line
1
1
Ἄτεχνος κυβερνήτης ἕτοιμος ναυαγία καὶ ἀνεπιστήμων ἡγούμενος
line
3
3
Ἄπειρος ποιμὴν ἐξέστρεψεν ἀστραγάλους προβάτων καὶ ἡγούμενος ὁδοὺς
line
4
4
μαθητῶν. Οὐ διαγνώσεται ἐν ὁμίχλῃ ἀνὰ μέσον προβάτων ἀνεπιστήμων
line
5
5
ποιμὴν οὐδ' ἐν καιρῷ πειρασμῶν ἐρεῖ τι συμφέρον διδάσκαλος ἄπειρος.
line
6
6
Στρατηγὸς πολέμου καὶ παθῶν ἰατρός ἐστιν ἐπιστήμων ἡγούμενος· ἢ γὰρ
line
7
7
τρωθῆναι οὐκ ἐάσει ἢ τρωθέντα ταχέως ἰάσεται.
line
8
8
Ἀνήκοος μαθητὴς διεστραμμένον ξύλον καὶ οὐ μὴ ὀρθωθῇ ἐλεγχόμενος
line
10
10
Ἀσύμφωνος ἀδελφὸς ἀπηχούσης λύρας νευρὰ καὶ τῇ κοινωνίᾳ λυομένη
line
11
11
τοῦ κοινοῦ μέλους.
line
12
12
Κηφὴν ἐσθίει μελισσῶν πόνους καὶ ῥᾴθυμος ἀδελφὸς ἐλαττοῖ συνοδίας
line
14
14
Δειλὸς στρατιώτης ἐκλύει πολεμιστῶν χεῖρας καὶ ἀμελὴς μοναχὸς χαυνοῖ
line
15
15
προθυμίαν ἀδελφῶν.
line
16
16
Σμῆνος μελισσῶν ἐργάζεται κηρίον καὶ σύστημα ἀδελφῶν βασιλείαν
line
18
18
Σάλπιγξ διεγείρει προθυμίαν πολεμιστῶν καὶ μαθητῶν σπουδὴν διδασκαλία
line
19
19
πρακτικῆς ἀρετῆς.
line
20
20
Ὅπλισον †δακτύλων λόγοις, ἡγούμενε, σοὺς ἀδελφοὺς καὶ θωράκισον
line
21
21
ἐπαγγελίαις τῶν μελλόντων ἀγαθῶν· φράξον θυρεῷ πίστεως ἄθλοις καὶ
line
22
22
περικνήμισον ἐλπίδι τῇ εἰς τὸν θεόν· †κήνησον τοὺς πόδας ἐν εὐαγγελικοῖς
line
23
23
μαθήμασι καὶ ζῶσον τὴν ὀσφὺν σωφροσύνης λόγοις· δὸς μάχαιραν εἰς τὴν
line
24
24
χεῖρα κατὰ τῶν παθῶν ὀξύτατον θυμὸν καὶ ἀντίταξον φάλαγγα παθῶν ἡδονῇ.
line
25
25
Γύμνασον ἐν λογισμοῖς τοὺς ὁπλίτας, οἳ ἐμπείρως ἔχουσι πρὸς τὴν μάχην·
line
26
26
καὶ δεῖξον φοβερὸν τὴν ἧτταν τῇ ἀπειλῇ τῆς αἰωνίου κολάσεως.
line
27
27
Τὸν νικητὴν ἀνακήρυττε λαμπροῖς ἐπαίνοις, οἶδε γὰρ καὶ ἡ εὐφημία
line
28
28
σπουδαιοτέρους ποιεῖν· καὶ τὸν ἐπηρεασθέντα θεράπευσον συμπαθῶς, οὐχ
line
29
29
ἧττον γὰρ ἀπειλῆς ἐντρέπει συγγνώμη τὸν συνετόν.
line
30
30
Μὴ κινήσῃς θυμῷ ἐφ' ἁμαρτήσαντι μαθητῇ, οὐ γὰρ ὅσιον ἑαυτὸν τιτρώσκειν
line
31
31
πρὸ τῆς θεραπείας ἑτέρου· ἀλλὰ ἀνεξικάκως διόρθωσαι <πρὸς> τὸ ἀγαθόν·
line
32
32
καὶ γὰρ ἰατρὸς θεραπεύει μὲν τὸ πάθος, οὐκ ἀγανακτεῖ δὲ πρὸς τὸν ἀκουσίως
line
33
33
νοσήσαντα. Τέμνων ἰατρός, χωρὶς ὀργῆς τοῦτο ποιεῖ· καὶ ἐλέγχων διδάσκαλος
line
34
34
μὴ μιγνύτω τῷ ἐλέγχῳ θυμόν.
line
35
35
Τοὺς γῆν Αἴγυπτον φεύγοντας δι' ἐρήμου ὁδηγεῖ ὁδόν· οἶδε γὰρ ἡ σπάνις
line
36
36
παιδαγωγεῖν πρὸς ἐγκράτειαν καὶ ἀρχομένους τῆς ἀρετῆς. Προσσκήνωσον τῇ
line
37
37
Αἰλείμ πυλῶνες δὲ αὐτοὶ ἑρμηνεύονται, τῆς ἐπὶ τὴν ἀρετὴν εἰσόδου φερούσης
line
38
38
σύμβολον καὶ δεῖξον τοὺς ἑβδομήκοντα φοίνικας. Σκήνωσον δὲ <κατὰ> τὰς
line
39
39
δώδεκα πήγας–δεῖ γὰρ καὶ τὰ τῆς νίκης σε ὑποφωνεῖν φοίνικες σύμβολον
line
40
40
καὶ τὴν τῶν παθῶν παραμυθεῖσθαι φλόγα παρέχοντα νάματα δαψιλῶς–
line
41
41
ἕως <ἂν> πάντα καθελόντες τὰ ἀλλότρια ἔθνη φθάσωσιν εἰς τὴν γῆν τῆς
line
42
42
ἐπαγγελίας, ἐν ᾗ τὸν μακάριον τῆς ἀπαθείας βιώσονται βίον μισθὸν τῶν
line
43
43
πόνων τὴν ἀληθινὴν κομιζόμενοι εὐφροσύνην.