preface
pr
pr
section
1
pr 1
Πυρέττοντά με τῷ φλογμῷ τῶν ἀκαθάρτων παθῶν, συνήθως ἀνεκτήσω τῇ τῶν θεοφιλῶν σου γραμμάτων ἐπαφῇ, τὸν κάμνοντά μου νοῦν ἐν τοῖς αἰσχίστοις παραμυθησάμενος· καὶ τὸν μέγαν μιμησάμενος καθηγητὴν καὶ διδάσκαλον Μακάριον· Καὶ οὐ θαυμαστόν· σῆ γὰρ ἀεὶ μερὶς γέγονε τὰ ἐπίσημα, ὡς καί τοῦ εὐλογημένου Ἰακώβ· καλῶς γὰρ δουλεύσας τῆς Ῥαχὴλ χάριν, καὶ λαβὼν τὴν Λίαν, ζητεῖς καὶ τὴν ποθουμένην, ὡς καὶ ταύτης δήπου πληρώσας τὰ ἕβδομα. ̓Εγὼ δὲ οὐκ ἀρνηθείην, ὡς ὅλην τὴν νύκτα κοπιάσας πεπίακα οὐδὲν· πλὴν αλλ' ἐπὶ τῷ σῷ λόγῶ χαλάσας τὰ δίκτυα, ἤγρευσα ἰχθύων πλῆθος, οὐκ οἲμαι μὲν μεγάλων, ἑκατὸν δὲ ὅμως καὶ πεντηκοντατριῶν καὶ τούτους ἐξαπέστειλα ἐν τῇ σπυρίδι τῆς ἀγάπης, διὰ τῶν ἰσαρίθμων κεφαλαίων, τὴν πρόσταξίν σου πεπληρωκώς·
section
2
pr 2
Θαυμάζω δέ σε, καὶ λίαν ζηλῶ τῆς ἀρίστης προθέσεως τῶν περὶ προσευχῆς ἐρῶντα κεφαλαίων. Οὐ γὰρ ἁπλῶς τούτων ἐρᾷς τῶν προχείρων καὶ ἐν χάρτῃ διὰ μέλανος τὸ εἲναι ἐχόντων, ἀλλὰ τῶν ἐν νῷ ἰδρυμένων δι' ἀγάπης καὶ ἀμνησικακίας· Ἀλλ' ἐπεὶ πάντα δισσὰ, ἓν κατέναντι τοῦ ἑνὸς, κατὰ τὸν σοφὸν Ἰησοῦν, δέχου πρὸς τῷ γράμματι καὶ τὸ πνεῦμα. Σύνες ὡς πάντως τοῦ γράμματος νοῦς προηγεῖται· οὐκ ὄντος γὰρ τούτου, οὐδὲ γράμμα ἔσται. Οὐκοῦν καὶ προσευχῆς διττὸς ὁ τρόπος, ὁ μέν τις πρακτικὸς, ὁ δὲ θεωρητικός· οὕτως καὶ ἀριθμοῦ, τὸ μὲν πρόχειρόν ἐστι προσότης, τὸ δὲ σημαινόμενον ποιότης.
section
3
pr 3
Εἰς ἑκατοστὸν οὖν πεντηκοστὸν τρίτον τὸν περὶ προσευχῆς λόγον διειληφόντες, εὐαγγελικὸν ὀψώνιόν σοι πεπόμφαμεν, ἵνα εὕρῃς συμβολικοῦ ἀριθμοῦ τερπνότητα καὶ σχῆμα τρίγωνον, καὶ ἑξάγωνον, ὁμοῦ μὲν εὐσεβῆ γνῶσιν τριάδος, ὁμοῦ δὲ καὶ τῆσδε τῆς διακοσμήσεως τὴν περιγραφὴν ὑπεμφαῖνον. Ἀλλ' ὁ ἑκατοστὸς ἀριθμὸς καθ' ἑαυτὸν τετράγωνός ἐστιν· ὁ δὲ πεντηκοστὸς τρίτος, τρίγωνος καὶ σφαιρικὸς· ὁ γὰρ εἰκοστὸς ὄγδοος μὲν τρίγωνος, σφαιρικὸς δὲ ὁ εἰκοστὸς πέμπτος· πεντάκις γὰρ πέντε, εἰκοσιπέντε. Οὐκοῦν ἔχεις τὸ τετράγωνον σχῆμα, οὐ μόνον διὰ τῆς τετρακτύος τῶν ἀρετῶν, ἀλλὰ καὶ τοῦδε τοῦ αἰῶνος τὴν ἔνσοφον γνῶσιν τῷ εἰκοστῷ πέμπτῳ ἀριθμῷ ἐοικυῖαν, διὰ τὸ σφαιρικὸν τῶν χρόνων. Ἑβδομὰς γὰρ ἐπὶ ἑβδομάδα, καὶ μὴν ἐπὶ μῆνα δινεῖται καὶ ἐξ ἐνιαυτοῦ εἰς ἐνιαυτὸν ὁ χρόνος κυλινδεῖται καὶ καιρὸς ἐπὶ καιρόν, ὡς ἐπὶ κινήσεως ἡλίου, καὶ σελήνης, ἔαρος καὶ θέρους καὶ τῶν ἑξῆς ὁρῶμεν. Τὸ δὲ τρίγωνον σημαίνει ἄν σοι τὴν τῆς ἁγίας τριάδος γνῶσιν, ἁλλ' εὶ δὲ διὰ τῆς πληθύος τῶν ἀριθμῶν κομίζῃ τὸν ἑκατοστὸν πεντηκοστὸν τρίτον τρίγωνον ὄντα, νόει πρακτικήν, φυσικήν, θεολογικήν, ἢ πίστιν, ἐλπίδα καὶ ἀγάπην, χρυσίον, ἀργύριον, λίθους τιμίους.
section
4
pr 4
Ἀλλ' ὁ μὲν ἀριθμὸς τοιοῦτος. Τῶν δὲ κεφαλαίων τὸ ταπεινὸν οὐ παρυβρίσεις, ὡς εἰδὼς καὶ χορτάζεσθαι, καὶ ὑστερεῖσθαι· ναὶ μὴν καὶ ὡς μεμνημένος τοῦ τὰ δύο τῆς χήρας λεπτὰ μὴ ἀποβεβληκότος, ἀλλὰ καὶ ὑπὲρ πλοῦτον ἑτέρων πολλῶν ἀυτὰ ἀποδεξαμένου. Οὐκοῦν εὐνοίας, καὶ ἀγάπης καρπὸν εἰδὼς, φυλάσσειν σοῖς γνησίοις ἀδελφοῖς, προσεύχου ὑπὲρ τοῦ ἀρρωστοῦντος, ὅπως ὑγιαίνῃ καὶ ἄρας αυτοῦ λοιπὸν τὸν κράββατον περιπατήσῃ, χάριτι Χριστοῦ. Ἀμήν.
chapter
1
1
Εἴ τις βούλοιτο εὐῶδες θυμίαμα σκευάσαι, τὸν διαφανῆ λίβανον καὶ τὴν κασσίαν καὶ τὸν ὄνυχα καὶ τὴν στακτὴν ἐξίσου συνθήσει κατὰ τὸν νόμον· ταῦτα δέ ἐστιν ἡ τετρὰς τῶν ἀρετῶν· ἐὰν γὰρ πληρέσταται, καὶ ἴσαι τυγχάνωσιν, οὐ προδοθήσεται ὁ νοῦς.
chapter
2
2
Καθαρθεῖσα ψυχὴ διὰ τῆς τῶν ἀρετῶν πληρότητος, ἄκλονον τὴν τάξιν τοῦ νοῦ κατασκευάζει, δεκτικὸν αὐτὸν ποιοῦσα τῆς ζητουμένης καταστάσεως.
chapter
3
3
Ἡ προσευχὴ ὁμιλία ἐστι νοῦ πρὸς θεόν· Ποίας οὖν δεῖται καταστάσεως ὁ νοῦς, ἵνα ἰσχύσῃ ἀμεταστρόφως ἐκταθῆναι πρὸς τὸν οἰκεῖον δεσπότην καὶ συνομιλεῖν αὐτῷ μηδενὸς μεσιτεύοντος;
chapter
4
4
Εἰ τῷ ἐπὶ γῆς βάτῳ φλεγομένῃ προσεγγίσαι πειράσας Μωϋσῆς κωλύεται, ἄχρις οὗ λύσῃ τὸ ὑπόδημα τῶν ποδῶν, πῶς αὐτὸς, τὸν ὑπὲρ πᾶσαν αἴσθησιν καὶ ἔννοιαν ἰδεῖν βουλόμενος καὶ συνόμιλος αὐτῷ γενέσθαι, οὐ λύσεις ἐκ σοῦ πᾶν νόημα ἐμπαθές;
chapter
5
5
Πρότερον περὶ λήψεως δακρύων προσεύχου, ἵνα δυνηθῇς διὰ τοῦ πένθους μαλάξαι τὴν ἐνυπάρχουσαν τῇ ψυχῇ σου ἀγριότητα, καὶ ἐξαγορεύσας κατὰ σου τὴν ἀνομίαν σοῦ τῷ κυρίῳ τῆς παρ' αὐτοῦ ἀφέσεως τεύξῃ.
chapter
6
6
Κέχρησο τοῖς δάκρυσι πρὸς παντὸς αἰτήματος κατόρθωσιν· λίαν γὰρ χαίρει σου ὁ δεσπότες ἔνδακρυν προσευχὴν δεχόμενος.
chapter
7
7
Κἂν πηγὰς δακρύων ἐκχέῃς ἐν τῇ προσευχῇ σου, μηδαμῶς ἐπαίρου ἐν ἑαυτῷ, ὡς ὑπὲρ τοὺς πολλοὺς ὤν· βοήθειαν γὰρ προσείληφεν ἡ προσευχή σου, ἵνα δυνηθῇς προθύμως ἐξαγορεῦσαί σου τὰς ἁμαρτίας καὶ ἐξευμενίσασθαι τὸν δεσπότην διὰ τῶν δακρύων. Μὴ οὖν εἰς πάθος τρέψῃς τὸ τῶν παθῶν ἀλέξημα, ἵνα μὴ πλέον παροργίσῃς τὸν δεδωκότα τὴν χάριν·
chapter
8
8
Πολλοὶ δακρύοντες ὑπὲρ ἁμαρτιῶν, ἐπιλαθόμενοι τοῦ τῶν δακρύων σκοποῦ, μανέντες ἐξεπλάγησαν.
chapter
9
9
Στῆθι ἐμπόνως καὶ προσεύχου εὐτόνως, καὶ ἀποστρέφου τὰς τῶν φροντίδων καὶ διαλογισμῶν ἐπιτεύξεις· ταράττουσι γὰρ καὶ θορυβοῦσί σε, ἵνα ἐκλύσωσι τοῦ τόνου.
chapter
10
10
Ὅταν ἴδωσί σε οἱ δαίμονες προθυμούμενον ἀληθῶς προσεύξασθαι, τότε ὑποτίθενται νοήματα τινῶν πραγμάτων δῆθεν ἀναγκαίων καὶ μετὰ βραχὺ ἐπαίρουσί σου τὴν περὶ αὐτῶν μνήμην, κινοῦντες τὸν νοῦν πρὸς ζήτησιν αὐτῶν, καὶ ὡς μὴ εὑρίσκων, σφόδρα λυπεῖται καὶ ἀθυμεῖ. Ἡνίκα δὲ στῇ εἰς προσευχήν, ὑπομιμνῄσκουσιν αὐτὸν τῶν ζητητέων καὶ μνημονευθέντων, ἵνα χαυνωθεὶς ὁ νοῦς πρὸς τὴν γνῶσιν αὐτῶν, ἀπολέσῃ τὴν ἔγκαρπον προσευχήν.
chapter
11
11
Ἀγωνίζου στῆσαι τὸν νοῦν σου κατὰ τὸν καιρὸν τῆς προσευχῆς κωφὸν καὶ ἄλαλον, καὶ δυνήσῃ προσεύξασθαι.
chapter
12
12
Ἡνίκα ἄν ἀπαντήσῃ σοι πειρασμὸς ἢ ἀντιλογία ἢ διερεθίζῃ πρὸς τὴν δι' ἐναντίας ἄμυνα κινῆσαι θυμὸν ἢ τινα ἄσημον ῥῆξαι φωνήν, μνήσθητι τῆς προσευχῆς καὶ τοῦ κατ' αὐτὴν κρίματος, καὶ εὐθέως ἡ ἐν σοὶ ἄτακτος κίνησις ἠρεμήσει.
chapter
13
13
Ὅσα ἂν ποιήσῃς πρὸς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσεται ἐν καιρῷ προσευχῆς.
chapter
14
14
Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα.
chapter
15
15
Προσευχή ἐστι χαρᾶς καὶ εὐχαριστίας πρόβλημα.
chapter
16
16
Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα.
chapter
17
17
Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ λαβὼν τὸν σταυρόν, ἀπάρνησαι ἑαυτόν, ἵνα δυνηθῇς ἀπερισπάστως προσεύξασθαι.
chapter
18
18
Εἰ βούλει ἐπαινετῶς προσεύξασθαι, ἄρνησαι ἑαυτὸν καθ' ὥραν, καὶ πάμπολα δεινὰ πάσχων, ὑπὲρ προσευχῆς φιλοσόφει.
chapter
19
19
Ὅπερ ἄν χαλεπὸν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς εὑρήσεις.
chapter
20
20
Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχὴν· εἰ δὲ μήγε, εἰς μάτην τρέχεις.
chapter
21
21
Ἄφες σου τὸ δῶρον, φησὶν, ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ἀπελθὼν πρότερον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθών, προσεύξῃ ἀτάράχως· ἡ γὰρ μνησικακία ἀμαυροῖ τὸ ἡγεμονικὸν τοῦ προσευχομένου καὶ σκοτίζει τούτου τὰς προσευχάς.
chapter
22
22
Οἱ λύπας καὶ μνησικακίας ἑαυτοῖς σωρεύοντες καὶ προσεύχεσθαι δοκοῦντες, ὅμοιοί εἰσι τοῖς ὕδωρ ἀντλοῦσι καὶ εἰς πίθον τετρημένον βάλλουσιν.
chapter
23
23
Ἐὰν ὑπομονητικὸς ᾖς, ἀεὶ μετἀ χαρᾶς προσεύξῃ.
chapter
24
24
Προσευχομένου σου δεόντως, τοιαῦτά σοι ἀπαντήσεται πράγματα, ἵνα δόξῃς δίκαιον εἶναι πάντως θυμῷ χρήσασθαι· οὐκ ἔστι δὲ δίκαιος θυμὸς κατὰ τοῦ πέλας τὸ σύνολον. Ἐὰν γὰρ ζητήσῃς, εὑρήσεις ὅτι δυναντὸν καὶ δίχα θυμοῦ καλῶς διατεθῆναι τὸ πρᾶγμα. Πάσῃ οὖν μηχανῇ χρῆσαι πρὸς τὸ μὴ ῥῆξαι θυμόν.
chapter
25
25
Ὅρα μὴ δοκῶν ἕτερον ἰάσασθαι, αὐτὀς ἀνίατος ἔσῃ καὶ δῷς ἐκκοπὴν τῇ προσευχῇ σου.
chapter
26
26
Φειδόμενος θυμοῦ, φειδὼ εὑρήσεις καὶ φρόνιμον σεαυτὸν ἀναδείξεις καὶ ἐν τοῖς προσευχομένοις ἔσῃ.
chapter
27
27
Κατὰ θυμοῦ ὁπλιζόμενος, ἐπιθυμίας οὐκ ἀνέξῃ ποτέ· αὕτη γὰρ ὕλας δίδωσι τῷ θυμῷ καὶ οὗτος ταράττει τὸν νοερὸν ὀφθαλμόν, λυμαινόμενος τὴν κατάστασιν τῆς προσευχῆς.
chapter
28
28
Μὴ ἐν μόνοις τοῖς ἐκτὸς σχήμασι προσεύχου, ἀλλὰ τρέπε τὸν νοῦν σου εἰς συναίσθησιν πνευματικῆς προσευχῆς μετὰ πολλοῦ φόβου.
chapter
29
29
Ποτὲ μὲν ἀθρόως στὰς εἰς προσευχὴν εὖ προσεύξῃ· ποτὲ δὲ καὶ λίαν πονέσας, οὐκ ἐπιτεύξῃ τοῦ σκοποῦ· ἵνα ἔτι μᾶλλον ζητήσης, καὶ λαβών, ἕξεις ἄσυλον τὸ κατόρθωμα.
chapter
30
30
Ἐπιστάντος ἀγγέλου, ἀθρόως ἅπαντες ἀφίστανται οἱ ἐνοχλοῦντες ἡμῖν, καὶ εὑρίσκεται ὁ νοῦς ἐν πολλῇ ἀνέσει, ὑγιῶς προσευχόμενος. Ποτὲ δὲ τοῦ συνήθους ἡμῖν πολέμου ἐπικειμένου, πυκτεύει ὁ νοῦς καὶ οὐ συγχωρεῖται ἀνανεῦσαι· προπεποίωται γὰρ τοῖς ποικίλοις πάθεσιν. Ὅμως ἐπὶ πλέον ζητῶν, εὑρήσει· καὶ κρούοντι εὐτόνως ἀνοιγήσεται αὐτῷ.
chapter
31
31
Μὴ προσεύχου τὰ σὰ θελήματα γενέσθαι· οὐδὲ γὰρ πάντως συμωνοῦσι τῷ βουλήματι τοῦ θεοῦ· ἀλλὰ μᾶλλον καθὼς ἐδιδάχθης, προσεύχου λέγων· Γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί. Καὶ ἐπὶ παντὶ δὲ πράγματι, οὕτως αὐτὸν αἴτει, ἵνα τὸ αὐτοῦ γένηται θέλημα· θέλει γὰρ τὸ ἀγαθὸν καὶ συμφέρον τῇ ψυχῇ σου· σὺ δὲ οὐ πάντως τοῦτο ζητεῖς.
chapter
32
32
Πολλάκις προσευξάμενος ᾐτησάμην γεγέσθαι μοι ὃ ἔδοξα καλὸν εἶναι, καὶ ἐπέμενον τῷ αἰτήματι ἀλόγως βιαζόμενος τὀ θέλημα τοῦ θεοῦ καὶ μὴ ἀποδιδοὺς αὐτῷ, ἵνα ὃ οἶδεν συμφέρον, αὐτὸ μᾶλλον οἰκονομήσῃ. Καὶ μέντοιγε καὶ λαβών, ἠχθέσθην ὕστερον λίαν διὰ τί μὴ μᾶλλον τὸ θέλημα αὐτοῦ ᾐτησάμην γενέσθαι· οὐ γαρ τοιοῦτόν μοι ἀπήντησεν τὸ πρᾶγμα, οἷον ἐνόμιζον.
chapter
33
33
Τί ἀγαθὸν ἀλλ' ἢ θεός; Οὐκοῦν αὐτῷ ἀποδῶμεν πάντα τὰ καθ' ἡμᾶς καὶ εὖ ἡμῖν ἔσται· ὁ γὰρ ἀγαθὸς πάντως καὶ ἀγαθῶν ἐστι πάροχος δωρεῶν.
chapter
34
34
Μὴ ἐνδοίαζε μὴ κομιζόμενος εὐθέως παρὰ θεοῦ τὸ αἴτημα· βούλεται γάρ σε ἐπὶ πλεῖον εὐεργετῆσαι προσκαρτεροῦντα αὐτῷ ἐν τῇ προσευχῇ. Τί γὰρ ἀνώτερον τοῦ τῷ θεῷ προσομιλεῖν καὶ τῇ πρὸς αὐτὸν συνουσίᾳ περισπᾶσθαι;
chapter
35
35
Ἀπερίσπαστος προσευχή ἐστιν ἄκρα νόησις νοός.
chapter
36
36
Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς Θεόν.
chapter
37
37
Εἰ προσεύξασθαι ποθεῖς, ἀπόταξαι τοῖς σύμπασιν, ἵνα τὸ πᾶν κληρονομήσῃς.
chapter
38
38
Προσεύχου πρότερον περὶ τοῦ καθαρθῆναι παθῶν καὶ δεύτερον τοῦ ῥυσθῆναι ἀπὸ τῆς ἀγνωσίας καὶ λήθης καὶ τρίτον ἀπὸ παντὸς πειρασμοῦ καὶ ἐγκαταλείψεως.
chapter
39
39
Μόνην ζήτει ἐν τῇ προσευχῇ σου τὴν δικαιοσύνην καὶ τὴν βασιλείαν, τουτέστι τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, καὶ τὰ λοιπὰ πάντα προστεθήσεταί σοι.
chapter
40
40
Δίκαιον μὴ μόνον περὶ οἰκείας καθάρσεως προσεύχεσθαι, ἀλλὰ καὶ ὑπὲρ παντὸς τοῦ ὁμοφύλου, ἵνα ἀγγελικὸν μιμήσῃ τρόπον.
chapter
41
41
Ὅρα εἱ ὰληθῶς θεῷ παρέστηκας ἐν τῇ προσευχῇ σου ἢ ἐπαίνῳ ἀνθρωπίνῳ ἡττᾶσαι καὶ τοῦτον θηρᾶν ἐπείγῃ, ὥσπερ ἐπικαλύμματι κεχρημένος τῇ παραστάσει τῆς προσευχῆς.
chapter
42
42
Εἴτε μετὰ ἀδελφῶν προσεύχῃ, εἴτε καταμόνας, ἀγώνισαι μὴ ἔθει, ἀλλὰ αἰσθήσει προσεύξασθαι.
chapter
43
43
Αἴσθησίς ἐστι προσευχῆς σύννοια μετ' εὐλαβείας καὶ κατανύξεως καὶ ὀδύνης ψυχῆς ἐν εξαγορεύσει πταισμάτων μετὰ στεναγμῶν ἀφώνων.
chapter
44
44
Ἐὰν περιβλέπηται ὁ νοῦς σου ἀκμὴν ἐν καιρῷ προσευχῆς οὐδέπω ἔγνω ὅτι μοναχὸς προσεύχεται, ἀλλ' ἔτι κοσμικός ἐστι, τὴν ἔξωθεν σκηνὴν καλλωπίζων.
chapter
45
45
Προσευχόμενος τὴν μνήμην σου δυνάμει φύλαττε, ἵνα μὴ τὰ οἰκεῖα παράθηταί σοι, ἀλλὰ πρὸς τὴν γνῶσιν τῆς παραστάσεώς σε κινῇ. Λίαν γὰρ πέφυκεν ὁ νοῦς συλᾶσθαι ὑπὸ τῆς μνήμης τῷ καιρῷ τῆς προσευχῆς.
chapter
46
46
Ἢ παλαιῶν πραγμάτων φαντασίας ἄγει σοι ἡ μνήμη προσευχομένῳ ἢ νέας φροντίδας ἢ τὸ πρόσωπον τοῦ λελυπηκότος.
chapter
47
47
Λίαν βασκαίνει ὁ δαίμων ἀνθρώπῳ προσευχομένῳ καὶ πάσῃ χρᾶται μηχανῇ λυμήνασθαι τὸν τούτου σκοπόν. Οὐ παύεται οὖν τὰ νοήματα κινῶν τῶν πραγμάτων διὰ τῆς μνήμης καὶ ὅλα τὰ πάθη ἀναμοχλεύων διὰ τῆς σαρκός, ἵνα ἐμποδίσαι δυνηθῇ τῷ ἀρίστῳ αὐτοῦ δρόμῳ καὶ τῇ πρὸς Θεὸν ἐκδημίᾳ.
chapter
48
48
Ὅταν πολλὰ ποιήσας ὁ πονηρότατος δαίμων μὴ δυνηθῇ ἐμποδίσαι τὴν τοῦ σπουδαίου προσευχήν, μικρὸν ὑποχαλᾷ, καὶ μετέπειτα ἀμύνεται αὐτὸν προσευξάμενον. Ἢ γὰρ εἰς ὀργὴν τοῦτον ἐξάψας ἀφανίζει τὴν ἐκ τῆς εὐχῆς συγκροτουμένην ἀρίστην κατάστασιν ἐν αὐτῷ, ἢ πρὸς ἡδονήν τινα ἄλογον ἐρεθίσας, ὑβρίζει τὸν νοῦν.
chapter
49
49
Προσευξάμενος ὡς δεῖ, προσδόκα ἂ μὴ δεῖ, καὶ στῆθι ἀνδρείως, φυλάττων τὸν καρπόν σου· εἰς τοῦτο γὰρ ἐξ ἀρχῆς ἐτάγης, ἐργάζεσθαι, καὶ φυλάττειν. Μὴ οὖν ἐργασάμενος ἐάσῃς ἀφύλακτον τὸ πονηθέν· εἰ δὲ μήγε, οὐδὲν ὠφέλεῖς προσευχόμενος.
chapter
50
50
Πας ὁ συγκροτούμενος πόλεμος μεταξὺ ἡμῶν τε καὶ τῶν ἀκαθάρτων δαιμόνων οὐ περὶ ἑτέρου γίνεται ἢ περὶ πνευματικῆς προσευχῆς· λίαν γὰρ πολέμιος αὐτοῖς ἐστι καὶ ἐπαχθεστάτη, ἡμῖν δὲ σωτήριος, καὶ προσηνεστάτη.
chapter
51
51
Τί βούλεται τοῖς δαίμοσιν ἐνεργεῖν ἐν ἡμῖν γαστριμαργίαν, πορνείαν, φιλαργυρίαν, ὀργήν τε καὶ μνησικακίαν καὶ τὰ λοιπὰ πάθη; ἵνα παχυνθεὶς ἐξ αὐτῶν ὁ νοῦς μὴ δυνηθῇ ὡς δεῖ προσεύξασθαι. Τὰ γὰρ τοῦ ἀλόγου μέρους πάθη ἄρξαντα οὐκ ἐᾷ αὐτὸν λογικῶς κινεῖσθαι καὶ τὸν θεὸν Λόγον ἐπιζητεῖν.
chapter
52
52
Τὰς ἀρετὰς μετερχόμεθα διὰ τοὺς λόγους τῶν γεγονότων, καὶ τούτους διὰ τὸν οὐσιώδη λόγον· οὗτος δὲ ἐν τῇ καταστάσει τῆς προσευχῆς ἀναφαίνεσθαι εἴωθεν.
chapter
53
53
Κατάστασίς ἐστι προσευχῆς ἕξις ἀπαθής, ἔρωτι ἀκροτάτῳ εἰς ὕψος νοητὸν ἀπαρτίζουσα τὸν φιλόσοφον καὶ πνευματικὸν νοῦν.
chapter
54
54
Οὐ μόνον θυμοῦ καὶ ἐπιθυμίας δεῖ ἄρχειν τὸν ἀληθῶς προσεύξασθαι βουλόμενον, ἀλλὰ καὶ ἐκτὸς νοήματος ἐμπαθοῦς γενέσθαι.
chapter
55
55
Ὁ ἀγαπῶν τὸν θεὸν τούτῳ ὡς πατρὶ ἀεὶ συνομιλεῖ, ἀποστρεφόμενος πᾶν νόημα ἐμπαθές.
chapter
56
56
Οὐχ ὁ ἀπαθείας τετυχηκὼς ἤδη καὶ προσεύχεται ἀληθῶς· δύναται γὰρ ἐν τοῖς ψιλοῖς νοήμασι εἶναι και ἐν ταῖς ἱστορίαις αὐτῶν περισπᾶσθαι καὶ μακρὰν ἀπέχειν ἀπὸ θεοῦ.
chapter
57
57
Οὐκ ἂν ὅτε μὴ χρονίζῃ ὁ νους ἐν τοῖς ψιλοῖς νοήμασι τῶν πραγμάτων ἤδη καὶ προσευχῆς κατείληφε τόπον· δύναται γὰρ ἐν τῇ θεωρίᾳ εἶναι τῶν πραγμάτων καὶ ἐν τοῖς λόγοις αὐτῶν ἀδολεσχεῖν, ἅπερ εἰ καὶ ψιλὰ ῥήματά εἰσιν, αλλ' ὡς πραγμάτων ὄντα θεωρήματα, τυποῦσι καὶ σχηματίζουσι τὸν νοῦν καὶ μακρὰν ἀπάγουσιν ἀπὸ θεοῦ.
chapter
58
58
Κἂν ὑπὲρ τὴν θεωρίαν τῆς σωματικῆς φύσεως ὁ νοῦς γένηται, οὔπω τέλειον τὸν τοῦ θεου τόπον ἐθεάσατο· δύναται γὰρ ἐν τῇ τῶν νοητῶν εἶναι γνώσει καὶ ποικίλλεσθαι πρὸς αὐτήν.
chapter
59
59
Εἰ προσεύξασθαι βούλει, θεοῦ χρεία τοῦ διδόντος εὐχὴν τῷ εὐχομένῳ. Οὐκοῦν ἐπικαλοῦ αὐτὸν λέγων· Ἀγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, τουτέστι τὸ ἅγιον σου πνεῦμα καὶ ὁ μονογενής σου υἱός. Οὕτω γὰρ καὶ ἐδίδαξε λέγων ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖσθαι τὸν πατέρα.
chapter
60
60
Ὁ ἐν πνεύματι καὶ ἀληθείᾳ προσευχόμενος οὐκ ἔτι ἐκ τῶν κτισμάτων τὸν δημιουργὸν γεραίρει, ἀλλ' ἐξ αυτοῦ αὐτὸν ἀνυμνεῖ.
chapter
61
61
Εἰ θεολόγος εἶ, προσεύξῃ ἀληθῶς· καὶ εἰ ἀληθῶς προσεύχῃ, θεολόγος ἔσῃ.
chapter
62
62
Ὅταν ὁ νοῦς σου τῷ πολλῷ πρὸς θεὸν πόθῳ κατὰ μικρὸν οἷον ὑπαναχωρῇ τῆς σαρκὸς καὶ πάντα τὰ ἐξ αἰσθήσεως ἢ μνήμης ἢ κράσεως νοήματα ἀποστρέφηται, εὐλαβείας ὁμοῦ καὶ χαρᾶς ἐμπλεως γενόμενος, τότε νόμιζε ἠγγικέναι ὅροις προσευχῆς.
chapter
63
63
Τὸ ἅγιον πνεῦμα συμπάσχον τῇ ἡμετέρᾳ ἀσθενείᾳ καὶ ἀκαθάρτοις οὖσιν ἐπιφοιτᾷ ἡμῖν· καὶ εἰ εὕροι τὸν νοῦν μόνον φιλαλήθως αὐτῷ προσευχόμενον, ἐπιβαίνει αὐτῳ· καὶ ἅπασαν τὴν κυκλοῦσαν αὐτὸν τῶν λογισμῶν ἢ νοημάτων φάλαγγα ἐξαφανίζει, προτρεπόμενον αὐτὸν εἰς ἔρωτα πνευματικῆς προσευχῆς.
chapter
64
64
Οἱ μὲν λοιποὶ διὰ τῆς ἀλλοιώσεως τοῦ σώματος ἐμποιοῦσι τῷ νῷ λογισμοὺς ἢ νοήματα ἢ θεωρήματα· ὀ δὲ γε θεὸς τοὐναντίον δρᾷ· αὐτῷ τῷ νῷ ἐπιβαίνων, ἐντίθησιν αὐτῷ γνῶσιν ὧν βούλεται καὶ διὰ τοῦ νοῦ τὴν ἀκρασίαν τοῦ σώματος κατευνάζει.
chapter
65
65
Οὐδεὶς ἐρῶν ἀληθοῦς προσευχῆς καὶ ὀργιζόμενος ἢ μνησικακῶν ἐκτός ἐστι παραπληξίας· ὅμοιος γάρ ἐστι τῷ ὀξυωπεῖν θέλοντι καὶ τοὺς οἰκείους ὀφθαλμοὺς ἐκταράττοντι.
chapter
66
66
Εἰ προσεύξασθαι ποθεῖς, μηδὲν τῶν ἐναντιουμένων τῇ προσευχῇ πρᾶττε, ἵνα ὁ θεὸς ἐγγίσας συμπορεύσηταί σοι.
chapter
67
67
Μὴ σχηματίσῃς τὸ θεῖον ἐν σεαυτῷ προσευχόμενος μηδὲ προς μορφήν τινα συγχωρήσῃς τυπωθῆναί σου τὸν νοῦν, ἀλλὰ ἄϋλος τῷ ἀΰλῳ πρόσιθι καὶ συνήσεις.
chapter
68
68
Φυλάττου τὰς παγίδας τῶν ἐναντίων· γίνεται γὰρ ἐν τῷ προσεύχεσθαί σε καθαρῶς καὶ ἀταράχως ἀθρόως ἐπιστῆναί σοι μορφήν τινα ξένην καὶ ἀλλόφυλον, πρὸς τὸ εἰς οἴησίν σε ἀπαγαγεῖν τοπάζοντα τὸ θεῖον εἰκεῖ, ἵνα τὸ ἀθρόως ἐκκαλυφθέν σοι ποσόν, τὸ θεῖον εἶναι πείσῃ· ἄποσον δὲ τὸ θεῖον καὶ ἀσχημάτιστον.
chapter
69
69
Ὅταν μὴ δυνηθῇ τὴν μνήμην κινῆσαι ἐν τῇ προσευχῇ ὁ φθονερὸς δαίμων, τότε τὴν κρᾶσιν τοῦ σώματος ἐκβιάζεται εἰς τὸ ποιῆσαι ξένην τινὰ φαντασίαν τῷ νῷ καὶ μορφῶσαι αὐτόν. Ὁ δὲ ἔθος ἔχων ἐν νοήμασι συνεῖναι ῥᾳδίως κάμπτεται· καὶ ὁ πρὸς ἄϋλον καὶ ἀνείδεον γνῶσιν ἐπειγόμενος ἀπατᾶται, καπνὸν ἀντὶ φωτὸς κατέχων.
chapter
70
70
Στῆθι ἐπὶ τῆς φυλακῆς σου, φυλάττων τὸν νοῦν σου ἀπὸ νοημάτων κατὰ τὸν καιρὸν τῆς προσευχῆς καὶ στῆναι ἐπὶ τῇ οἰκείᾳ ἠρεμίᾳ, ἵνα ὁ συμπάσχων τοῖς ἀγνοοῦσι καὶ σοὶ ἐπιφοιτήσῃ· καὶ τότε λήψῃ δῶρον προσευχῆς εὐκλεέστατον.
chapter
71
71
Οὐ δυνήσῃ προσεύξασθαι καθαρῶς, τράγμασι συμπλεκόμενος ὑλικοῖς καὶ φροντίσι συνεχέσι δονούμενος· προσευχὴ γάρ ἐστιν ἀπόθεσις νοημάτων.
chapter
72
72
Οὐ δύναται δεδεμένος δραμεῖν οὐδὲ νοῦς πάθει δουλεύων προσευχῆς πνευματικῆς τόπον ἰδεῖν· ἕλκεται γὰρ καὶ περιφέρεται ἐκ τοῦ ἐμπαθοῦς νοήματος καὶ οὐχ ἕξει στάσιν ἄκλονον.
chapter
73
73
Ἐπὰν καθαρῶς λοιπὸν καὶ ἀπαθῶς προσεύχηται ὁ νοῦς, το τηνικαῦτα οὐκ ἔτι ἐκ τῶν ἀριστερῶν ἑπέρχονται αὐτῷ οἱ δαίμονες, ἀλλ' ἐκ τῶν δεξιῶν· ὑποτίθενται γὰρ αὐτῷ δόξαν θεοῦ καὶ σχηματισμόν τινα τῶν τῇ αἰσθήσει φίλων, ὡς δοκεῖν τέλεον τετεῦχθαι αὐτὸν τοῦ περὶ προσευχῆς σκοποῦ. Τοῦτο δὲ ἔφρασε πρακτικὸς ἀνήρ ὑπὸ τοῦ τῆς κενοδοξίας πάθους γίνεσθαι καὶ ὑπὸ τοῦ δαίμονος τοῦ ἁπτομένου τοῦ κατὰ τὸν ἐγκέφαλον τόπου ἐν ταῖς φλεψὶ πάλλοντος.
chapter
74
74
Οἶμαι τὸν δαίμονα ἐφαπτόμενον τοῦ εἰρημένου τόπου τὸ περὶ τὸν νοῦν φῶς τρέπειν καθὼς βούλεται· καὶ οὕτως κινεῖσθαι τὸ τῆς κενοδοξίας πάθος εἰς λογισμὸν μορφοῦντα τὸν νοῦν κουφογνωμόνως πρὸς τὸν τοπασμὸν θείας καὶ οὐσιώδους γνώσεως· μὴ ὀχλούμενος δὲ ὁ τοιοῦτος ὑπὸ σαρκικῶν καὶ ἀκαθάρτων παθῶν, ἀλλὰ καθαρῶς δῆθεν παρεστώς, δοκεῖ μηκέτι ἐνέργειάν τινα ἐναντίαν γίνεσθαι ἐν αὐτῷ· ὃθεν ὑποπτεύει θεῖαν εἷναι ἐπιφάνειαν τὴν γενομένην αὐτῷ ὑπὸ τοῦ δαίμονος δεινότητι λίαν χρωμένου καὶ διὰ τοῦ ἐγκεφάλου τὸ συνεζευγμένον φῶς ἀλλοιοῦντος καὶ μορφοῦντος αὐτὸν καθῶς προέφαμεν.
chapter
75
75
Ὁ τοῦ θεοῦ ἄγγελος ἐπιστὰς λόγῳ μόνῳ ἅπασαν τὴν ἀντικειμένην ἐνέργειαν παύει ἐξ ἡμῶν καὶ κινεῖ τὸ φῶς τοῦ νοῦ ἀπλανῶς ἐνεργεῖν.
chapter
76
76
Τὸ λέγειν ἐν τῃ Ἀποκαλύψει κομίζεσθαι τὸν ἄγγελον θυμίαμα, ἵνα δῷ εἰς τὰς προσευχὰς τῶν ἁγίων, οἶμαι τὴν χάριν εἶναι ταύτην τὴν διὰ τοῦ ἀγγέλου ἐνεργουμένην· γνῶσιν γὰρ ἐμποιεῖ τῆς ἀληθοῦς προσευχῆς, ὥστε ἑστάναι λοιπὸν ἐκτὸς παντὸς κλόνου, ἀκηδίας τε καὶ ὀλιγωρίας τὸν νοῦν.
chapter
77
77
Αἱ φιάλαι τῶν θυμιαμάτων αἱ προσευχαὶ εἶναι λέγονται τῶν ἁγίων, ἃς οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἐπιφέροντο· φιάλην δὲ ὑποληπτέον τὴν πρὸς θεὸν φιλίαν, ἤτοι τὴν τελείαν καὶ πνευματικὴν ἀγάπην, ἐν ᾗ ἡ προσευχὴ ἐνεργεῖται ἐν πνεύματι καὶ ἀληθείᾳ.
chapter
78
78
Ὅταν δόξῃς μὴ δεῖσθαι δακρύων ἐν τῇ προσευχῇ σου δι' ἁμαρτίας, σκόπει πόσον ἀφέστηκας θεοῦ ὀφείλων ἐν αὐτῷ εἶναι διαπαντός, καὶ θερμότερον δακρύσεις.
chapter
79
79
Ναὶ μὴν ἐπιγινώσκων τὰ μέτρα σου ἥδεως πενθήσεις ταλανίζων ἑαυτὸν κατὰ τὸν Ἡσαΐαν· Πῶς ἀκάθαρτος ὢν, καὶ ἐν μέσῳ λαοῦ τοιούτου ὑπάρχων, τουτέστιν ἐναντίων, τολμᾷς τῷ κυρίῳ Σαβαὼθ παρεστάναι.
chapter
80
80
Ἐὰν ἀληθῶς προσεύχῃ, πολλὴν πληροφορίαν εὑρήσεις, καὶ ἄγγελοι συνελεύσονταί σοι ὡς καὶ τῷ Δανιήλ, καὶ τοὺς λόγους τῶν γινομένων φωτιοῦσί σε.
chapter
81
81
Γίνωσκε ὅτιπερ οἱ ἅγιοι ἄγγελοι προτρέπονται ἡμᾶς εἰς προσευχὴν καὶ συμπαρίστανται ἡμῖν χαίροντες ἅμα καὶ προσευχόμενοι ὑπὲρ ἡμῶν. Ἐὰν οὖν ἀμελήσωμεν καὶ δεξώμεθα λογισμοὺς ἐναντίους, λίαν παροξύνομεν αὐτοὺς, ὅτιπερ ὑπὲρ ἡμῶν ἀγωνίζονται τοσοῦτον, ἡμεῖς δε οὐδὲ ὑπὲρ ἑαυτῶν βουλόμεθα ἱκετεῦσαι τὸν θεόν, ἀλλὰ καταφρονοῦντες τῆς ἑαὐτῶν λειτουργίας καὶ τὸν τούτων δεσπότην καὶ θεὸν καταλιμπάνοντες δαίμοσιν ἀκαθάρτοις συντυγχάνομεν.
chapter
82
82
Προσεύχου ἐπιεικῶς καὶ ἀταράχως και ψάλλε συνετῶς καὶ εὐρύθμως, καὶ ἔσῃ ὡς νεοσσὸς ἀετοῦ ἐν ὕψει αἰρόμενος.
chapter
83
83
Ἡ μὲν ψαλμῳδία τὰ πάθη κατευνάζει καὶ τὴν ἀκρασίαν τοῦ σώματος ἠρεμεῖν ἀπεργάζεται· ἡ δὲ προσευχὴ ἐνεργεῖν παρασκευάζει τὸν νοῦν τὴν ἰδίαν ἐνέργειαν.
chapter
84
84
Προσευχὴ ἐστὶ πρέπουσα ἐνέργεια τῇ ἀξίᾳ τοῦ νου, ἤτοι ἡ κρείττων καὶ εἰλικρινὴς ἐνέργεια αὐτου καὶ χρῆσις.
chapter
85
85
Ἡ μὲν ψαλμῳδία τῆς ποικίλης σοφίας ἐστίν· ἡ δὲ προσευχὴ προοίμιόν ἐστι τῆς ἀΰλου καὶ αποικίλου γνώσεως.
chapter
86
86
Ἡ γνῶσις, καλλίστη ἐστιν· συνεργὸς γάρ ἐστι τῆς προσευχῆς, τὴν νοερὰν δύναμιν τοῦ νοῦ διυπνίζουσα πρὸς θεωρίαν τῆς θείας γνώσεως.
chapter
87
87
Εἰ οὐδέπω ἔλαβες χάρισμα προσευχῆς ἢ ψαλμῳδίας, ἐπέδρευσον καὶ λήψῃ.
chapter
88
88
Ἔλεγε δὲ αὐτοῖς καὶ παραβολήν, φησίν, πρὸς τὸ δεῖν αὐτοὺς πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Οὐκοῦν μὴ ἐκκάκει μηδὲ ἀθύμει ὡς μὴ λαβών, λήψῃ γὰρ ὕστερον· ἐπήγαγε γὰρ ὕστερον τῇ παραβολῇ τό· εἰ καὶ θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλά γε διὰ τὸ κόπους μοι παρέχειν τὴν γυναῖκα, ποιήσω τὴν κρίσιν αὐτῆς. Οὕτως οὖν καὶ ὁ θεὸς ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας ἐν τάχει. Εὐθύμει τοιγαροῦν προσκαρτερῶν ἐμπόνως ἐν τῇ ἁγίᾳ προσευχῇ.
chapter
89
89
Μὴ θέλε ὡς σοι δοκεῖ, ἀλλ' ὡς θεῷ ἀρέσκει γένεσθαι τὰ κατὰ σέ, καὶ ἔσῃ ἀτάραχος καὶ εὐχάριστος ἐν προσευχῇ σου.
chapter
90
90
Κἂν μετὰ θεοῦ δοκῇς εἶναι, φυλάττου τὸν τῆς πορνείας δαίμονα· λίαν γάρ ἐστιν ἀπατεὼν καὶ φθονερώτατος καὶ βούλεται ὀξύτερος εἶναι τῆς κινήσεως καὶ νήψεως του νοός σου, ὡς καὶ ἀπὸ θεοῦ αὐτὸν ἀφιστᾶν παρεστῶτα αὐτῷ μετ' εὐλαβείας καὶ φόβου.
chapter
91
91
Ἐὰν προσευχῆς ἐπιμελῇ, ἑτοιμάζου πρὸς ἐπαγωγὰς δαιμόνων καὶ καρτερῶς τὰς παρ' αὐτῶν μάστιγας ὑπόμενε· ὡς γὰρ θῆρες ἄγριοι ἐπελεύσονταί σοι καὶ ἅπαν σου κακώσουσι τὸ σῶμα.
chapter
92
92
Παρασκευάζου ὡς ἔμπειρος ἀγωνιστής, κἂν ἀθρόως ἴδῃς φαντασίαν, μὴ κλονεῖσθαι· κἂν ῥομφαίαν κατὰ σοῦ ἐσπασμένην ἢ λαμπάδα παρατρέχουσάν σου τὴν ὄψιν, μὴ ταράττεσθαι· κἂν μορφήν τινα ἀηδῆ καὶ αἱματώδη, μήτε ὅλως καταπίπτειν τῇ ψυχῇ. Ἀλλὰ στῆθι ὁμολογῶν τὴν καλὴν ὁμολογίαν, καὶ ῥᾷον ἐπόψει τοὺς ἐχθρούς σου.
chapter
93
93
Ὁ τὰ ἀλγεινὰ ὑποφέρων, καὶ τῶν περιχαρῶν τεύξεται· καὶ ὁ ἐν τοῖς ἀηδέσι καρτερῶν, τῶν ἡδέων οὐκ ἀμοιρήσει.
chapter
94
94
Ὅρα μή σε ἀπατήσωσι διά τινος ὀπτασίας οἱ πονηροὶ δαίμονες, ἀλλὰ γίνου σύννους τρεπόμενος εἰς εὐχὴν καὶ παρακάλει τὸν θεόν· ἵνα, εἰ μὲν ἐξ αὐτοῦ ἐστι τὸ νόημα, αὐτός σε φωτίσῃ· εἰ δὲ μήγε, τὸ τάχος τὸν πλάνον ἀπελάσῃ ἐκ σοῦ. Καὶ θάρσει ὡς οὐ στήσονται οἱ κύνες, σοῦ ἐμπύρως τῇ βακτηρίᾳ τῆς πρὸς θεὸν ἐντεύξεως κεχρημένου· εὐθέως γάρ, ἀοράτως καὶ ἀφανῶς θεοῦ δυνάμει μαστιζόμενοι, μακρὰν ἐλασθήσονται.
chapter
95
95
Δίκαιόν ἐστι μηδὲ τὸν δόλον τοῦτόν σε ἀγνοεῖν· ὅτι ἐν καιρῳ μερίζονται ἑαυτοὺς οἱ δαίμονες, καὶ εἰ δόξεις βοήθειαν ἐπιζητεῖν, εἰσίασιν οἱ λοιποὶ ἐν σχήμασιν ἀγγελικοῖς, τοὺς πρώτους ἀπελαύνοντες πρὸς τὸ σὲ ἐξαπατηθῆναι ἐξ αὐτῶν τῇ γνώμῃ ὡς δῆθεν ἁγίων ὄντων ἀγγέλων.
chapter
96
96
Ταπεινοφροσύνης πολλῆς ἐπιμέλησαι καὶ ἀνδρείας, καὶ οὐ μή σου ἐπήρεια δαιμόνων καθάψηται τῆς ψυχῆς· καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ ὁ θεὸς τοῦ διαφυλάξαι σε· καὶ ἀφανῶς ἄπασαν τὴν ἀντικειμένην ἐνέργειαν ἀποδιώξουσιν ἀπὸ σοῦ.
chapter
97
97
Ψόφους μὲν καὶ κτύπους καὶ φωνὰς καὶ αἰκισμοὺς ἐκ δαιμόνων ἀκούσεται ὁ καθαρᾶς ἐπιμελούμενος προσευχῆς, ἀλλ' οὐ συμπεσεῖται οὐδὲ προδώσει τὸν λογισμόν, λέγων πρὸς τὸν θεόν· Οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ καὶ τὰ ὅμοια.
chapter
98
98
Ἐν καιρῷ τῶν τοιούτων πειρασμῶν, βραχείᾳ καὶ ἐπιτεταμένῃ προσευχῇ κέχρησο.
chapter
99
99
Ἐὰν ἀπειλήσωσί σοι οἱ δαίμονες ἀθρόως ἐκ τοῦ ἀέρος προφαίνεσθαι καὶ ἐκπλήττειν σε καὶ διαρπάζειν τὸν νοῦν σου ἢ ὡς θῆρες ἀδικεῖν τὴν σάρκα σου, μὴ πτοηθῇς αὐτοὺς μηδὲ ὅλως φροντίσῃς τῆς τούτων ἀπειλῆς· ἐκφοβοῦσι γάρ σε πειράζοντες εἰ ἄρα προσέχεις αὐτοῖς ἢ τέλεον αὐτῶν κατεφρόνησας.
chapter
100
100
Εἰ θεῷ παντοκράτορι καὶ δημιουργῷ καὶ προνοητῇ τοῦ παντὸς παρίστασαι ἐν τῇ προσευχῇ σου, τιδήποτε οὕτως ἀλόγως αὐτῷ παρέστηκας, ὡς παρέντα τὸν ἀνυπέρβλητον αὐτοῦ φόβον κώνωπας καὶ κανθάρους δεδίττεσθαι; ἢ οὐκ ἤκουσας τοῦ λέγοντος· Κύριον τὸν θεόν σου φοβηθήσῃ· καὶ πάλιν· Ὃν φρίττει καὶ τρέμει τὰ πάντα ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ καὶ τὰ ἑξῆς.
chapter
101
101
Ὥσπερ ὁ ἄρτος τροφή ἐστι τῷ σώματι καὶ ἡ ἀρετὴ τῇ ψυχῇ, οὕτω καὶ τοῦ̂ νοῦ ἡ πνευματικὴ προσευχὴ τροφὴ ὑπάρχει.
chapter
102
102
Μὴ φαρισαϊκῶς, ἀλλὰ τελωνικῶς προσεύχου ἐν τῷ ἱερῷ τόπῳ τῆς προσευχῆς, ἵνα καὶ σὺ δικαιωθῇς ὑπὸ θεοῦ.
chapter
103
103
Ἀγωνίζου μὴ κατεύξασθαί τινος ἐν τῇ προσευχῇ σου, ἴνα μὴ ἃ οἰκοδομεῖς καταλύσῃς, βδελυκτὴν ποιῶν τὴν προσευχήν σου.
chapter
104
104
Ὁ χρεωφειλέτης τῶν μυρίων ταλάντων παιδευέτω σε· ὡς εἰ μὴ ἀφήσεις τῷ ὀφειλέτῃ, οὐδὲ αὐτὸς τεύξῃ τῆς ἀφέσεως· Παρέδωκε γὰρ αὐτὸν, φησὶν, τοῖς βασανισταῖς.
chapter
105
105
Παραπέμπου τὰς ἀνάγκας τοῦ σώματος, ἐν τῇ παραστάσει τῆς προσευχῆς σου, ἵνα μὴ νυττόμενος ὑπὸ ψύλλης ἢ φθειρὸς ἢ κώνωπος ἢ μυίας ζημιωθῇς τὸ μέγιστον κέρδος τῆς προσευχῆς.
chapter
106
106
Ἦλθεν εἰς ἡμᾶς ὥς τινι τῶν ἁγίων προσευχομένῳ τοσοῦτον ἀνθίστατο ὁ πονηρὸς ὡς ἅμα τοῦ̂ ἐκτεῖναι τὰς χεῖρας, ἐκεῖνον εἰς λέοντα μετασχηματισθῆαι καὶ ἀνεγείροντα εἰς ὀρθὸν τοὺς ἐμπροσθίους πόδας τοὺς οἰκείους ὄνυχας ἑκατέρωθεν ταῖς δυσὶ ψόαις ἐμπείρειν τοῦ ἀγωνιστοῦ καὶ μὴ ἀφίστασθαι, πρὶν ἢ τὰς χεῖρας κατάξῃ· τὸν δὲ μηδέποτε ὑποχαλάσαι ταύτας, ἄχρις οὗ τὰς συνήθεις εὐχὰς πληρῶσαι.
chapter
107
107
Τοιοῦτον ἔγνωμεν γεγονέναι καὶ τὸν ἐν λάκκῳ ἡσυχάσαντα, Ἰωάννην λέγω τὸν μικρόν, ἤτοι ὑπερμεγέθη μοναχόν, ὃς ἀκίνητος ἔμεινεν ἐκ τῆς τοῦ θεοῦ συνουσίας, τοῦ δαίμονος ἐν εἴδει δράκοντος περιειλιγέντος αὐτῷ καὶ μασωμένου αὐτοῦ τὰς σάρκας καὶ τῷ προσώπῳ αὐτοῦ ἐπερευγομένου.
chapter
108
108
Ἀνέγνως πάντως καὶ τοὺς βίους τῶν Ταβεννησιωτῶν μοναχῶν, καθά φησιν ὅτι λαλοῦντος τοῦ ἀββᾶ Θεοδώρου λόγον τοῖς ἀδελφοῖς, ἦλθον δύο ἔχιδναι πρὸς τοὺς πόδας αὐτοῦ· ὁ δὲ, ἀταράχως ποιήσας αὐτοὺς ὡσεὶ καμάραν, ὑπέλαβεν αὐτὰς ἔνδον ἕως ἐπαύσατο λαλῶν τὸν λόγον, καὶ τότε αὐτὰς ὑπεδείκνυ τοῖς ἀδελφοῖς, ἐξηγούμενος τὸ πρᾶγμα.
chapter
109
109
Περὶ ἑτέρου πάλιν ἀνέγνωμεν πνευματικοῦ ἀδελφοῦ ὅτι προσευχομένου αὐτοῦ, ἔχιδνα ἐλθοῦσα καθήψατο τοῦ ποδὸς αὐτοῦ· ὁ δέ, οὐ πρότερον καθῆκε τὰς χεῖρας, ἄχρις οὗ τὴν συνήθη ἐξετέλεσεν εὐχὴν, καὶ οὐδὲν ἐβλάβη ὁ ἀγαπήσας τὸν θεὸν ὑπὲρ ἑαυτόν.
chapter
110
110
Ἀμετεώριστον ὄμμα ἔχε ἐν τῇ προσευχῇ σου, καὶ ἀρνησάμενός σου τὴν σάρκα καὶ τὴν ψυχήν, κατὰ νοῦν ζῆθι.
chapter
111
111
Ἑτέρῳ τινὶ εὐτόνως εὐχομένῳ ἁγίῳ ἐν ἐρήμῳ ἡσυχάζοντι, δαίμονες ἐπιστάντες ἐπὶ δύο ἑβδομάδας τοῦτον ἐσφαίριζον καὶ ἐτίνασσον εἰς τὀν ἀέρα, δεχόμενοι αὐτὸν ἐν τῳ ψιαθίῳ· καὶ οὐδ᾿ ὅλως ἴσχυσαν κἂν πρὸς βραχὺ καταγαγεῖν αὐτοῦ τὸν νοῦν ἐκ τῆς ἐμπύρου προσευχῆς.
chapter
112
112
Ἄλλῳ πάλιν φιλοθέῳ καὶ προσευχῆς πρόνοιαν ποιουμένῳ, ἐν ἐρήμῳ βαδίζοντι, ἄγγελοι ἐπέστησαν δύο καὶ ἐμέσαζον αὐτὸν συνοδοιποροῦντες αὐτῷ· ὁ δὲ οὐδ' ὅλως τούτοις προσεῖχεν, ἵνα μὴ τὸ κρεῖττον ζημιωθῇ· ἐμνημόνευσε γὰρ τοῦ ἀποστολικοῦ ῥητοῦ τοῦ φάσκοντος· Οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ.
chapter
113
113
Ἰσάγγελος γίνεται μοναχὸς διὰ τῆς ἀληθοῦς προσευχῆς, ἐπιποθῶν ἰδεῖν τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.
chapter
114
114
Μὴ ζήτει παντελῶς μορφήν τινα ἢ σχῆμα ἢ χρῶμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς καιρῷ.
chapter
115
115
Μὴ πόθει ἀγγέλους ἰδεῖν ἢ δυνάμεις ἢ Χριστὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενήρης γένῃ, λύκον ἀντὶ ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς ἐχθροῖς σου δαίμοσιν.
chapter
116
116
Ἀρχὴ πλάνης νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ νοῦς σχήμασι καὶ μορφαῖς περιγράφειν πειρᾶται τὸ θεῖον.
chapter
117
117
Ἐγὼ τὸ ἐμὸν λέξω ὃ καὶ νεωτέροις εἴρηκα· μακάριός ἐστι νοῦς ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο.
chapter
118
118
Μακάριός ἐστι νοῦς ὃς ἀπερισπάστως προσευχόμενος πλείονα πόθον πρὸς θεὸν ἀεὶ προσλαμβάνει.
chapter
119
119
Μακάριός ἐστι νοῦς ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἄϋλος καὶ ἀκτήμων γίνεται.
chapter
120
120
Μακάριός ἐστι νοῦς ὁ κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀναισθησίαν κτησάμενος.
chapter
121
121
Μακάριός ἐστι μοναχὸς ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος.
chapter
122
122
Μακάριός ἐστι μοναχὸς ὁ πάντας ἀνθρώπους ὡς θεὸν μετὰ θεὸν ἡγούμενος.
chapter
123
123
Μακάριός ἐστι μοναχὸς ὁ τὴν πάντων σωτηρίαν καὶ προκοπὴν ὡς οἰκείαν μετὰ πάσης χαρᾶς ἡδέως ὁρῶν.
chapter
124
124
Μοναχός ἐστιν ὁ πάντων χωρισθεὶς καὶ πᾶσι συνηρμοσμένος.
chapter
125
125
Μοναχός ἐστιν ὁ ἕνα ἑαυτὸν μετὰ πάντων ἡγούμενος διὰ τὸ ἐν ἑκάστῳ ἑαυτὸν ἀπαραλείπτως δοκεῖν ὁρᾷν.
chapter
126
126
Οὗτος προσεύχεται ὁ ἀεὶ τὴν πρωτόνοιαν ἑαυτοῦ πᾶσαν καρποφορῶν τῷ θεῷ.
chapter
127
127
Πᾶν ψεῦδος καὶ πάντα ὅρκον περιΐστασο ὡς μοναχὸς καὶ προσεύξασθαι ποθῶν· εἰ δὲ μήγε, εἰς μάτην σχηματίζει τὸ ἀνοίκειον.
chapter
128
128
Εἰ πνεύματι προσεύχεσθαι βούλει, μηδὲνα μίσει, καὶ οὐχ ἕξεις νέφος ἀντισκοτοῦν σοι ἐν καιρῷ προσευχῆς.
chapter
129
129
Ἐμπίστευσον τῷ θεῷ τὴν χρείαν τοῦ σώματος, καὶ δῆλος ἔσῃ καὶ τὴν τοῦ πνεύματος ἐμπιστεύων αὐτῷ.
chapter
130
130
Ἐὰν ἐπιτεύξῃ τῶν ἐπαγγελιῶν, βασιλεύσεις. Οὐκουν πρὸς ταύτας ἀεὶ βλέπων, ἡδέως οἴσεις τὴν παροῦσαν πενίαν.
chapter
131
131
Μὴ παραιτοῦ πενίαν καὶ θλῖψιν, τὰς ὕλας τῆς ἀβαροῦς προσευχῆς.
chapter
132
132
Ὁμηρευέτωσάν σοι αἱ σωματικαὶ ἀρεταὶ πρὸς τὰς ψυχικάς, καὶ αἱ ψυχικαὶ πρὸς τὰς πνευματικάς, καὶ αὗται πρὸς τὴν ἄϋλον καὶ οὐσιώδη γνῶσιν.
chapter
133
133
Σκόπει κατευχόμενος λογισμῶν, εἰ ῥᾳδίως λωφήσαιεν, ὅθεν τοῦτο γέγονεν, μὴ ἔγκρυμμα πάθῃς καὶ πλανηθεὶς ἀποδῷς σεαυτόν.
chapter
134
134
Ἔστιν ὅτε οἱ δαίμονες ὑποβάλλουσί σοι λογισμοὺς καὶ πάλιν ἐρεθίζουσί σε δῆθεν προσεύξασθαι κατ' αὐτῶν ἢ ἀντιλέξαι αὐτοῖς καὶ ἑκουσίως ὑποχωροῦσιν, ίνα ἀπατηθεὶς οἰηθῇς περὶ σεαυτοῦ ὅτι ἤρξω νικᾶν τοὺς λογισμοὺς καὶ ἐκφοβεῖν τοὺς δαίμονας.
chapter
135
135
Εἰ προσεύχῃ κατὰ πάθους ἢ δαίμονος παρενοχλοῦντός σοι, μέμνησο τοῦ λέγοντος· Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτούς· καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν· ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου καὶ τὰ ἑξῆς· ταῦτα δὲ εὐκαίρως λέξεις, ταπεινοφροσύνῃ ἑαυτὸν ὁπλίζων κατὰ τῶν ἀντιπάλων.
chapter
136
136
Μὴ νόμιζε κεκτῆσθαι ἀρετήν, μὴ πρότερον ὑπὲρ αὐτῆς ἕως αἵματος παραταξάμενος· δεῖ γὰρ μέχρι θανάτου ἀντικαθίσασθαι πρὸς τὴν ἁμαρτίαν ἀγωνιστικῶς καὶ ἀνεγκλήτως, κατὰ τὸν θεῖον ἀπόστολον.
chapter
137
137
Ἐὰν ὠφελήσῃς τινά, βλαβήσῃ ὑφ' ἑτέρου, ἵνα ὡς ἀδικούμενος, εἴπῃς ἢ δράσῃς τι ἄτοπον· καὶ σκορπίσῃς κακῶς, ἃ καλῶς συνήγαγες· σκοπὸς γὰρ τοῦτο τῶν πονηρῶν δαιμόνων· διὸ προσεκτέον νουνεχῶς.
chapter
138
138
Ὁρμὰς δαιμόνων ἐπαχθεῖς ἀεὶ προσδέχου, φροντίζων πῶς ἀποστῆναι τῆς δουλείας αὐτῶν.
chapter
139
139
Νύκτωρ μὲν ταράττειν δι' ἑαυτῶν ἐξαιτοῦνται τὸν πνευματικὸν διδάσκαλον οἱ πονηροὶ δαίμονες· καὶ μεθ' ἡμέραν δι' ἀνθρώπων, περιστάσεσι καὶ συκοφαντίαις καὶ κινδύνοις τοῦτον περιβάλλουσιν.
chapter
140
140
Μὴ παραιτοῦ τοὺς κναφεῖς· εἰ γὰρ καὶ τύπτουσι πατοῦντες καὶ τείνοντες ξαίνουσιν, ἀλλά γε διὰ τούτων λαμπρὰ ἡ ἐσθής σου γίνεται.
chapter
141
141
Ἐφ' ὅσον οὐκ ἀπετάξω τοις πάθεσιν, αλλ' ὁ νοῦς σου ἐναντιοῦται τῇ ἀρετῇ καὶ τῇ ἀληθείᾳ, οὐκ εὑρήσεις εὐῶδες θυμίαμα ἐν τῷ κόλπῳ σου.
chapter
142
142
Προσεύξασθαι ποθεῖ ὁ μεταστὰς τῶν ἐνθένδε καὶ τὸ πολίτευμα, ἐν οὐρανοῖς ἔχων διαπαντός, οὐ λόγῳ ἁπλῶς ψιλῷ, ἀλλὰ πράξει ἀγγελικῇ καὶ γνώσει θειοτέρᾳ.
chapter
143
143
Εἰ μόνον δυσπραγῶν μνημονεύεις τοῦ κριτοῦ, ὡς φοβερὸς καὶ ἀδέκαστος ὑπάρχει, οὐδέπω μεμάθηκας δουλεύειν τῷ κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθαι αὐτῷ ἐν τρόμῳ. ἴσθι γὰρ ὅτι κἀν ταῖς πνευματικαῖς ἀνέσεσι καὶ εὐωχίαις, μᾶλλον μετ' εὐλαβείας καὶ αἰδοῦς δεῖ λατρεύειν αὐτῷ.
chapter
144
144
Ἐπιγνώμων ἀνήρ, ὁ μὴ πρὸ τῆς τελείας μετανοίας ἀποσχόμενος τῆς ἐλλύπου μνείας τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ἐν πυρὶ αἰωνίῳ δικαίας τούτων εἰσπράξεως.
chapter
145
145
Ὁ ἐν ἁμαρτίαις ἐνεχόμενος καὶ παροργισμοῖς καὶ τολμῶν ἀναιδῶς ἐκτείνεσθαι πρὸς γνῶσιν θειοτέρων πραγμάτων ἢ καὶ ἀΰλου κατεπεμβαίνων προσευχῆς, οὗτος δεχέσθω τὸ ἀποστολικὸν ἐπιτίμιον· ὡς οὐκ ἔστιν ἀκίνδυνον αὐτῳ, τὸ γυμνῇ καὶ ἀκατακαλύπτῳ κεφαλῇ προσεύχεσθαι· ὀφείλει γάρ, φησίν, ἡ τοιαύτη ψυχὴ κατὰ κεφαλῆς ἔχειν ἐξουσίαν διὰ τοὺς ἐφεστῶτας ἀγγέλους, αἰδῶ καὶ ταπεινοφροσύνην προσήκουσαν περιβαλλομένη.
chapter
146
146
Ὥσπερ ὀφθαλμιῶντα οὐκ ὀνήσει ἡ ἐν σταθηρᾷ μεσημβρίᾳ καὶ σφοδροτάτῃ φρυκτωρίᾳ ἀκατακάλυπτος καὶ ἐπιτεταμένη τοῦ ἡλίου θέα, οὕτως οὐδὲ τὸν ἐμπαθῆ καὶ ἀκάθαρτον νοῦν ἡ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ φοβερᾶς καὶ ὑπερφυοῦς προσευχῆς ἀνατύπωσις παντελῶς ὀνήσειεν, ἀλλὰ καὶ τοὐναντίον πρὸς ἀγανάκτησιν ἐγείρε καθ' ἑαυτοῦ τὸ θεῖον.
chapter
147
147
Εἰ τὸν μετὰ δώρου προσελθόντα ἐπὶ τὸ θυσιαστήριον οὐκ ἐδέξατο ὁ ἀνενδεὴς καὶ ἀδέκαστος, ἕως τοῦ διαλλαχῆναι τῷ πλησίον λυπουμένῳ πρὸς αὐτὸν, σκόπει πόσης φυλακῆς χρεία καὶ διακρίσεως, ἵνα εὐπρόσδεκτον δῶμεν τῷ θεῷ θυμίαμα τῷ νοητῷ θυσιαστηρίῳ.
chapter
148
148
Μὴ ἔσο ὑλοχαρὴς μηδὲ δοξοχαρής· εἰ δὲ μήγε, οὐκ ἔτι ἐν τῷ νώτῳ σου, αλλ' ἐν τῷ προσώπῳ σου τεκταίνουσιν οἱ ἁμαρτωλοὶ· καὶ ἔσῃ ἐπίχαρμα αὐτοῖς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, ἐξελκόμενος, καὶ δελεαζόμενος ὑπ' αὐτῶν ἐν λογισμοῖς ἀλλοκότοις.
chapter
149
149
Προσοχὴ προσευχὴν ἐπιζητοῦσα προσευχὴν εὑρήσει· προσευχὴ γὰρ προσοχῇ εἰ καί τι ἄλλο μᾶλλον ἕπεται, ἐφ' ἣν σπουδαστέον ἀεί.
chapter
150
150
Ὥσπερ πασῶν τῶν αἰσθήσεων κρείττων ἡ ὅρασις, οὕτω καὶ πασῶν ἀρετῶν ἡ προσευχὴ ἀνωτέρα.
chapter
151
151
Προσευχῆς ἔπαινος οὐχ ἁπλῶς ἡ ποσότης, ἀλλ' ἡ ποιότης. Καὶ τοῦτο δηλοῦσιν οἱ ἀναβάντες εἰς τὸ ἱερὸν· καὶ πάλιν· Ὑμεῖς δὲ ὅταν προσεύχησθε, μὴ βαττολογεῖτε καὶ τὰ τοιαῦτα.
chapter
152
152
Ἐφ' ὅσον τῇ ἀναλογίᾳ προσέχεις τοῦ σώματος καὶ ὁ νοῦς σου τὰ τῆς σκηνῆς περιέπει τερπνά, οὐδέπω τὸν τῆς προσευχῆς ἑώρακας τόπον, ἀλλ᾽ ἔτι μακρὰν ἀπὸ σοῦ ἡ μακαρία ταύτης ὁδὸς ὑπάρχει.
chapter
153
153
Ὅταν ἱστάμενος εἰς προσευχὴν ὑπὲρ πᾶσαν ἄλλην χαρὰν γένῃ, τότε ἀληθῶς εὕρηκας προσευχήν.