Φιλοξενίαν κτᾶται ταπεινοφροσύνη
καὶ φιλαρχίας καὶ ὑπεροχῆς ἀποστροφὴ,
ὑπερηφανίαν δὲ, τὸ ἀρχαῖον κακὸν, τὸ βδελυκτὸν ἐνώπιον
Κυρίου, ᾗ ἀνθίσταται καὶ ὁ Θεὸς,
καταπαύει ταπεινοφροσύνη ἁμέτρητος,
ἡ λέγουσα· „Ἐγὼ εἰμὶ γῆ καὶ σποδός‟
Καὶ πάλιν· „Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασεν, ὁ οἰκοδομῶν καὶ φυλάττειν πειρώμενος.‟