section
pr
pr
Ἀναγκαῖον δὲ ἡγοῦμαι καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι᾽ ἐπιτόμου ὑποτάξαι τῇ σῇ φιλοπονίᾳ, ἕως μὲν ὧδε τὴν διάνοιαν ἀροτριάσαντες τὰς τῶν λογισμῶν ἀκάνθας ἐκ τῆς σπορίμου χώρας ἀναβάλλομεν. Οὐκ ἐξ ἔργων δὲ ἃ ἐποιήσαμεν ἡμεῖς εἰς τοῦτο παρεφθάσαμεν, ἀλλ᾽ ὑποτύπωσιν ἔχοντες ὑγιαινόντων λόγων ὧν ἠκούσαμεν παρὰ τῶν πατέρων καί τινων τῶν πράξεων συνίστορες γεγενήμεθα. Τὸ δὲ πᾶν ἡ χάρις ἄνωθεν ἣ καὶ τοῖς ἁμαρτωλοῖς ὑποδεικνύουσα τὰς τῶν φρεναπατῶν ἐπιβουλὰς, ἣ καὶ ἀσφαλιζομένη καὶ λέγουσα. Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες· ἵνα διὰ μὲν τοῦ λαβεῖν εὐχαριστῶμεν τῷ δεδωκότι, διὰ δὲ τοῦ κατέχειν μὴ ἑαυτοῖς ἀποδιδόαμεν καυχήματι δόξης, τὴν δόσιν ἀρνούμενοι· διόπερ φησίν. Εἰ δὲ καὶ ἔλαβες, τί χαυχᾶσαι ὡς μὴ λαβών· ἤδη, φησίν, ἐπλουτήσατε οἱ τοῖς ἔργοις πενόμενοι. ἤδη οἱ τοῦ διδάσκεσθαι ἀρξάμενοι ἐκορέσθητε ὧνπερ ἀρτίως ἡ πλάνη μεταβέβηκεν εἰς ἐμέ, δι᾽ ἧς μὲν δεδάνεισμαι λογιστείας τὴν τῶν ἔργων πενίαν παρακαλύπτων, δι᾽ ἧς δὲ παρῄνεσα γνώμης τὴν τοῦ διδάσκεσθαι μαθητείαν ἀντιπεριτρέπων.
Ἀλλ᾽ ὅμως εἴ τις κεκράτηται παρ᾽ ὑμῶν συγγνώμη κἀμοὶ ταύτην ἀπονείματε, ἵνα καὶ τὰς ἀντιζύγους τῶν ἀρετῶν κακίας δι᾽ ἐπιτόμου ὑποτάξωμεν, σημαίνοντες τί μέν ἐστι γαστριμαργία καθ᾽ ἧς ἐγκράτεια, τί δὲ πορνεία καὶ σωφροσύνη, φιλαργυρία δὲ τί καὶ ἀκτημοσύνη, λύπη καθ᾽ ἧς ἡ χαρά, ὀργὴ δὲ τί καὶ μακροθυμία, καὶ ἀκηδία καὶ ὑπομονή, τί δὲ κενοδοξία καὶ ἀκενοδοξία, φθόνος καὶ ἀφθονία, ὑπερηφανία καὶ ταπείνωσις· ταῦτα ἀντίζυγα καὶ ἀντίπαλα καὶ ἀντίθετα ἀλλήλων ὄντα δι᾽ ἐπιτόμου οὕτως ὑπετάξαμεν.
section
1
1
Ἔστιν οὖν γαστριμαργία πορνείας μήτηρ, λογοτρόφος λογισμῶν, νηστείας ἁτονία, [πολυφαγίας εὐτονία], ἀσκήσεως φίμωτρον, στοχασμοῦ φόβητρον, ἐξεικονισμὸς βρωμάτων, σκιαγράφος ἀρτυμάτων, ἀνειμένος πῶλος, ἀχαλίνωτος μανία, δοχεῖον νόσου, ὑγείας φθόνος, φραγμὸς συρίγγων, στεναγμὸς ἐντέρων, ὕβρεων πέρας, πορνείας σύμμυστος, διανοίας ῥύπος, σώματος ἀσθένεια, φορτικὸς ὕπνος, ἀμειδὴς θάνατος.
Ἔγκράτεια γαστρὸς χαλινός, ἀπληστείας δὲ μάστιξ, συμμετρίας δὲ σταθμός, ἡδυφαγίας κημός, ἀναπαύσεως ἀποταγή, σκληρουχίας συνταγή, λογισμῶν δαμαστήριον, ἀγρυπνίας ὄμμα, πυρώσεως θραῦσις, σώματος παιδαγωγὸς [καὶ ψυχῆς ἀνάλωγος καὶ] πόνων πύργος καὶ τρόπων τεῖχος, ἠθῶν καταστολὴ καὶ παθῶν ἀναστολή, νέκρωσις μελῶν, ἀναβίωσις ψυχῶν, ἀναστάσεως μίμημα, ἁγιασμοῦ πολίτευμα.
section
2
2
Πορνεία λαιμαργίας κύημα, προμαλακτὴρ καρδίας, πυρώσεως κάμινος, νυμφαγωγὸς εἰδώλων, ἀσυγγενὴς πρᾶξις, σκιαζομένη μορφή, φανταζομένη συμπλοκή, ἐνυπνίων κλίνη, ἀναίσθητος συνουσία, ὀφθαλμῶν δέλος, βλέμματος ἀναίδεια, εὐχῆς ἐντροπή, καρδίας αἰσχύνη, ἀγνωσίας ὁδηγός, [καταγώσεως χειραγωγός].
Σωφροσύνη, ἀληθείας στολή, ἀσελγείας πέλυξ, ὀφθαλμῶν ἡνίοχος, ἐννοίας ἐπίσκοπος, λογισμῶν περιτομή, ἀκολασίας δὲ ἐκτομή, φύσεως ἀντίφυτος καὶ πυρώσεως ἀντίθετος, ἔργων ἐπεργὸς καὶ ἐγκρατείας συνεργός, καρδίας λαμπτήρ, εὐχῆς γνώμη.
section
3
3
Φιλαργυρία εἰδώλων φειδώλιον, δήμου προφητεία, σφιγγίας ψῆφος, ἐναπόθετος λογιστεία, αἰχμαλωσίας πλοῦτος, ἀδικίας γένος, [προσπεισμάτων ποιότης,] νοσημάτων πιότης, πολυετίας δὲ μάντις, φιλεργίας ἐπῳδός, ἀγρυπνίας σύμβουλος, γαστρὸς πενία, βρωμάτων εὐτέλεια, ἀκόρεστος μανία, πολυμέριμνος κακία.
Ἀκτημοσύνη, φιλαργυρίας ἐκρίζωμα, ἀφιλαργυρίας δὲ ῥίζωμα, καρπὸς ἀγάπης καὶ σταυροῦ ζῶσις, ἀνώδυνος βίος, ἀνεπίφθονος θησαυρός, ἀμέριμνος οὐρανός, ἀπερίσπαστος ἥλιος, ἀμέτρητος ὕλη, ἀκατάληπτος πλοῦτος, μερίμνης δρέπανον, εὐαγγελίων πρᾶξις, εὔλυτος κόσμος, ὀξύδρομος ἀγωνιστής.
section
4
4
Λύπη ζημίας ἔνοικος, ἀποτυχίας δὲ συνόμιλος, ξενιτείας πρόδρομος, συγγενείας μνήμη, στενώσεως πάρεδρος, ἀκηδίας σύμφυτος, παροξυσμοῦ ἔγκλημα, ὕβρεως ὑπόμνημα καὶ ψυχῆς σκότισμα, ἠθῶν κατήφεια, φρονήσεως μέθη, ὑπνωτικὸν ἀντίδοτον, μορφῆς νέφος, σαρκὸς σκώληξ, λογισμῶν λύπη, αἰχμαλωσίας δῆμος.
Χαρά λύπης ὄλεθρος καὶ συμφορῶν εὐχαριστία, εὐχῶν ὀπτασία καὶ πόνων εὐφρασία, εὐποιΐας ἱλαρότης, ἀποταγῆς ἔνθεμα, φιλοξενίας δοχεῖον, ἐλπίδων καταφυγή, ἀσκούντων τροφή, πενθούντων παραίνεσις, δακρύων παρηγορία, θλίψεως ἀντίληψις, [εὐχαριτίας ἐπανάληψις, ψαλμῳδιάς ἀγαλλίαμα,] ἀγάπης ἔμψηφος καὶ μακροθυμίας σύμψηφος, [ὁδὸς ποιμένων, εὐαγγέλιον κυρίου, ἀναστάσεως κῆρυξ, κάθοδος πνεύματοςε]
section
5
5
Ὀργὴ φρονήσεως διαρπαγή, καταστάσεως ἀνασκευή, φύσεως σύγχυσις, ἠγριωμένη μορφή, [κράσεως ζυγομαχία, πυρετὸς φλεγόμενος,] κόμινος καρδίας, ἐρευγομένη φλόξ, θυμοῦ νόμος , [γνῶσις πυρετοῦ, κοιταζουμένη τίγρις,] μήτηρ θηρίων [καὶ λογισμῶν ἰοβόλος,] ὕβρεων μῆνις, σιωπῶσα μάχη, εὐχῆς σκῶλον, [σαρκὸς πῆξις, ὠχρείας καὶ κτῆσις].
Μακροθυμία, φρονήσεως ὅπλον, ὀργῆς δικαστήριον, καρδίας ἰατρεῖον, θρασυνομένων νουθεσία, ταρασσομένων γαλήνη, ἀχείμαστος λιμήν, λυποῦσιν εὐποιΐα, πρὸς πάντας ἠπιότης, βλασφημουμένη εὐλογεῖ, ὑβριζομένη ἀγάλλεται, στενουμένων παραμύθιον, ἐλπιζομένων ἔσοπτρον, κακουχουμένων βραβεῖον, [κακοπαρουχούντων δὲ πρεσβεῖον].
section
6
6
Ἀκηδία φιλία ἀερική, βημάτων περιαγωγός, φιλεργίας μῖσος, ἡσυχίας μάχη, ψαλμῳδίας ζάλη, εὐχῆς ὄκνος, ἀσκήσεως χαύνωσις, [ἀγρυπνία ἔγκοπος,] ἄωρος νυσταγμός, περιστρεφόμενος ὕπνος, μονίας βάρος, κέλλης μῖσος, [τόπων μετάβασις, ἀέρων πρόφασις, πόνων ἀντίπαλος, καρτερίας ἀντίζυγος, μελέτης κοίμωτρον, γραφῶν ἀμαθία, λύπης μέτοχος, ὡρολόγιον πείνης.
Ὑπομονὴ ἀκηδίας διακοπή, λογισμῶν κατοκοπή, θανάτου μέριμνα, σταυροῦ μελέτη, καθηλωμένος φόβος, τυπτόμενος χρυσός, θλίψεων νομοθήκη, βίβλος εὐχαριστίας, θώραξ ἡσυχίας, πόνων ὅπλον, ἀναζέουσα καλλιπονία, ἀρετῶν ὑπογραφή, [ζωῆς ἀπογραφή].
section
7
7
κενοδοξία, συντυχίας φαντασία, σχημάτισμα φιλοπονίας, ἀληθείας ἐναντία, [ψεύδους συνευδοκία, ἐπίγειος πλοῦτος, ψυχῆς πενία, ἀγγέλων ἀποστροφή, δαιμόνων προτροπή, ἀσκησέως βάρος, χαυνώσεως πλάτος, ἀδόκιμος χρυσός, ἄκαρπος θησαυρός,] αἱρέσεων ἀρχηγέτις, [φίλη ἐπαίνων, καθεδρίας ἔρος,] ὄρεξις προεδρείας, ἐσχάτη προσηγορία, [ἀγώνων ἐξηγορία,] ἐπαίνων δουλεία, [ἀντιδόξων βασκανία,] πολυσχημάτιστον πνεῦμα, μυριόδοντον θηρίον, [πάρεδρος τῶν φιλοπόνων, συγκάθεδρος τῶν ἀπόνων, ἀμφοτέρων βίων ἐναντία· ὑπερμεγέθης ἐθελοφανία κενοδοξίας μέση ὑπερηφανίᾳ πέπλεκται καὶ φθόνῳ, ἐν ἀλλήλοις ὄντα καὶ δι᾽ ἀλλήλων πολεμοῦντα, ἡ τρίσειρος ἅλυσις τῶν κακῶν, [ὁ συνερυμμένος τρίβος τῶν χειρόνων] τὸ τριφάρμακον κέρασμα τῶν παθῶν, ἡ τρίτη γλῶττα τῶν αἱρετικῶν.
Ἀκενοδοξία ταπεινοφροσύνης ἐργασία, [ταπεινώσεως μήτηρ, κενοδοξίας δεσμός, καυχήσεως κόσμος, ὑψώσεως καθαίρεσις, δόκιμος χρυσός, ἀνέμπαικτος πλοῦτος, ψυχῆς εὐστάθεια, λογισμῶν εὐταξία, θεοῦ κειμήλιον, ἀγγέλων καύχημα, διαβόλου ἐντροπή, δαιμόνων ἀποστροφή,] ἀρεσκείας ἀποστασία, ἐπαίνων ἀβλεψία, γνώσεως θεωρία, κόσμου ἐναντία, ψυχῆς εὐαισθησία, εὐτελείας δόγμα, [δόξης ἀντίδογμα,] πόνων κρυπτηρία, εὐφημίας πολεμία, ἐν φθαρτῷ σώματι ἀπόκρυφος θησαυρός.
section
8
8
Φθόνος, ὑπερηφανίας ἔνδυμα, ταπεινοφροσύνης ἀπόδυμα, καταλαλιᾶς ῥίζα, εὐθυμίας ὀφθαλμία, φιλίας ὑπόκρισις, παρρησίας δόλος, ἀγάπης ἔχθρα, εὐδοκιμούντων ζῆλος, [πολυπραγμοσύνης γλυπτήρ, σκευωρίας ἄρτυμα,] εὐσταθούντων τύρβη, εὐφημουμένων σκῶμμα, ὀφθαλμῶν ἀλλοίωμα· τίς δέ ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἐντολῆς θεοῦ ἀθετήσει, ἢ ἐλλείψει ἢ ἀμελείᾳ;