vol
40
40
col
1236
40 1236
Οὐκ ἂν ἀπόθοιτο τὰς ἐμπαθεῖς μνήμας ὁ ἄνθρωπος, μὴ ἐπιθυμίας, καὶ θυμοῦ ἐπιμέλειαν ποιησάμενος, τὴν μὲν νηστείαις καὶ ἀγρυπνίαις καὶ χαμευνίαις καταναλώσας, τὸν δὲ μακροθυμίαις καὶ ἀμνησικακίαις καὶ ἐλεημοσύναις καθημερώσας. Ἐκ γὰρ τῶν δύο τούτων παθῶν, πάντες οἱ δαιμονιώδεις σχεδὸν συνίστανται λογισμοὶ, οἱ τὸν νοῦν ἐμβάλλοντες εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἀδύνατον δὲ τῶν παθῶν τούτων περιγενέσθαι, μὴ παντελῶς βρωμάτων καὶ πομάτων καὶ δόξης ὑπεριδόντα, ἔτι δὲ καὶ τοῦ ἰδίου σώματος, διὰ τοὺς ῥαπίζειν αὐτὸν πολλάκις ἐπιχειροῦντας. Πᾶσα οὖν ἀνάγκη μιμεῖσθαι τοὺς κινδυνεύοντας ἐν τῇ θαλάσσῃ καὶ τῶν σκευῶν ἐκβολὴν ποιουμένους, διὰ τὴν βίαν τῶν ἀνέμων καὶ τῶν ἐπανισταμένων κυμάτων. Ἀλλ' ἐνταῦθα προσεκτέον ἀκριβῶς, μή ἐκβολὴν ποιούμενοι τῶν σκευῶν, πρὸς
col
1237
40 1237
τὸ θεαθῆναι τοῖς ἀνθρώποις ποιήσωμεν. Ἐπεὶ ἀπέχομεν τὸν μισθὸν ἑαυτῶν, καὶ ἄλλο χαλεπώτερον τοῦ προτέρου διαδέξεται ἡμᾶς ναυάγιον, τοῦ τῆς κενοδοξίας ἀντιπνεύσαντος δαίμονος. Διὸ καὶ ὁ Κύριος ἡμῶν ἐν τοῖς Εὐαγγελίοις τὸν κυβερνήτην νοῦν παιδεύων φησίν· «Προσέχετε τὴν ἐλεημοσύνην ἡμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτούς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.» Καὶ πάλιν· «Ὅταν προσεύχησθε,» φησὶν, «οὐκ ἔσεσθε ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσι, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς πλατείαις ἑστῶτες προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν.» Καὶ πάλιν λέγει· «Ὅταν νηστεύητε, μὴ ἔσεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες. Ἀμὴν λέγω ὑμῖν· ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.» Ἀλλὰ προσεκτέον ἐνταῦθα τῷ ἰατρῷ τῶν ψυχῶν, πῶς διὰ μὲν τῆς ἐλεημοσύνης τὸν θυμὸν θεραπεύει, διὰ δὲ τῆς προσευχῆς τὸν νοῦν καθαρίζει· καὶ πάλιν διὰ τῆς νηστείας τὴν ἐπιθυμίαν καταμαραίνει· ἐξ ὧν συνίσταται «ὁ νέος ἄνθρωπος, ὁ ἀνακαινούμενος κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν,» ἐν ᾧ «οὐκ ἔνι,» διὰ τὴν ἀπάθειαν, «ἄρσεν, καὶ θῆλυ,» οὐδὲ, διὰ τὴν μίαν πίστιν καὶ ἀγάπην, «Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, Βάρβαρος καὶ Σκύθης, δοῦλος καὶ ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Οἱ ἀκάθαρτοι λογισμοὶ διὰ τὰ πάθη χρονίζοντες ἐν ἡμῖν, κατάγουσι τὸν νοῦν εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ὥσπερ γὰρ τὸ νόημα τοῦ ἄρτου χρονίζει ἐν τῷ πεινῶντι, διὰ τὴν πεῖναν, καὶ τὸ νόημα τοῦ ὕδατος ἐν τῷ διψῶντι, διὰ τὴν δίψαν· οὕτω καὶ τὰ νοήματα τῶν χρημάτων καὶ κτημάτων χρονίζει διὰ τὴν πλεονεξίαν, καὶ τὰ νοήματα τῶν βρωμάτων καὶ τῶν τικτομένων αἰσχρῶν λογισμῶν ἐκ τῶν βρωμάτων, χρονίζει διὰ τὰ πάθη· ἀλλὰ καὶ ἐπὶ τῶν τῆς κενοδοξίας λογισμῶν καὶ ἐπὶ τῶν ἄλλων νοημάτων, ὁμοίως φανερωθήσεται. Οὐκ ἔστι δὲ νοῦν πνιγόμενον ὑπὸ τῶν τοιούτων νοημάτων, παραστῆναι Θεῷ, καὶ τὸν τῆς δικαιοσύνης ἀναδήσασθαι στέφανον. Ἐκ τούτων γὰρ τῶν λογισμῶν κατασπώμενος καὶ ἐν τοῖς Εὐαγγελίοις ἐκεῖνος ὁ τρισάθλιος νοῦς, τὸ τῆς γνώσεως τοῦ Θεοῦ ἄριστον παρῃτήσατο. Καὶ πάλιν ὁ δεσμούμενος χεῖρας καὶ πόδας, καὶ εἰς τὸ ἐξώτερον σκότος βαλλόμενος, ἐκ τούτων τῶν λογισμῶν εἶχε καθυφασμένον τὸ ἔνδυμα, ὅνπερ οὐκ ἄξιον τῶν τοιούτων γάμων ὁ καλέσας ἀπεφήνατο εἶναι. Διὸ ἔνδυμά ἐστι γαμικὸν, ἀπάθεια ψυχῆς λογικῆς, κοσμικὰς ἀρνησαμένης ἐπιθυμίας. Τίς δὲ ἡ αἰτία τοῦ τὰ νοήματα τῶν αἰσθητῶν πραγμάτων χρονίζοντα διαφθείρειν τὴν γνῶσιν, ἐν τοῖς περὶ προσευχῆς κεφαλαίοις λεχθήσεται.
col
1240
40 1240
Τῷ δαιμονιώδει λογισμῷ τρεῖς ἀντίκεινται λογισμοὶ, τέμνοντες αὐτὸν ἐν τῇ διανοίᾳ χρονίζοντα, ὄ τε ἀγγελικὸς, καὶ ὁ ἐκ τῆς ἡμετέρας προαιρέσεως ῥεπούσης ἐπὶ τὸ κρεῖττον, καὶ ὁ ἐκ τῆς ἀνθρωπίνης ἀναδιδόμενος φύσεως, καθ' ὃν κινούμενοι καὶ ἐθνικοὶ ἀγαπῶσι τὰ ἴδια τέκνα, καὶ τοὺς ἑαυτῶν τιμῶσι γονεῖς. Τῷ δὲ ἀγαθῷ λογισμῷ δύο μόνον ἀντίκεινται λογισμοὶ, ὅ τε δαιμονιώδης, καὶ ὁ ἐκ τῆς ἡμετέρας προαιρέσεως ἀποκλινούσης ἐπὶ τὸ χεῖρον. Ἐκ δὲ τῆς φύσεως οὐδεὶς ἐξέρχεται λογισμὸς πονηρός. Οὐ γὰρ ἀπαρχῆς γεγόναμεν πονηροὶ, εἴπερ καλὸν σπέρμα ἔσπειρεν ὁ Κύριος ἐν τῷ ἰδίῳ ἀγρῷ. Οὐ γὰρ εἴ τινος δεκτικοί ἐσμεν, τούτου πάντως καὶ τὴν δύναμιν ἔχομεν· ἐπεὶ καὶ μὴ εἶναι δυνάμενοι, τοῦ μὴ ὄντος οὐκ ἔχομεν δύναμιν, εἴπερ αἱ δυνάμεις ποιότητές εἰσι, τὸ δὲ μὴ ὂν οὐκ ἔστι ποιότης. Ἦν γὰρ ὅτε οὐκ ἧν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται. Ἀνεξάλειπτα γὰρ τὰ σπέρματα τῆς ἀρετῆς· πείθει δέ με καὶ ὁ πλούσιος ἐκεῖνος ἐν τοῖς Εὐαγγελίοις, κατὰ τὸν ᾅδην κρινόμενος, καὶ οἰκτείρων τοὺς ἀδελφοὺς, τὸ δὲ ἐλεεῖν, σπέρμα τυγχάνει τὸ κάλλιστον τῆς ἀρετῆς. Εἰσί τινες τῶν ἀκαθάρτων δαίμονες, οἵτινες ἀεὶ τοῖς ἀναγινώσκουσι προκαθέζονται, καὶ τὸν νοῦν αὐτῶν ἁρπάζειν ἐπιχειροῦσι, πολλάκις καὶ ἀπ' αὐτῶν τῶν θείων Γραφῶν λαμβάνοντες ἀφορμὰς, καὶ εἰς λογισμοὺς πονηροὺς καταλήγοντες· ἔστι δ' ὅτε καὶ παρὰ τὴν συνήθειαν χασμᾶσθαι καταναγκάζοντες, καὶ ὕπνον βαρύτατον ἐπιβάλλοντες, πολὺ τοῦ συνήθους ἀλλότριον· ὡς μέν τινες τῶν ἀδελφῶν ἐφαντάσθησαν, κατὰ φυσικὴν ἀντίθεσιν ἄῤῥητον· οὕτω δὲ ἐγὼ παρατηρήσας πολλάκις, κατέμαθον· ἐφαπτόμενοι τῶν βλεφάρων καὶ ὅλης τῆς κεφαλῆς, καὶ ταύτην τῷ οἰκείῳ σώματι καταψύχοντες· ψυχρὰ γὰρ λίαν τὰ τῶν δαιμόνων σώματα, καὶ κρυστάλλῳ παρεμφερῆ· ὅθεν καὶ ὡς ὑπὸ σικύας αἰσθανόμεθα τῆς κεφαλῆς ἑλκομένης μετὰ τρισμοῦ. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τὴν ἐναποκειμένην τῷ κρανίῳ θερμότητα πρὸς ἑαυτοὺς ἐπισπώμενοι, ὑπὸ τῆς ὑγρότητος λοιπὸν καὶ ψυχρότητος χαλασθέντα τὰ βλέφαρα, περιῤῥυῇ ταῖς κόραις τῶν ὀφθαλμῶν. Πολλάκις γοῦν ψηλαφήσας, κατέλαβον δίκην κρυστάλλου πεπηγότα τὰ βλέφαρα, τὴν δὲ ὄψιν νενεκρωμένην ὅλην καὶ φρίσσουσαν. Καίτοι ὁ φυσικὸς ὕπνος θερμαίνειν μὲν τὰ σώματα πέφυκε. καὶ τῶν ὑγιαινόντων τὰς ὄψεις ἀνθηρὰς ἀπεργάζεται, ὡς ἔστι καὶ ἀπ' αὐτῆς τῆς πείρας μαθεῖν· τὰς δὲ παρὰ φύσιν καὶ διατεταμένας, χάσμα ποιοῦσι, λεπτύνοντες ἑαυτοὺς, καὶ τῶν ἔνδον τοῦ στόματος ἐφαπτόμενοι. Ἀλλὰ τοῦτο μὲν ἐγὼ μέχρι τῆς σήμερον οὐκ ἐνόησα, καίτοι πολλάκις αὐτὸ πεπονθώς· τοῦ δὲ ἁγίου Μακαρίου ἤκουσα τοῦτό μοι λελαληκότος, καὶ εἰς ἀπόδειξιν φέροντος, τοῦ σφραγίζειν τοὺς χασμωμένους τὸ στόμα, κατὰ ἀρχαίαν παράδοσιν ἄῤῥητον. Ταῦτα δὲ πάντα πάσχομεν, διὰ τὸ μὴ προσέχειν νηφόντως ἡμᾶς τῇ ἀναγνώσει, μηδὲ μεμνῆσθαι, ὅτι λόγια ἅγια Θεοῦ ζῶντος ἀναγινώσκομεν.
col
1241
40 1241
Ἐπειδὴ δὲ γίνονται καὶ διαδοχαὶ τῶν δαιμόνων, τοῦ πρώτου κατὰ τὸν πόλεμον ἀσθενήσαντος, καὶ τὸ προσφιλὲς αὐτῷ πάθος κινῆσαι μὴ δυναμένου, ταύτας παρατηρήσαντες, εὑρίσκομεν οὕτως· Ὅταν πάθους τινὸς ἐν χρόνῳ πολλῷ σπανίσωσι λογισμοὶ, καὶ γένηται αἰφνίδιος τούτου ζέσις καὶ κίνησις, ἡμῶν μηδεμίαν ἀφορμὴν δεδωκότων ἐξ ἀμελείας, τότε γινώσκομεν, ὅτι χαλεπώτερος ἡμᾶς τοῦ προτέρου διεδέξατο δαίμων, καὶ τὸν τόπον τοῦ πεφευγότος οὗτος τηρῶν, οἰκείᾳ πονηρίᾳ προσανεπλήρωσεν. Ἀλλὰ καὶ οὗτος τῆς ψυχῆς ἡμῶν πάνυ συνίησι, πολλῷ σφοδρότερον παρὰ τὴν συνήθειαν πολεμούμενος, καὶ τῶν χθὲς καὶ τρίτην ἡμέραν λογισμῶν ἀθρόως ἐκπεπτωκὼς, μηδεμιᾶς ἔξωθεν παρεμπεσούσης προφάσεως. Φευγέτω τοίνυν ὁ νοῦς ταῦτα θεώμενος πρὸς τὸν Κύριον, τὴν περικεφαλαίαν τὴν σωτηρίου δεξάμενος, καὶ τὸν θώρακα τῆς δικαιοσύνης ἐνδυσάμενος, καὶ τὴν μάχαιραν σπασάμενος τοῦ πνεύματος, καὶ τὸν θυρεὸν κουφίσας τῆς πίστεως, λεγέτω εἰς τὸ οἰκεῖον μετὰ δακρύων ἀναβλέψας οὐρανόν· «Κύριε» Χριστὲ, «δύναμις τῆς σωτηρίας μου, κλῖνον πρός με τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον καταφυγῆς τοῦ σῶσαί με.» Μάλιστα δὲ νηστείαις καὶ ἀγρυπνίαις στιλβωσάτω τὴν μάχαιραν. Ἐν ἑπτὰ γὰρ ὅλαις ἡμέραις θλιβήσεται πολεμούμενος, καὶ βαλλόμενος τοῖς πεπυρωμένοις βέλεσι τοῦ Πονηροῦ, καὶ μετὰ τὴν ἑβδόμην γνώσεται αὐτὸν ὅμοιον κατ' ὀλίγον τῷ διδαχθέντι γενόμενον, καὶ παραμένοντα λοιπὸν ἐν ὅλῳ ἐνιαυτῷ, τὰ πολλὰ τιτρωσκόμενον μᾶλλον ἤπερ τιτρώσκοντα, μέχρις ἂν καὶ ὁ τοῦτον διαδεχόμενος παραγένηται· εἴγε χρόνον, τὰ κατὰ τὸν Ἰὼβ, πίπτομεν ὑπ' αὐτοὺς, καὶ οἱ οἶκοι ἡμῶν ἐκπορθοῦνται ὑπὸ ἀνόμων. Ἀκάθαρτοι λογισμοὶ, πολλάκις εἰς αὔξησιν ὕλας προσδέχονται, καὶ πολλοῖς συμπαρεκτείνονται πράγμασι. Καὶ γὰρ πελάγη κατὰ διάνοιαν περῶσι μεγάλα, καὶ μακρὰς ὁδοὺς ὁδεύειν οὐ παραιτοῦνται, διὰ πολλὴν τοῦ πάθους θερμότητα. Οἱ δὲ ὁπωσοῦν κεκαθαρμένοι, στενώτεροι τούτων μᾶλλόν εἰσι, πολλοῖς συμπαρεκτείνεσθαι πράγμασι μὴ δυνάμενοι, διὰ τὴν τοῦ πάθους ἀσθένειαν· ὅθεν καὶ παρὰ φύσιν μᾶλλον κινοῦνται, καὶ κατὰ τὸν σοφὸν Σολομῶντα, χρόνον τινὰ ἔξω ῥέμβονται, καὶ καλάμην συνάγουσιν εἰς τὴν παράνομον πλινθουργίαν, μηκέτι λαμβάνοντες ἄχυρα. Δεῖ οὖν πάσῃ φυλακῇ τηρεῖν τὴν καρδίαν, ἵνα σώζηται ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ῥᾷον γὰρ ἀκάθαρτον καθᾶραι ψυχὴν, ἢ καθαρθεῖσαν καὶ πάλιν τραυματισθεῖσαν, εἰς ὑγίειαν αὖθις ἀνακαλέσασθαι, τοῦ δαίμονος τῆς λύπης μὴ συγχωροῦντος, ἀλλ' ἀεὶ ταῖς κόραις τῶν ὀφθαλμῶν ἐμπηδῶντος, καὶ κατὰ τὸν καιρὸν τῆς προσευχῆς, τὸ τῆς ἁμαρτίας προφέροντος εἴδωλον. Φύσιν μὲν λογικὴν ὑπὸ κακίας θανατωθεῖσαν ἐγείρει Χριστὸς διὰ τῆς θεωρίας πάντων τῶν αἰώνων·
col
1244
40 1244
ὁ δὲ τούτου Πατὴρ τὴν ἀποθανοῦσαν ψυχὴν τὸν θάνατον τοῦ Χριστοῦ, ἐγείρει διὰ τῆς γνώσεως τῆς ἑαυτοῦ. Καὶ τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Ἀποστόλου λεγόμενον, τὸ, «Εἰ συναπεθάνομεν τῷ Χριστῷ, πιστεύομεν, ὅτι καὶ συζήσομεν αὐτῷ.» Ὅταν ὁ νοῦς τὸν παλαιὸν ἄνθρωπον ἀποδυσάμενος, τὸν ἐκ χάριτος ἐπενδύσηται, τότε καὶ τὴν ἑαυτοῦ κατάστασιν ὄψεται κατὰ τὸν καιρὸν τῆς προσευχῆς, σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ, ἥντινα καὶ τόπον Θεοῦ ἡ Γραφὴ ὀνομάζει ὑπὸ τῶν πρεσβυτέρων ὀφθέντα ἐπὶ τοῦ ὄρους Σινᾶ. Οὐκ ἂν ἴδῃ ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ πάντων τῶν ἐν τοῖς πράγμασιν ὑψηλότερος γεγονώς· οὐ γενήσεται δὲ ὑψηλότερος, μὴ τὰ πάθη ἀπεκδυσάμενος τὰ συνδεσμοῦντα αὐτὸν διὰ τῶν νοημάτων τοῖς πράγμασι τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν πάθη ἀποθήσεται διὰ τῶν ἀρετῶν, τοὺς δὲ ψιλοὺς λογισμοὺς διὰ τῆς πνευματικῆς θεωρίας· καὶ ταύτην πάλιν, ἐπιφανέντος αὐτῷ τοῦ φωτὸς ἐκείνου τοῦ κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐκτυποῦντος τὸν τόπον τοῦ Θεοῦ.