vol
79
79
col
1148
79 1148
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ ΠΝΕΥΜΑΤΩΝ ΤΗΣ ΠΟΝΗΡΙΑΣ. Περὶ γαστριμαργίας. Ἀρχὴ καρποφορίας, ἄνθος, καὶ ἀρχὴ πρακτικῆς, ἐγκράτεια· ὁ κρατῶν γαστρὸς, ἐλαττοῖ πάθη, ἡττώμενος δὲ βρώμασιν αὔξει τὰς ἡδονάς. Ἀρχὴ ἐθνῶν Ἀμαλὴκ, καὶ ἀρχὴ παθῶν γαστριμαργία. Ὕλη πυρὸς ξύλα, ὕλη δὲ γαστρὸς βρώματα. Ξύλα πολλὰ μεγάλην ἐγείρει φλόγα, πλῆθος δὲ βρωμάτων τρέφει ἐπιθυμίαν. Φλὸξ ἀμαυροῦται ἐπιλειπούσης ὕλης, καὶ βρωμάτων ἔνδεια μαραίνει ἐπιθυμίαν. Ὁ κρατήσας σιαγόνος, ἀνεῖλεν ἀλλοφύλους, καὶ δεσμὰ χειρῶν αὐτοῦ διέσπασεν εὐχερῶς. Ἀναίρεσις σιαγόνος πηγὴν ἐγέννησεν ὕδατος, καὶ γαστριμαργία καταργηθεῖσα, θεωρίαν ἔτεκε πρακτικήν. Πάσσαλος σκηνῆς παρελθὼν, σιαγόνα ἀνεῖλε πολέμιον, καὶ λόγος ἐγκρατείας ἐνέκρωσε πάθος. Ἐπιθυμία βρώσεως ἔτεκε παρακοὴν, καὶ γεῦσις ἡδεῖα ἐξέβαλε παραδείσου. Πολυτέλεια βρωμάτων τέρπει λαιμὸν, τρέφει δὲ σκώληκα ἀκολασίας ἀκοίμητον. Ἐνδεὴς γαστὴρ ἐν προσευχῇ ἀγρυπνεῖν παρασκευάζει, ἡ δὲ πεπληρωμένη ὕπνον ἐπάγει πολύν. Νηφάλιον φρόνημα ἐν ξηροτάτῃ διαίτῃ, ὑγρὸς δὲ βίος βαπτίζει νοῦν εἰς βυθόν. Νηστεύοντος προσευχὴ, νεοσσὸς ἀετοῦ ἀνιπτάμενος, ἡ δὲ τοῦ κραιπαλοῦντος βαρυνομένη τῷ κόρῳ, καθέλκεται· νηστεύοντος νοῦς, ἀστὴρ ἐν αἰθρίᾳ λαμπρὸς, ὁ δὲ τοῦ κραιπαλοῦντος ἐν σκοτομήνῃ καλύπτεται· ὀμίχλη καλύπτει ἡλιακὰς ἀκτῖνας, καὶ νοῦν σκοτίζει παχεῖα βρωμάτων ἀνάδοσις. Ἔσοπτρον ῥυπωθὲν οὐ διαρθροῖ τὴν προσπεσοῦσαν μορφὴν, καὶ διανοητικὸν ἀμβλυνθὲν κόρῳ, οὐ δέχεται γνῶσιν Θεοῦ. Χερσωθεῖσα γῆ ἀκάνθας τίκτει, καὶ νοῦς γαστριμάργου βλαστάνει λογισμοὺς αἰσχρούς. Οὐκ ἔστιν ἐν βορβόρῳ εὑρεῖν ἀρώματα, οὐδὲ ἐν γαστριμάργῳ θεωρίας εὐωδίαν. Ὀφθαλμὸς γαστριμάργου περιεργάζεται συμπόσια· ὀφθαλμὸς δὲ ἐγκρατοῦς συνέδρια σοφῶν. Μνήμας μαρτύρων ἀριθμεῖ ψυχὴ γαστριμάργου, ἡ δὲ τοῦ ἐγκρατοῦς μιμεῖται βίους αὐτῶν. Δειλὸς στρατιώτης φρίσσει σάλπιγγα σημαίνουσαν πόλεμον, καὶ γαστρίμαργος κηρυσσομένην ἐγκράτειαν. Γαστρίμαργος μοναχὸς, κοιλίας ὑπόφορος, καὶ μαστιζόμενος ἀπαιτεῖται δα σμὸν ἡμερούσιον. Ὁδοιπόρος ὀξὺς ταχέως καταλήψεται πόλιν, καὶ μοναχὸς ἐγκρατὴς εἰρηνικὴν κατάστασιν· ὁδοιπόρος βραδὺς ἐν ἐρημίᾳ αὐλισθήσεται ὕπαιθρος, καὶ μοναχὸς γαστρίμαργος οὐ φθάσει εἰς οἶκον ἀπαθείας. Ἀτμὶς θυμιάματος εὐωδιάζει ἀέρα, καὶ προσευχὴ ἐγκρατοῦς ὄσφρησιν Θεοῦ. Ἐὰν δῷς σεαυτὸν ἐπιθυμίᾳ βρωμάτων, οὐδὲν ἀρκέσει πρὸς τὸ πληρῶσαι τὴν ἡδονήν· πῦρ γάρ ἐστιν ἐπιθυμία βρωμάτων, ἀεὶ δεχομένη, καὶ ἀεὶ φλεγομένη. Μέτρον αὔταρκες ἐπλήρωσεν ἀγγεῖον, γαστὴρ δὲ ῥηγνυμένη, οὐ λέγει, Ἀρκεῖ. Χειρῶν ἔκτασις ἐτροπώσατο τὸν Ἀμαλὴκ, καὶ πράξεις ἐπηρμέναι χειροῦνται πάθη σαρκός. Ἐξολόθρευσον ἐκ σοῦ πᾶν ἔμπνεον κακίας, καὶ μέλη σαρκός σου νέκρωσον ἰσχυρῶς. Ὃν τρόπον γὰρ ἀνῃρημένος πολέμιος, οὐ παρέξει σοι φόβον, οὕτω νεκρωθὲν σῶμα οὐ ταράξει σου τὴν ψυχήν. Οὐκ οἶδε πυρὸς ὀδύνην σῶμα νεκρὸν, οὐδὲ ἐγκρατὴς ἡδονὴν ἐπιθυμίας νεκρᾶς. Ἐὰν πατάξῃς Αἰγύπτιον, ἐν ἄμμῳ κρύψον αὐτὸν, καὶ μὴ πιάνῃς σῶμα ἐπὶ ἡττωμένῳ πάθει· ὡς γὰρ ἐν λιπώσῃ γῇ φύει τὸ κρυφθὲν, οὕτως ἐν σώματι πιμελώδει ἀναθάλλει τὸ πάθος. Μαρανθεῖσα φλὸξ ἀναλάμπει ἐπιλαβομένη φρυγάνων, καὶ ἡδονὴ σβεσθεῖσα ἀναζωπυροῦται ἐν κόρῳ βρωμάτων. Μὴ ἐλεήσῃς σῶμα ἀτονίαν ἀποδυρόμενον, μηδὲ πιάνῃς αὐτὸ πολυτελείᾳ βρωμάτων· ἐὰν γὰρ ἰσχύσῃ, ἐπαναστήσεταί σοι, καὶ πόλεμον ἄσπονδον κινήσει κατὰ σοῦ, ἕως ἂν αἰχμαλωτεύσῃ σὴν ψυχὴν, καὶ δοῦλον παραδώσει σε τῷ τῆς πορνείας πάθει. Ἵππος εὐήνιος, ἐνδεὲς σῶμα, καὶ οὐ μὴ καταβαλεῖ τὸν ἀναβάτην ποτὲ, ὁ μὲν γὰρ εἴκει ἀγχόμενος χαλινῷ, καὶ τῇ χειρὶ πείθεται τοῦ ἡνιόχου, σῶμα δὲ δαμάζεται ἐν λιμῷ, καὶ ἀγρυπνίᾳ, καὶ οὐκ ἀποσκιρτᾷ τοῦ ἐπιβατοῦντος λογισμοῦ, οὐδὲ χρεμετίσει κινούμενον ὑπὸ ὁρμῆς ἐμπαθοῦς. Περὶ πορνείας. Σωφροσύνην τίκτει ἐγκράτεια, γαστριμαργία δὲ, μήτηρ ἀκολασίας· ἔλαιον τρέφει λαμπάδα λύχνου, καὶ πυρσὸν ἡδονῆς ἐξάπτει συντυχία γυναικῶν. Κυμάτων βία χειμάζει πλοῖον ἀνερμάτιστον, καὶ λογισμὸς πορνείας, νοῦν ἀκρατῆ. Πορνεία συμπαραλήψεται κόρον εἰς συμμαχίαν, ἀφήσει γὰρ αὐτὸν, καὶ μετὰ τῶν ἐναντίων στήσεται, καὶ ἐπ' ἐσχάτων συμπολεμήσει τοῖς ἐχθροῖς. Ἄτρωτος διαμένει ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ ὁ ἀγαπῶν ἡσυχίαν, συναναμιγνύμενος δὲ πλήθει συνεχεῖς δέχεται πληγάς. Ὄψις γυναικὸς βέλος ἐστὶ πεφαρμακευμένον, ἔτρωσε τὴν ψυχὴν, καὶ τὸν ἰὸν ἐναπέθετο, καὶ ὅσον χρονίζει, πλείονα τὴν σῆψιν ἐργάζεται. Ὁ φυλασσόμενος
col
1149
79 1149
ταῦτα τὰ βέλη, οὐ παραβάλλει πανηγύρεσι πανδήμοις, οὐδὲ ἐν ταῖς ἑορταῖς περιάξει κεχηνώς· βέλτιον γὰρ οἴκοι μένοντα σχολάζειν προσευχαῖς, ἢ τιμᾷν νομίζοντα τὰς ἑορτὰς, γίνεσθαι πάρεργον ἐχθρῶν. Φεῦγε συντυχίαν γυναικῶν, ἐὰν θέλῃς σωφρονεῖν, καὶ μὴ δῷς παῤῥησίαν αὐταῖς θαῤῥῆσαί σοί ποτε. Εὐλάβειαν γὰρ ἐν ἀρχαῖς ἢ ἔχουσιν ἢ ὑποκρίνονται· ὕστερον δὲ πάντα τολμῶσιν ἀναιδῶς· πρώτῃ συντυχίᾳ τὸ βλέμμα ἔχουσι κάτω, λαλοῦσι πράως, καὶ δακρύουσι συμπαθῶς, σχηματίζονται σεμνῶς, καὶ στενάζουσι πικρὰ, ἐρωτῶσι περὶ ἁγνείας, καὶ ἀκούουσι σπουδαίως· δεύτερον εἶδες, καὶ μικρὸν ἀνένευσαν ἄνω· τρίτον, καὶ προσέχουσιν ἀναιδῶς, ἐμειδιάσας, κἀκεῖναι κεχυμένως ἐγέλασαν· κοσμοῦνται λοιπὸν, καὶ ἐνδείκνυνταί σοι σαφῶς, βλέμμα μορφοῦσιν εὐαγγελιζόμεναι τὸ πάθος, ὀφρῦς ἀνατείνουσι, καὶ περιστρέφουσι βλέφαρα, γυμνοῦσι τὸν τράχηλον, καὶ ὅλῳ τῷ σώματι θρύπτονται, λόγους λαλοῦσι μαλάσσοντας τὸ πάθος, καὶ φθέγμα ἐπιτηδεύουσι θέλγηστρον ἀκοῆς, ἕως ἂν διὰ πάντων πολιορκήσωσι τὴν ψυχήν. Ταῦτα γίνεταί σοι ἄγκιστρα δελεάζοντα εἰς θάνατον, καὶ θήρατρα πολύπλοκα ἕλκοντα εἰς ἀπώλειαν, μή σε πλανήσωσι λόγοις ἐπιεικῶς κεχρημέναι· ἐγκέκρυπται γὰρ αὐταῖς ἰὸς πονηρὸς θηρίων. Μᾶλλον προσέγγισον πυρὶ καιομένῳ, ἢ γυναικὶ νέᾳ, νέος ὢν καὶ αὐτός· πυρὶ μὲν γὰρ προσελθὼν, καὶ ὀδυνηθεὶς, ταχέως ἀποπηδήσεις, γυναικείοις δὲ ῥήμασι χαυνωθεὶς, οὐκ εὐχερῶς ἀναχωρήσεις. Θάλλει βοτάνη ἑστῶσα παρ' ὕδατι, καὶ πάθος ἀκολασίας ἐν συντυχίᾳ γυναικῶν. Ὁ πληρῶν γαστέρα, καὶ ἐπαγγελλόμενος σωφρονεῖν, ὅμοιός ἐστι τῷ λέγοντι, χαλινοῦν πυρὸς ἐνέργειαν ἐν καλάμῃ. Ὃν τρόπον γὰρ πυρὸς ῥοπὴν ἐν καλάμῃ τρέχουσαν ἀδύνατον ἐπισχεῖν, οὕτως ὁρμὴν ἀκόλαστον φλεγομένην ἐν κόρῳ παῦσαι ἀδύνατον. Στύλος ἐπερείδεται βάσει, καὶ πορνείας πάθος ἐπαναπαύεται κόρῳ. Εἰς λιμένα ἐπείγεται χειμαζομένη ναῦς, καὶ ψυχὴ σώφρονος ἐπιζητεῖ ἐρημίαν· φεύγει ἡ μὲν κύματα θαλάσσης ἀπειλοῦντα κίνδυνον, ἡ δὲ μορφὰς γυναικῶν ὀδυνούσας ὄλεθρον. Μορφὴ κεκαλλωπισμένη κύματος χεῖρον βυθίζει· τοῦ μὲν γὰρ ἕστι καὶ διανήξασθαι, πόθῳ ζωῆς, μορφὴ δὲ γυναικὸς ἀπατήσασα, καταφρονεῖν πείθει καὶ αὐτῆς τῆς ζωῆς. Βάτος ἐρημικὴ διαφεύγει φλόγα πυρὸς ἀβλαβῶς, καὶ σώφρων κεχωρισμένος γυναικῶν οὐκ ἐφλογίσθη ἀκολασίας πάθει· ὥσπερ γὰρ μνήμη πυρὸς οὐ καίει διάνοιαν, οὕτω οὐδὲ πάθος ἰσχύει, μὴ παρούσης ὕλης. Ἐὰν ἐλεήσῃς πολέμιον, ἕσται σοι ἐχθρὸς, καὶ ἐὰν φείσῃ πάθους, ἐπαναστήσεταί σοι. Ἀκόλαστον ἐρεθίζει πρὸς ἠδονὴν ὅψις γυναικὸς, τὸν δὲ σώφρονα κανεῖ
col
1152
79 1152
πρὸς δοξολογίαν Θεοῦ· ἐὰν ἠρεμήσῃ τὸ πάθος ἐν συντυχίαις γυναικῶν, μὴ πιστεύσῃς αὐτῷ ἀπάθειαν ἐπαγγελλομένῳ. Καὶ γὰρ κύων σαίνει μὲν ἀπολειφθεὶς ὄχλῳ, ἔξω δὲ προελθὼν, τὴν οἰκείαν ἐπιδείκνυται πονηρίαν. Ὅταν γυναικὸς μνήμη γένηται ἀπαθῶς, τότε νόμιζε τῶν ὅρων ἐπιβεβηκέναι τῆς σωφροσύνης. Ὅτε δέ σε τὸ εἴδωλον αὐτῆς ἐπὶ θεωρίαν διεγείρει, καὶ τὰ βέλη αὐτῆς τὴν ψυχήν σου περιλαμβάνουσι, τότε νόμιζε ἔξω εἶναι τῆς ἀρετῆς. Ἀλλὰ μηδὲ οὕτως ἐγχρονίσῃς τοῖς τοιούτοις λογισμοῖς, μηδὲ ἐπὶ πολὺ κατὰ διάνοιαν προσομιλήσῃς μορφῇ γυναικὸς, ἔστι γὰρ φιλυπόστροφον τὸ πάθος, καὶ τὸν κίνδυνον ἔχει ἐγγύς. Ὥσπερ γὰρ ἡ σύμμετρος χωνεία καθαίρει τὸν ἄργυρον, ἡ δὲ ἐπὶ πολὺ καὶ ἀπόλλυσιν εὐχερῶς, οὕτως ἕξιν σωφρονικὴν διαφθείρει ἐγχρονίζουσα φαντασία γυναικός· μηδὲ ἐπὶ πολὺ προσομιλήσῃς τῷ φανέντι προσώπῳ, ἵνα μὴ ἀνάψῃ ἐν σοὶ ἡδονῆς φλόγα, καὶ ἐμπρήσῃ ἅλωνα σῆς ψυχῆς· ὥσπερ γὰρ σπινθὴρ ἐν ἀχύροις χρονίσας ἐγείρει φλόγα, οὕτω μνήμη γυναικὸς παραμένουσα ἐξάπτει ἐπιθυμίαν. Περὶ φιλαργυρίας. Φιλαργυρία πάντων ἐστὶ ῥίζα τῶν κακῶν, καὶ τρέφει ὡς κλάδους πονηροὺς τὰ λοιπὰ πάθη, καὶ οὐκ ἀφήσει ξηρανθῆναι τὰ ἐξ αὐτῆς ἀνθήσαντα. Ὁ βουλόμενος κόπτειν πάθη, τὴν ῥίζαν ἐκκοπτέτω· μενούσης γὰρ φιλαργυρίας ἐπιτέμνων τοὺς κλάδους οὐδὲν ὠφελεῖ, κἂν γὰρ ἐκκοπῶσιν, εὐθὺς ἐπανθήσουσι. Πολυκτήμων μοναχὸς, πεφορτισμένον πλοῖον, καὶ ἐν ζάλῃ κυμάτων εὐχερῶς καταδυόμενον· ὥσπερ γὰρ ὑπέραντλος ναῦς ὑφ' ἑκάστου κύματος βασανίζεται, οὕτω πολυκτήμων ταῖς φροντίσι ὑποβρύχιος γίνεται. Ἀκτήμων μοναχὸς, ὁδοιπόρος εὐσταλὴς, καὶ ἐν παντὶ τόπῳ εὑρίσκων κατάλυμα. Ἀκτήμων μοναχὸς ἀετὸς ὑψιπέτης, τότε καθιπτάμενος ἐπὶ τροφὴν, ὅταν ἡ χρεία βιάσῃ. Παντὸς πειρασμοῦ ὁ τοιοῦτός ἐστιν ὑψηλότερος, καταγελᾷ τῶν παρόντων, καὶ μετέωρος ἐξαίρεται, ἀναχωρεῖ τῶν γηΐνων, καὶ συμπεριπολεῖ τοῖς ἄνω· πτερὸν γὰρ ἔχει κοῦφον, φροντίσι μὴ βαρυνόμενον· θλίψις ἐπῆλθε, καὶ ἀλύπως τὸν τόπον ἀπέλιπε· θάνατος ἐπέστη, καὶ εὐθύμως ἀπέρχεται· οὐδενὶ γὰρ γηΐνῳ δεσμῷ προσέδησε τὴν ψυχήν. Ὁ δὲ πολυκτήμων πεπέδηται μερίμναις, καὶ καθάπερ κύων ἁλύσει προσδέδεται, κἂν μεταναστῆναι βιασθῇ, τὰς μνήμας τῶν κτημάτων περιφέρει βαρὺ φορτίον, καὶ ἀχθηδόνα ἀνωφελῆ, κεντεῖται λύπῃ, καὶ πρὸς, τὴν ἔννοιαν ὀδυνᾶται σφοδρῶς, ἀφῆκε τὰ κτήματα, καὶ τῇ λύπῃ μαστίζεται. Κἂν θάνατος ἐπέλθοι, ἐλεεινῶς ἀφίησι τὰ παρόντα, ἀποδίδωσι τὴν ψυχὴν, καὶ τὸν ὀφθαλμὸν οὐκ ἀφίστησι τῶν πραγμάτων· ἄκων ἕλκεται καθάπερ ἀνδράποδον δραπετεῦον, μερίζεται τοῦ σώματος, καὶ οὐ μερίζεται τῶν πραγμάτων· μᾶλλον τῶν ἑλκόντων αὐτὸν τοῦ πάθους κατέχοντος.
col
1153
79 1153
Θάλασσα οὐκ ἐμπίπλαται, ποταμῶν δεχομένη πλῆθος, καὶ ἐπιθυμία φιλαργύρου οὐ πληροῦται χρημάτων, ἐδιπλασίασε τὰ χρήματα, καὶ ταῦτα διπλᾶ ποιῆσαι ἐπιθυμεῖ, καὶ τοῦ διπλασιάζειν οὐδέποτε παύεται, ἕως ἂν θάνατος τὴν ἀνήνυτον ταύτην παύσῃ σπουδήν. Συνετὸς μοναχὸς τῇ χρείᾳ προσέξει τοῦ σώματος, καὶ τὴν ἔνδειαν τῆς γαστρὸς ἄρτῳ πληρώσει, καὶ ὕδατι, οὐ κολακεύσει πλουτοῦντας δι' ἡδονὴν γαστρὸς, οὐδὲ δουλώσει νοῦν ἐλεύθερον δεσπόταις πολλοῖς· ἱκαναὶ γὰρ αἱ χεῖρες ὑπηρετῆσαι τῷ σώματι, καὶ τὴν φυσικὴν ἀνάγκην πληρῶσαι διὰ παντός. Ἀκτήμων μοναχὸς, ἀθλητὴς ἀμεσολάβητος, καὶ δρομεὺς κοῦφος, ταχέως φθάνων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Πολυκτήμων μοναχὸς χαίρει προσόδοις πολλαῖς, ὁ δὲ ἀκτήμων στεφάνοις κατορθωμάτων. Φιλάργυρος μοναχὸς ἐργάζεται σφοδρῶς, ὁ δὲ ἀκτήμων προσευχαῖς σχολάζει, καὶ ἀναγνώσμασι. Φιλάργυρος μοναχὸς πληροῖ ταμεῖα χρυσοῦ, ὁ δὲ ἀκτήμων θησαυρίζει ἐν οὐρανῷ. "6Ἐπικατάρατος ὁ ποιῶν εἴδωλον, καὶ τιθεὶς ἐν ἀποκρύφῳ,"6 ὡσαύτως καὶ ὁ ἔχων φιλαργυρίας πάθος· ὁ μὲν γὰρ προσκυνεῖ κίβδηλον ἀνωφελὲς, ὁ δὲ ἀγαλματοφορεῖ φαντασίαν πλούτου. Περὶ ὀργῆς. Ὀργὴ πάθος ἐστὶ μανιῶδες, καὶ τοὺς ἔχοντας γνῶσιν ἐξίστησιν εὐχερῶς, θηριοῖ τὴν ψυχὴν, καὶ πᾶσαν συντυχίαν ἐκκλίνειν ποιεῖ. Ἄνεμος σφοδρὸς οὐ κινήσει πύργον, καὶ ψυχὴν ἀόργητον οὐ συναρπάζει θυμός. Ὕδωρ κινεῖται ὑπὸ βίας ἀνέμων, καὶ θυμώδης ταράσσεται ὑπὸ λογισμῶν ἀσυνέτων. Μοναχὸς ὀργίλος εἶδέ τινα, καὶ τοὺς ὀδόντας παρέθηξεν. Ὀμίχλης ἀνάδοσις παχύνει ἀέρα, καὶ θυμοῦ κίνησις διάνοιαν ὀργίλου. Ἐσκότισεν ἥλιον ὑποδραμὼν νέφος, καὶ νοῦν λογισμὸς μνησικακίας. Λέων ἐν ζωγρείῳ ὢν κινεῖ τοὺς στρόφιγγας συνεχῶς, καὶ θυμώδης ἐν κέλλῃ λογισμοὺς ὀργῆς. Τερπνὴ θεωρία, γαληνῶσα θάλασσα, ἀλλ' οὐκ ἔστι τερπνοτέρα εἰρηνικῆς καταστάσεως· γαληνώσῃ γὰρ θαλάσσῃ ἐγκολυμβῶσι δελφῖνες, εἰρηνικῇ δὲ καταστάσει ἐννήχεται νοήματα θεοπρεπῆ. Μακρόθυμος μοναχὸς, ἡσυχάζουσα πηγὴ, καὶ πᾶσι παρέχουσα προσηνὲς ποτὸν, διάνοια δὲ ὀργίλου διὰ παντὸς τετάρακται καὶ οὐκ ἐπιδώσει τῷ διψῶντι ὕδωρ, κἂν ἐπιδώσῃ, τεθολωμένον, καὶ ἄχρηστον, καὶ ὀφθαλμοὶ θυμώδους, τεταραγμένοι, καὶ ὕφαιμοι καὶ τῆς ταρασσομένης καρδίας ἄγγελοι. Πρόσωπον δὲ μακροθύμου ὀρθὰ κατεσταλμένον, καὶ ὀφθαλμοὶ προσηνεῖς κάτω βλέποντες. Πραΰτης ἀνδρὸς μνημονεύεται παρὰ Θεῷ, καὶ ἀόργητος ψυχὴ ναὸς γίνεται τοῦ ἁγίου Πνεύματος.
col
1156
79 1156
Κλίνει κεφαλὴν Χριστὸς ἐν μακροθύμῳ πνεύματι, καὶ μονὴ γίνεται τῆς ἀγίας Τριάδος εἰρηνευομένη διάνοια. Ἀλώπεκες κατοικοῦσιν ἐν μνησικάκῳ ψυχῇ, καὶ θηρία ἐμφωλεύουσιν ἐν τεταραγμένῃ καρδίᾳ. Φεύγει ἀνὴρ σεμνὸς αἰσχρὸν καταγώγιον, καὶ Θεὸς μνησίκακον καρδίαν. Ὕδωρ ἐτάραξεν ἐμπεσὼν λίθος, καὶ καρδίαν ἀνδρὸς λόγος κακός. Ἀπόστησον λογισμοὺς ὀργῆς ἀπὸ σῆς ψυχῆς, καὶ θυμὸς μὴ αὐλιζέσθω ἐν σῇ καρδίᾳ, καὶ οὐ μὴ ταραχθῇς ἐν καιρῷ προσευχῆς· ὃν τρόπον γὰρ ἀχύρων καπνὸς ταράσσει ὀφθαλμοὺς, οὕτω μνησικακία νοῦν, ἐν καιρῷ προσευχῆς. Λογισμοὶ θυμώδους ἐχίδνης γεννήματα, καὶ κατεσθίουσι τὴν τεκοῦσαν καρδίαν. Θυμώδους προσευχὴ ἐβδελυγμένον θυμίαμα· καὶ ψαλμῳδία ὀργίλου ἦχος ἀηδής. Δῶρον μνησικάκου μυρμηκιῶσα θυσία, καὶ οὐ μὴ προσεγγίσῃ περιῤῥαντηρίους βωμούς. Ἐνύπνια τεταραγμένα ὁρᾷ θυμώδης, καὶ θηρίων ἐπιδρομὰς φαντάζεται ὀργίλος. Μακρόθυμος ἀνὴρ ὀπτασίας ὁρᾷ, συντυχίας ἁγίων ἀγγέλων, καὶ ἀμνησίκακος γυμνάζει λόγους πνευματικοὺς, καὶ ἐν νυκτὶ δέχεται μυστηρίων λύσεις. Περὶ λύπης. Οὐκ οἶδε πνευματικὴν ἡδονὴν λυπούμενος μοναχός· λύπη δέ ἐστι κατήφεια ψυχῆς, καὶ συνίσταται ἀπὸ λογισμῶν ὀργῆς. Ἀμύνης γὰρ ὄρεξίς ἐστιν ὁ θυμὸς, ἀποτυχία δὲ ἀμύνης ἐγέννησε λύπην· λύπη στόμα ἐστὶ λέοντος, καὶ τὸν λυπούμενον καταπίνει εὐχερῶς. Σκώληξ ἐστὶ καρδίας λύπη, καὶ κατεσθίει τὴν τεκοῦσαν μητέρα. Ὀδυνᾶται μήτηρ τίκτουσα παιδίον, ἐὰν τέκῃ, τῆς ὀδύνης ἀπήλλακται, λύπη δὲ γεννωμένη, πολὺν κινεῖ τὸν πόνον, καὶ μετὰ τὰς ὠδίνας παραμένουσα, οὐ μικρῶς ὀδυνᾶται. Οὐκ οἶδε χαρὰν πνευματικὴν λυπούμενος μοναχὸς, ὡς οὐδὲ μέλιτος γεῦσιν ὁ πυρέσσων σφοδρῶς. Λυπούμενος μοναχὸς οὐ κινήσει τὸν νοῦν εἰς θεωρίαν, οὐδὲ προσευχὴν καθαρὰν ἀναπέμπει· παντὸς γὰρ καλοῦ ἐμπόδιόν ἐστι λύπη. Δεσμὸς ποδῶν ἐμπόδιόν ἐστι δρόμου, καὶ λύπη ἐμπόδιον θεωρίας. Αἰχμάλωτος ἀπὸ βαρβάρων δέδεται σιδήρων, καὶ αἰχμάλωτος ἀπὸ παθῶν δέδεται λύπη. Οὐκ ἰσχύει λύπη μὴ παρόντων τῶν ἄλλων παθῶν, ὡς οὔτε δεσμὸς, μὴ παρόντων τῶν δεσμούντων. Ὁ δεδεμένος λύπῃ νενίκηται ὑπὸ παθῶν, καὶ τὸν δεσμὸν ἐπιφέρεται τῆς ἥττης τὸν ἔλεγχον. Λύπη γὰρ συνίσταται ἐπὶ ἀποτυχίᾳ ὀρέξεως σαρκικῆς· ὄρεξις δὲ παντὶ πάθει συνέζευκται. Ὁ νικήσας ὄρεξιν, ἐνίκησε πάθη, ὁ δὲ νικήσας πάθη, οὐ κρατηθήσεται ὑπὸ λύπης. Ἐγκρατὴς οὐ λυπεῖται ἐπὶ ἀποτυχίᾳ βρωμάτων, οὔτε σώφρων διαμαρτὼν ἀφροσύνης ἀκολάστου, οὐδὲ ἀόργητος, ἀποπεσὼν ἀμύνης, οὐδὲ ταπεινόφρων, στερηθεὶς ἀνθρωπίνης τιμῆς, οὐδὲ ἀφιλάργυρος, ζημίᾳ περιπεσὼν, ἐξέκλιναν γὰρ τὴν τούτων ὄρεξιν δυνατῶς· ὥσπερ γὰρ ὁ τεθωρα
col
1157
79 1157
κισμένος οὐ δέχεται βέλος, οὕτως ὁ ἀπαθὴς οὐ τιτρώσκεται ἀπὸ λύπης. Θυρεὸς στρατιώτῃ, καὶ πόλει τεῖχός ἐστιν ἀσφάλεια· ἀπάθεια δὲ μοναχῷ ἀσφαλεστέρα ἀμφοτέρων· θυρεὸν μὲν γὰρ διέδυ βέλος ῥοίζῳ φερόμενον πολλάκις, καὶ τεῖχος κατέσκαψε πλῆθος πολεμιστῶν, ἀπαθείας δὲ οὐ κατισχύσει λύπη. Ὁ κρατῶν παθῶν, ἐκράτησε λύπης, ἡττώμενος δὲ ἡδονῆς, οὐκ ἐκφεύξεται τοὺς ταύτης δεσμούς. Ὁ λυπούμενος συνεχῶς, καὶ προσποιούμενος ἀπάθειαν, ὅμοιός ἐστι νοσοῦντι, καὶ ὑγείαν ὑποκρινομένῳ· ὡς γὰρ ὁ νοσῶν δηλοῦται ἀπὸ τοῦ χρώματος, οὕτως ὁ ἐμπαθὴς ἐλέγχεται ἀπὸ λύπης. Ὁ ἀγαπῶν τὸν κόσμον, λυπηθήσεται πολλὰ, καταφρονῶν δὲ τῶν ἐν αὐτῷ, εὐφρανθήσεται διὰ παντός. Φιλάργυρος ζημιωθεὶς λυπηθήσεται πικρῶς, ὁ δὲ καταφρονῶν χρημάτων, ἄλυπος ἔσται. Φιλόδοξος λυπηθήσεται, ἐπελθούσης ἀτιμίας, ὁ δὲ ταπεινόφρων ταύτην ὡς σύντροφον δέξεται. Χωνευτήριον ἐκάθηρεν ἀργύριον ἀδόκιμον, καὶ λύπη κατὰ Θεὸν καρδίαν ἐν ἁμαρτίαις· χώνευσις συνεχὴς μειοῖ μόλιβδον, καὶ λύπη κοσμικὴ ἐλαττοῖ διάνοιαν. Ὀφθαλμῶν ἐνέργειαν ἀμαυροῖ γνόφος, καὶ νοῦν θεωρητικὸν ἀμβλύνει λύπη· βυθὸν ὕδατος οὐ διαβαίνει ἡλιακὸν φέγγος, καὶ καρδίαν κατάλυπον οὐ καταυγάζει θεωρία φωτός· ἡδὺ πᾶσιν ἀνθρώποις ἀνατολὴ ἠλίου, δυσαρεστεῖται δὲ καὶ τούτῳ λυπουμένη ψυχή. Αἴσθησιν γεύσεως ἀφαιρεῖται ἴκτερος, καὶ ψυχῆς αἴσθησιν ἀφαιρεῖται λύπη. Ὁ δὲ καταφρονῶν τῶν ἡδονῶν τοῦ κόσμου οὐκ ὀχληθήσεται ὑπὸ λογισμῶν λύπης. Περὶ ἀκηδίας. Ἀκηδία ἐστὶν ἀτονία ψυχῆς, ἀτονία δὲ ψυχῆς οὐκ ἔχουσα τὸ κατὰ φύσιν, οὐδὲ πρὸς πειρασμοὺς ἵσταται γενναίως. Ὅπερ γάρ ἐστι τροφὴ εὐεκτοῦντι σώματι, τοῦτό ἐστι πειρασμὸς γενναίᾳ ψυχῇ. Βορέας ἄνεμος τρέφει γεννήματα, καὶ πειρασμοὶ βεβαιοῦσι καρτερίαν ψυχῆς. Νεφέλη ἄνυδρος διώκεται ὑπὸ ἀνέμου, καὶ νοῦς ὑπομονὴν μὴ ἔχων, ὑπὸ πνεύματος ἀκηδίας. Δρόσος ἐαρινὴ αὔξει καρπὸν ἀγροῦ, καὶ λόγος πνευματικὸς ὑψοῖ κατάστασιν ψυχῆς. Ῥεῦμα ἀκηδίας ἐξελαύνει μοναχὸν ἐκ τῆς οἰκίας αὐτοῦ, ὁ δὲ ἔχων ὑπομονὴν ἡσυχάζει διαπαντός. Ἀσθενούντων ἐπισκέψεις προβάλλεται ὁ ἀκηδιαστὴς, πληροφορεῖ δὲ τὸν ἴδιον σκοπόν. Ἀκηδιαστὴς μοναχὸς, πρὸς διακονίαν ὀξὺς, καὶ ἐντολὴν λογίζεται τὴν ἑαυτοῦ πληροφορίαν· φυτὸν ἀδρανὲς ἔκλινεν αὖρα λεπτὴ, καὶ φαντασία ἀποδημίας εἵλκυσεν ἀκηδιαστήν. Δένδρον καλῶς πεπηγὸς οὐκ ἔσεισε βία πνευμάτων, καὶ ἀκη
col
1160
79 1160
δία οὐκ ἔκαμψεν ἐρηρεισμένην ψυχήν. Κυκλευτὴς μοναχὸς, φρύγανον ἐρημίας, ὀλίγον ἡσύχασε, καὶ πάλιν φέρεται μὴ βουλόμενος. Φυτὸν μεταφερόμενον οὐ καρποφορεῖ, καὶ μοναχὸς κυκλευτὴς οὐ ποιήσει καρπὸν ἀρετῆς. Ὁ ἀσθενῶν οὐκ ἀρκεῖται τροφῇ μιᾷ, καὶ ἀκηδιαστὴς μοναχὸς ἐν ἔργῳ ἑνί. Φιληδόνῳ οὐκ ἀρκέσει μία γυνὴ, καὶ ἀκηδιαστῇ μοναχῷ οὐκ ἀρκέσει μία κέλλα. Ὀφθαλμὸς ἀκηδιαστοῦ ταῖς θυρίσιν ἐνατενίζει συχνῶς, καὶ ἡ διάνοια αὐτοῦ τοὺς ἐπισκεπτομένους φαντάζεται· ἔτρισεν ἡ θύρα, κἀκεῖνος ἐξήλλατο, φωνῆς ἤκουσε, καὶ διὰ τῆς θυρίδος παρέκυψε, καὶ οὐκ ἀφίσταται ἐκεῖθεν, ἕως οὗ ναρκήσει καθήμενος. Ἀναγινώσκων ἀκηδιαστὴς χασμᾶται πολλὰ, καὶ πρὸς ὕπνον καταφέρεται εὐχερῶς, τρίβει τὰς ὄψεις, καὶ διατείνει τὰς χεῖρας, καὶ τοῦ βιβλίου τοὺς ὀφθαλμοὺς ἀποστήσας, ἐνατενίζει τῷ τοίχῳ, πάλιν ἐπιστρέψας ἀνέγνω μικρὸν, καὶ ἀναπτύσσων τὰ τέλη τῶν λόγων περιεργάζεται, ἀριθμεῖ τὰ φύλλα, καὶ τὰς τετράδας ἐπιψηφίζει, ψέγει τὸ γράμμα καὶ τὴν κόσμησιν, ὕστερον δὲ πτύξας ὑπέθηκε τῇ κεφαλῇ τὸ βιβλίον, καὶ καθεύδει ὕπνον οὐ πάνυ βαθὺν, ἡ γὰρ πεῖνα λοιπὸν διεγείρει αὐτοῦ τὴν ψυχὴν, καὶ τὰς ἑαυτῆς φροντίσεις ποιεῖ. Ἀκηδιαστὴς μοναχὸς, ὀκνηρὸς εἰς προσευχὴν, καὶ οὐ μὴ λαλήσει ποτὲ ῥήματα προσευχῆς· ὥσπερ γὰρ ὁ νοσῶν οὐ βαστάζει φορτίον βαρὺ, οὕτω καὶ ἀκηδιαστὴς οὐ μὴ ποιήσει ἔργον Θεοῦ ἐπιμελῶς· καθῄρηται μὲν γὰρ ὁ μὲν τὴν δύναμιν τοῦ σώματος, ὁ δὲ τοὺς τόνους ἐκλέλυται τῆς ψυχῆς. Ἀκηδίαν θεραπεύει καρτερία, καὶ τὸ πάντα ποιεῖν μετὰ πολλῆς προσεδρείας καὶ φόβου Θεοῦ. Τάξον μέτρον σεαυτῷ ἐν παντὶ ἔργῳ, καὶ μὴ πρότερον ἀποστῇς, πρὶν τελέσῃς αὐτὸ, καὶ προσεύχου συνετῶς καὶ εὐτόνως, καὶ πνεῦμα ἀκηδίας φεύξεται ἀπὸ σοῦ. Περὶ κενοδοξίας. Κενοδοξία πάθος ἐστὶν ἄλογον, καὶ παντὶ ἕργῳ ἀρετῆς εὐκόλως συμπλέκεται. Συγκέχυται γραμμὴ χαραχθεῖσα καθ' ὕδατος, καὶ ἀρετῆς πόνος ἐν κενοδόξῳ ψυχῇ. Λευκὴ γέγονε χεὶρ καλυπτομένη κόλπῳ, καὶ κρυπτομένη πρᾶξις φωτὸς ἐκλάμπει φαιδρότερον. Σμίλαξ περιπλέκεται δένδρῳ, καὶ ὅταν φθάσῃ ἄνω ξηραίνει τὴν ῥίζαν, κενοδοξία δὲ ταῖς ἀρεταῖς παραφύεται, καὶ οὐκ ἀφίσταται, ἕως ἂν ἐκκόψῃ τὴν δύναμιν. Βότρυς ἐπισυρόμενος τῇ γῇ σήπεται εὐχερῶς, καὶ ἀρετὴ ἀπόλλυται κενοδοξίᾳ ἐπερειδομένη. Μοναχὸς κενόδοξος, ἐργάτης ἄμισθος· τὸν πόνον ὑπέστη, καὶ τὸν μισθὸν οὐκ ἔλαβε. Βαλάντιον τετρημένον οὐ φυλάττει τὸ βληθὲν, καὶ κενοδοξία ἀπόλλυσι μισθοὺς ἀρετῶν. Κενοδόξου ἐγκράτεια, καπνὸς καμίνου, καὶ εἰς ἀέρα διαλυθήσεται ἀμφότερα. Ἄνεμος ἀφανίζει ἴχνος ἀνδρὸς, καὶ ἐλεημοσύνην κενόδοξος. Λίθου βολὴ
col
1161
79 1161
οὐ φθάνει εἰς οὐρανὸν, καὶ προσευχὴ ἀνθρωπαρέσκου οὐκ ἀναβήσεται πρὸς Θεόν. Κενοδοξία πέτρα ἐστὶν ὕφαλος· ἐὰν προσρήξῃς, τὸν φόρτον ἀπώλεσας. Κρύπτει θησαυρὸν ἀνὴρ φρόνιμος, καὶ ἀρετῆς πόνους μοναχὸς συνετός. Ἐν πλατείαις προσεύχεσθαι συμβουλεύει κενοδοξία, ὁ δὲ πολεμῶν ταύτῃ προσεύχεται εἰς ταμεῖον αὑτοῦ. Δημοσιεύει πλοῦτον αὐτοῦ ἀνὴρ ἄφρων, κινεῖ δὲ πολλοὺς εἰς ἐπιβουλὴν καθ' ἑαυτοῦ. Σὺ δὲ κρύπτε τὰ σὰ, ἐν ὁδῷ γὰρ τυγχάνεις λῃστῶν, ἕως ἥξεις εἰς πόλιν εἰρήνης, καὶ ἀσφαλῶς χρήσῃ τοῖς σοῖς. Ἀρετὴ κενοδόξου συντετριμμένον ἱερεῖον, καὶ οὐ μὴ ἀνενεχθῇ εἰς θυσιαστήριον Θεοῦ. Ἀκηδία ἐκλύει τόνον ψυχῆς, κενοδοξία δὲ νευροῖ νοῦν ἀποπεπτωκότα Θεοῦ, τὸν ἀσθενοῦντα ἐποίησεν ἐῤῥώμενον, καὶ τὸν γέροντα τοῦ νέου δυνατώτερον, μόνον ἐὰν παρῶσι μάρτυρες τῶν γινομένων πολλοί· κούφη νηστεία τότε, καὶ ἀγρυπνία, καὶ προσευχὴ, ὁ γὰρ ἔπαινος τῶν πολλῶν διεγείρει τὴν προθυμίαν. Μὴ πωλήσῃς τοὺς πόνους δόξαις ἀνθρωπίναις, μηδὲ τὴν μέλλουσαν δόξαν προδῷς δι' εὐφημίαν. Δόξα γὰρ ἀνθρωπίνη εἰς χοῦν κατασκηνοῖ, καὶ κλέος αὐτῆς σβέννυται ἐπὶ γῆς, ἀρετῆς δὲ δόξα μένει εἰς τὸν αἰῶνα Περὶ ὑπερηφανίας. Ὑπερηφανία ἐστὶν οἴδημα ψυχῆς ἰχῶρος πεπληρωμένον· ἐὰν πεπανθῇ, ῥαγήσεται, καὶ ποιήσει ἀηδίαν πολλήν. Ἀστραπῆς ἔκλαμψις, ἦχον προμηνύει βροντῆς, καὶ ὑπερηφανίαν εὐαγγελίζεται παρουσία κενοδοξίας. Εἰς ὕψος μέγα ἀναβαίνει ὑπερηφάνου ψυχὴ, κακεῖθεν αὐτὸν εἰς βυθὸν καταβάλλει. Ὑπερηφανίαν νοσεῖ ὁ ἀποστήσας ἑαυτὸν Θεοῦ, καὶ ἰδίᾳ δυνάμει ἐπιγράφων τὰ κατορθώματα. Ὥσπερ δὲ ὁ ἐπιβὰς ἀράχνῃ διαπεσὼν κατηνέχθη κάτω, οὕτω πίπτει ὁ θαῤῥῶν τῇ ἰδίᾳ δυνάμει. Καρπὸς πολὺς κατακάμπτει κλῶνας δένδρου, καὶ ἀρετῆς πλῆθος ταπεινοῖ φρόνημα ἀνδρός. Καρπὸς σεσηπὼς ἄχρηστος γεωργῷ, καὶ ἀρετὴ ὑπερηφάνου οὐ χρησιμεύει Θεῷ. Χάραξ βαστάζει κλῶνα κατάκαρπον, καὶ φόβος Θεοῦ ἐνάρετον ψυχήν. Ὥσπερ βάρος καρποῦ καταράσσει κλῶνα, οὕτω ὑπερηφανία ἐνάρετον καταβάλλει ψυχήν. Μὴ δῷς ὑπερηφανίᾳ σὴν ψυχὴν, καὶ οὐ μὴ ἴδῃς φαντασίας φρικτάς. Ψυχὴ γὰρ ὑπερηφάνου ἐγκαταλιμπάνεται ὑπὸ Θεοῦ, καὶ γίνεται δαιμόνων ἐπίχαρμα. Νύκτωρ φαντάζεται θηρίων ἐπερχομένων πλῆθος, καὶ μεθ' ἡμέρας ταράσσεται ὑπὸ λογισμῶν δειλίας· καθεύδων ἐξάλλεται συνεχῶς, καὶ ἐγρηγόρως καταπτήσσει σκίαν ὀρνέου. Φωνὴ φύλλου, ἐπτόησεν ὑπερήφανον, καὶ ὕδατος ἦχος κατέκλασεν αὐτοῦ τὴν ψυχήν. Ὁ γὰρ πρὸ μικροῦ ἑαυτὸν ἀντιτάσσων Θεῷ, καὶ τὴν ἐκείνου βοήθειαν ἀρνούμενος, ὕστερος ἐκδειματοῦται, ὑπὸ φαντασμάτων εὐτελῶν.
col
1164
79 1164
Ὑπερηφανία ἀπ' οὐρανοῦ κατέβαλεν ἀρχάγγελον, καὶ ὡς ἀστραπὴν ἐποίησε πεσεῖν ἐπὶ γῆς. Ταπεινοφροσύνη δὲ, ἄνθρωπον ἀνάγει εἰς οὐρανὸν, καὶ μετὰ ἀγγέλων χορεύειν παρασκευάζει. Τί μετεωρίζῃ, ἄνθρωπε, πηλὸς ὢν, καὶ σαπρία τῇ φύσει, καὶ ὑπὲρ τὰς νεφέλας ἐπαίρῃ; ἐπισκέψαι σου τὴν φύσιν ὅτι γῆ εἶ, καὶ σποδὸς, καὶ μετ' ὀλίγον εἰς κόνιν ἀναλύῃ, ἄρτι σοβαρὸς, καὶ μετ' ὀλίγον σκώληξ. Τί τὸν αὐχένα ἐπαίρεις τὸν μετ' ὀλίγον σηπόμενον; Μέγα ἄνθρωπος βοηθούμενος παρὰ Θεοῦ· ἐγκατελείφθη, καὶ τὸ ἀσθενὲς ἐπέγνω τῆς φύσεως. Οὐδὲν ἔχεις, ὃ μὴ παρὰ Θεοῦ ἔλαβες· τί οὖν τῷ ἀλλοτρίῳ ἐναμβλύνῃ ὡς σῷ; τί τῇ χάριτι τοῦ Θεοῦ ὡς ἰδίῳ κτήματι ἐγκαλλωπίζῃ; Ἐπίγνωθι τὸν δεδωκότα, καὶ μὴ ἐπαίρου πολύ· κτίσμα Θεοῦ εἶ, μὴ ἀθέτει τὸν Κτίσαντα· βοηθῇ παρὰ Θεοῦ, μὴ ἀρνοῦ τὸν εὐεργέτην. Εἰς ὕψος ἀνέβης πολιτείας, ἀλλ' ἐκεῖνος ὡδήγησε· κατώρθωσας ἀρετὴν, ἀλλ' ἐκεῖνος ἐνήργησεν. Ὁμολόγει τὸν ὑψώσαντα, ἵνα μείνῃς ἐν τῷ ὕψει βέβαιος· ἐπίγνωθι τὸν ὁμόφυλον, ὅτι τῆς αὐτῆς ἐστιν οὐσίας. Μὴ δι' ἀλαζονείας ἀρνοῦ τὴν συγγένειαν. Ταπεινὸς ἐκεῖνος, καὶ σύμμετρος· ἀλλ' ὁ αὐτὸς δημιουργὸς ἔπλασε τοὺς ἀμφοτέρους. Μὴ καταφρονήσῃς ταπεινοῦ· ἕστηκε γάρ σου ἀσφαλέστερος· ἐπὶ γῆς βαδίζει, καὶ οὐ πίπτει ταχέως· ὁ δὲ ὑψηλὸς, ἐὰν πέσῃ, συντριβήσεται. Ὑπερήφανος μοναχὸς δένδρον ἄῤῥιζον, καὶ οὐ μὴ ἐνέγκῃ προσβολὴν ἀνέμου. Πόλις τετειχισμένη, ἄτυφον φρόνημα, καὶ ὁ ἐνοικῶν αὐτῇ ἄσυλος ἔσται. Μετεωρίζει κάρφος αὖρα ἀνέμου, καὶ ὑπερήφανον ἐπαίρει ἀπονοίας προσβολή· πομφόλυξ ῥαγεῖσα ἀφανισθήσεται, καὶ μνήμη ὑπερηφάνου ὄλλυται. Λόγος ταπεινοῦ μάλαγμα ψυχῆς, ὁ δὲ τοῦ ὑπερηφάνου ἀλαζονείας πεπλήρωται Προσευχὴ ταπεινοῦ ἐπικάμπτει Θεὸν, παροξύνει δὲ τὸν Θεὸν δέησις ὑπερηφάνου. Στέφανος δώματός ἐστιν ἡ ταπεινοφροσύνη καὶ τὸν ἀνελθόντα τηρεῖ ἀσφαλῶς. Ὅταν ἀνέλθῃς εἰς τὸ τῶν ἀρετῶν ὕψος, τότε πολλή σοι χρεία τῆς ἀσφαλείας. Ὁ γὰρ πεσὼν ἀπ' ἐδάφους, ταχέως ἐγείρεται, ὁ δὲ πεσὼν ἀφ' ὑψηλοῦ, εἰς θάνατον κινδυνεύει. Λίθος τίμιος ἐμπρέπει σιαλώματι χρυσίου, καὶ πολλαῖς ἀρεταῖς φαιδρύνεται ταπείνωσις ἀνδρός.