πότερον ὡς ἐν δικαιοσύνῃ ἢ ὡς ἐν γνώσει. Καὶ τάχα τὸ πρότερον· ἀγγέλων μὲν γάρ ἐστι τὸ διαπαντὸς βλέπειν τὸ πρόσωπον τοῦ θεοῦ , τουτέστι τὴν θεωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι διαπαντὸς δικαιοπραγεῖν κατ' ἐνέργειαν, ὅπερ ἐστὶ τὸ εἶναι ἐν ταῖς χερσὶ τοῦ θεοῦ. Ἡ γὰρ κατὰ διάνοιαν δικαιοπραγία μόνῳ προσῆν τῷ Χριστῷ, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν , δηλονότι κατ' ἐνέργειαν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ · σαφὲς, ὅτι κατὰ διάνοιαν. | VatGr754 Ζητήσεις πῶς ἡ ψυχὴ τοῦ Δαυῒδ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ διαπαντός· πότερον ὡς ἐν δικαιοσύνῃ, ἢ ὡς ἐν γνώσει. Καὶ τάχα τὸ πρότερον· ἀγγέλων μὲν γάρ ἐστι τὸ διαπαντὸς βλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ, τουτέστι τὴν θεωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι διαπαντὸς δικαιοπραγεῖν κατ' ἐνέργειαν· ὅπερ ἐστὶ τὸ εἶναι ἐν ταῖς χερσὶ τοῦ Θεοῦ· ἡ γὰρ κατὰ διάνοιαν δικαιοπραγία μόνῳ προσῆν τῷ Χριστῷ, ὃς ἁμαρτίαν οὐκ ἐποίησε, δηλονότι κατ' ἐνέργειαν, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· σαφὲς, ὅτι κατὰ διάνοιαν |
112 118 112 118 112 | Rondeau ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν | VatGr754 Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν, κ. τ. ἑ. |
sch49 118 sch49 118 sch49 | Rondeau Ἡ ἀντάμειψις τῶν δικαιωμάτων ἡ γνῶσις αὐτῶν ἐστιν. | VatGr754 Ἡ ἀντάμειψις τῶν δικαιωμάτων, ἡ γνῶσις αὐτῶν ἐστιν. |
113 118 113 118 113 | Rondeau παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα | VatGr754 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα, κ. τ. ἑ. |
sch47 118 sch47 118 sch47 | Rondeau Ἑκούσια τοῦ στόματος ἡμῶν ἐστι παρθενία, βρωμάτων καὶ πομάτων ἀποχή, ἀναχώρησις ἡ ἐν τοῖς ἐρήμοις τόποις διαγωγή· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν. Ὁ τοίνυν πάσας ποιήσας τὰς ἐντολάς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, οὗτος λεγέτω· τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ τοῦτο λέγειν οὐχ ἕξει παρρησίαν. | VatGr754 ἑκούσια τοῦ στόματος ἡμῶν ἐστι παρθενία, βρωμάτων καὶ πομάτων ἀποχή, ἀναχώρησις ἡ ἐν τοῖς ἐρήμοις διαγωγή· τὰς γὰρ ἐντολὰς ὁ νόμος ἡμᾶς καταναγκάζει ποιεῖν· ὁ τοίνυν πάσας ποιήσας τὰς ἐντολὰς, προστεθεικὼς δὲ καὶ τὰ προειρημένα, οὗτος λέγέτω· τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, κύριε· παραβαίνων δὲ τοῦ νόμου τινὰ τοῦτο λέγειν οὐχ ἕξει παῤῥησίαν. |
sch50 118 sch50 118 sch50 | Rondeau Ὁ παράνομος καθὸ παράνομος ὑπάρχει μισητός ἐστι, καθὸ δὲ εἰκὼν καὶ πλάσμα θεοῦ ἀγαπητός ἐστι. Κατὰ τὴν δευτέραν γοῦν ἔννοιαν καὶ τοῖς ἐν τῇ φυλακῇ προσβάλλειν ἡμῖν προτέτακται καὶ εὖ ποιεῖν τοὺς κακούργους νενομοθέτηται. Δύναται δὲ παρανόμους ἐνταῦθα λέγειν λόγους καὶ νόμους οὓς μεμίσηκεν ὁ Δαυίδ. | VatGr754 Ὁ παράνομος, καθὸ παράνομος ὑπάρχει, μισητός ἐστι· καθὸ δὲ εἰκὼν καὶ πλάσμα Θεοῦ, ἀγαπητός ἐστι. Κατὰ γοῦν τὴν δευτέραν ἔννοιαν καὶ τοῖς ἐν τῇ φυλακῇ προσβάλλειν ἡμῖν προτέτακται, καὶ εὖ ποιεῖν τοὺς κακούργους νενομοθέτηται. Δύναται δὲ ἐνταῦθα λέγειν λόγους καὶ νόμους οὓς μεμίσηκεν ὁ Δαυΐδ. |
sch51 118 sch51 118 sch51 | Rondeau Ἐὰν μὴ ἐκκλίνωσιν ἀφ' ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται διὰ τὸ προξένους ἡμῖν γίνεσθαι τῆς γνώσεως τοῦ θεοῦ. | VatGr754 ἐὰν μὴ ἐκκλίνωσιν ἀφ' ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται διὰ τὸ προξένους ἡμῖν γενέσθαι τῆς γνώσεως τοῦ θεοῦ. |
sch52 118 sch52 118 sch52 | Rondeau Ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει . | VatGr754 ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. |
115 118 115 118 115 | Rondeau ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου | VatGr754 |
116 118 116 118 116 | Rondeau ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου | VatGr754 |
3 118 118 3 118 3 | Rondeau | VatGr754 οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν |
62 118 118 62 118 62 | Rondeau | VatGr754 μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου |
71 118 118 71 118 71 | Rondeau | VatGr754 ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. |
85 118 118 85 118 85 | Rondeau | VatGr754 διηγήσαντό μοι παράνομοι ἀδολεσχίαςἀλλ' οὐχ ὡς ὁ νόμος σου, κύριε |
100 118 118 100 118 100 | Rondeau | VatGr754 Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα, κ. τ. ἑ. |
108 118 118 108 118 108 | Rondeau | VatGr754 τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, κύριε [, καὶ τὰ κρίματά σου δίδαξόν με.] |
120 118 120 118 120 | Rondeau καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· | VatGr754 Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. |
sch53 118 sch53 118 sch53 | Rondeau Δι' οὗ ἐμοὶ κόσμος ἐσταυρώθη κἀγὼ τῷ κόσμῳ . | VatGr754 Δι' οὗ·Ἐμοὶ ὁ κόσμος ἐσταυρώθη, κἀγὼ τῷ κόσμῳ. |
121 118 121 118 121 | Rondeau ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με | VatGr754 Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με, κ. τ. ἑ. |
sch54 118 sch54 118 sch54 | Rondeau Πῶς οὖν Ἰὼβ ποιήσας κρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ κύριος ἐμαρτύρησεν, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν; Ἢ τὴν ψυχὴν αὐτοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ κτημάτων ὁ δίκαιος οἶδεν καταφρονεῖν. | VatGr754 Πῶς οὖνἸὼβ ποιήσας κρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ Κύριος ἐμαρτύρησε, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν;Ἢ τὴν ψυχὴν αὐτοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ κτημάτων ὁ δίκαιος οἶδεν καταφρονεῖν. |
124 118 124 118 124 | Rondeau ποίησον τῷ δούλῳ σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με | VatGr754 |
sch55 118 sch55 118 sch55 | Rondeau Μόνος ὁ σοφὸς δοῦλός ἐστι τῆς σοφίας καὶ μόνος ὁ δίκαιος δοῦλος τῆς δικαιοσύνης ἐστίν· οὕτω καὶ ὁ Παῦλος ἐν ταῖς ἐπιστολαῖς ἑαυτὸν προέγραφεν δοῦλον Ἰησοῦ Χριστοῦ . | VatGr754 Μόνος ὁ σοφὸς δοῦλός ἐστι τῆς σοφίας· μόνος ὁ δίκαιος δοῦλος τῆς δικαιοσύνης ἐστίν. Οὕτω καὶ ἑαυτὸν Παῦλος προέγραφεν δοῦλονἸησοῦ Χριστοῦ. |
125 118 125 118 125 | Rondeau | VatGr754 Δοῦλός σού εἰμι ἐγώ. |
126 118 126 118 126 | Rondeau καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ | VatGr754 Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου, κ. τ. ἑ. |
sch56 118 sch56 118 sch56 | Rondeau Καιρός ἐστι χρόνος κατορθώσεως. | VatGr754 Καιρός ἐστι χρόνος κατορθώσεως |
128 118 128 118 128 | Rondeau διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην· πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα | VatGr754 Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα, κ. τ. ἑ. |
sch57 118 sch57 118 sch57 | Rondeau Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας πᾶσαν ὁδὸν ἄδικον οὐκ ἐμίσησεν. Εἰ δὲ ὁ φόβος τοῦ κυρίου μισεῖ ἀδικίαν , οὗτος δὲ οὐκ ἐμίσησεν ἀδικίαν, οὗτος οὐ φοβεῖται τὸν κύριον. Ὁ δὲ μὴ φοβούμενος τὸν κύριον οὐ μακάριος, εἴπερ μακάριος ἀνήρ ἐστιν ὁ φοβούμενος τὸν κύριον . | VatGr754 Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας οὐδὲ πᾶσαν ὁδὸν ἄδικον ἐμίσησεν. Εἰ δὲ ὁ φοβούμενος τὸν Κύριον μισεῖ ἀδικίαν, οὗτος δὲ οὐκ ἐμίσησεν, οὐ φοβεῖται τὸν Κύριον.Ὁ δὲ μὴ φοβούμενος οὐ μακάριος, εἴπερ, « Μακάριος ὁ φοβούμενος τὸν Κύριον. » |
130 118 130 118 130 | Rondeau ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους | VatGr754 Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. |
sch58 118 sch58 118 sch58 | Rondeau Ἡ ἑρμηνεία τῶν λόγων τοῦ θεοῦ φωτίζει τοὺς νηπίους ἐν Χριστῷ. | VatGr754 Ἡ ἑρμηνεία τῶν λόγων τοῦ Κυρίου φωτίζει τοὺς νηπίους ἐν Χριστῷ. |
131 118 131 118 131 | Rondeau τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα | VatGr754 Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν, κ. τ. ἑ. |
sch59 118 sch59 118 sch59 | Rondeau Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν ἕλκει τὸ ἅγιον πνεῦμα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ θεοῦ. | VatGr754 Ὁ ἀνοίξας διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον Πνεῦμα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ. |
133 118 133 118 133 | Rondeau καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία | VatGr754 Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, κ. τ. ἑ. |
sch60 118 sch60 118 sch60 | Rondeau Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία, τοῦ δὲ κατ' ἐνέργειαν παρανομοῦντος κατακυριεύειν. Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει. | VatGr754 Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· τοῦ δὲ κατ' ἐνέργειαν παρανομοῦντος, κατακυριεύειν.Ἢ τάχα τῶν μὲν ὀλίγα ἁμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείονα κατακυριεύει. |
135 118 135 118 135 | Rondeau τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου | VatGr754 Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. |
sch61 118 sch61 118 sch61 | Rondeau Τοῦτο τὸ πρόσωπον διαπαντὸς οἱ ἄγγελοι βλέπουσι τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς . Πλὴν τοῦτο σημειωτέον ὅτι τῆς ἀγγελικῆς γνώσεώς ἐστιν ἡ θεωρία τῶν δικαιωμάτων. | VatGr754 Τοῦτο τὸ πρόσωπον διαπαντὸς οἱ ἄγγελοι βλέπουσι τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς. Πλὴν τοῦτο σημειωτέον ὅτι τῆς ἀγγελικῆς γνώσεώς ἐστιν ἡ θεωρία τῶν δικαιωμάτων. |
136 118 136 118 136 | Rondeau διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου | VatGr754 Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου, κ. τ. ἑ. |
sch62 118 sch62 118 sch62 | Rondeau Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομάζει, ἀφ' ὧν ὑδάτων εἴργει ἡμᾶς ἐν ταῖς Παροιμίαις ὁ σοφὸς Σολομὼν λέγων· Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς . | VatGr754 Τοὺς κατὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομάζει, ὧν ἡμᾶς ἀποτρέπει Σολομὼν, λέγων· «Ἀπὸ ὕδατος ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς. » |
140 118 140 118 140 | Rondeau πεπυρωμένον τὸ λόγιόν σου σφόδρα | VatGr754 Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτὸ, κ. τ. ἑ. |
sch63 118 sch63 118 sch63 | Rondeau Τὸ πεπυρωμένον λόγιον τοῦ θεοῦ κατακαίει ξύλα, χόρτον, καλάμην , τὰς μοχθηρὰς ἕξεις καταναλίσκον. | VatGr754 Τὸ πεπυρωμένον λόγιον τοῦ Θεοῦ κατακαίει ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις ἀναλίσκον. |
143 118 143 118 143 | Rondeau θλῖψις καὶ ἀνάγκη εὕροσάν με | VatGr754 Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί σου μελέτη μου, κ. τ. ἑ. |
sch64 118 sch64 118 sch64 | Rondeau Ὥς περιζητουσῶν ἡμᾶς τῶν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ εὕροσάν με. Ἢ τάχα θλίψεις οἱ θλίβοντες λέγονται καὶ ἀνάγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ γραφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν· οὕτω παρὰ Παύλῳ· Ἡ ἀγάπη οὐ περπερεύεται · καὶ παρὰ Σολομῶνι· Ἡ κακὴ βουλὴ ἀπέλιπεν τὴν διδασκαλίαν τὴν ἐκ νεότητος καὶ τῆς θείας ἐπελάθετο διαθήκης . Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνάπαλιν ἡ γραφὴ καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρετὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει· ἐν γὰρ ταῖς Παροιμίαις φησίν· Οἱ ἀπαίδευτοι ἔνθεσθε καρδίαν , ἀντὶ τοῦ ἀρετήν· καὶ ὁ Παῦλος· Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν , ἀντὶ τοῦ ἀπὸ τῆς τοιᾶσδε γνώμης. | VatGr754 Ὥσπερ ἐκζητουσῶν ἡμᾶς τῶν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ, « Εὕροσάν με. »Ἢ τάχα θλίψεις οἱ θλίβοντες λέγονται, καὶ ἀνάγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ Γραφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν. Οὕτω γὰρ παρὰ Παύλῳ· «Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· » καὶ παρὰ Σολομῶντι· «Ἡ κακὴ βουλὴ ἀπέλιπε τὴν διδασκαλίαν τὴν ἐκ νεότητος, καὶ τῆς θείας ἐπελάθετο διαθήκης. » Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνάπαλιν ἡ Γραφὴ, καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρετὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει.Ἐν γὰρ ταῖς Παροιμίαις φησίν· « Οἱ ἀπαίδευτοι ἐμίσησαν σοφίαν, » ἀντὶ τοῦ ἀρετήν. Καὶ ὁ Παῦλος· « Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν, » τουτέστιν ἀπὸ τῆς τοιᾶσδε γνώμης. |
144 118 144 118 144 | Rondeau συνέτισόν με καὶ ζῆσόν με | VatGr754 Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι, κ. τ. ἑ.̔ξε´. Η σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως, ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν· τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν. |
sch65 118 sch65 118 sch65 | Rondeau Ἡ σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν, τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν. | VatGr754 |
145 118 145 118 145 | Rondeau ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε | VatGr754 Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω, κ. τ. ἑ. |
sch66 118 sch66 118 sch66 | Rondeau Ὁ ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν θεόν , οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ. | VatGr754 Ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν Θεὸν, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ. |
147 118 147 118 147 | Rondeau προέφθασα ἐν ἀωρίᾳ καὶ ἐξέκραξα | VatGr754 Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐξέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα, κ. τ. ἑ. |
sch67 118 sch67 118 sch67 | Rondeau Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα. | VatGr754 Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα. |
151 118 151 118 151 | Rondeau ἐγγὺς εἶ σύ, κύριε | VatGr754 Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια, κ. τ. ἑ. |
sch68 118 sch68 118 sch68 | Rondeau Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυκότος δικαιοπραγεῖν καὶ ἡ γνῶσις τοῦ πεφυκότος γινώσκειν· πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατ' ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν. | VatGr754 Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυκότος δικαιοπραγεῖν· πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατ' ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν. |
155 118 155 118 155 | Rondeau μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία | VatGr754 Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν, κ. τ. ἑ. |
sch69 118 sch69 118 sch69 | Rondeau Εἰ ἡ σωτηρία τῆς λογικῆς φύσεώς ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ, αὕτη δὲ καθαραῖς καρδίαις ἐγγίνεται, καλῶς λέγεται τὸ μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία· Εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία . | VatGr754 Εἰ ἡ σωτηρία ἐστὶ τῆς λογικῆς φύσεως ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη δὲ καθαραῖς ψυχαῖς ἐγγίνεται, καλῶς λέγεται τὸ, « Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία· εἰς γὰρ κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία. » |
157 118 157 118 157 | Rondeau πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· | VatGr754 Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα, κ. τ. ἑ. |
sch70 118 sch70 118 sch70 | Rondeau Μακάριοι , φησίν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν . | VatGr754 « Μακάριοι, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. » |
158 118 158 118 158 | Rondeau εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην | VatGr754 Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο, κ. τ. ἑ. |
sch71 118 sch71 118 sch71 | Rondeau Ὁ ζῆλος τοῦ οἴκου σου , φησί, κατέφαγέν με . | VatGr754 « Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. » |
159 118 159 118 159 | Rondeau ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα· κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με | VatGr754 Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. |
sch72 118 sch72 118 sch72 | Rondeau Ὁ ἀγαπῶν τὰς ἐντολὰς ποιείτω αὐτὰς καὶ ζήσεται ἐν αὐταῖς ἢ δι' αὐτῶν, ἐν αὐταῖς μὲν τοὺς λόγους τῆς πρακτικῆς ἐγνωκώς, δι' αὐτῶν δὲ σοφίας καταξιωθείς. | VatGr754 Ὁ ἀγαπῶν τὰς ἐντολὰς, ποιείτω αὐτὰς, καὶ ζήσεται ἐν αὐταῖς, ἢ δι' αὐτῶν· ἐν αὐταῖς μὲν, τοὺς λόγους τῆς πρακτικῆς γνώσεως ἐκμαθών· δι' αὐτῶν δὲ, σοφίας καταξιωθείς. |
160 118 160 118 160 | Rondeau ἀρχὴ τῶν λόγων σου ἀλήθεια | VatGr754 Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. |
sch73 118 sch73 118 sch73 | Rondeau Εἰ ἀρχὴ τῶν λόγων τοῦ θεοῦ ἐστιν ἀλήθεια, ὁ δὲ Χριστός ἐστιν ἡ ἀλήθεια· Ἐγὼ γὰρ, φησίν, εἰμὶ ἡ ἀλήθεια , ὁ Χριστὸς ἄρα ἀρχὴ τῶν λόγων ἐστὶν τοῦ θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει ὡς αἴτιον. Πάλιν· εἰ ἡ ἀρχὴ τῶν λόγων ἐστὶν ἡ ἀλήθεια, ἐν οἷς ἂν αὕτη ἐγγένηται, ἐν ἐκείνοις γενήσονται καὶ οἱ λόγοι τοῦ θεοῦ. | VatGr754 Εἰ ἀρχὴ τῶν λόγων τοῦ Θεοῦ ἀλήθεια, ὁ Χριστὸς ἄρα ἀρχὴ τῶν λόγων ἐστὶ τοῦ Θεοῦ· ἀρχὴν δὲ ἐνταῦθα λέγει, ὡς αἴτιον. Πάλιν εἰ ἡ ἀρχὴ τῶν λόγων [Θεοῦ] ἐστὶν ἡ ἀλήθεια, ἐν οἷς ἂν αὐτὴ ἐγγίνηται, ἐν ἐκείνοις γενήσονται καὶ οἱ λόγοι τοῦ Θεοῦ. |
161 118 161 118 161 | Rondeau ἄρχοντες κατεδίωξάν με δωρεάν | Rondeau καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου | VatGr754 Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου, κ. τ. ἑ. | VatGr754 Ἄρχοντες κατεδίωξάν με δωρεάν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά. |
sch74 118 sch74 118 sch74 | Rondeau Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου · Ἔρχεται γάρ, φησίν, ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν . Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας. | VatGr754 Ἄρχοντας λέγει τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου. «Ἔρχεται γὰρ, φησὶν, ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρίσκει οὐδέν. » Κόσμον δὲ λέγει οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα, ἀλλὰ τοὺς κοσμικὸν βίον βιοῦντας. |
sch75 118 sch75 118 sch75 | Rondeau Τὸ ἐδειλίασεν ἀντὶ τοῦ εὐλαβήθη ἐχρήσατο. | VatGr754 Τῷ ἐδειλίασεν, ἀντὶ τοῦ εὐλάβετο, ἐχρήσατο. |
162 118 162 118 162 | Rondeau |
164 118 164 118 164 | Rondeau ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι | VatGr754 Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε· ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, κ. τ. ἑ. |
sch76 118 sch76 118 sch76 | Rondeau Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τοῦ μέλλοντος αἰῶνος δύναμιν ἀναστάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολόν ἐστι τούτου τοῦ κόσμου. Μήποτε οὖν τοὺς περὶ δικαίας κρίσεως λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυὶδ ᾔνει τὸν κύριον. | VatGr754 Ὥσπερ ἡ ὀγδόη σύμβολόν ἐστι τοῦ μέλλοντος αἰῶνος, δύναμιν ἀναστάσεως περιέχουσα, οὕτω καὶ ἡ ἑβδόμη σύμβολόν ἐστι τοῦ κόσμου τούτου. Μήποτε οὖν τοὺς περὶ δικαιοκρισίας λόγους τοῦ κόσμου τούτου τοῦ αἰσθητοῦ γινώσκων ὁ Δαυῒδ, ᾔνει τὸν Κύριον. |
165 118 165 118 165 | Rondeau εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. | VatGr754 Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. |
sch77 118 sch77 118 sch77 | Rondeau Εἰ οἱ μικροὶ σκανδαλίζονται — ὅστις γὰρ ἂν σκανδαλίσῃ , φησίν, ἕνα τῶν μικρῶν τούτων —, οἱ δὲ ἀγαπῶντες τὸν κύριον οὐ σκανδαλίζονται, οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν κύριον. Διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφ' οἷς καὶ σκανδαλίζονται. | VatGr754 Εἰ οἱ μικροὶ σκανδαλίζονται, ὅστις γὰρ ἂν σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγειŸ οἱ δὲ ἀγαπῶντες τὸν Κύριον, οὐ σκανδαλίζονται· οἱ μικροὶ οὐκ ἀγαπῶντες τὸν Κύριον, σκανδαλίζονται, διὸ καὶ ἀγνοοῦντες τοὺς λόγους τῶν γινομένων, ἐφ' οἷς καὶ σκανδαλίζονται. |
170 118 170 118 170 | Rondeau εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου | VatGr754 Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιον σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. |
sch78 118 sch78 118 sch78 | Rondeau Τὸ ἀξίωμα, τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, ἄλλοι δὲ τὴν ἀξίωσιν, τουτέστιν τὴν ἱκεσίαν. | VatGr754 Τὸ ἀξίωμα τινὲς μὲν ἡρμήνευσαν τὴν ἀπάθειαν, ἄλλοι δὲ τὴν ἀξίωσιν. |
171 118 171 118 171 | Rondeau ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου | VatGr754 Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου, κ. τ. ἑ. |
sch79 118 sch79 118 sch79 | Rondeau Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν — εὐθυμεῖ γάρ τις , φησίν, ἐν ὑμῖν, ψαλλέτω — οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν. Ἀλλὰ τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις ἢ τοῖς ἔχουσι σχεδὸν ἀγγελικὴν κατάστασιν· οὕτω καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ψαλλόντων τῶν ἀγγέλων, ἀλλ' ὑμνούντων καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία . Εὐθυμία τοίνυν ἐστὶν ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ καὶ τῶν ἀληθῶν δογμάτων προσγινομένη· ὕμνος δέ ἐστι δοξολογία μετ' ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γινομένων ὑπὸ θεοῦ. | VatGr754 Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν »εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω »Ÿ, οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν.Ἀλλὰ τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἀγγελικὸν ἔχουσι βίον· διὸ καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ἀγγέλων ψαλλόντων, ἀλλ' ἀνυμνούντων καὶ λεγόντων· « Δόξα ἐν ὑψίστοις Θεῷ, » καὶ τὰ ἑξῆς.Ἔστι τοίνυν εὐθυμία ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν ἀληθινῶν δογμάτων προσγινομένη· {ὕμνος δέ ἐστι δοξολογία[...]}. Œ [Ρ] Ὕμνος δέ ἐστιν δοξολογία μετ' ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γενομένων ὑπὸ Θεοῦ. |
172 118 172 118 172 | Rondeau ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη σου | VatGr754 Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. |
sch80 118 sch80 118 sch80 | Rondeau Δικαιοσύνη, τουτέστιν δικαιοσύνης ποιητικαί. | VatGr754 Τουτέστι δικαιοσύνης ποιητικαί. |
175 118 175 118 175 | Rondeau ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε | VatGr754 Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. |
sch81 118 sch81 118 sch81 | Rondeau Τὸ αἰνεῖν τὸν κύριον τῶν ζώντων ἐστίν· Οἱ γὰρ νεκροὶ οὐκ αἰνέσουσι τὸν κύριον. | VatGr754 Τὸ αἰνεῖν σε τῶν ζώντων ἐστίν· οἱ γὰρ νεκροὶ οὐκ αἰνέσουσι τὸν Κύριον. |
176 118 176 118 176 | Rondeau ἐπλανήθην ὡς πρόβατον ἀπολωλός | VatGr754 Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. |
sch82 118 sch82 118 sch82 | Rondeau Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ κύριος, ἔπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία. | VatGr754 Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ Κύριος, ἔπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία. |
1 119 1 119 1 | Rondeau πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέν μου | VatGr754 Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου, κ. τ. ἑ. |
sch1 119 sch1 119 sch1 | Rondeau Τῶν δι' ἀρετὴν καὶ γνῶσιν θλιβομένων ἐπακούει ὁ κύριος. | VatGr754 Τῶν δι' ἀρετὴν καὶ γνῶσιν θλιβομένων ἐπακούει Θεὸς |
4 119 4 119 4 | Rondeau τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς | VatGr754 Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, κ. τ. ἑ. |
sch2 119 sch2 119 sch2 | Rondeau Οὐδὲν οὕτως ἁρμόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις ὡς τὰ βέλη τοῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ καὶ οἱ ἄνθρακες οἱ καταναλίσκοντες ξύλα, χόρτον, καλάμην . Εἰ δέ ἐστι βέλος ἀγάπης κατὰ τὴν ἐν τοῖς ᾌσμασι νύμφην· Τετρωμένη γάρ, φησίν, ἀγάπης ἐγώ · ἐστὶ βέλος δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ τῶν λοιπῶν ἀρετῶν, οἷς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ θεοῦ πίπτουσιν οἱ λαοί. | VatGr754 Οὐδὲν οὕτως ἁρμόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς τὰ βέλη τοῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ, καὶ οἱ ἄνθρακες οἱ καταναλίσκοντες ξύλα, χόρτον, καλάμην. Εἰ δέ ἐστι βέλος ἀγάπης κατὰ τὴν ἐν τοῖςἌσμασι νύμφην· « Τετρωμένη γὰρ, φησὶν, ἀγάπῃ ἐγώ· » ἔστι βέλος δικαιοσύνης καὶ ἀνδρίας καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν, οἷς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ Θεοῦ πίπτουσιν οἱ λαοί. |
5 119 5 119 5 | Rondeau οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη | VatGr754 Οἴμοι· ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδὰρ, κ. τ. ἑ. |
sch3 119 sch3 119 sch3 | Rondeau Οὐκ ἔστι τοῦ αὐτοῦ λέγειν τὸ μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου καὶ τὸ οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἢ τάχα ἡμέρας ἐκεῖ λέγει ἃς ὁ φόβος τοῦ κυρίου κατὰ τὸν Σολομῶντα προστίθησι , τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶ Ἀβραὰμ ἀπέθανεν πλήρης ἡμερῶν .Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν ζωὴν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος ἐπιθυμίαν εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον , διὰ τοὺς ὠφελημένους, εἴπερ ὁ Δαυὶδ κατὰ τὸν Λουκᾶν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἢ κατὰ τὸν Πέτρον ἰδίᾳ γενεᾷ ὑπηρετήσων ἐξαπεστάλη . | VatGr754 Οὐκ ἔστι τοῦ αὐτοῦ λέγειν· « Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· » καὶ τό· « Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. »Ἢ τάχα ἡμέρας ἐκεῖ λέγει ἃς ὁ φόβος τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα προστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶἈβραὰμ ἀπέθανε πλήρης ἡμερῶν.Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν δωρεὰν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος « ἐπιθυμίαν τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρείσσονα· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον » διὰ τοὺς ὠφελημένους, εἴπερ ὁ Δαυῒδ κατὰ τὸν Λουκᾶν ἐν ταῖς Πράξεσι τῶνἈποστόλων, ἢ καὶ κατὰ Παῦλον « ἰδίᾳ γενεᾷ ὑπερετήσων » ἐξαπεστάλη. |
7 119 7 119 7 | Rondeau μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν | VatGr754 Ἤμην εἰρηνικὸς, ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν. |
sch4 119 sch4 119 sch4 | Rondeau Τότε μάλιστα χαλεπώτεροι γίνονται πολεμοῦντες οἱ δαίμονες ὅταν τις αὐτοῖς πρὸς τοὺς λογισμοὺς ἀποκρίνηται καὶ διδάσκει ἡμᾶς τοῦτο ποιεῖν ὁ Χριστὸς πειραζόμενος. Νηφούσης γάρ ἐστι διανοίας πρὸς τοὺς λογισμοὺς ἀπαντᾶν· νήφειν δὲ ἡμᾶς ἐν τῇ πάλῃ οὐ βούλονται οἱ ἐχθροὶ, ἵνα μὴ εὐπορήσωμεν νοημάτων ἀντικειμένων τοῖς λογισμοῖς αὐτῶν· ἐφ' ὅσον γὰρ οὐδὲν αὐτοῖς προσφέρομεν οἴκοθεν, χρονίζοντες αὐτῶν ἐν ἡμῖν οἱ λογισμοὶ διαστρέφουσι τὴν ψυχήν. Διὸ καλῶς λέγει ἐν ταῖς Παροιμίαις τὸ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτήν , δηλονότι τὴν ἀντικειμένην δύναμιν ἢ τὴν κακίαν ἣν σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα. | VatGr754 Τότε μάλιστα χαλεπώτεροι γίνονται πολεμοῦντες οἱ δαίμονες, ὅταν τις αὐτοῖς πρὸς τοὺς λογισμοὺς ἀποκρίνηται· καὶ διδάσκει ἡμᾶς τοῦτο ποιεῖν ὁ Χριστὸς πειραζόμενος· νηφούσης γὰρ ἔσται διανοίας πρὸς τοὺς λογισμοὺς ἀπαντᾶν· νήφειν δὲ ἡμᾶς ἐν τῇ πάλῃ οὐ βούλονται οἱ ἐχθροὶ, ἵνα μὴ εὐπορήσωμεν νοημάτων ἀντικειμένων τοῖς λογισμοῖς αὐτῶν· ἐφ' ὅσον γὰρ οὐδὲν αὐτοῖς προσφέρομεν οἴκοθεν, χρονίζοντες αὐτῶν ἐν ἡμῖν οἱ λογισμοὶ διαστρέφουσι τὴν ψυχήν· διὸ καλῶς λέγει ἐν ταῖς Παροιμίαις τό·Ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ αὐτῆς, μηδὲ ἐπιστήσῃς σὸν ὄμμα πρὸς αὐτὴν, δηλονότι τὴν ἀντικειμένην δύναμιν, ἢ τὴν κακίαν, ἣν σωματικῶς ἡ σοφία μορφοῖ εἰς γυναῖκα. |
6 120 6 120 6 | Rondeau ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα | VatGr754 Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, κ. τ. ἑ. |
sch1 120 sch1 120 sch1 | Rondeau Οὗτος, ὦ οἶμαι, ἐστὶν ὁ ἥλιος ὁ ἀνατέλλων ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραίνων αὐτήν· καὶ αὕτη ἡ σελήνη καθ' ἣν ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται . | VatGr754 Οὗτος, οἶμαι, ὁ ἥλιος ὃς ἀνατέλλει ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραίνων αὐτὴν, καθ' ἣν « ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. » |
8 120 8 120 8 | Rondeau κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου | VatGr754 Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος, κ. τ. ἑ. |
sch2 120 sch2 120 sch2 | Rondeau Τὴν ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετήν, καὶ τὴν εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ θεοῦ. | VatGr754 Ἔξοδον τὴν ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ. |
1 121 4 1 121 4 1 | Rondeau ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, | VatGr754 |
2 121 4 2 121 4 2 | Rondeau φυλαὶ κυρίου μαρτύριον τῷ Ἰσραήλ | VatGr754 |
5 121 4 5 121 4 5 | Rondeau | VatGr754 ἐκεὶ γὰρ ἀνέβησαν αἱ φυλαὶ,φυλαὶ Κυρίου, μαρτύριον τοῦἸσραὴλ |
sch1 121 sch1 121 sch1 | Rondeau Προφητεύει περὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ· πρότερον γὰρ ὁ Ἰσραὴλ ἐκαλεῖτο ἐπὶ τὴν Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον κυρίου , νυνὶ δὲ καὶ πᾶσαι αἱ φυλαὶ τετυχήκασιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ θεοῦ. | VatGr754 προφητεύει περὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ. πρότερον γὰρ ὁἸσραὴλ ἐκάλει τὸ ἐπὶ τὴν Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον κυρίου, νυνὶ δὲ καὶ πᾶσαι αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ Θεου. |
7 121 7 121 7 | Rondeau γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου | VatGr754 Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. |
sch2 121 sch2 121 sch2 | Rondeau Πυργόβαρίς ἐστι νοῦς θεωρητικός. | VatGr754 Πυργόβαρός ἐστι νοῦς θεωρητικός. |
1 122 1 122 1 | Rondeau πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ | VatGr754 Πρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μουτὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ |
sch1 122 sch1 122 sch1 | Rondeau Ὁ θεὸς ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ, ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη καὶ γνώσις καὶ σοφία. | VatGr754 ὁ θεὸς ἐν μὲν τοῖς σωματικοῖς οὐρανοῖς ὡς δημιουργὸς κατοικεῖ διὰ τῆς πολυποικίλου σοφίας αὐτοῦ, ἐν δὲ τοῖς νοητοῖς ὡς δικαιοσύνη καὶ γνώσει καὶ σοφία. |
4 122 4 122 4 | Rondeau τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν | VatGr754 Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, κ. τ. ἑ. |
sch2 122 sch2 122 sch2 | Rondeau Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες · εὐθηνία τοίνυν ἁμαρτωλῶν ἐστιν ἀπόλαυσις ἀνεμπόδιστος τῶν σωματικῶν ἡδονῶν. | VatGr754 [Ρ] Εὐθηνία τοίνυν ἐστὶν ἀπόλαυσις ἀνεμπόδιστος τῶν σωματικῶν ἡδονῶν. ... Œ Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες. |
3 123 3 123 3 | Rondeau ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς | VatGr754 Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, κ. τ. ἑ. |
sch1 123 sch1 123 sch1 | Rondeau Τὸν προδότην Ἰούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ζωή · τοὺς δὲ ἀπ' ἀρχῆς ἐν κακίᾳ ἐντρεφομένους νεκροὺς καταπίνουσιν. | VatGr754 Τὸν προδότηνἸούδαν ζῶντα κατέπιον· εἶχε γὰρ πρὸ τῆς παραδόσεως τὴν ζωὴν τὴν εἰποῦσαν· "6̓Εγώ εἰμι ἡ ζωή·"6 τοὺς δὲ ἀπ' ἀρχῆς τῇ κακίᾳ ἐντρεφομένους, νεκροὺς καταπίνουσιν. |
4 123 4 123 4 | Rondeau ἄρα τὸ ὕδωρ κατεπόντισεν ἡμᾶς, χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν | VatGr754 Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ. |
sch2 123 sch2 123 sch2 | Rondeau Ὕδωρ τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται. Χειμάρρουν δὲ πάλιν λέγει τοὺς λογισμοὺς διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾶν εἰς τὸν νοῦν καὶ πάλιν ἀποξηραίνεσθαι. | VatGr754 Ὕδωρ τροπικῶς λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται. Χείμαῤῥον δὲ πάλιν λέγει τοὺς λογισμοὺς, διὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὸν νοῦν, καὶ πάλιν ξηραίνεσθαι. |
7 123 7 123 7 | Rondeau ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν | VatGr754 Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων, κ. τ. ἑ. Θηρεύουσιν ἐπὶ ψυχὴν δικαίου αἱ ἀντικείμεναι δυνάμεις, ὧν παγίδες οἱ ὑπ' αὐτῶν ἐνεργούμενοι, καὶ ἐρεθίζοντες προσκαλούμενοι ἡμᾶς εἰς τὸ ἁμαρτεῖν, καὶ πᾶσα ὕλη ἐπὶ τὸ ἁμαρτάνειν προκαλουμένη. Οὐ πίπτει δὲ στρουθίον εἰς παγίδα ἄνευ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς. | VatGr754 Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν, κ. τ. ἑ. |
sch3 123 sch3 123 sch3 | Rondeau Ἡ μὲν παλαιὰ διαθήκη τὰς κατ' ἐνέργειαν συντρίβει παγίδας, νομοθετοῦσα τὸ οὐ μοιχεύσεις · ἡ δὲ καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας παραγγέλλουσα τό οὐκ ἐπιθυμήσεις . Πλὴν ἐπὶ μὲν τοῦ Ἀβιμέλεχ τοῦ Γεράρων τὴν κατ' ἐνέργειαν ὁ θεὸς παγίδα διέφθειρεν μὴ συγχωρήσας τῆς ἀλλοτρίας αὐτὸν ἅψασθαι γυναικός· ἐπὶ δὲ τοῦ Ἰωσὴφ τὴν κατὰ διάνοιαν· οὐ γὰρ εἰσάγει αὐτὸν ἡ γραφὴ ἐπιθυμήσαντα τῆς ἀλλοτρίας γυναικός. Καὶ μακάριος μὲν οὗ συνέτριψεν ὁ κύριος τὴν κατ' ἐνέργειαν παγίδα· μακαριώτερος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρε. Τὸ γὰρ μηδὲ ὅλως γενέσθαι παγίδος δεκτικὸν τοῦ σωτῆρος μόνου ἐστίν, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ . | VatGr754 Ἡ μὲν Παλαιὰ Διαθήκη τὰς κατ' ἐνέργειαν συντρίβει παγίδας, νομοθετοῦσα τό· « Οὐ μοιχεύσεις·́. ἡ δὲ Καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας, παραγγέλλουσα τό· «,Οὐκ ἐπιθυμήσεις.» Πλὴν ἐπὶ μὲν τοῦἈβιμέλεχ τῶν Γεραρῶν τὴν κατ' ἐνέργειαν παγίδα διέφθειρε, μὴ συγχωρήσας τῆς ἀλλοτρίας αὐτὸν ἅψασθαι γυναικός· ἐπὶ δὲἸωσὴφ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ εἰσάγει ἡ Γραφὴ ἐπιθυμήσαντα τῆς ἀλλοτρίας αὐτὸν γυναικός. Καὶ μακάριος μὲν οὗ συνέτριψε Κύριος τὴν κατ' ἐνέργειαν παγίδα, μακαριώτερος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. |
1 124 1 124 1 | Rondeau οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ | VatGr754 Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶνἹερουσαλήμ. |
sch1 124 sch1 124 sch1 | Rondeau Οὐκ εἶπεν ὅτι οὐ σαλευθήσεται ὁ κατοικήσας τὴν Ἱερουσαλήμ, ἀλλ' ὁ κατοικῶν· αἱ γὰρ ἀρεταὶ ἐν τῷ ἀεὶ γίνεσθαι ἔχουσι τὸ εἶναι. | VatGr754 Οὐκ εἶπεν δηλονότι οὐ σαλευθήσεται ὁ κατοικήσας, ἀλλ' ὁ κατοικῶν· αἱ γὰρ ἀρεταὶ ἐν τῷ ἀεὶ γενέσθαι ἔχουσι τὸ εἶναι. |
3 124 3 124 3 | Rondeau ὅτι οὐκ ἀφήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων | VatGr754 Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, κ. τ. ἑ. |
sch2 124 sch2 124 sch2 | Rondeau Τῷ κλήρῳ τῶν δικαίων τὴν τῶν ἁμαρτωλῶν ῥάβδον οὐ τέθεικεν· εἰ δὲ κλῆρος δικαίων ἐστὶν ἡ γνῶσις τοῦ θεοῦ, οὐκ ἀφήσει κύριος τοὺς δικαίους ἐν ἀγνωσίᾳ, ἵνα μὴ γένηται αὐτοῖς αὕτη πρόξενος ἁμαρτίας. | VatGr754 ῾Ο Κύριος τῷ κλήρῳ τῶν δικαίων τὴν τῶν ἁμαρτωλῶν ῥάβδον οὐ τέθεικεν. Œ Εἰ κλῆρος δικαίων ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ, οὐκ ἀφήσει τοὺς δικαίους ἐν ἀγνωσίᾳ, ἵνα μὴ γένηται αὐτοῖς πρόξενος ἀγνωσίας. |
5 124 5 124 5 | Rondeau ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν | VatGr754 Τοὺς δὲ ἐκλίνοντας εἰ τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. |
sch3 124 sch3 124 sch3 | Rondeau Οὐκ ἐργασαμένων, ἀλλ' ἐργαζομένων. | VatGr754 Οὐκ ἐργασαμένων, ἀλλ' ἐργαζομένων. |
1 125 1 125 1 | Rondeau ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών | VatGr754 Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι, κ. τ. ἑ. |
sch1 125 sch1 125 sch1 | Rondeau Αἰχμαλωσία ἐστὶ φύσεως λογικῆς ἀπὸ ἀρετῆς καὶ γνώσεως ἐπὶ κακίαν καὶ ἀγνωσίαν μετάβασις. | VatGr754 Αἰχμαλωσία ἐστὶ φύσεως λογικῆς ἀπὸ ἀρετῆς καὶ γνώσεως ἐπὶ κακίαν καὶ ἀνοησίαν μετάβασις. |
1 125 3 1 125 3 1 | Rondeau ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν | VatGr754 |
5 125 5 125 5 | Rondeau οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν | VatGr754 Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. |
sch3 125 sch3 125 sch3 | Rondeau Οἱ μὲν τὴν πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπείρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι. Πλὴν τούτῳ τῷ ῥητῷ προσεκτέον ὅτι πάντες ἔχοντες σπέρματα τῶν ἀρετῶν ἐπιδημοῦμεν τῷ βίῷ. Καὶ ὥσπερ ἕπεται τοῖς σπέρμασι δάκρυα, οὕτω τοῖς δράγμασιν ἡ χαρά. | VatGr754 οἱ μὲν τὴν πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπείρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι. πλὴν τούτῳ τῷ ῥητῷ προσεκτέον ὅτι πάντες ἔχοντες σπέρματα τῶν ἀρετῶν ἐπιδημοῦμεν τῷ βίῷ. καὶ ὥσπερ ἕπεται τοῖς σπέρμασι δάκρυα, οὕτω τοῖς δράγμασιν ἡ χαρά. |
sch2 125 sch2 125 sch2 | Rondeau Μετὰ ταῦτα γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη . | VatGr754 « Μετὰ ταῦτα γὰρ ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» |
22 125 22 125 22 | Rondeau | VatGr754 Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν·Ἐμεγάλυνε Κυριος τοῦ ποιῆσαι μετ' αὐτῶν. |
1 126 1 126 1 | Rondeau ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων | VatGr754 |
sch1 126 sch1 126 sch1 | Rondeau Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. | VatGr754 |
4 126 2 4 126 2 4 | Rondeau ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον | VatGr754 |
sch3d 126 sch3d 126 sch3d | Rondeau Εἰ ὁ ὕπνος εἴωθεν τὸ σῶμα θερμαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος· πάντας γὰρ τοὺς κεκτημένους αὐτὴν ποιεῖ τῷ πνεύματι ζέοντας . | VatGr754 |
sch3e 126 sch3e 126 sch3e | Rondeau Ὥσπερ ὁ ὕπνος πέπτων τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα. | VatGr754 |
sch2 126 sch2 126 sch2 | Rondeau Ἐφ' ὅσον οἶκός ἐστιν ἡ ψυχή, ὡς οἰκοδεσπότην ἔχει ἐν ἑαυτῇ τὸν Χριστόν· ἐὰν δὲ γένηται πόλις, ὡς βασιλέα καθεζόμενον ἔχει ἐν ἑαυτῇ τὸν Χριστόν· ἐὰν δὲ γένηται καὶ ναός, ὡς θεὸν ὑπάρχοντα ἔχει ἐν ἑαυτῷ τὸν Χριστόν. Καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκοδεσπότην αὐτόν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασιλέα, καὶ πάλιν διὰ θεολογίας ὡς θεόν. Καὶ τῷ μὲν τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευτέρῳ τὸ πρῶτον· τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον. | VatGr754 ἐφ' ὅσον οἶκός ἐστιν ἡ ψυχὴ, οἰκοδεσπότην ἔχει ἐν ἑαυτῇ τὸν Χριστόν· ἐὰν δὲ γένηται πόλις, ὡς βασιλέα καθεζόμενον ἔχει ἐν ἑαυτῇ τὸν Χριστόν. ἐὰν δὲ γένηται καὶ ναός, ὡς Θεὸν ὑπάρχοντα ἔχει ἐν ἑαυτῷ τὸν Χριστόν. καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκοδεσπότην αὐτὸν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασιλέα, καὶ πάλιν διὰ θεολογίας ὡς Θεόν. καὶ τῷ μὲν τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευτέρῳ τὸ πρῶτον· τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον. |
sch3 126 sch3 126 sch3 | Rondeau Ὥσπερ ὁ ὕπνος ἀφίστησιν ἡμᾶς τῶν αἰσθητῶν, οὕτω καὶ ἡ τοῦ θεοῦ θεωρία χωρίζει ἡμᾶς τῶν αἰσθητῶν. | VatGr754 ὥσπερ ὁ ὕπνος ἀφίστησιν ἡμᾶς τῶν αἰσθητῶν, οὕτω καὶ ἡ τοῦ θεοῦ θεωρία χωρίζει ἡμᾶς τῶν αἰ̓σθητῶν. |
sch3b 126 sch3b 126 sch3b | Rondeau Ὥσπερ ὑπνοῦντες οὐδ' αὐτὸ τοῦτο γινώσκομεν ὅτι ὑπνοῦμεν, οὕτω καὶ θεωροῦντες οὐδ’ αὐτὸ τοῦτο ἐπιστάμεθα ὅτιπερ ἐν θεωρίᾳ γεγόναμεν. | VatGr754 ωσπερ ὑπνοῦντες οὐδ' αὐτὸ τοῦτο γινώσκομεν ὅτι ὑπνοῦμεν, οὕτω καὶ οἱ θεωροῦντες οὐδ’ αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ἐν θεωρίᾳ γεγόναμεν. |
sch3c 126 sch3c 126 sch3c | Rondeau Εἰ ἡ πρακτικὴ ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἄρτου τῆς ὀδύνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ θεοῦ πέφυκε λύειν τὸν κάματον τῆς πρακτικῆς. | VatGr754 εἰ ἡ πρακτικὴ ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἀρτου τῆς ὀδύνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ θεοῦ πέφυκε λύειν τὸν κάματον τῆς πρακτικῆς. |
1 126 126 1 126 1 | Rondeau | VatGr754 ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον,εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες·ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν,εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων |
sch0 126 sch0 126 sch0 | Rondeau | VatGr754 χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς.. Ant 8.30 |
sch2d 126 sch2d 126 sch2d | Rondeau | VatGr754 [εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,] [οἱ ἔσθοντες ἄρτον ὀδύνης,] ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. |
1 127 1 127 1 | Rondeau μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ | VatGr754 μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτου |
sch1 127 sch1 127 sch1 | Rondeau Εἰ φόβος κυρίου προστίθησιν ἡμέρας , μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον. | VatGr754 εἰ « φόβος κυρίου προστίθησιν ἡμέρας », μακάριοι οἱ φοβούμενοι τὸν Κύριον. |
sch1b 127 sch1b 127 sch1b | Rondeau Εἰ ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον , μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον. | VatGr754 εἰ « ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον », μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον |
sch1c 127 sch1c 127 sch1c | Rondeau Εἰ ἀρχὴ σοφίας φόβος κυρίου , μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον. | VatGr754 ει « ἀρχὴ σοφίας φόβος θεοῦ, », μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον |
sch1d 127 sch1d 127 sch1d | Rondeau Εἰ τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ , μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον. | VatGr754 εἰ « τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. », μακάριοι πάντες οἱ φοβούμενοι τὸν κύριον |
3 127 3 127 3 | Rondeau ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα | VatGr754 ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα |
sch2 127 sch2 127 sch2 | Rondeau Ἡ γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν· Ἐράσθητι γάρ, φησίν, αὐτῆς καὶ τηρήσει σε · τίμησον αὐτὴν ἵνα σε περιλάβῃ καὶ κτήσῃ ἀπ' αὐτῆς λόγους σοφοὺς καὶ δόγματα ὀρθά. Λέγει δὲ αὐτὴν καὶ ἀδελφὴν τοῦ νοῦ· Εἶπον τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι · ἀδελφὴν δὲ αὐτὴν ὀνομάζει διότι καὶ αὐτὴ ἐκ τοῦ πατρὸς τῶν πάντων ἐστί. Μνημονευτέον δὲ καὶ τοῦ Ἀβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφήν, παντὸς τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων. | VatGr754 ἡ γυνὴ τοῦ νοῦ ἡ σοφία ἐστίν· Ἐράσθητι γὰρ, φησὶν, αὐτῆς, καὶ τηρέσει σε. Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ, καὶ κτήσῃ ἀπ' αὐτῆς λόγους σοφοὺς καὶ δόγματα ὀρθά. λέγει δὲ αὐτὴν καὶ ἀδελφὴν τοῦ νοῦ· εἶπον τὴν σοφίαν ἀδελφὴν σὴν εἶναι. ἀελφὴν δὲ αὐτὴν ὀνομάζει, διότι καὶ αὐτὴ ἐκ τοῦ πατρὸς τῶν πάντων ἐστί. μνημονευτέον δὲ καὶ τοῦ Ἀβραὰμ πῶς τὴν ἰδίαν γυναῖκα ὠνόμασεν ἀδελφὴν, πάντὸς τοῦ βουλομένου τὴν σοφίαν εἶναι διδάσκων. . |
6 127 6 127 6 | Rondeau καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. | VatGr754 καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. |
sch3 127 sch3 127 sch3 | Rondeau Καὶ ὁ Σολομών φησιν· Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν . | VatGr754 καὶ ὁ Σολομών φησιν· «Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. » |
1 128 1 128 1 | Rondeau πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ· | VatGr754 |
2 128 2 128 2 | Rondeau πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι | VatGr754 Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴἸσραήλ |
sch1 128 sch1 128 sch1 | Rondeau Τὸν νῦν μάρτυρα καλεῖ τὸν μηδέποτε ἡττηθέντα καὶ διὰ τοῦτο Ἰσραὴλ ὀνομαζόμενον. | VatGr754 Τὸν νῦν μάρτυρα καλεῖ, τὸν μηδέποτε ἡττηθέντα, καὶ διὰ τοῦτοἸσραὴλ ἐπικαλεῖται. |
sch2 128 sch2 128 sch2 | Rondeau Μακρύνουσι τὴν ἀνομίαν αὐτῶν οἱ ἐχθροὶ συνεχεῖς πειρασμοὺς ἐπιπέμποντες ἤτοι κατὰ διάνοιαν διὰ τῶν λογισμῶν ἢ καὶ ἐκ τῶν ἔξωθεν ὡς ἐπὶ τοῦ Ἰώβ. | VatGr754 Μακρύνουσι τὴν ἀνομίαν αὑτῶν οἱ ἐχθροὶ, συνεχεῖς πειρασμοὺς ἐπιπέμποντες, ἤτοι κατὰ διάνοιαν, διὰ τῶν λογισμῶν, ἢ καὶ ἐκ τῶν ἔξωθεν, ὡς ἐπὶ τοῦἸώβ. |
2 128 3 2 128 3 2 | Rondeau ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν | VatGr754 |
sch3 128 sch3 128 sch3 | Rondeau Αἰσχυνθήτωσαν πάντες οἱ μισοῦντες τὴν σοφίαν ἢ τὸν σοφόν. | VatGr754 αἰσχυνθήτωσαν πάντες οἱ μιισοῦντες τὴν σοφίαν ἢ τὸν σοφόν. |
5 128 5 128 5 | Rondeau αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών | VatGr754 |
sch4 128 sch4 128 sch4 | Rondeau Ταῦτα τὰ δράγματα τῶν ζιζανίων ἐστὶ καὶ οὐ πληροῖ τὸν νοῦν· οὐ γάρ ἐστιν ἐκ τοῦ πληρώματος τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου · διόπερ καὶ οἱ ἅγιοι οὓς παράγοντας εἶπεν τὸν κόσμον τοῦτον οὐκ εὐλογοῦσι τοὺς τὰ δράγματα ταῦτα συνάγοντες· ἐστὶ γὰρ δράγματα κακίας καὶ ἀγνωσίας. | VatGr754 Ταῦτα τὰ δράγματα τῶν ζιζανίων ἐστὶν, καὶ οὐ πληροῖ τὸν νοῦν· οὐ γάρ ἐστιν ἐκ τοῦ πληρώματος, τοῦ τὰ πάντα ἐν πᾶσι πληρωμένου· διόπερ καὶ οἱ ἅγιοι, οὓς παράγοντας εἶπε τὸν κόσμον τοῦτον, οὐκ εὐλογοῦσι, τὰ δράγματα ταῦτα συνάγοντες.Ἔστι καὶ δράγματα κακίας καὶ ἀγνωσίας. |
7 128 7 128 7 | Rondeau οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, | VatGr754 |
1 128 8 1 128 8 1 | Rondeau καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία κυρίου ἐφ' ὑμᾶς | VatGr754 |
1 129 1 129 1 | Rondeau ἐκ βαθέων ἐκέκραξά σε, κύριε | VatGr754 Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, κ. τ. ἑ. |
sch1 129 sch1 129 sch1 | Rondeau Ὁ τὰ βάθη ἐρευνῶν τοῦ θεοῦ, οὗτος ἐκ βαθέων κράζει πρὸς κύριον. | VatGr754 Ὁ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, οὗτος ἐκ βαθέων κράζει πρὸς Κύριον. |
3 129 3 129 3 | Rondeau ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; | VatGr754 Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται, κ. τ. ἑ. | VatGr754 Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτε παρὰ σοὶ ὁ ἱλασμός ἐστιν, ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε.Ἀπὸ φυλακῆς κτλ. |
sch2 129 sch2 129 sch2 | Rondeau Ἐὰν αἱ κατὰ διάνοιαν ἁμαρτίαι τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι τῆς τοῦ θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθρώπων καταξιωθήσεται γνώσεως· Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; Ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Καὶ Οὐδείς , φησί, καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν ἐν μιᾷ ἡμέρᾳ ἡ ζωὴ αὐτοῦ . | VatGr754 Ἐὰν αἱ κατὰ διάνοιαν ἁμαρτίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ Θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθρώπων καταξιωθήσεται γνώσεως. « Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; » Ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; « Καὶ οὐδεὶς, φησὶ, καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ. » |
5 129 4 5 129 4 5 | Rondeau | VatGr754 Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου· ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, κ. τ. ἑ. |
sch3 129 sch3 129 sch3 | Rondeau Ἕνεκεν, ὡσεὶ ἔλεγεν, τῆς γνώσεώς σου ὑπέμεινά σε, κύριε. | VatGr754 ῾Ενεκεν, ὡσεὶ ἔλεγεν, τῆς γνώσεώς σου ὑπέμεινά σε, Κύριε, |
1 129 5 1 129 5 1 | Rondeau ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε | VatGr754 |
sch4 129 sch4 129 sch4 | Rondeau Ἡ ἐλπὶς ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως, ἡ δὲ θλῖψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν. Τούτων δ' αἴτιος ὁ φόβος τοῦ θεοῦ ὅστις τῇ ὀρθῇ πίστει συνέζευκται· πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις. | VatGr754 Ἡ ἐλπὶς ἐκ δοκιμῆς πέφυκε γίνεσθαι, ἡ δὲ δοκιμὴ ἐκ τῆς ὑπομονῆς, ἡ δὲ ὑπομονὴ ἐκ τῆς θλίψεως, ἡ δὲ θλίψις ἐκ τῆς ἐγκρατείας καὶ τῶν πειρασμῶν. Τούτων δὲ αἴτιος ὁ φόβος τοῦ Θεοῦ, ὅστις τῇ ὀρθῇ πίστει συνέζευκται. Πίστις δέ ἐστιν ἡ πρὸς τὰ μὴ κατειλημμένα συγκατάθεσις. |
1 129 6 1 129 6 1 | Rondeau ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον | VatGr754 |
8 129 8 129 8 | Rondeau καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ | VatGr754 Καὶ αὐτὸς λυτρώσεται τὸνἸσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ, κ. τ. ἑ. |
sch5 129 sch5 129 sch5 | Rondeau Τὸ τηνικαῦτα ὁ νοῦς ἀπαλλάττεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γὰρ πρακτικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ τὰ ἐμπαθῆ νοήματα· ἡ δὲ γνῶσις καὶ τὰ νοήματα περικόπτει. Ἴδια γὰρ λοιπὸν ὁ νοῦς κτησάμενος θεωρήματα τοὺς παρὰ τῶν ἀντικειμένων πεμπομένους λογισμοὺς ἀπωθεῖται. | VatGr754 Τοτηνικαῦτα ὁ νοῦς ἀπαλλάσσεται τῶν κατὰ διάνοιαν ἁμαρτιῶν ἢ ἀνομιῶν, ὁπηνίκα ἂν γνώσεως καταξιωθῇ· ἡ γὰρ πρακτικὴ οὐ τὰ νοήματα τῆς καρδίας περιαιρεῖ, ἀλλὰ τὰ ἐμπαθῆ νοήματα. |
1 130 1 130 1 | Rondeau κύριε, οὐχ ὑψώθη μου ἡ καρδία | Rondeau οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου | VatGr754 Κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, |
sch1 130 sch1 130 sch1 | Rondeau Τὸ τῆς ὑπερηφανίας πάθος καρδίας ψεκτὸν ὕψωμα καὶ ὀφθαλμῶν μετεωρισμὸν ὠνόμασεν. | VatGr754 Τὸ τῆς ὑπερηφανίας πάθος, καρδίας ψεκτὸν ὕψωμα καὶ ὀφθαλμῶν μετεωρισμὸν ὠνόμασεν. |
3 130 2 3 130 2 3 | Rondeau ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ | VatGr754 |
sch2 130 sch2 130 sch2 | Rondeau Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε , φησίν, εἰς τὴν βασιλείαν τῶν οὐρανῶν , τουτέστιν ἐὰν μὴ ἀπάθειαν κτήσησθε, γνώσεως οὐ καταξιωθήσεσθε. | VatGr754 < ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε > φησίν, < εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,> τουτέστιν ἐὰν μὴ ἀπάθειαν, κτήσησθε, γνώσεως οὐ καταξιωτήσεσθε. |
3 130 3 130 3 | Rondeau | VatGr754 ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. |
1 131 1 131 1 | Rondeau μνήσθητι, κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ | VatGr754 μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτου |
sch1 131 sch1 131 sch1 | Rondeau Ἐκείνου μνημονεύει ὁ κύριος τοῦ ἐν ᾧ γίνεται· κἀκείνου οὐ μνημονεύει ἐν ᾧ οὐ γίνεται. Εἰ δὲ πραΰτητος μνημονεύει ὁ κύριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν κύριον. Πραΰτης γάρ ἐστιν ἀταραξία θυμοῦ κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν. | VatGr754 ἐκείνου μνημονεύει ὁ Κύριος τοῦ ἐν ᾧ γίνεται· κἀκείνου οὐ μνημονεύει. [τοῦ] ἐν ᾧ οὐ γίνεται· εἰ δὲ πραΰτητος μνημονεύει ὁ κύριος, πολλῆς ἀοργησίας χρεία, ἵνα τις δέξηται τὸν κύριον. πραΰτης γάρ ἐστιν ἀταραξία θυμοῦ κατὰ στέρησιν ἡδονῶν προσγινομένη φθαρτῶν:- ” in Ron.tr.; not in MS̓] |
5 131 5 131 5 | Rondeau ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ | VatGr754 ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ |
sch2 131 sch2 131 sch2 | Rondeau Τόπος κυρίου ὁ νοῦς καθαρός. | VatGr754 Τόπος Κυρίου ὁ νοῦς καθαρός:- |
1 131 6 1 131 6 1 | Rondeau ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά | VatGr754 ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ |
2 131 6 2 131 6 2 | Rondeau εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ | VatGr754 εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ |
sch3 131 sch3 131 sch3 | Rondeau Παρ' Ἑβραίοις τὸ Ἐφραθὰ Μαρία σημαίνει. | VatGr754 Παρ' Ἑβραίοις το`Ἐφραθὰ Μαρία σημαίνει:- |
sch4 131 sch4 131 sch4 | Rondeau Περὶ τῆς σοφίας λέγει προφητικῶς ἥτις ἐστὶν ὁ Χριστός. | VatGr754 Περὶ τῆς σοφίας λέγει προφητικῶς, ἥτις ἐστὶν ὁ Χριστός:- |
2 131 7 2 131 7 2 | Rondeau προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ | VatGr754 προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ |
sch5 131 sch5 131 sch5 | Rondeau Προσκυνοῦμεν τὴν σάρκα τοῦ σωτῆρος οὐ διὰ τὴν φύσιν, ἀλλ' ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Χριστόν, ὁ δὲ Χριστὸς διὰ τὸν θεὸν λόγον τὸν ἐν αὐτῷ. Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν καὶ ἁγίαν ψυχὴν τὴν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη γὰρ σὰρξ οὐ πέφυκε δέχεσθαι θεόν, διότι ὁ θεὸς ἡμῶν σοφία ἐστίν, ἐν δὲ καρδίᾳ ἀγαθῇ , φησὶ Σαλομών, ἀναπαύσεται σοφία . Οὐδὲν δὲ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν, γνωστὸς δὲ ἡμῶν ὁ θεός. | VatGr754 Προσκυνοῦμεν τὴν σάρκα τοῦ σωτῆρος οὐ διὰ τὴν φύσιν, ἀλλ' ἐπειδὴ ὁ Χριστός ἐστιν ἐν αὐτῇ· καὶ ἡ μὲν σὰρξ προσκυνητὴ διὰ τὸν Χριστόν, ὁ δὲ Χριστὸς διὰ τὸν θεὸν Λόγον τὸν ἐν αὐτῷ. Χριστὸν δὲ ἐνταῦθά φημι τὴν λογικὴν καὶ ἁγίαν ψυχὴν τὴν μετὰ τοῦ θεοῦ λόγου ἐπιδημήσασαν τῷ βίῳ τῶν ἀνθρώπων· μόνη γὰρ σὰρξ οὐ πέφυκε δέχεσθαι θεὸν, διότι ὁ θεὸς ἡμῶν σοφία ἐστίν. ἐν δὲ καρδίᾳ v|r ἀγαθῇ, φησὶ Σαλομὼν, ἀναπαύσεται σοφία· οὐδὲν δὲ τῶν συνεστώτων ἐκ τῶν τεσσάρων στοιχείων γνώσεώς ἐστι δεκτικόν, γνωστὸς δὲ ἡμῶν ἐστιν ὁ θεός:- |
8 131 8 131 8 | Rondeau ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου | VatGr754 ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. |
sch6 131 sch6 131 sch6 | Rondeau Ἡ σὰρξ μέν ἐστι κιβωτὸς τοῦ Χριστοῦ· κιβωτὸς δὲ θεοῦ ὁ Χριστός, εἴπερ ὁ θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ . | VatGr754 ἡ σὰρξ μέν ἐστι κιβωτὸς τοῦ Χριστοῦ· κιβωτὸς δὲ Θεοῦ ὁ Χριστὸς. εἴπερ ὁ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτόν:- |
1 131 9 1 131 9 1 | Rondeau οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην | VatGr754 οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην |
sch7 131 sch7 131 sch7 | Rondeau Ὥσπερ ἐνδύεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν καὶ τὰς λοιπὰς ἀρετάς. Καὶ τοῦτό ἐστι τὸ ἐν τοῖς εὐαγγελίοις ἔνδυμα γάμου . | VatGr754 ὥσπερ ἐνδύεταί τις δικαιοσύνην, οὕτω καὶ σωφροσύνην καὶ ἀνδρείαν καὶ ἀγάπην καὶ μακροθυμίαν καὶ τὰς λοιπὰς ἀρετάς. Καὶ τοῦτό ἐστι τὸ ἐν τοῖς εὐαγγελίοις ἔνδυμα γάμου. :- |
1 131 11 1 131 11 1 | Rondeau ὤμοσεν κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν | VatGr754 ὤμοσε κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν |
2 131 11 2 131 11 2 | Rondeau ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου | VatGr754 ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου |
sch8 131 sch8 131 sch8 | Rondeau Τὸ ἀψευδὲς τῆς ἐπαγγελίας ὅρκον ὠνόμασεν. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν, ὁ δὲ θεὸς κατ' οὐδενὸς ἔχει μείζονος ὀμόσαι , οὐκ ἄρα ὄμνυσι θεός. | VatGr754 τὸ ἀψευδὲς τῆς ἐπαγγελλίας, ὅρκον ὠνόμασεν. ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσιν· ὁ δὲ θεὸς κατ' οὐδενὸς ἔχει μείζονος ὀμόσαι, οὐκ ἄρα ὄμνυσι θεός:- |
sch9 131 sch9 131 sch9 | Rondeau Καὶ δώσει αὐτῷ , φησὶ Γαβριὴλ τῇ Μαριάμ, ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ . | VatGr754 καὶ δώσει αὐτῷ, φησὶ Γαβριὴλ τῇ Μαριὰμ, ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτου:- |
sch10 131 sch10 131 sch10 | Rondeau Θρόνος μέν ἐστι τοῦ θεοῦ ἡ φύσις ἡ λογική· θρόνος δὲ Χριστοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων. | VatGr754 θρόνος μέν ἐστι τοῦ θεοῦ ἡ φύσις ἡ λογική· θρόνος δὲ Χριστοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων:- |
15 131 15 131 15 | Rondeau τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων | VatGr754 τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων |
sch11 131 sch11 131 sch11 | Rondeau Ταύτης τῆς θήρας ὁ ἐν ταῖς Παροιμίαις οὐκ ἐπιτεύξεται δόλιος · ἐκ ταύτης δὲ τῆς θήρας ἦν καὶ τὸ προσενεχθὲν βρῶμα τῷ Ἰσαὰκ ὑπὸ Ἰακὼβ τοῦ παιδὸς αὐτοῦ. | VatGr754 ταύτης τῆς θήρας ὁ ἐν ταῖς Παροιμίαις· <οὐκ ἐπιτεύξεται δόλιος>. ἐκ ταύτης δὲ τῆς θήρας ἦν καὶ τὸ προσενεχθὲν βρῶμα τῷἸσαὰκ ἀπὸἸακὼβ τοῦ παιδὸς αὐτου:- |
16 131 16 131 16 | Rondeau τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται | VatGr754 τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται |
sch12 131 sch12 131 sch12 | Rondeau Θήρα, πτωχοί, ἱερεῖς, ὅσιοι, τέσσαρα εἴδη τῶν οἰκείων τῆς Σιών. | VatGr754 θήρα, πτωχοὶ, ἱερεῖς, ὅσιοι, τέσσαρα εἴδη τῶν οἰκείων τῆς Σιών:- |
2 131 17 2 131 17 2 | Rondeau ἡτοίμασα λύχνον τῷ χριστῷ μου | VatGr754 ἡτοίμασα λύχνον τῷ χριστῷ μου. |
sch13 131 sch13 131 sch13 | Rondeau Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων . | VatGr754 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων:- |
1 132 1 132 1 | Rondeau ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό | VatGr754 Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπιτοαυτό. |
sch1 132 sch1 132 sch1 | Rondeau Οὗτοι κατοικοῦσιν ἐπὶ τὸ αὐτὸ οἱ τὸ αὐτὸ ἐν κυρίῳ φρονοῦντες. | VatGr754 Οὗτοι κατοικοῦσι ἐπιτοαυτὸ, οἱ τὸ αὐτὸ ἐν Κυρίῳ φρονοῦντες. |
2 132 2 132 2 | Rondeau ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα | Rondeau τὸν πώγωνα τὸν Ἀαρών | Rondeau τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ | VatGr754 Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸνἈαρὼν, κ. τ. ἑ. Μύρον ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος· ἐμπεριέχει δὲ τὴν καρδίαν ὁ λόγος. Πώγων δὲ τοῦἈαρὼν ὁ λόγος ὁ καταφράττων τὰ πάθη, καὶ ἱερουργῶν τῷ Θεῷ τὰς ἀρετάς. Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ· τουτέστι διαδίδοται διὰ τῆς πρακτικῆς ἀρετῆς καὶ ἐπὶ τῆς ἠθικῆς φιλοσοφίας.Ἡ γὰρ ὤα τοῦ ἐνδύματος, αὐτοῦ ἐστι τὸ πέρας. NOT in Rondeau’s key but very intriguing. =PG 12.1562 a | VatGr754 Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦἈαρὼν, τὸ καταβαῖνον ἐπὶ ὤαν τοῦ ἐνδύματος αὐτοῦ. |
sch2 132 sch2 132 sch2 | Rondeau Μύρον ἐκκενωθὲν ὄνομά σου . | VatGr754 Μύρον ἐκκενωθὲν, ὄνομά σου. |
sch3 132 sch3 132 sch3 | Rondeau Τοῦτον τὸν πώγωνα φέρει ὁ καταντήσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ . | VatGr754 Τοῦτον τὸν πώγωνα φέρει ὁ καταντήσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. |
sch4 132 sch4 132 sch4 | Rondeau Εἰ τὸ ἔνδυμα τῶν ἱερέων δικαιοσύνη ἐστίν — οἱ ἱερεῖς σου γάρ, φησίν, ἐνδύσονται δικαιοσύνην —, ἱερεὺς δὲ ἦν ὁ Ἀαρών, τὸ ἔνδυμα αὐτοῦ ἦν ἄρα δικαιοσύνη.Ἐπὶ οὖν τὸν τοιοῦτον πώγωνα καὶ τὸ ἔνδυμα τὸ τοιοῦτον ἔρχεται τὸ οὐράνιον μύρον, ὅ ἐστιν γνῶσις ἡ τοῦ θεοῦ. | VatGr754 Εἰ τὸ ἔνδυμα τῶν ἱερέων δικαιοσύνη ἐστὶν οἱ ἱερεῖς σου γὰρ, φησὶν, ἐνδύσονται δικαιοσύνηνŸ, ἱερεὺς δὲ ἦν ὁἈαρὼν, τὸ ἔνδυμα αὐτοῦ ἦν ἄρα δικαιοσύνη.Ἐπὶ οὖν τὸν τοιοῦτον πώγωνα καὶ τὸ ἔνδυμα τὸ τοιοῦτον ἔρχεται τὸ οὐράνιον μύρον, ὅ ἐστιν γνῶσις ἡ τοῦ Θεοῦ. |
3 132 3 132 3 | Rondeau ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών | VatGr754 Ὡς δρόσοςἈερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιὼν, κ. τ. ἑ. |
sch5 132 sch5 132 sch5 | Rondeau Ἐν τῷ Δευτερονομίῳ Μωσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζει Ἀερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιώρ, οἱ δὲ Ἀμμοραῖοι Σανίρ· ἔστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τούτου τοῦ ὄρους ἐσκέφθαι περὶ τῆς ἀποστασίας καὶ συνθήκας πεποιηκέναι. | VatGr754 Ἐν τῷ Δευτερονομίῳ Μωϋσῆς μὲν τὸ ὄρος τοῦτο ὀνομάζειἈερμών· οἱ Φοίνικες δὲ καλοῦσιν αὐτὸ Σανιὼρ, οἱ δὲἈμοῤῥαῖοι Σανείρ. Ἔστι δὲ πέραν τοῦ Ἰορδάνου. Λόγος δὲ τοὺς ἀποστατήσαντας τῶν ἀγγέλων ἐπὶ τοῦτο τὸ ὄρος ἐσκέφθαι περὶ τῆς ἀποστασίας αὐτῶν καὶ συνθήκας πεποιηκέναι. |
1 133 1 133 1 | Rondeau οἱ ἑστῶτες ἐν οἴκῳ κυρίου, | Rondeau ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν | VatGr754 οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν |
sch1 133 sch1 133 sch1 | Rondeau Οἱ μὲν θεωρητικοὶ ἐν οἴκῳ κυρίου εἰσίν· οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. | VatGr754 Οἱ μὲν θεωρητικοὶ ἐν οἴκῳ κυρίου εἰσιν· οἱ δὲ πρακτικοὶ ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. |
5 134 5 134 5 | Rondeau ὅτι ἐγὼ ἔγνων ὅτι μέγας ὁ κύριος | VatGr754 Ὅτι ἐγὼ ἔγνων ὅτι μέγας ὁ κύριος |
sch1 134 sch1 134 sch1 | Rondeau Γνώσεως χρεία πρὸς τὸ θεωρῆσαι τὴν μεγαλειότητα τοῦ κυρίου. | VatGr754 γνώσεως χρεία πρὸς τὸ θεωρῆσαι τὴν μεγαλειότητα τοῦ κυρίου. ) |
6 134 6 134 6 | Rondeau πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν τοῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις | VatGr754 |
1 134 7 1 134 7 1 | Rondeau ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς | VatGr754 |
2 134 7 2 134 7 2 | Rondeau ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν | VatGr754 |
3 134 7 3 134 7 3 | Rondeau ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ | VatGr754 |
12 134 12 134 12 | Rondeau καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν | VatGr754 καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν |
sch6 134 sch6 134 sch6 | Rondeau Εἰ ἡ κληρονομία ἡμῶν ἡ γνῶσίς ἐστιν ἡ τοῦ θεοῦ, πῶς λέγονται κατέχειν ταύτην οἱ ἀντικείμενοι; Καὶ ζητήσεις μήποτε λέγονται κατέχειν αὑτήν, οὐχ ὡς γινώσκοντες, ἀλλ' ὡς κωλύοντες ἡμᾶς εἰσελθεῖν πρὸς αὐτήν. | VatGr754 ἡ κληρονομία ἡμῶν ἡ γνῶσίς ἐστιν ἡ τοῦ Θεου. πῶς λέγονται κατέχειν ταύτην οἱ ἀντικείμενοι; καὶ ζητήσεις μήποτε λέγονται κατέχειν αὑτήν, οὐχ ὡς γινώσκοντες, ἀλλ' ὡς κωλύοντες ἡμᾶς ἐλθεῖν πρὸς αὐτήν. |
sch6b 134 sch6b 134 sch6b | Rondeau Εἰ ἡ βασιλεία τῶν οὐρανῶν ἡ θεωρία τῶν γεγονότων ἐστίν, αὕτη δὲ κατὰ τὸν κύριον ἐντὸς ὑμῶν ἐστιν , τὰ δὲ ἐντὸς ὑπὸ δαιμόνων κεκράτηται, καλῶς λέγονται οἱ ἀλλόφυλοι τὴν γῆν τῆς ἐπαγγελίας κατέχειν. | VatGr754 εἰ ἡ βασιλεία τῶν οὐρανῶν ἡ θεωρία τῶν γεγονότων ἐστίν, αὔτη δὲ κατὰ τὸν κύριον ἐντὸς ὑμῶν ἐστιν, τὰ δὲ ἐντος ὑπὸ δαιμόνων κεκράτηται, καλῶς λέγονται οἱ ἀλλόφυλοι τὴν γῆν τῆς ἐπαγγελίας κατέχειν. |
15 134 15 134 15 | Rondeau τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· | VatGr754 τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται |
16 134 16 134 16 | Rondeau στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται, | VatGr754 |
sch7 134 sch7 134 sch7 | Rondeau Ἵνα τὰς αἰσθήσεις ἀποβάλωσι τὰς ψεκτὰς καθ' ἃς κινούμενοι τὰ εἴδωλα θεοὺς εἶναι νομίζουσιν καὶ οὕτω θείαν εὕρωσιν αἴσθησιν· οὕτω γὰρ πείθομαι καταρᾶσθαι τὸν ἅγιον ψαλμῳδόν. | VatGr754 ἴνα τὰς αἰσθήσεις ἀποβάλλωσι τὰς ψεκτὰς καθ' ἃς εἰσκινούμενοι τὰ εἴδωλα θεοὺς εἶναι νομίζουσιν, καὶ οὕτω θείαν εὕρωσιν αἴσθησιν· οὕτω γὰρ πείθομαι καταρᾶσθαι τὸν ἅγιον ψαλμῳδόν. |
1 134 17 1 134 17 1 | Rondeau ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται [...] | VatGr754 |
18 134 18 134 18 | Rondeau ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς | VatGr754 |
21 134 21 134 21 | Rondeau εὐλογητὸς κύριος ἐκ Σιὼν ὁ κατοικῶν Ἱερουσαλήμ | VatGr754 Εὐλογητὸς Κύριος ἐκ Σιὼν ὁ κατοικῶνἹερουσαλὴμ |
sch8 134 sch8 134 sch8 | Rondeau ὁ ἐν καθαρᾷ καρδίᾳ κατοικῶν κατοικεῖ ἐν Ἱερουσαλήμ. | VatGr754 ὁ ἐν καθαρᾷ καρδίᾳ κατοικῶν κατοικεῖ ἐνἹερουσαλήμ. |
sch2 134 sch2 134 sch2 | Rondeau Ὥσπερ ὁ οὐρανὸς ἁγίων δυνάμεών ἐστιν οἰκητήριον, οὕτω καὶ ἡ γῆ τῶν ἀνθρώπων· Ὁ οὐρανὸς γάρ, φησί, τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων . Καὶ ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις οἰκοῦσιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ δράκων ἐπλάσθη, τοῦ ἐμπαίζειν αὐτοῖς, οὕτως καὶ ἐν ταῖς ἀλληγορικῶς λεγομέναις ἀβύσσοις οἱ καταχθόνιοι δαίμονες, πρὸς οὓς μὴ πεμφθῆναι παρεκάλουν τὸν Χριστὸν ἐν τοῖς εὐαγγελίοις οἱ ἐπίγειοι δαίμονες· ἡ δὲ τούτων τῶν κόσμων καὶ τῶν διαφόρων σωμάτων ἀκριβεστέρα γνῶσις ἐν τοῖς περὶ κρίσεως λόγοις ἀπόκειται. | VatGr754 ὥσπερ ὁ οὐρανὸς ἁγίων δυνάμεών οἰκητήριον, οὕτω καὶ ἡ γῆ τῶν ἀνθρώπων· «Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. » καὶ ὥσπερ ἐν ταῖς τροπικῶς λεγομέναις θαλάσσαις οἰκοῦσιν οἱ ἀντικείμενοι ἡμῖν δαίμονες, ἐν αἷς καὶ ὁ δράκων ἐπλάσθη τοῦ ἐμπαίζειν αὐτοῖς, οὕτως καὶ ἐν ταῖς ἀλληγορικῶς λεγομέναις ἀβύσσοις οἱ καταχθόνιοι δαίμονες πρὸς οὓς μὴ πεμφθῆναι παρεκάλουν τὸν Χριστὸν ἐν τοῖς εὐαγγελίοις οἱ ἐπίγειοι δαίμονες· ἡ δὲ τούτων τῶν κόσμων καὶ τῶν διαφόρων σωμάτων ἀκριβεστέρα γνῶσις ἐν τοῖς περὶ κρίσεως λόγοις ἀπόκειται. |
sch3 134 sch3 134 sch3 | Rondeau Νεφέλη ἐστὶ φύσις λογικὴ τοὺς περὶ προνοίας λόγους πεπιστευμένη. | VatGr754 νεφέλη ἐστιν̀ φύσις λογικὴ τοὺς περὶ προνοίας λόγους πεπιστευμένη. |
sch4 134 sch4 134 sch4 | Rondeau Ἀστραπή ἐστιν διδασκαλία πνευματικὴ λογικὰς ψυχὰς ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπανάγουσα. | VatGr754 ἀστραπή ἐστιν διδασκαλία πνευματικὴ λογικὰς ψυχὰς ἀπὸ κακίας ἐπανάγουσα. |
sch5 134 sch5 134 sch5 | Rondeau Οἱ τροπικῶς νῦν λεγόμενοι ἄνεμοι τοὺς τῆς ψυχῆς στάχυς ἐκ τῶν καλύκων προβάλλουσιν, ἵν' οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσωσιν . | VatGr754 οἱ τροπικῶς νῦν λεγόμενοι ἄνεμοι τοὺς τῆς ψυχῆς στάχυς ἐκ τῶν καλύκων προβάλλουσιν, ἵν' οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θερίσωσιν. |
sch5b 134 sch5b 134 sch5b | Rondeau Ἄνεμός ἐστι φύσις λογικὴ τὸν ἀπὸ πρακτικῆς ὑψωθέντα νοῦν ἐπὶ τὴν τῆς γνώσεως μεταφέρουσα τελειότητα. | VatGr754 ἄνεμός ἐστι φύσις λογικὴ τὸν ἀπὸ πρακτικῆς ὑψωθέντα νοῦν ἐπὶ τὴν τῆς γνώσεως μεταφέρουσα τελειότητα. [VG ] |
6 134 134 6 134 6 | Rondeau | VatGr754 πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησενἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,ἐν τοῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις |
7 134 134 7 134 7 | Rondeau | VatGr754 Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς | VatGr754 ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν | VatGr754 ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ |
1 135 6 1 135 6 1 | Rondeau τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων | VatGr754 |
23 135 23 135 23 | Rondeau ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος | VatGr754 ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ κύριος |
sch4 135 sch4 135 sch4 | Rondeau Ὅταν μὲν ὡς ἀκαθάρτων ἡμῶν ὄντων μνημονεύει ἡμῶν ὁ κύριος, κατὰ τὴν ἐπίνοιαν τῆς δικαιοσύνης ἡμῶν μνημονεύει· ὅταν δὲ πάλιν ὡς καθαρῶν, κατὰ τὴν ἐπίνοιαν τῆς σοφίας. Πλὴν τοῦτο ἰστέον ὅτιπερ αὗται αἱ ἐπίνοιαι κατὰ τῆς τῶν γεγονότων θεωρίας κατηγοροῦνται, ἥτις ὡς δημιουργὸν παρίστησιν τὸν Χριστόν. | VatGr754 ὅταν μὲν ὡς ἀκαθάρτων ἡμῶν ὄντων μνημονεύει ἡμῶν ὁ κύριος, κατὰ τὴν ἐπίνοιαν τῆς δικαιοσύνης ἡμῶν μνημονεύει· ὅταν δὲ πάλιν ὡς καθαρῶν, κατὰ τὴν ἐπίνοιαν τῆς σοφίας. πλὴν ὅτι τοῦτο ἰστέον ὅτιπερ αὗται αἱ ἐπίνοιαι κατὰ τῆς τῶν γεγονότων θεωρίας κατηγοροῦνται ἥτις ὡς δημιουργὸν παρίστησιν τὸν Χριστόν. |
25 135 25 135 25 | Rondeau ὁ διδοὺς τροφὴν πάσῃ σαρκί | VatGr754 Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, κ. τ. ἑ. |
sch5 135 sch5 135 sch5 | Rondeau Ἡ τρεφομένη σὰρξ παρὰ τοῦ θεοῦ αὕτη ὄψεται τὸ σωτήριον τοῦ θεοῦ . | VatGr754 Ἡ τρεφομένη σὰρξ παρὰ τοῦ Θεοῦ, αὕτη ὄψεται τὸ σωτήριον τοῦ Θεοῦ. |
sch3 135 sch3 135 sch3 | Rondeau Εἰ τοῦ ὕδατός ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερεώθη; Πῶς δὲ καὶ ὁ Ἰὼβ ἀληθεύει λέγων τὸ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός ; Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσου κρέμαται ἐπ' οὐδενός, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου, ἐφ' ἧς ἡμεῖς κατοικοῦμεν, ἐπὶ τῶν ὑδάτων τῆς ἀβύσσου ἐστερεώθη, ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. Καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορίᾳ συναγωνίζεσθαι, πρὸς δὲ διάνοιαν· δοξολογεῖτε, φησί, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως. Ὅτι δὲ ἐν τοῖς εὐαγγελίοις ὁ κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς καὶ ὕδωρ τὴν γνῶσιν ἐκ τοῦ σπόρου τοῦ πεσόντος ἐπὶ τὴν γῆν τὴν καλὴν ἔστι μαθεῖν καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ ἐκ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶντος . Καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει, ἐν οἷς σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου · Καὶ πάλιν Αἴγυπτος καταλιμπάνεται σύμβολον οὖσα κακίας, τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων· καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασιν· καὶ ὁ Ἰσραὴλ ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβολον τῆς πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, ἥντινά φασὶν εἶναι τὴν γνῶσιν τοῦ θεοῦ. | VatGr754 εἰ τοῦ ὕδατός ἐστι βάσις ἡ γῆ, πῶς ἡ γῆ ἐπὶ τῶν ὑδάτων ἐστερέωται; πῶς δὲ καὶ ὁἸὼβ ἀληθεύει λέγων, « τὸ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός; » Καὶ μήποτε ἡ μὲν ὑποκάτω γῆ τῆς ἀβύσσου κρέμαται ἐπ' οὐδενὸς, ἡ δὲ ἐπάνω γῆ τῆς ἀβύσσου ἐφ' ἧς καὶ ἡμεῖς κατοικοῦμεν͂ ἐπὶ τῶν ὑδάτων τῆς ἀβύσσου ἐστερεώθη· ὡς εἶναι τὴν ἄβυσσον ἐν μέσῳ τῆς γῆς περιεχομένην ὡς ἐν ἀγγείῳ. καὶ ταῦτα μὲν εἴ τις βούλοιτο τῇ ἱστορίᾳ συναγωνίζεσθαι, πρὸς δὲ διάνοιαν, δοξολογεῖτε, φησὶ, τὸν στερεώσαντα τὴν φύσιν τὴν λογικὴν ἐπὶ τῆς ἀληθοῦς γνώσεως.ὅτι δὲ ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος γῆν λέγει τὰς λογικὰς ψυχὰς, καὶ ὕδωρ τὴν γνῶσιν, ἐκ τοῦ σπόρου τοῦ πεσόντος εἰς τὴν γῆν τὴν καλὴν ἔστι μαθεῖν· καὶ ἐκ τοῦ ῥέοντος ποταμοῦ ἐκ τῆς κοιλίας τοῦ πεπιστευκότος ὕδατος ζῶντος.καὶ τὰ ἑξῆς δὲ τοῦ ψαλμοῦ ἀκολουθεῖ τῇ δευτέρᾳ ἐξηγήσει, ἐν οἷς σελήνη καὶ ἀστέρες φωτίζουσι ταύτην τὴν γῆν ἐν ἀγνοίᾳ τέως διάγουσαν καὶ μήπω δυναμένην φωτισθῆναι ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καὶ πάλιν Αἴγυπτος καταλαμβάνεται σύμβολον οὖσα κακίας τῶν κατὰ διάνοιαν πρωτοτόκων φθαρέντων· καὶ κολάζεται Φαραὼ τοῖς πνευματικοῖς ἐναποπνιγόμενος ὕδασιν, καὶ ὁἸσραὴλ ὁδεύει τὴν ἔρημον πεινῶν καὶ διψῶν, καὶ πειραζόμενος, ἥτις ἐστὶ σύμβολον τῆς πρακτικῆς, σπεύδων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας, ἥντινά φησι εἶναι τὴν γνῶσιν τοῦ Θεοῦ. |
1 135 135 1 135 1 | Rondeau ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ | VatGr754 Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ |
6 135 135 6 135 6 | Rondeau | VatGr754 Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτωνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτου |
sch1 135 sch1 135 sch1 | Rondeau Οἱ ταλαιπωροῦντες ἐν τῷ αἰῶνι εἰκότως χρῄζουσι καὶ τοῦ ἐλέους ἐν τῷ αἰῶνι. | VatGr754 Οἱ ταλαιπωροῦντες ἐν τῷ αἰῶνι εἰκότως χρῄζουσι καὶ τοῦ ἐλέους ἐν τῷ αἰῶνι. |
sch2 135 sch2 135 sch2 | Rondeau Ἡ ἐξομολόγησις ἐν τῇ γραφῇ τὴν δοξολογίαν καὶ εὐχαριστίαν σημαίνει· κεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν ἐν τοῖς εὐαγγελίοις, ἔνθα οἱ βαπτιζόμενοι ὑπὸ Ἰωάννου ἐξωμολογοῦντο τὰς ἁμαρτίας αὑτῶν. | VatGr754 |
sch135b 135 sch135b 135 sch135b | Rondeau | VatGr754 ἡ ἐξομολόγησις ἐν τῇ γραφῇ τὴν δοξολογίαν καὶ εὐχαριστίαν σημαίνει· κεῖται δὲ καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῆν ἁμαρτιῶν ἐν τοῖς εὐαγγελίοις, ἐνθα οἱ βαπτιζόμενοι ὑπὸ Ἰωάννου ἐξωμολογοῦντο τὰς ἁμαρτίας αὑτῶν. |
1 136 1 136 1 | Rondeau τῷ Δαυίδ | VatGr754 |
sch+1 136 sch+1 136 sch+1 | Rondeau [Εἰς τὸ Εὐσεβίου τῷ Δαυίδ μόνον ἐπεγέγραπτο καὶ ἔξω ἀνεπίγραφος παρὰ τοῖς γʹ καὶ ἐν τῷ τετρασελίδῳ· ὁμοίως τῷ Δαυίδ ἐπεγέγραπτο παρὰ μόνοις τοῖς οʹ.] | VatGr754 |
2 136 2 136 2 | Rondeau ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν | VatGr754 Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, κ. τ. ἑ. |
sch1 136 sch1 136 sch1 | Rondeau Ὅσαι ψυχαὶ κάθηνται ἐν κακίᾳ καὶ ἀγνωσίᾳ λόγον ἰτεῶν ἀκάρπων ἐπέχουσιν, τὰ ὄργανα κρεμάσασαι τὰ συντελοῦντα πρὸς τὴν πρακτικήν. | VatGr754 Ὅσαι ψυχαὶ κάθηνται ἐν σκιᾷ καὶ ἀγνωσίᾳ, ἰστέον ὅτι λόγον ἄκαρπον ἔχουσι, τὰ ὄργανα κρεμάσασαι τὰ συντελοῦντα εἰς τὴν πρακτικήν. |
3 136 3 136 3 | Rondeau ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν | VatGr754 Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν, καὶ οἱ ἀπαγαγόντες ἡμᾶς·Ἄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών. |
sch2 136 sch2 136 sch2 | Rondeau Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζοντας λέγειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς ἐν αἷς κεῖται τοιαύτη τις ἐντολὴ ἣν ἀπαντηθέντες παρέβημεν, ἵν' ἀκούσαντες καταγελάσωσιν ὡς λεγόντων ἡμῶν καὶ μὴ ποιούντων. Διὸ καὶ Δαυὶδ λέγει· Μὴ καταγελασάτωσάν μου ὑπερήφανοι . | VatGr754 Ἔγνων ἐγὼ καὶ δαίμονας ἀναγκάζειν λέγειν ψαλμοὺς καὶ ᾠδὰς πνευματικὰς, ἐν αἷς ἔστι τις ἐντολὴ ἣν παρέβημεν, ὡς ἂν ἀκούοντες καταγελῶσιν, ὡς λεγόντων καὶ μὴ ποιούντων· διὸ καὶ Δαυὶδ λέγει· Μὴ καταγελασάτωσάν μου ὑπερήφανοι. |
4 136 4 136 4 | Rondeau πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; | VatGr754 Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; |
sch3 136 sch3 136 sch3 | Rondeau Ὁ ἐν κακίᾳ διάγων ἐπὶ γῆς ἐστιν ἀλλοτρίας· διὸ οὐ δύναται εἰπεῖν· ᾌσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με . Τῶν γὰρ ἐξελθόντων ἐστὶν ἀπὸ κακίας τὸ λέγειν· ᾌσωμεν τῷ κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν . | VatGr754 Ὁ ἐν κακίᾳ διάγων, ἐπὶ γῆς ἐστιν ἀλλοτρίας· διὸ οὐ δύναται εἰπεῖν·Ἄσω τῷ Κυρίῳ εὐεργετήσαντί με. Τῶν γὰρ ἐξελθόντων ἐστὶν ἀπὸ κακίας τὸ λέγειν·Ἄσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται κτλ. |
7 136 7 136 7 | Rondeau μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ | VatGr754 μνήσθητι, Κύριε, τῶν υἱῶνἘδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως ὁ θεμέλιος ἐν αὐτῇ |
sch4 136 sch4 136 sch4 | Rondeau Τὸ ἐκκενοῦτε, ἐκκενοῦτε ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ ὡς παρὰ τῶν ἐχθρῶν λεγόμενον τέθειται· δηλοῖ δὲ τοὺς παλαίοντας ἡμῖν πειρᾶσθαι καὶ τῶν φυσικῶν τῆς ἀρετῆς ἅπτεσθαι σπερμάτων, ἅπερ τροπικῶς ὠνόμασε θεμέλιον ἀπ' ἀρχῆς καταβεβλημένον ἐν τῇ ψυχῇ, ἵνα παντάπασιν ὁ νοῦς ἀρετῆς ἐκπεσὼν κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνότερος ὑπέρου , μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου . | VatGr754 τὸ « Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ,» ὡς παρὰ τῶν ἐχθρῶν λεγόμενον τέθειται· δηλοῖ δὲ τοὺς παλαίοντας ἡμῖν πειρᾶσθαι καὶ τῶν φυσικῶν τῆς ἀρετῆς ἅπτεσθαι σπερμάτων, ἅπερ τροπικῶς ὠνόμασε θεμέλιον, ἀπ' ἀρχῆς καταβεβλημένον ἐν αὐτῇ τῇ ψυχῃ ἵνα παντάπασιν ὁ νοῦς ἀρετῆς ἐκπεσὼν κατὰ τὴν παροιμίαν περιπατήσῃ γυμνότερος ὑπέρου, μὴ ἐνδυσάμενος τὸν Χριστὸν μηδὲ ἔχων ἔνδυμα γάμου. |
9 136 9 136 9 | Rondeau Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν | VatGr754 Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν, κ. τ. ἑ. |
sch5 136 sch5 136 sch5 | Rondeau Ὅσοι κατὰ τὴν διδασκαλίαν τὴν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια τῆς Βαβυλῶνος ἐδαφίζουσι πρὸς τὴν πέτραν. | VatGr754 Ὅσοι κατὰ τὴν διδασκαλίαν τοῦ Χριστοῦ τὰ φαῦλα νοήματα διαφθείρουσι τῆς ψυχῆς, οὗτοι τὰ νήπια Βαβυλῶνος ἐδαφίζουσι |
3 137 1 3 137 1 3 | Rondeau καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι | VatGr754 καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι |
sch1 137 sch1 137 sch1 | Rondeau Ἐναντίον ἀγγέλων ψάλλειν ἐστὶν τὸ ἀπερισπάστως ψάλλειν, ἤτοι τυπουμένου τοῦ ἡγεμονικοῦ ἡμῶν μόνοις τοῖς σημαινομένοις πράγμασιν ὑπὸ τοῦ ψαλμοῦ, ἢ καὶ μὴ τυπουμένου· ἢ τάχα οὗτος ἐναντίον ἀγγέλων ψάλλει ὁ νοῶν τὴν δύναμιν τῶν ψαλμῶν. | VatGr754 ἐναντίον ἀγγέλων ψάλλειν ἐστὶ τὸ ἀπερισπάστως ψάλλειν, ἤτοι τυπουμένου τοῦ ἡγεμονικοῦ ἡμῶν μόνοις τοῖς σημαινομένοις πράγμασιν ὑπὸ τοῦ ψαλμοῦ, ἢ καὶ μὴ τυπουμένου· ἢ τάχα οὕτος ἐναντίον ἀγγέλων ψάλλει ὁ νοῶν τὴν δύναμιν τῶν ψαλμῶν. |
5 137 5 137 5 | Rondeau καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου, ὅτι μεγάλη ἡ δόξα κυρίου | VatGr754 |
sch2 137 sch2 137 sch2 | Rondeau Ὁδοὶ κυρίου εἰσὶν αἱ ἀρεταὶ αἱ φέρουσαι ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. | VatGr754 Τοὺς μὲν ταπεινοὺς ὁ Κύριος διὰ τῶν ἀρετῶν ἐφορᾷ, τοὺς δὲ κατὰ διάνοιαν ὑψηλοὺς διὰ τῆς σοφίας γινώσκει· τούτους γὰρ ἐφορᾶν καὶ γινώσκειν λέγεται ὁ Θεὸς, τοὺς ἐν οἷς χωρεῖ· καὶ τούτους μὴ ἐφορᾶν, μηδὲ γινώσκειν τοὺς ἐν οἷς οὐ χωρεῖ. Καὶ τοῦτο καθόλου σημειωτέον ἐν πάσῃ τῇ θείᾳ γραφῃ. |
6 137 6 137 6 | Rondeau ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει | VatGr754 «Οτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ, καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.» |
sch3 137 sch3 137 sch3 | Rondeau Τοὺς μὲν ταπεινοὺς ὁ κύριος διὰ τῶν ἀρετῶν ἐφορᾷ· τοὺς δὲ κατὰ διάνοιαν ὑψηλοὺς διὰ τῆς σοφίας γινώσκει. Τούτους γὰρ ἐφορᾶν καὶ γινώσκειν λέγεται ὁ θεὸς τοὺς ἐν οἷς χωρεῖ καὶ τούτους μὴ ἐφορᾶν μηδὲ γινώσκειν τοὺς ἐν οἷς οὐ χωρεῖ· καὶ τοῦτο καθόλου σημειωτέον καὶ ἐν πάσῃ τῇ θείᾳ γραφῇ. | VatGr754 |
7 137 7 137 7 | Rondeau ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με | VatGr754 a. «̓Εὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με.» |
sch4 137 sch4 137 sch4 | Rondeau Εἰ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα , πέρας δὲ τῆς ἐλπίδος ἐστὶν ἡ γνῶσις ἡ τοῦ θεοῦ, ἥτις λέγεται ἡμῶν εἶναι ζωή, καλῶς γέγραπται τὸ ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. | VatGr754 Εἰ «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα», πέρας δὲ τῆς ἐλπίδος ἐστὶν ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἥτις λέγεται ἡμῶν εἶναι ζωὴ, καθὼς γέγραπται·Ἐὰν πορευθῶ κτλ. |
1 138 2 1 138 2 1 | Rondeau σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου | VatGr754 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου |
sch1 138 sch1 138 sch1 | Rondeau Καθέδρα ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς καθ' ἣν δυσκίνητος γίνεται πρὸς κακίαν· ἔγερσίς ἐστιν ἀπὸ τῶν αἰσθητῶν πραγμάτων ἐπὶ τὰ νοητὰ μετάβασις. | VatGr754 καθέδρα ἐστὶν ἕξις ἀρίστη λογικῆς ψυχῆς, καθ' ἣν δυσκίνητος γίνεται πρὸς κακίαν· ἔγερσίς δέ ἐστιν ἀπὸ τῶν αἰσθητῶν πραγμάτων ἐπὶ τὰ νοητὰ μετάβασις. [= Pitra .138.2] |
4 138 4 138 4 | Rondeau ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου | VatGr754 ὅτι οὐκ ἔστι λόγος ἐν γλώσσῃ μου, |
sch2 138 sch2 138 sch2 | Rondeau Γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν. | VatGr754 γλῶσσαν τροπικῶς τὴν καρδίαν ὠνόμασεν. |
7 138 7 138 7 | Rondeau ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; | VatGr754 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σουκαὶ απὸ τοῦ προωσ́που σου ποῦ φύγω; |
sch3 138 sch3 138 sch3 | Rondeau Οὐκ ἔστι τόπος ἔνθα μή ἐστιν ἡ γνῶσις ἡ τοῦ θεοῦ καὶ οἱ λόγοι τῶν γεγονότων. Κἂν γὰρ τὰ σώματα διαφύγῃ ὁ νοῦς, ἀλλ' εἰς τοὺς λόγους αὐτῶν ἐμπεσεῖται· εἰ δὲ καὶ τούτους παρέλθοι, τὴν γοῦν ἀσώματον οὐ διαφεύξεται φύσιν, ἀλλ' ἐν ἀυτῇ ὄψεται τὸν δημιουργόν· εἰ δὲ καὶ τοὺς λόγους τῆς ἀσωμάτου φύσεως ὁ νοῦς ὑπερβαίη, ὄψεται πάλιν τὴν ἁγίαν τριάδα, ἥτις γνῶσίς ἐστιν ἀπέραντος καὶ οὐσιώδης σοφία. | VatGr754 οὐκ ἔστι τόπος ἔνθα μὴ ἔστιν ἡ γνῶσις ἡ τοῦ Θεοῦ καὶ οἱ λόγοι τῶν γεγονότων. καὶ γὰρ τὰ σώματα διαφύγῃ ὁ νοῦς ἀλλ' εἰς τοὺς λόγους αὐτῶν ἐμπεσεῖται, εἴγε καὶ τούτους παρέλθοι· τὴν γοῦν ἀσώματον οὐ διαφεύξεται φύσιν, ἀλλ' ἐν ἑαυτῇ ὄψεται τὸν δημιουργόν. εἰ δὲ καὶ τοὺς λόγους τῆς ἀσωμάτου φύσεως ὁ νοῦς ὑπερβαίη, ὄψεται πάλιν τὴν ἁγίαν τριάδα ἥτις γνῶσίς ἐστιν ἀπέραντος καὶ οὐσιώδης σοφία. |
11 138 11 138 11 | Rondeau καὶ εἶπα· ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου | VatGr754 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ |
sch4 138 sch4 138 sch4 | Rondeau Εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστίν, ἐσκοτίσθη γάρ, φησίν, ἡ ἀσύνετος αὐτῶν καρδία , εἰκότως ἄρα ὁ αἴτιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν, τοῦ θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν . Ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω καὶ τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν. | VatGr754 εἰ ἡ ἄγνοια καρδίας σκότος ἐστὶν, ἐσκοτίσθη γὰρ, φησὶν, ἡ ἀσύνετος αὐτῶν καρδία, εἰκότως ἄρα ὁ αἴτιος ἡμῖν τοῦ σκότους τούτου γινόμενος, καὶ αὐτὸς ὀνομάζεται σκότος, ὅστις ἡμῶν τὴν ἐν γνώσει τρυφὴν προαιρεῖται σκοτίζειν τοῦ θεοῦ μὴ συγχωροῦντος, ἀλλὰ τὸ σκότος φωτίζοντος· τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. ὡς γὰρ τὴν ἄγνοιαν διὰ τῆς κακίας ἐπεκτησάμεθα, οὕτω τὴν γνῶσιν διὰ τῆς ἀρετῆς προσελάβομεν. |
12 138 12 138 12 | Rondeau ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς. | VatGr754 |
1 138 13 1 138 13 1 | Rondeau ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε | VatGr754 |
15 138 15 138 15 | Rondeau οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς | VatGr754 |
1 138 16 1 138 16 1 | Rondeau τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου | VatGr754 τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. |
2 138 16 2 138 16 2 | Rondeau καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται | VatGr754 καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται |
3 138 16 3 138 16 3 | Rondeau ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς | VatGr754 ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς |
sch7 138 sch7 138 sch7 | Rondeau Ἀκατέργαστός ἐστι ψυχὴ ἡ μήπω δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως . | VatGr754 ἀκατέργαστος ἐστι ψυχὴ ἡ μήπω δι' ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως . |
sch8 138 sch8 138 sch8 | Rondeau Βιβλίον θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράφεσθαι νοῦς καθαρός· ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ προνοίας καὶ κρίσεως λόγοι, δι' οὗ βιβλίου γινώσκεται ὁ θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· καὶ δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους αὐτοῖς· προνοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ τούς περιέχοντας τούτους αἰῶνας. | VatGr754 βιβλίον θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράφεσθαι νοῦς καθαρός· ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ προνοίας καὶ κρίσεως λόγοι, δι' οὗ βιβλίου γινώσκεται ὁ θεὸς ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· δημιουργὸς μὲν διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ διὰ τοὺς ἀποκειμένους λόγους ἐν αὐτοῖς· προνοητὴς δὲ διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν διὰ τὰ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ τούτους περιέχοντας τοὺς αἰῶνας. |
sch9 138 sch9 138 sch9 | Rondeau Ἐν γνώσει πλασθήσονται καὶ οὐδεὶς ἔσται γνώσεως ἐκτός, ὅπως γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν . | VatGr754 ἐν γνώσει πλασθήσονται, καὶ οὐδεὶς ἔσται γνώσεως ἐκτὸς ὅπως γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. |
2 138 18 2 138 18 2 | Rondeau ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ | VatGr754 ἐξηγέρθην καὶ ἔτε εἰμὶ μετὰ σοῦ |
sch10 138 sch10 138 sch10 | Rondeau Ἔγειρε , φησίν, ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν και ἐπιφαύσει ὁ Χριστός · διὸ ἔγερσίς ἐστι ψυχῆς ἡ ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπάνοδος. | VatGr754 ἔγειρε, φυσίν, ὁ κατεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν και ἐπιφαύσει ὁ Χριστός· διὸ ἔγερσίς ἔστι ψυχῆς ἡ ἀπὸ κακίας ἐπ' ἀρετὴν ἐπάνοδος. |
2 138 20 2 138 20 2 | Rondeau λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου | VatGr754 λήψονται εἰς ματαιότητα τὰς πόλεις σου |
sch11 138 sch11 138 sch11 | Rondeau Αἱ λογικαὶ ψυχαὶ πόλεις εἰσὶ τοῦ θεοῦ, πεφυκυῖαι δέχεσθαι νόμον θεοῦ καὶ αὐτὸν τὸν θεόν, ἅστινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότητα καὶ ἐργασίαν κακίας. | VatGr754 αἱ λογικαὶ ψυχαὶ πόλεις εἰσὶ τοῦ θεοῦ, πεφυκυῖαι δέχεσθαι λόγον θεοῦ, καὶ αὐτὸν τὸν Θεὸν, ἅςτινας λαμβάνουσιν οἱ ἐχθροὶ πρὸς ματαιότητα καὶ ἐργασίαν κακίας. |
1 138 22 1 138 22 1 | Rondeau τέλειον μῖσος ἐμίσουν αὐτοὺς | VatGr754 τέλειον μῖσος ἐμίσουν αὐτοὺς |
sch12 138 sch12 138 sch12 | Rondeau Εἰ ὁ τελείως μισήσας τὸν πονηρὸν ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων ἡστινοσοῦν κακίας αὐτοῧ τελείως οὐ μεμίσηκε τὸν πονηρόν. | VatGr754 εἰ ὁ τελείως μισήσας τον̀ πονηρὸν ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων ἡστινοσοῦν κακίας αὐτοῧ τελείως οὐ μεμίσηκε τον̀ πονηρόν. |
1 138 23 1 138 23 1 | Rondeau δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου | VatGr754 δοκίμασόν με, ὁ θεός, καὶ γνῶθι τὴν καρδίαν μου |
sch13 138 sch13 138 sch13 | Rondeau Εἰ ὁ θεὸς ἡμῶν ἐστι πῦρ καταναλίσκον , διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων. | VatGr754 εἰ ὁ θεὸς ἡμῶν ἐστι πῦρ καταναλίσκον, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων. |
sch5 138 sch5 138 sch5 | Rondeau Οὗτινος τοὺς νεφροὺς κτᾶται ὁ κύριος, λεγέτω τὸ κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου . | VatGr754 οὗτινος τοὺς νεφροὺς κτᾶται ὁ κύριος, λεγέτω τὸ κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου. |
sch6 138 sch6 138 sch6 | Rondeau Ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν ἣν ἐποίησεν μόνος ὁ θεὸς κακίας ἐκτός, ὕστερον δὲ γέγονεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, τουτέστιν ἐν ἐσχάτῃ ἀκαθαρσίᾳ, ἀλλ' ὅμως καὶ τοῦτο μέλλουσαν αὐτὴν πάσχειν προεῖδεν ὁ κύριος καὶ διὰ τῆς προνοίας πάλιν τῷ ἰδίῳ βιβλίῳ αὐτὴν ἐγκατέγραψεν. | VatGr754 ὀστοῦν τὴν ψυχὴν ὠνόμασε νῦν, ἣν ἐποίησε μόνος ὁ θεὸς κακίας ἐκτός, ὕστερον δὲ γέγονεν ἐν τοῖς κατωτάτοις τῆς γῆς, τουτέστιν ἐν ἐσχάτῃ ἀκαθαρσίᾳ, ἀλλ' ὅμως καὶ τοῦτο μέλλουσαν αὐτὴν πάσχειν προεῖδεν ὁ κύριος καὶ διὰ τῆς προνοίας πάλιν τῷ ἰδίῳ βιβλίῳ κατέγραψεν. |
13 138 138 13 138 13 | Rondeau | VatGr754 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, κύριε |
15 138 138 15 138 15 | Rondeau | VatGr754 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς |
3 139 3 139 3 | Rondeau οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους | VatGr754 Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, κ. τ. ἑ. |
sch1 139 sch1 139 sch1 | Rondeau Διὰ τῶν λογισμῶν οἱ δαίμονες ἡμῖν παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίαν κινοῦντες, ποτὲ δὲ ὀργὴν, καὶ ἄλλοτε πάλιν ἐν τῷ αὐτῷ θυμὸν καὶ ἐπιθυμίαν, δι' ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός, ἀλλ' οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον. Οἱ δὲ ἄλλοι ἐκ διαλειμμάτων ἐπέρχονται ἀλλήλους διαδεχόμενοι· τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατ' ἐκείνην τὴν ἡμέραν οὐδεὶς διαδέχεται λογισμός, πρῶτον μὲν ὅτι καὶ χρονίζει, ἔπειτα δὲ ὅτι καὶ σχεδὸν πάντας τοὺς λογισμοὺς ἔχει ἐν ἑαυτῷ. | VatGr754 Διὰ τῶν λογισμῶν ἡμῖν οἱ δαίμονες παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίας κινοῦντες, ποτὲ δὲ ὀργὰς, ἄλλοτε πάλιν ἐν ταυτῷ θυμὸν καὶ ἐπιθυμίαν, δι' ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός· ἀλλ' οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον, οἱ δ' ἄλλοι ἐκ διαλείμματος ἐπέρχονται ἀλλήλους διαδεχόμενοι. Τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατ' ἐκείνην τὴν ἡμέραν οὐδεὶς διαδέχεται διαλογισμὸς, πρῶτον μὲν, ὅτι καὶ χρονίζει, ἔπειτα δὲ καὶ σχεδὸν πάντας τοὺς λογισμοὺς ἔχει ἐν ἑαυτῷ. |
4 139 4 139 4 | Rondeau ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως | VatGr754 Ἠκόνησαν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, κ. τ. ἑ. |
sch2 139 sch2 139 sch2 | Rondeau Τὸν ὀξύτατον λογισμὸν ἠκονημένον ὡς ὄφεως λέγει. Τοιοῦτος δέ ἐστι καὶ ὁ λογισμὸς ὁ πρὸς βλασφημίαν θεοῦ τὸν νοῦν ἐξαρπάζων. | VatGr754 Τὸν ὀξύτατον λογισμὸν ἠκονημένον λέγει. Τοιοῦτος δὲ καὶ ὁ πρὸς βλασφημίαν τὸν νοῦν ὑφαρπαζων λογισμός. |
6 139 6 139 6 | Rondeau ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι | VatGr754 Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου, κ. τ. ἑ. | VatGr754 Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι. Œ [γ´]. Διὰ τὰ πάθη ἀδυνατοῦσιν, καὶ τὴν ἄλογον αὐτῶν ἐπίγνωσιν, οὕτω καὶ τῇ Εὔᾳ φησίν·Ἔσεσθε ὡς Θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. |
sch3 139 sch3 139 sch3 | Rondeau Πάνυ τετηρημένως τέθεικε τοῦτο· τὰ γὰρ φαῦλα νοήματα πολλάκις οὐ γυμνὰ ἐναποτίθενται ἡμῖν οἱ δαίμονες, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἄλογον αὐτῶν θεασάμενος τοὺς λογισμοὺς ἀπορρίψῃ, ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων, καὶ τὰ πονηρὰ νοήματα ἐπισπείρουσι. Καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισμοὺς οὓς ἀπώσασθαι διὰ τὰ πάθη ἀδυνατοῦσι κἂν τὴν ἀλογίαν αὐτῶν ἐπιγνῶσιν· οὕτω καὶ τῇ Εὔᾳ φησίν· Ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν . | VatGr754 Ἀλλὰ καὶ τὰ φαῦλα νοηματα πολλάκις οἱ δαίμονες οὐ γυμνὰ ἀποτίθενται ἡμῖν, ἵνα μὴ ὁ νοῦς ἄντικρυς τὸ ἄλογον αὐτῶν θεασαμενος, τοὺς λογισμοὺς ἀποῤῥίψῃ· ἀλλὰ μετά τινων ἄλλων χρηστοφανῶν νοημάτων τὰ πονηρὰ νοήματα ἐπισπείρουσι· καὶ τοῦτο μόνον ἐπὶ τῶν τελείων ποιοῦσι, τῶν μὴ ἐχόντων πάθη· τοῖς γὰρ ἐμπαθέσι καὶ ἀκαθάρτοις καὶ φανερῶς ἐμβάλλουσι τοὺς λογισμοὺς, οὓς ἀπώσασθαι ἀδυνατοῦσιν. |
9 139 9 139 9 | Rondeau διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν | VatGr754 Διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθώσιν. |
sch4 139 sch4 139 sch4 | Rondeau Ὅσον ὑψοῦνται νικῶντες οἱ ἐχθροί, τοσοῦτον ἡττώμενοι ταπεινοῦνται. | VatGr754 Ὅσον ὑψοῦνται νικῶντες οἱ ἐχθροὶ, τοσοῦτον ἡττώμενοι αἰσχύνωνται. |
10 139 10 139 10 | Rondeau ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν | VatGr754 Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. |
sch5 139 sch5 139 sch5 | Rondeau Κύκλωμα εἶπεν τὸ κυκλῶσαι αὐτὸν τάγμα· κεφαλὴν δὲ ἤτοι τὸν προεστῶτα διάβολον τοῦ τάγματος τούτου ἢ τὸ πρῶτον ἐν τῇ καρδίᾳ πονηρὸν συνιστάμενον νόημα, περὶ οὗ εἶπεν καὶ ὁ θεὸς ἐν τῇ Γενέσει τό σὺ τηρήσεις αὐτοῦ κεφαλήν καὶ αὐτός σου τηρήσει πτέρναν . | VatGr754 Κύκλωμα εἶπεν τὸ κυκλῶσαι αὐτὸν τάγμα· κεφαλὴν δὲ, ἤτοι τὸν προεστῶτα διαβολον τοῦ τάγματος τούτου· ἢ τὸ πρῶτον ἐν τῇ καρδίᾳ πονηρὸν συνιστάμενον νόημα, περὶ οὗ εἶπεν καὶ ὁ Θεὸς ἐν τῇ Γενέσει τό· Συντηρήσεις αὐτοῦ κεφαλήν. |
11 139 11 139 11 | Rondeau πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες, | Rondeau ἐν πυρὶ καταβαλεῖς αὐτούς | VatGr754 Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρὸς, κ. τ. ἑ. |
sch6 139 sch6 139 sch6 | Rondeau Τοῦτο τὸ πῦρ μετὰ τῶν ἀνθράκων κατακαίει ξύλα, χόρτον, καλάμην , τὰς μοχθηρὰς ἕξεις καταναλίσκον. | VatGr754 Τοῦτο τὸ πῦρ καὶ οἱ ἄνθρακες κατακαίουσι ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις καταναλίσκοντα. |
2 139 12 2 139 12 2 | Rondeau ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν | VatGr754 |
sch7 139 sch7 139 sch7 | Rondeau Θηρεύσει τὸν ἄδικον τὰ κακοῦντα αὐτὸν καὶ κολάζοντα. | VatGr754 |
13 139 13 139 13 | Rondeau ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων | VatGr754 Ἔγνων ὅτι ποιήσει Κύριος κρίσιν τοῦ πτωχοῦ. |
sch8 139 sch8 139 sch8 | Rondeau Ἔγνω τῷ προφητικῷ πνεύματι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ. | VatGr754 Ἔγνω τῷ προφητικῷ πνεύματι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ. |
14 139 14 139 14 | Rondeau καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου | VatGr754 Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. |
sch9 139 sch9 139 sch9 | Rondeau Σὺν τῷ προσώπῳ σου, σὺν τῇ σοφίᾳ σου τῇ θεωρουμένῃ ἐν τοῖς γεγονόσιν. | VatGr754 Σὺν τῷ προσώπῳ σου, σὺν τῇ σοφίᾳ σου, τῇ θεωρουμένῃ ἐν τοῖς γεγονόσιν. |
1 140 2 1 140 2 1 | Rondeau κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου | VatGr754 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. |
sch1 140 sch1 140 sch1 | Rondeau Τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις . Καὶ ἔστιν ἓν εἶδος προσευχῆς ὁμιλία νοῦ πρὸς θεὸν ἀτύπωτον τὸν νοῦν διασῴζουσα· ἀτύπωτον δὲ λέγω νοῦν τὸν μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενον. Μόνα γὰρ ἐκεῖνα τῶν ὀνομάτων καὶ ῥημάτων τυποῖ τὸν νοῦν ἡμῶν καὶ σχηματίζει τὰ σημαίνοντά τι τῶν αἰσθητῶν, προσευχόμενον δὲ νοῦν πάντη δεῖ τῶν αἰσθητῶν ἐλεύθερον εἶναι· τὸ δὲ τοῦ θεοῦ νόημα διασῴζει τὸν νοῦν ἀναγκαίως ἀτύπωτον· οὐ γάρ ἐστι σῶμα θεός. | VatGr754 τούτου κατευθύνεται ἡ προσευχὴ ὡς θυμίαμα, τοῦ δυναμένου εἰπεῖν· Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις. καὶ ἐστὶν ἓν εἶδος προσευχῆς ὁμιλία νοῦ πρὸς Θεὸν ἀτύπωτον τὸν νοῦν διαζῴζουσα· ἀτύπωτον δὲ λέγω νοῦν τὸν μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενον. μόνα γὰρ ἐκεῖνα τῶν ὀνομάτων καὶ ῥημάτων τυποῖ τὸν νοῦν ἡμῶν καὶ σχηματίζει τὰ σημαίνοντά τι τῶν αἰσθητῶν, προσευχόμενον δὲ νοῦν πάντη δεῖ τῶν αἰσθητῶν ἐλεύθερον εἶναι· τὸ δὲ τοῦ Θεοῦ νόημα διασώζει τὸν νοῦν ἀναγκαίως ἀτύπωτον· οὐ γάρ ἐστι σῶμα. |
1 140 3 1 140 3 1 | Rondeau θοῦ, κύριε, φυλακὴν τῷ στόματί μου | VatGr754 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου |
sch2 140 sch2 140 sch2 | Rondeau Οὐδὲν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ θεοῦ, εἴγε τῷ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ . | VatGr754 οὐδὲν οὕτω φυλάσσει τὴν καρδίαν ἡμῶν ὡς ὁ φόβος τοῦ Θεοῦ, εἴγε τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. |
2 140 5 2 140 5 2 | Rondeau ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου | VatGr754 ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου |
sch3 140 sch3 140 sch3 | Rondeau Ἔλαιον λέγει ἁμαρτωλοῦ τὴν εὐποιΐαν τὴν μὴ διὰ τὴν γνῶσιν τοῦ θεοῦ γινομένην, ἀλλὰ διὰ τὴν δόξαν τὴν παρὰ τῶν ἀνθρώπων. Τοῦτο γάρ ἐστιν καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα. | VatGr754 ἔλαιον λέγει ἁμαρτωλοῦ τὴν εὐποιΐαν τὴν μὴ διὰ τὴν γνῶσιν τοῦ Θεοῦ γινομένην, ἀλλὰ διὰ τὴν δόξαν τὴν παρὰ τῶν ἀνθρώπων. τοῦτο γάρ ἐστι καὶ τὸ σαλπίζειν τὸν τὴν ἐλεημοσύνην ποιοῦντα. |
2 140 7 2 140 7 2 | Rondeau διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην | VatGr754 διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην |
sch4 140 sch4 140 sch4 | Rondeau Τὰς δυνάμεις τῆς ψυχῆς ὀστᾶ τῆς ψυχῆς ὀνομάζει, ἅπερ διασκορπίζεται κακίας ἐφαπτόμενα καὶ ἀγνωσίας. Εὖ δὲ καὶ τὸ φάναι· διεσκορπίσθησαν, οἱ γὰρ ἐν ἀρετῇ ὄντες εἷς εἰσιν ἐν κυρίῳ. | VatGr754 Τὰς δυνάμεις τῆς ψυχῆς ὀστᾶ τῆς ψυχῆς ὀνομάζει, ἅπερ διεσκορπίζεται κακίας ἐφαπτόμενα καὶ ἀγνωσίας. εὖ δὲ καὶ τὸ φάναι· διεσκορπίσθη· οἱ γὰρ ἐν ἀρετῇ ὄντες εἷς εἰσιν ἐν Κυρίῳ. |
9 140 9 140 9 | Rondeau | VatGr754 πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἀμαρτωλοι |
sch5 140 sch5 140 sch5 | Rondeau Ἀμφίβληστρόν ἐστι κόλασις ποικίλη ἀπὸ τῶν βυθῶν τῆς κακίας τοὺς ἀκαθάρτους ἀνιμωμένη, ἀλλὰ τοῦτο μὲν τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος, τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικὴ τοὺς ἀποπλανηθέντας ἀπὸ τῆς θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἐπανάγουσα. | VatGr754 ἀμφίβληστρόν ἐστι κόλασις ποικίλη ἀπὸ τῶν βυθῶν τῆς κακίας τοὺς ἀκαθάρτους ἀνειμωμένη. ἀλλὰ τοῦτο μὲν τὸ ἀμφίβληστρον τοῦ μέλλοντός ἐστιν αἰῶνος, τοῦ δὲ ἐνεστῶτος αἰῶνός ἐστιν ἀμφίβληστρον διδασκαλία πνευματικη τοὺς ἀποπλανηθέντας ἀπὸ θεοσεβείας ἐπὶ τὴν ἀρετὴν ἐπανάγουσα. |
1 140 10 1 140 10 1 | Rondeau πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί | VatGr754 |
3 141 4 3 141 4 3 | Rondeau ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι | VatGr754 ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι |
sch1 141 sch1 141 sch1 | Rondeau Πάσαις οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύουσι ταῖς ἀρεταῖς. Καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, ἐν δὲ τῇ σωφροσύνῃ τὴν τῆς πορνείας καὶ πάλιν ἐν τῇ ἀγάπῃ τιθέασι τοῦ μίσους τὴν παγίδα καὶ ἐν τῇ πραΰτητι ἐμβάλλουσι τὴν θρασύτητα καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν θεόν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν καὶ ἐν τῇ νηστείᾳ τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ὡς ἐπὶ τῆς πρακτικῆς, τί δέ τις ἂν εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοῖς δόγμασιν ἐναπέκρυψαν; | VatGr754 πάσαις οἱ ἐχθροὶ ἡμῶν ἐπιβουλεύουσι ταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τὴν τῆς δειλίας παγίδα, ἐν δὲ τῇ σωφροσύνῃ τὴν τῆς πορνείας καὶ πάλιν ἐν τῇ ἀγάπῃ τιθέασι τοῦ μίσους παγίδα καὶ ἐν τῇ πραΰτητι ἐμβάλλουσι τὴν θρασύτητα καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ διὰ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν καὶ ἐν τῇ νηστείᾳ τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. καὶ ταῦτα μὲν ὡς ἐπὶ τῆς πρακτικῆς, τί δε τις ἄν εἴποι καὶ ἐπὶ τῆς θεωρίας ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοῖς δόγμασιν ἑναπέκρυψαν; |
3 141 5 3 141 5 3 | Rondeau ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ | VatGr754 Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ |
sch2 141 sch2 141 sch2 | Rondeau Ὁ ἀπολέσας τὴν φυγὴν ταύτην οὐ δύναται λέγειν τὸ ἐν θλίψει ἐπλάτυνάς μοι , διέξοδον ἀπὸ τῶν πιεζόντων αὐτὸν λογισμῶν μὴ εὑρίσκων, ὅπερ μάλιστα συμβαίνει τοῖς μὴ ἔχουσι διάκρισιν λογισμῶν. Ἐνταῦθα δὲ ἤτοι ταπεινοφροσύνης χάριν τέθειται τοῦτο ἢ ὄντως καὶ αὐτὸς ἀπώλεσε τὴν φυγὴν κατ' ἀναλογίαν τῆς αὐτοῦ καταστάσεως πειραζόμενος καὶ μὴ εὑρίσκων τοὺς λόγους τῶν προσπεσόντων αὐτῷ πειρασμῶν· πάντως γὰρ καὶ τούτῳ ἡ πάλη ἐγένετο οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις . | VatGr754 Ὁ ἀπολέσας τὴν φυγὴν ταύτην, οὐ δύναται λέγειν τὸ < ἐν θλίψει ἐπλάτυνάς μοι, > διέξοδον ἀπὸ τῶν πταιζόντων αὐτὸν λογισμῶν μὴ εὑρίσκων ὅπερ μάλιστα συμβαίνει τοῖς μὴ ἔχουσι διάκρισιν λογοσμῶν· ἐνταῦθα δὲ ἤτοι ταπεινοφροσύνης χάριν τέθειται τοῦτο ἢ ὄντως καὶ αὐτὸς ἀπώλεσε τὴν φυγὴν, κατ' ἀναλογίαν τῆς αυτοῦ καταστάσεως πειραζόμενος καὶ μὴ εὑρίσκων τοὺς λόγους τῶν προσπεσόντων αὐτῷ πειρασμῶν· πάντως γὰρ καὶ τούτῳ ἡ πάλη ἐγένετο, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ ἐν τοῖς ἐπουρανίοις. |
3 141 6 3 141 6 3 | Rondeau μερίς μου ἐν γῇ ζώντων | VatGr754 μερίς μου εἶ ἐν γῇ ζώντων |
sch3 141 sch3 141 sch3 | Rondeau Εἰ ὁ κύριος ἡμῶν σοφία ἐστίν, ἡ μερὶς δὲ τῶν ζώντων ὁ κύριός ἐστιν, ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ καθ' ἣν καὶ χρηματίζουσι ζῶντες. | VatGr754 Εἰ ὁ Κύριος ἡμῶν σοφία ἐστὶ, ἡ μερὶς δὲ τῶν ζώντων ὁ κυριός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθ' ἣν καὶ χρηματίζουσι ζῶντες. |
3 141 7 3 141 7 3 | Rondeau ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με | VatGr754 Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με |
sch4 141 sch4 141 sch4 | Rondeau Πειρασμοὶ συνεχεῖς διώκουσι τὸν νοῦν ἀπὸ γνώσεως. | VatGr754 Πειρασμοὶ συνεχεῖς διώκουσι τὸν νοῦν ἀπὸ γνώσεως. |
1 141 8 1 141 8 1 | Rondeau ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου | VatGr754 Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου |
sch5 141 sch5 141 sch5 | Rondeau Οὐ πάντων ἐστὶ τὸ λέγειν· ἔκβαλλε ἐκ φυλακῆς τὴν ψυχήν μου, εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καρδίας καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβάλλειν τῇ θεωρίᾳ τῶν γεγονότων. | VatGr754 Οὐ πάντων ἐστὶ τὸ λέγειν· «Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου, » εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καρδίας καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων. |
1 142 2 1 142 2 1 | Rondeau καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου | VatGr754 Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου |
2 142 2 2 142 2 | Rondeau ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν | VatGr754 ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν |
sch1 142 sch1 142 sch1 | Rondeau Καὶ ὁ Ἰώβ φησιν· Ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων . | VatGr754 Καὶ ὁἸώβ φησιν·Ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ, οὐ μὴ ὑπακούσῃ αὐτῷ, ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. |
sch2 142 sch2 142 sch2 | Rondeau Εἰ οἱ συναποθνῄσκοντες τῷ Χριστῷ δικαιοῦνται, οἱ ζῶντες ἄρα τὴν ζωὴν ἀντικειμένην τούτῳ τῷ θανάτῳ οὐ δικαιοῦνται ἐνώπιον τοῦ θεοῦ. | VatGr754 Εἰ οἱ συναποθνήσκοντες τῷ Χριστῷ δικαιοῦνται, οἱ ζῶντες ἄρα τὴν ζωὴν ἀντικειμένην τούτῳ τῷ θανάτῳ, οὐ δικαιοῦνται ἐνώπιον τοῦ Θεοῦ. |
1 142 5 1 142 5 1 | Rondeau ἐμνήσθην ἡμερῶν ἀρχαίων | VatGr754 |
2 142 5 2 142 5 2 | Rondeau καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου | VatGr754 Καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου |
sch3 142 sch3 142 sch3 | Rondeau Ὁ γινώσκων τοὺς λόγους τῶν γεγονότων, οὗτος μελετᾷ ἐν τοῖς ἔργοις τοῦ θεοῦ. | VatGr754 Ὁ γινώσκων τοὺς λόγους τῶν γεγονότων, οὗτος μελετᾷ ἐν τοῖς ἔργοις τοῦ Θεοῦ. |
2 142 6 2 142 6 2 | Rondeau ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι | VatGr754 Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι |
sch4 142 sch4 142 sch4 | Rondeau Γῆ ἄνυδρός ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα. | VatGr754 Γῆ ἄνυδρός ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσιν ἐπιζητοῦσα. |
8 142 8 142 8 | Rondeau ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου | VatGr754 Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα |
sch5 142 sch5 142 sch5 | Rondeau Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ· τοῦτο γὰρ ἀκούειν λέγεται νοῦς ὃ γινώσκει καὶ τοῦτο μὴ ἀκούειν ὃ μὴ γινώσκει. Τὸ δὲ ἔλεος τοῦ θεοῦ πνευματικήν τινα θεωρίαν σημαίνει, εἴπερ νοῦς ἐστιν ὁ τοῦ ἐλέους τούτου καταξιούμενος. Ἔλεον δὲ ὀνομάζει τὴν θεωρίαν, διότι αὕτη τοὺς κοπιῶντας ἀναπαύει καὶ πεφορτισμένους ταῖς ἀνομίαις. Καὶ γὰρ ὁ Σολομὼν ἐν ταῖς Παροιμίαις φησί· Δότε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις ἵν' ἐπιλάθωνται τῆς πενίας , τουτέστι τῆς ἀγνωσίας· αὕτη γὰρ ἡ πενία φύσεως λογικῆς, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι . Ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου κυρίου ἐπιλανθάνεται τῆς πενίας καὶ τῶν πόνων καὶ τῶν ὀδυνῶν. | VatGr754 Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θείᾳ γραφῇ. τοῦτο γὰρ ἀκούειν λέγεται νοῦς, ὃ γινώσκει, καὶ τοῦτο μὴ ἀκούειν ὃ μὴ γινώσκει· τὸ δὲ ἔλεος τοῦ Θεοῦ πνευματικήν τινα θεωρίαν σημαίνει, εἴπερ νοῦς ἐστιν ὁ τοῦ ἐλέους τούτου καταξιούμενος· ἔλεον δὲ ὀνομάζει τὴν θεωρίαν διότι αὐτὴ τοῦς κοπιῶντας ἀναπαύει καὶ πεφορτισμένους ταῖς ἀνομίαις· καὶ γὰρ ὁ Σολομὼν ἐν ταῖς παροιμίαις φησί· Δότε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις, ἵν' ἐπιλάθωνται τῆς πενίας, τουτέστι τῆς ἀγνωσίας· αὕτη γὰρ ἡ πενία φύσεως λογικῆς, καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι· ὁ γὰρ μεθυσθεὶς ἀπὸ τῆς πιότητος τοῦ οἴκου [οἴνου??] Κυρίου, ἐπιλανθάνεται τῆς πενίας καὶ τῶν πόνων καὶ τῶν ὀδυνῶν. |
1 142 12 1 142 12 1 | Rondeau καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου | VatGr754 καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου |
sch6 142 sch6 142 sch6 | Rondeau Οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡμῶν ὡς θεωρία πνευματική. | VatGr754 Οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡμῶν, ὡς θεωρία πνευματικη. |
1 143 1 143 1 | Rondeau εὐλογητὸς κύριος ὁ θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν τοὺς δακτύλους μου εἰς πόλεμον | VatGr754 εὐλογητὸς Κύριος ὁ Θεός μουὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιντοὺς δακτύλους μου εἰς πόλεμον. |
sch1 143 sch1 143 sch1 | Rondeau Ὁ διδαχθεὶς παρὰ κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίσταται λόγους ἀρετῶν καὶ κακιῶν καὶ διαφορὰς λογισμῶν, γνωρίσματά τε ἀπαθείας καὶ ὅρους αὐτῆς. Ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων ἢ ἐνυπνίων γινώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογιστικοῦ μέρους γίνονται τῆς ψυχῆς κινουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ τοῦ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ. Ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ Μοναχῷ διειλήφαμεν· τῆς γὰρ ἠθικῆς πραγματείας ἡ τοιαύτη τῶν λόγων ἐξέτασις· νυνὶ δὲ ποσῶς κεκινήκαμεν τὸν ὑπὸ τοῦ κυρίου διδασκόμενον πόλεμον παραστῆσαι βουλόμενοι. | VatGr754 ὁ διδαχθεὶς παρὰ Κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίσταται λόγους ἀρετῶν καὶ κακιῶν καὶ διαφορὰς λογισμῶν, γνωρίσματά τε ἀπαθείας καὶ ὅρους αὐτῆς. ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων ἢ̀ ἐνυπνίων γινώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογιστικοῦ μέρους γίνονται τῆς ψυχῆς, κινουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ τοῧ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ Μοναχῳ περιειλήφαμεν. τῆς γὰρ ἠθικῆς πραγματείας ἡ τοιαύτη τῶν λόγων ἐξέτασις, νυνὶ δὲ ποσῶς κεκινήκαμεν τὸν ὑπὸ τοῦ Κυρίου διδασκόμενον, πόλεμον παραστῆσαι βουλόμενοι. |
sch4a 143 sch4a 143 sch4a | Rondeau | VatGr754 Ἄνθρωπος ματαιότητι ὡμοιώθη [[αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι]] |
sch5b 143 sch5b 143 sch5b | Rondeau | VatGr754 [[Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι·]] ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται |
sch2 143 sch2 143 sch2 | Rondeau Ματαιότης ἐστὶν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἣν τὰς φθαρτὰς ἡδονὰς προαιρουμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ. | VatGr754 Ματαιότης ἐστὶν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἣν τὰς φθαρτὰς ἡδονὰς προαιρουμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ. |
sch3 143 sch3 143 sch3 | Rondeau Ἁφή ἐστι θεοῦ διδασκαλία πνευματικὴ τὸν ἐκ τῆς κακίας ἐναποκείμενον καπνὸν ταῖς λογικαῖς ψυχαῖς ἐξελαύνουσα. | VatGr754 Ἁφή ἐστι Θεοῦ διδασκαλία πνευματικὴ τὸν ἐκ τῆς κακίας ἐναποκείμενον καπνὸν ταῖς λογικαῖς ψυχαῖς ἐξελαύνουσα. |
1 143 4 1 143 4 1 | Rondeau ἄνθρωπος ματαιότητι ὡμοιώθη | VatGr754 |
2 143 5 2 143 5 2 | Rondeau ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται | VatGr754 |
2 143 6 2 143 6 2 | Rondeau ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτοὺς | VatGr754 Ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτοὺς |
sch4 143 sch4 143 sch4 | Rondeau Ταῦτα τὰ βέλη ἀντίκεινται τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ . | VatGr754 Ταῦτα τὰ βέλη ἀντίκεινται τοῖς πεπυρωμένοις βέλεσι τοῦ πονηροῦ. |
2 143 7 2 143 7 2 | Rondeau ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, | VatGr754 [[Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους]] ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. |
3 143 7 3 143 7 3 | Rondeau ἐκ χειρὸς υἱῶν ἀλλοτρίων | VatGr754 |
sch5 143 sch5 143 sch5 | Rondeau Χείρ ἐστιν ἀλλοτρία λογισμὸς μετὰ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐγγινόμενος καὶ κατέχων τὸν νοῦν, ἀλλ' αὐτὴ μὲν ἡ χεὶρ ἅπτεται τῶν πρακτικῶν· τῶν δὲ θεωρητικῶν ἐστιν ἡ χεὶρ γνῶσις ψευδὴς αὐτῶν τῶν πραγμάτων ἢ τῆς θεωρίας αὐτῶν, ἄδικον ἢ ἄσοφον τὸν δημιουργὸν ὑποβάλλουσα. | VatGr754 Χείρ ἐστιν ἀλλοτρία λογισμὸς μετὰ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἐγγινόμενος καὶ κατέχων τὸν νοῦν· ἀλλ' αὐτὴ μὲν ἡ χεὶρ ἅπτεται τῶν πρακτικῶν· τῶν δὲ θεωρητικῶν ἐστιν ἡ χεὶρ γνῶσις ψευδὴς αὐτῶν τῶν πραγμάτων ἢ τῆς θεωρίας αὐτῶν, ἄδικον ἢ ἄσοφον τὸν δημιουργὸν ὑποβάλλουσα. |
sch6 143 sch6 143 sch6 | Rondeau Καὶ ὁ προφήτης φησί· Πλὴν κρίματα λαλήσω πρός σε· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται · καὶ πάλιν ὁ Δαυίδ φησι· Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν . | VatGr754 Καὶ ὁ προφήτης φησί· « Πλὴν κρίμα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; » Καὶ πάλιν ὁ Δαυΐδ φησι· « Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν. » |
1 143 8 1 143 8 1 | Rondeau ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα | VatGr754 |
sch8 143 sch8 143 sch8 | Rondeau Μακαριότης δικαίων ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως θεοῦ. | VatGr754 ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, [[καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας]] | VatGr754 δικαίων δὲ μακαριότης ἀπάθεια ψυχῆς μετὰ γνώσεως Θεοῦ. |
15 143 15 143 15 | Rondeau ἐμακάρισαν τὸν λαόν, ᾧ ταῦτά ἐστιν· | Rondeau μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ | VatGr754 Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστιν· μακάριος ὁ λαός, οὗ κύριος ὁ θεὸς αὐτοῦ |
sch7 143 sch7 143 sch7 | Rondeau Μακαριότης ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ πλήθους χρημάτων. | VatGr754 Μακαριότης ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ πλήθους χρημάτων. |
1 144 1 144 1 | Rondeau ὑψώσω σε, ὁ θεός μου, ὁ βασιλεύς μου | VatGr754 Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου |
sch1 144 sch1 144 sch1 | Rondeau Ὕψωσις πνευματική ἐστι εὐχαριστία νοῦ καθαροῦ ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ παρὰ θεῷ ἀγαθοῖς. | VatGr754 ὑψωσις πνευματική ἐστι εὐχαριστία νοῦ καθαροῦ ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ παρὰ θεοῦ ἀγαθοῖς. |
2 144 3 2 144 3 2 | Rondeau καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας | VatGr754 καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας |
sch2 144 sch2 144 sch2 | Rondeau Πάντων μὲν τῶν γεγονότων ἡ θεωρία πεπεράτωται· μόνης δὲ τῆς ἁγίας τριάδος ἡ γνῶσίς ἐστιν ἀπέραντος· οὐσιώδης γάρ ἐστι σοφία. | VatGr754 πάντων μὲν τῶν γεγονότων ἡ θεωρία πεπεράτωται· μόνης δὲ τῆς ἁγίας τριάδος ἡ γνῶσίς ἐστιν ἀπέραντος· οὐσιώδης γάρ ἐστι ἡ σοφία. |
1 144 4 1 144 4 1 | Rondeau γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου | VatGr754 γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου |
sch3 144 sch3 144 sch3 | Rondeau Αὕτη ἡ γενεὰ ἐκ τῶν κατ' ἀρετὴν καὶ γνῶσιν γεννωμένων συνίσταται. | VatGr754 αὕτη ἡ γενεὰ ἐκ τῶν κατ' ἀρετὴν καὶ γνῶσιν γενομένων συνίσταται. |
1 144 10 1 144 10 1 | Rondeau ἐξομολογησάσθωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου | VatGr754 Ἐξομολογησάσθωσάν σοι, κύριε, πάντα τὰ ἔργα σου |
sch4 144 sch4 144 sch4 | Rondeau Νῦν τὰ ἔργα τὰς λογικὰς φύσεις λέγει· αὗται γὰρ πεφύκασιν ἐξομολογεῖσθαι θεῷ· εἰ δ' ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς φύσεως τῆς σωματικῆς, θεὸς ἂν εἰδείη καὶ οἱ τούτου φίλοι. | VatGr754 νῦν τὰ ἔργα τὰς λογικὰς φύσεις λέγει· αὐταὶ γὰρ πεφύκασιν ἐξομολογεῖσθαι θεῳ· εἰ δὲ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς φύσεως τῆς σωματικῆς, θεὸς ἂν εἰδείη καὶ οἱ τούτου φίλοι. |
13 144 13 144 13 | Rondeau ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ | VatGr754 ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ |
sch5 144 sch5 144 sch5 | Rondeau Εἰ ἡ βασιλεία τοῦ θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστίν, καλῶς εἴρηται ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. Πλὴν καὶ τοῦτο ἰστέον ὅτι γενεὰ καὶ γενεὰ ἐν τοῖς αἰῶσιν λέγεται, τῶν μὲν διδασκόντων, τῶν δὲ μανθανόντων· ἐν δὲ τῇ ἁγίᾳ τριάδι γενεὰ καὶ γενεὰ οὐ ῥηθήσεται, πάντων γεγονότων ἐν θεῷ ἓν κατὰ τὴν προσευχὴν τοῦ κυρίου τὴν λέγουσαν· Δὸς αὐτοῖς ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν καθὼς ἐγὼ καὶ σὺ ἓν ἐσμὲν πάτερ . | VatGr754 εἰ ἡ βασιλεία τοῦ θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστὶῃ, καλῶς εἴρηται ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. πλὴν τοῦτο ἰστέον, ὅτι γενεὰ καὶ γενεὰ ἐν τοῖς αἰῶσιν λέγεται, τῶν μὲν διδασκόντων, τῶν δὲ μανθανόντων· ἐν δὲ τῇ ἁγίᾳ τριάδι γενεὰ καὶ γενεὰ [ου]̓ ῥηθήσεται, πάντων γεγονότων ἐν θεῷ ἓν, κατὰ τὴν προσευχὴν τοῦ Χριστοῦ λέγουσαν· « δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, καθὼς ἐγὼ καὶ σὺ ἐσμὲν ἓν, Πάτερ. » |
15 144 15 144 15 | Rondeau καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ | VatGr754 καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ |
sch6 144 sch6 144 sch6 | Rondeau Ὡς ἰατρὸς τῶν ψυχῶν ὁ Χριστὸς ἐν εὐκαιρίᾳ δίδωσιν αὐτοῖς τὴν τροφήν. Χρήσει δὲ τῷ ῥητῷ τούτῳ λύων τὸ ἐν τοῖς εὐαγγελίοις ὑπὸ τοῦ σωτῆρος λεγόμενον τὸ τί ἐμοὶ καὶ σοί, γύναι; καὶ οὔπω ἥκει ἡ ὥρα μου . Καὶ γὰρ ἐκεῖ καιρὸν σημείων οὐχ ἔφασκεν εἶναι, εἴπερ τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις · ἀπιστία γὰρ μετὰ τὸ κήρυγμα εἴωθε γίνεσθαι, κηρύσσειν δὲ οὔπω ὁ κύριος ἤρξατο τὴν βασιλείαν οὐρανῶν . | VatGr754 ὡς ἰατρὸς τῶν ψυχῶν ὁ Χριστὸς ἐν εὐκαιρίᾳ δίδωσιν αὐτοῖς τὴν τροφήν. χρήσει δὲ τῷ ῥητῷ τούτῳ, λύων τὸ ἐν τοῖς εὐαγγελίοις ὑπὸ τοῦ σωτῆρος λεγόμενον· « Τί ἐμοὶ καὶ σοὶ, γῦναι; καὶ οὔπω ἥκει ἡ ὥρα μου. » καὶ γὰρ ἐκεῖ καιρὸν σημείων οὐχ ἔφασκεν εἶναι, εἴπερ « τὰ σημεῖα οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις· » ἀπιστία γὰρ μετὰ τὸ κήρυγμα εἴωθε γίνεσθαι, κηρύσσειν δὲ οὔπω ὁ κύριος ἤρξατο τὴν βασιλείαν οὐρανῶν. » |
2 144 20 2 144 20 2 | Rondeau καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει | VatGr754 καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει |
sch7 144 sch7 144 sch7 | Rondeau Ἐξολέθρευσις ἁμαρτωλοῦ ἐστι χωρισμὸς λογικῆς ψυχῆς ἀπὸ τῆς ἐπισυμβάσης αὐτῇ κατὰ κακίαν ζωῆς. | VatGr754 ἐξολόθρευσις ἁμαρτωλοῦ ἐστι χωρισμὸς λογικῆς ψυχῆς ἀπὸ τῆς συμβάσης αὐτῇ κατὰ κακίαν ζωῆς. |
2 144 21 2 144 21 2 | Rondeau καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ | VatGr754 καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ |
sch8 144 sch8 144 sch8 | Rondeau Καὶ ὁ Παῦλος φησιν· Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις . Πλὰξ τοίνυν σαρκίνη ἐστὶν ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν νόμον τοῦ θεοῦ. Ἔστι δὲ καὶ ψεκτὴ σάρξ, ὡς τὸ οὐ μὴ καταμείνῃ τὸ πνεῦμα μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας · καὶ πάλιν ὁ Παῦλός φησι· Σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται · ἐνταῦθα γὰρ ἡ σὰρξ τὴν κακίαν σημαίνει. | VatGr754 και ὁ Παῦλος φησιν· οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίαις σαρκίναις. πλὰξ τοίνυν σαρκίνη ἐστὶν ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν νόμον τοῦ θεοῦ. ἔστι δὲ καὶ ψεκτὴ σάρξ, ὡς τὸ οὐ μὴ καταμείῃ τὸ πνεῦμα μου ἐν τοῖς ἀνθρώποις τούτοις· διὰ τὸ εἶναι αὐτοὺς σάρκας. καὶ πάλιν ὁ Παῦλός φησι· σὰρξ καὶ αἵμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται· ἐνταῦθα γὰρ ἡ σὰρξ τὴν κακίαν σημαίνει. |
sch7 145 sch7 145 sch7 | Rondeau | VatGr754 Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, [ποιοῦντα κρίσιν τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν] |
sch1 145 sch1 145 sch1 | Rondeau Ἀλήθειαν εἶπε τὸν ἀληθινὸν ἀπὸ τῆς ἕξεως ὀνομάσας τὸν μετέχοντα τῆς ἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ κύριος καὶ κρίσιν , τουτέστι τὸν ἐλεήμονα καὶ δικαιοκρίτην. Καὶ παρὰ τῷ Παύλῳ· Ἡ ἀγάπη οὐ περπερεύεται , ἀντὶ τοῦ ὁ ἔχων τὴν ἀγάπην. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόνων ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημένους αὐτάς. | VatGr754 Ἀλήθειαν εἶπε τὸν ἀληθινὸν, ἀπὸ τῆς ἕξεως ὀνομάσας τὸν μετέχοντα τῆς ἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ κύριος καὶ κρίσιν, τουτέστι τὸν ἐλεήμονα καὶ δικαιόκριτον. Καὶ παρὰ τῷ Παύλῳ « ἡ ἀγάπη οὐ περπερεύεται, » ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόνων ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημένους αὐτάς. |
3 145 6 3 145 6 3 | Rondeau Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα | VatGr754 |
3 145 7 3 145 7 3 | Rondeau κύριος λύει πεπηδημένους | VatGr754 |
sch2 145 sch2 145 sch2 | Rondeau Οὔτε τὰ πράγματα δεσμεῖ τὸν νοῦν οὔτε τὰ τούτων νοήματα, ἀλλὰ τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα. Καὶ γὰρ τὸν χρυσὸν ὁ κύριος ἔκτισεν καὶ αὐτὸς τὴν γυναῖκα πεποίηκεν· οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῇ τῶν ἀνθρώπων, ἀλλ' ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν τῇ καρδίᾳ. Ἵστησι γὰρ τὸν νοῦν τὰ πράγματα διὰ τῶν ἐμπαθῶν νοημάτων, καθάπερ καὶ τὸ ὕδωρ τὸν διψῶντα διὰ τῆς δίψης καὶ τὸν πεινῶντα ὁ ἄρτος διὰ τῆς πείνης. Τί οὖν πρὸς ταῦτα; Ὁ ἰατρὸς τῶν ψυχῶν οὔτε τὰ πράγματα διαφθείρει, αὐτὸς γὰρ αὐτῶν ἐστι δημιουργός, οὔτε τὸν νοῦν μὴ νοεῖν αὐτὰ καταναγκάζει, τοῦ γὰρ ὑπ' αὐτοῦ νοεῖσθαι ἕνεκεν γέγονεν, ἀλλὰ διὰ τῆς πνευματικῆς διδασκαλίας καὶ τῶν ἐντολῶν ἀνατρέψας τὰ πάθη, ἅπερ ἕτερά ἐστι τῶν νοημάτων καὶ τῶν πραγμάτων ἀφ' ἡμῶν ἔχοντα τὰς ἀρχὰς, ἐλεύθερον ἀφῆκε τὸν νοῦν τῶν δεσμῶν· καὶ τοῦτ' ἂν εἴη τό κύριος λύει πεπεδημένους. | VatGr754 Οὔτε τὰ πράγματα δεσμοῖ τὸν νοῦν, οὔτε τούτων νοήματα, ἀλλὰ τὰ ἐμπαθῆ τῶν πραγμάτων νοήματα. καὶ γὰρ τὸν χρυσὸν ὁ Κύριος ἔκτισεν, καὶ αὐτὸς τὴν γυναῖκα πεποίηκεν· οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ Θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῇ τῶν ἀνθρώπων, ἀλλ' ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν, ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν τῇ καρδίᾳ. ἵστησι γὰρ τὸν νοῦν τὰ πράγματα διὰ τῶν εμπαθῶν νοημάτων, καθάπερ καὶ τὸ ὕδωρ τὸν διψῶντα διὰ τῆς δίψης, καὶ τὸν πεινῶντα ὁ ἄρτος διὰ τῆς πείνης. τί οὖν πρὸς ταῦτα ὁ ἰατρὸς τῶν ψυχῶν οὔτε τὰ πράγματα διαφθείρει αὐτὸς γὰρ αὐτῶν ἐστι δημιουργὸς, οὔτε τὸν νοῦν μὴ νοεῖν αὐτὰ καταναγκάζει· τοῦ γὰρ ὑπ' αὐτοῦ νοεῖσθαι ἕνεκεν γέγονεν, ἀλλὰ διὰ τῆς πνευματικῆς διδασκαλίας καὶ τῶν ἐντολῶν ἀνατρέψας τὰ πάθη ἅπερ ἕτερά ἐστι τῶν νοημάτων καὶ τῶν πραγμάτων ἀφ' ἡμῶν ἔχοντα τὰς ἀρχὰς, ἐλεύθερον ἀφῆκε τὸν νοῦν τῶν δεσμῶν καὶ τοῦτ' ἂν εἴη τό· κύριος λύει πεπεδημένους. |
8 145 8 145 8 | Rondeau κύριος σοφοῖ τυφλοὺς | VatGr754 κύριος λύει πεπηδημένους | VatGr754 Κύριος σοφοῖ τυφλοὺς |
sch3 145 sch3 145 sch3 | Rondeau Τυφλότης ἐστὶ στέρησις γνώσεως. | VatGr754 τυφλότης ἐστὶ στέρησις γνώσεως. |
2 146 2 146 2 | Rondeau τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει | VatGr754 τὰς διασπορὰς τοῦἸσραὴλ ἐπισυνάξει |
sch1 146 sch1 146 sch1 | Rondeau Οὓς διασκορπίζει ἡ κακία, τούτους συνάγει ἡ ἀρετή· οὕτω καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις φησί· Καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ σκορπίζει . | VatGr754 Οὓς διασκορπίζει ἡ κακία, τούτους συνάγει ἡ ἀρετή· οὕτω καὶ ὁ κύριος ἐν τοῖς εὐαγγρλίοις φησί· καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει. |
4 146 4 146 4 | Rondeau ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν | VatGr754 ὁ ἀριθμῶν πλήθη ἄστρων, kaiì pa=sin au)toiÍj o)no/mata kalw½n |
sch2 146 sch2 146 sch2 | Rondeau Ὁ ἀριθμὸς ᾧ χρώμενος ὁ θεὸς ἀριθμεῖ τὰ λογικὰ καταστάσεων ἀρίστων μηνύει διαφορὰς καὶ ἃ τίθησιν ὀνόματα αὐτοῖς διαφόρους καὶ πνευματικὰς γνώσεις σημαίνει. Περὶ δὲ τῶν ἑρπετῶν τῶν ἐν τῇ θαλάσσῃ φησίν· Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός . Πῶς γὰρ ἐφαρμοσθήσεται ὁ πνευματικὸς ἀριθμὸς τοῖς ἕρπουσιν ἐπὶ γαστέρα καὶ δουλεύουσι ταῖς ἡδοναῖς, ὧν ὁ θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως καὶ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν . Καὶ πάλιν ὁ Σολομὼν πολλοὺς λέγει τοὺς τετρωμένους ὑπὸ τῆς κακίας καὶ ἀναριθμήτους τοὺς πεφονευμένους. | VatGr754 ὁ ἀριθμὸς ᾧ χρώμενος ὁ θεὸς ἀριθμεῖ τὰ λογικὰ, καταστάσεων ἄστρων μηνύει διαφορὰς καὶ ἃ τίθησιν ὀνόματα αὐτοῖς διαφόρους πνευματικὰς γνώσεις σημαίνει. περὶ δὲ τῶν ἑρπετῶν τῶν ἐν τῇ θαλάσσῃ φησίν· « ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. » πῶς γὰρ ἐφαρμοσθήσεται ὁ πνευματικὸς ἀριθμὸς τοῖς ἕρπουσιν ἐπὶ γαστέρα καὶ δουλεύουσι ταῖς ἡδοναῖς ὧν « ὁ θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως καὶ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. » καὶ πάλιν ὁ Σολομὼν πολλοὺς λέγει τοὺς τετρωμένους ὑπὸ κακίας καὶ ἀναριθμήτους τοὺς πεφονευμένους. |
2 146 9 2 146 9 2 | Rondeau καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν | VatGr754 [Καὶ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν,] καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν |
sch3 146 sch3 146 sch3 | Rondeau Ζητήσεις μήποτε συνεκδοχικῶς διὰ τῶν κοράκων πᾶσαν τῶν πτηνῶν τὴν φύσιν σημαίνει ὡς ἐπικαλουμένην θεὸν ἢ κόρακας νῦν λέγει φύσεις λογικὰς νοητῶς τρέφειν δικαίους πεπιστευμένας καὶ κολάζειν ἀδίκους προστασσομένας, εἴπερ τοῦ μὲν καταγελῶντος πατρὸς καὶ ἀτιμάζοντος γῆρας μητρὸς ἐκκόπτουσι κόρακες τοὺς ὀφθαλμοὺς ἐκ τῶν φαράγγων · τῷ δὲ Ἠλίᾳ ἄρτον κομίζουσι τὸ πρωῒ καὶ κρέα τῇ δείλῃ . | VatGr754 ζητήσεις μήποτε συνεκδοχικῶς διὰ τῶν κοράκων πᾶσαν τῶν πτηνῶν τὴν φύσιν σημαίνει ὡς ἐπικαλουμένην θεόν ἢ κόρακας νῦν λέγει φύσεις λογικὰς νοητῶς τρέφειν δικαίους πεπιστευμένας καὶ κολάζειν ἀδίκους προστασσομένας, εἴπερ τοῦ μὲν καταγελῶντος πατρὸς καὶ ἀτιμάζοντος γῆρας μητρὸς, ἐκκόπτουσι κόρακες τοὺς ὀφθαλμοὺς ἐκ τῶν φαράγγων· τῷ δὲἩλίᾳ ἄρτον κομίζουσι τὸ πρωῒ καὶ κρέα τὸ δείλης. |
10 146 10 146 10 | Rondeau οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ· | VatGr754 οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. |
sch4 146 sch4 146 sch4 | Rondeau Ματαία, φησί, δύναμις ἀνθρώπου καὶ τάχος ποδῶν· Φόβος γὰρ κυρίου προστίθησι γνῶσιν καὶ ἀγαθὴ ἐλπὶς δωρεῖται ἔλεον. | VatGr754 ματαία, φησὶ, δύναμις ἀνθρώπου καὶ τάχος ποδῶν. Φόβος γὰρ Κυρίου προστίθησι γνῶσιν καὶ ἀγάθη ἐλπὶς δωρεῖται ἔλεον. |
11 146 11 146 11 | Rondeau εὐδοκεῖ κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ | VatGr754 |
1 147 1 147 1 | Rondeau Ἐπαίνει Ἱερουσαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιών, | VatGr754 |
1 147 2 1 147 2 1 | Rondeau ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου | VatGr754 ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου |
sch1 147 sch1 147 sch1 | Rondeau Μοχλοὶ μὲν τῆς Ἱερουσαλήμ εἰσιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς παρεισδύνειν, τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ὀρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας τριάδος, εἴπερ ἡ μὲν Ἱερουσαλὴμ τὴν ψυχὴν σημαίνει, ἡ δὲ Σιὼν τὸν νοῦν· ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ μὲν ὅρασις εἰρήνης, ἡ δὲ Σιὼν σκοπευτήριον. | VatGr754 μοχλοὶ μὲν τῆςἹερουσαλήμ εἰσιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς παρεισδῦνειν· τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ὀρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας τριάδος, εἴπερ ἡ μὲνἹερουσαλὴμ τὴν ψυχὴν σημαίνει, ἡ δὲ Σιὼν τὸν νοῦν· ἑρμηνεύεται γὰρἹερουσαλὴμ μὲν ὅρασις εἰρήνης, Σιὼν δὲ σκοπευτήριον. |
3 147 3 147 3 | Rondeau ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην | Rondeau καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε | VatGr754 ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην | VatGr754 καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. |
sch2 147 sch2 147 sch2 | Rondeau Τὰ ὅρια τῆς εἰρήνης φασὶν εἶναι τὴν ἀπάθειαν τῆς ψυχῆς. | VatGr754 τα ὅρια τῆς εἰρήνης φασὶν εἶναι τὴν ἀπάθειαν τῆς ψυχῆς. |
sch3 147 sch3 147 sch3 | Rondeau Οὗτος ὁ πυρὸς ἐκ τοῦ σπέρματός ἐστιν ἐκείνου τοῦ καλοῦ τοῦ σπαρέντος ὑπὸ τοῦ κυρίου ἐν τῷ ἀγρῷ , ὅπερ πνευματικὴν γνῶσιν σημαίνει. | VatGr754 Οὗτος ὁ πυρὸς ἐκ τοῦ σπέρματός ἐστιν ἐκείνου τοῦ καλοῦ τοῦ σπαρέντος ὑπὸ τοῦ Κυρίου ἐν τῷ ἀγρῷ, ὅπερ πνευματικὴν γνῶσιν σημαίνει. |
4 147 4 147 4 | Rondeau | VatGr754 ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτου, [τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον ... ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·] |
5 147 5 147 5 | Rondeau τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, | VatGr754 τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, 6 βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; 7 ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· |
sch4 147 sch4 147 sch4 | Rondeau Διττῶς λέγεται διδόναι θεὸς ἢ ἐνεργῶν ἢ συγχωρῶν. Καὶ ἐπὶ μὲν τῶν ἀγαθῶν ὡς ἐνεργῶν, ἐπὶ δὲ τῶν κακῶν ὡς συγχωρῶν, ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλ' ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. Κατὰ οὖν τὸ δεύτερον σημαινόμενον τὸ διδόναι τὸν θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήκει αὐτά. | VatGr754 διττῶς λέγεται διδόναι θεὸς, ἢ ἐνεργῶν ἢ συγχωρῶν. καὶ ἑπὶ μὲν τῶν ἀγαθῶν ὡς ἐνεργῶν, ἐπὶ δὲ τῶν κακων ὡς συγχωρῶν, ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν, ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλ' ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. κατὰ οὖν τὸ δεύτερον σημαινόμενον τὸ διδόναι τὸν θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήξει αὐτά. |
6 147 6 147 6 | Rondeau βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται; | VatGr754 |
sch5 147 sch5 147 sch5 | Rondeau Ἡ χιὼν καὶ ὁ κρύσταλλος καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἔτηξεν ὁ τοῦ θεοῦ λόγος ἀποσταλείς· Πῦρ γὰρ ἦλθεν βαλεῖν ἐπὶ τὴν γῆν . | VatGr754 ἡ χιὼν καὶ ὁ κρύσταλλος, καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἔτηξεν ὁ τοῦ θεοῦ λόγος ἀποσταλείς· « Πῦρ » γὰρ, φησὶν, « ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. » |
1 147 7 1 147 7 1 | Rondeau ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· | VatGr754 |
8 147 8 147 8 | Rondeau ἀπαγγέλλων τὸν λόγιον αὐτοῦ τῷ Ιακωβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ· | VatGr754 ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ. 9. οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει |
sch6 147 sch6 147 sch6 | Rondeau Εἰ οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, ἀλλὰ μόνῳ τῷ Ἰακὼβ καὶ τῷ Ἰσραήλ, καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν τὰ λόγια αὐτοῦ καταδεξάμενοι, Ἰακὼβ καὶ Ἰσραήλ ἐσμεν, ἐπεὶ καὶ ἡμῖν ἐποίησεν. | VatGr754 εἰ οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, ἀλλὰ μόνῳ τῳ Ἰακὼβ καὶ τῳ Ἰσραὴλ καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν τὰ λόγια αὐτοῦ καταδεξάμενοι Ἰακὼβ καὶ Ἰσραὴλ ἐσμεν ἐπαὶ καὶ ἡμῖν ἐποίησεν. |
1 147 9 1 147 9 1 | Rondeau οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει | VatGr754 |
1 148 1 148 1 | Rondeau αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν | VatGr754 Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, κ. τ. ἑ. |
sch1 148 sch1 148 sch1 | Rondeau Αἶνός ἐστιν ὕμνος εἰς θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. | VatGr754 αἶνός ἐστιν ὕμνος εἰς Θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων. |
2 148 3 2 148 3 2 | Rondeau αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς | VatGr754 αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς |
sch2 148 sch2 148 sch2 | Rondeau Τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαίνει· Ὑμεῖς γάρ, φησίν, ἐστὲ τὸ φῶς τοῦ κόσμου . | VatGr754 τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαίνει· «Ὑμεῖς γὰρ », φησὶν, « ἐστὲ τὸ φῶς τοῦ κόσμου. » |
1 148 4 1 148 4 1 | Rondeau αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν | VatGr754 αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν |
2 148 4 2 148 4 2 | Rondeau καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν, | VatGr754 καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν |
sch3 148 sch3 148 sch3 | Rondeau Οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν ἑαυτῇ περιφέρουσα. | VatGr754 οὐρανός ἐστι νοητὸς φύσις λογικὴ τὸν τῆς δικαιοσύνης ἥλιον ἐν αὐτῇ περιφέρουσα. |
sch4 148 sch4 148 sch4 | Rondeau Τὸ ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ὄντων ὑδάτων. Ἄλλο γάρ ἐστιν ὕδωρ τὸ ὑποκάτω τοῦ στερεώματος καὶ ἄλλο τὸ ἐπάνω τοῦ στερεώματος καὶ ἕτερον τὸ ἐν τοῖς οὐρανοῖς καὶ ἄλλο πάλιν τὸ ἐπάνω τῶν οὐρανῶν, ὅπερ νῦν αἰνεῖν λέγεται τὸ ὄνομα κυρίου. Ταῦτα δὲ πάντα τὰ ὕδατα σημαίνει ἅγια καὶ λογικὰ τάγματα διαφόροις ἐνδιατρίβοντα κόσμοις, ἅπερ ὁ ἱερὸς ἀπόστολος ὀνόμασιν ἑτέροις δεδήλωκεν θρόνους λέγων καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας . | VatGr754 τὸ ὕδωρ τὸ ἐπάνω τῶν οὐρανῶν λογικὰς φύσεις σημαίνει κεχωρισμένας ἀπὸ τῶν ἐν τοῖς οὐρανοῖς ὄντων ὑδάτων. ἄλλο γάρ ἐστιν ὕδωρ τὸ ὑποκάτω τοῦ στερεώματος καὶ ἄλλο τὸ ἐπάνω τοῦ στερεώματος καὶ ἕτερον τὸ ἐν τοῖς οὐρανοῖς, καὶ ἄλλο πάλιν τὸ ἐπάνω τῶν οὐρανῶν, ὅπερ νῦν αἰνεῖν λέγεται τὸ ὄνομα κυρίου. ταῦτα δὲ πάντα τὰ ὕδατα σημαίνει ἅγια καὶ λογικὰ τάγματα διαφόροις ἐνδιατρίβοντα κόσμοις, ἅπερ ὁ ἱερὸς᾿ἀπόστολος ὀνόμασιν ἑτέροις δεδήλωκεν θρόνους λέγων καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας. |
1 148 5 1 148 5 1 | Rondeau αἰνεσάτωσαν τὸ ὄνομα κυρίου | VatGr754 |
1 148 14 1 148 14 1 | Rondeau καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ | VatGr754 καὶ ὑψώσει κέρας λαοῦ αὐτου |
2 148 14 2 148 14 2 | Rondeau ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ | VatGr754 ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτου |
sch5 148 sch5 148 sch5 | Rondeau Κέρας ἐστὶ νοῦς καθαρός. | VatGr754 Κέρας ἐστὶ νοῦς καθαρός. |
sch6 148 sch6 148 sch6 | Rondeau Ὕμνος ἐστὶν ἔκπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γινομένων ὑπὸ θεοῦ. | VatGr754 ὕμνος ἐστὶν ἔμπληξις μετὰ δοξολογίας ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων καὶ γενομένων ὑπὸ Θεοῦ. |
1 149 1 149 1 | Rondeau ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν | VatGr754 ᾄσατε τῷ κυρίῳ ᾆσμα καινὸν |
sch1 149 sch1 149 sch1 | Rondeau Οὗτος ᾄδει ᾆσμα καινὸν ὁ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενος τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα . | VatGr754 Οὗτος ᾄδει καινὸν ᾆσμα ὁ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενος, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα. |
2 149 6 2 149 6 2 | Rondeau καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν | VatGr754 καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν |
sch2 149 sch2 149 sch2 | Rondeau Ῥομφαία ἐστὶ νοητὴ λόγος πνευματικὸς ἐκκόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. | VatGr754 ῥομφαία ἐστὶ νοῦς λογικὸς ἐκκόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας. |
8 149 8 149 8 | Rondeau τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις | VatGr754 τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις |
sch3 149 sch3 149 sch3 | Rondeau Δεσμός ἐστι νοητὸς ἀπάθεια ψυχῆς λογικῆς. Δεσμός ἐστι νοητὸς διδασκαλία πνευματικὴ μὴ συγχωροῦσα τὸν νοῦν ἐπὶ τὴν κακίαν ὁδεύειν. Δεσμός ἐστι νοητὸς ὁ φόβος κυρίου ἐκκλίνων ἀπὸ κακίας . Δεσμός ἐστι νοητὸς ἀγάπη πνευματικὴ μηδὲν προτιμῶσα τῆς γνώσεως τοῦ θεοῦ. Δεσμός ἐστι νοητὸς ἐπιθυμία... | VatGr754 δεσμός ἐστι νοητὸς ἀπάθεια λογικῆς ψυχῆς.δεσμός ἐστι νοητὸς φόβος Κυρίου ἐκκλίνων ἀπὸ κακίας.δεσμός ἐστι νοητὸς διδασκαλία πνευματικὴ μὴ συγχωροῦσα τὸν νοῦν ἐπὶ τὴν κακίαν ὁδεύειν.δεσμός ἐστι νοητὸς ἀγάπη πνευματικὴ μηδὲν προτιμῶσα τῆς γνώσεως τοῦ Θεοῦ.δεσμός ἐστι νοητὸς ἐπιθυμία. |
1 150 3 1 150 3 1 | Rondeau αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σὰλπιγγος | VatGr754 αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σὰλπιγγος |
2 150 3 2 150 3 2 | Rondeau αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ | VatGr754 αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ, καὶ κιθάρᾳ |
sch1 150 sch1 150 sch1 | Rondeau Σάλπιγξ ἐστὶ νοῦς θεωρητικὸς ἢ νοῦς διδασκαλίαν πνευματικὴν γνῶναι πεπιστευμένος. | VatGr754 σάλπιγξ ἐστὶ νοῦς θεωρητικὸς ἢ νοῦς διδασκαλίαν πνευματικὴν γνῶναι πεπιστευμένος. |
sch2 150 sch2 150 sch2 | Rondeau Ψαλτήριον. | VatGr754 ψαλτήριον. |
sch3 150 sch3 150 sch3 | Rondeau Κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. | VatGr754 κιθάρα ἐστὶ ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. |
1 150 4 1 150 4 1 | Rondeau αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ | VatGr754 αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῳ, |
2 150 4 2 150 4 2 | Rondeau αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ | VatGr754 αἰνεῖτε αὐτὸν ἐν χόρδαις καὶ ὀργάνῳ |
sch4 150 sch4 150 sch4 | Rondeau Τύμπανόν ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ δι' αὐτὸ τὸ καλόν. | VatGr754 Τύμπανόν ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ δι' αὐτὸ τὸ καλόν. |
sch6 150 sch6 150 sch6 | Rondeau Χορδαί εἰσιν συμφώνησις ἀνταναιρεθείσης φωνῆς ἀρετῶν. | VatGr754 χορδαί εἰσι συμφώνησις. |
sch5 150 sch5 150 sch5 | Rondeau Χορὸς ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν καὶ μὴ ἐχουσῶν σχίσματα ἐν αὐταῖς. | VatGr754 χορὸς ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν καὶ μὴ ἐχουσῶν σχίσματα. |
sch7 150 sch7 150 sch7 | Rondeau Ὄργανόν ἐστιν ἐκκλησία θεοῦ ἀπὸ πρακτικῶν καὶ θεωρητικῶν συνεστῶσα ψυχῶν. | VatGr754 ὀργανόν ἐστιν ἐκκλησία Θεοῦ, ἀπὸ πρακτικῶν καὶ θεωρητικῶν συνεστῶσα ψυχῶν. |
1 150 5 1 150 5 1 | Rondeau αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις | VatGr754 αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις |
2 150 5 2 150 5 2 | Rondeau αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. | VatGr754 αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. |
sch8 150 sch8 150 sch8 | Rondeau Κύμβαλόν ἐστιν εὔηχον ψυχὴ πρακτικὴ τῷ πόθῳ προσηλουμένη Χριστοῦ. | VatGr754 κύμβαλόν ἐστιν εὔηχον ψυχὴ λογική. |
sch9 150 sch9 150 sch9 | Rondeau Κύμβαλόν ἐστιν ἀλαλαγμοῦ νοῦς καθαρὸς παρὰ τῆς τοῦ Χριστοῦ ἐμπνεόμενος σωτηρίας. | VatGr754 κύμβαλόν ἐστιν ἀλαλαγμοῦ. |
6 150 6 150 6 | Rondeau πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον | VatGr754 πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. |
sch10 150 sch10 150 sch10 | Rondeau Εἰ τὸ φῶς τοῦ κυρίου , κατὰ τὸν Σολομῶντα, ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν , πᾶσα λογικὴ φύσις ἀναπνέουσα τοῦτο τὸ φῶς αἰνεσάτω τὸν κύριον. | VatGr754 εἰ τὸ φῶς τοῦ κυρίου, κατὰ τὸν σοφὸν Σολομῶντα; ἡ πνοὴ τῶν ἀνθρώπων ἐστίν, πᾶσα λογικὴ φύσις ἀναπνέουσα τοῦτο τὸ φῶς αἰνεσάτω τὸν κύριον. |