title
title
Εὐαγρίου μοναχοῦ πρὸς Εὐλόγιον λόγος.
preface
pr
pr
Οἱ τὸν οὐράνιον χῶρον τοῖς πόνοις νεμόμενοι οὐ τῇ γαστρὶ οὐδὲ μερίμνῃ τῶν φθαρτῶν ἀτενίζουσιν καθάπερ οἱ κέρδους ἕνεχα τὰς εὐχὰς ποιούμενοι νομίζοντες πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἀλλὰ νοερᾷ ὁράσει τῆς τροφίμου τῶν ὑψηλῶν αὐγῆς μεταλαμβάνουσιν ὡς ἀκήρατοι θίασοι ἐκ τῆς δόξης τὸ φῶς περιλαμπόμενοι. Τοιγαροῦν καὶ αὐτός, ὦ μύστα τῶν ἀρετῶν Εὐλόγιε, τῇ τῶν ὑπερτάτων λαμπηδόνι τὴν νοερὰν οὐσίαν ἐκτρεφόμενος ταῖς συναγωγαῖς τῶν λογισμῶν τὸν ὄγκον τῶν σαρκῶν ἐπαποδύῃ, εἰδὼς ὅτι ὕλη σαρκῶν τροφὴ λογισμῶν χαθίσταται, ὥσπερ τὰς μεθοδείας τῷ κέντρῳ τῶν πόνων χατειληφώς, ἐμὲ προχειρίζῃ στόμα σῶν ἔργων κατ᾽ αὐτῶν γενέσθαι, καὶ εἰ μὴ τολμηρὸν ἀγάπης ἐπίταγμα διαρρῆξαι, παρῃτησάμην ἂν τὴν τοιαύτην τοῦ πλοὸς ποντοπορίαν· ἐπειδὴ δὲ πείθεσθαι δεῖ μᾶλλον τοῖς ὁμοψύχοις, καὶ οὐκ ἀντιτάσσεσθαι· ἔσο μοι σὺ τὰ πρὸς τὸν Θεόν, ἵνα μοι δοθῇ λόγος ἐγ ἀνοίξει τοῦ στόματός μου, κἀγώ σοι ἔσομαι τὰ τῆς ὑπακοῆς, ἵνα δοθῇ σοι τοῦ σπόρου τοὺς καρποὺς ἀμήσασθαι.
chapter
1
1
Πρώτη τῶν λαμπρῶν ἀγωνισμάτων ἐστὶ ξενιτεία, μάλιστα ὅταν πρὸς ταύτην καὶ μόνος ἐκδημοίῃς, πατρίδα, γένος, ὕπαρξιν ἀθλητικῶς ἀποδυόμενος. Ἔμπροσθεν τῶν λαμπρῶν ἕστηκας ἀγώνων· ἂν οὕτως ἄρξῃ κατὰ θεὸν εἴσοδον ἀρχῆς βαστάζων πίστει διαπύρῳ καὶ πνεύματι θεϊκῷ, καὶ τῷ τέλει τῆς ὑπομονῆς σῶαν ταύτην ἀποσῴζων, πτέρυξιν ἀρετῆς ἔσται περικεχρυσωμένη ψυχὴ, τῶν οἰκείων τόπων ἀφιπταμένη, καὶ πρὸς αὐτὸν πτῆναι τὸν οὐρανὸν ἐπειγομένη. Ἀλλὰ τῆσδε τὰ πτέρα τῆς πολιτείας ὁ τῆς κακίας γενέτης μηχανᾶται περικόψαι, γῆς ἀφ᾽ ἧς ἐξελήλυθε τὸ γένος εἰσοπτρίζων, ἐν ταῖς κατ᾽ ἀρρωστίαν μάλιστα ἐπισυμβαινούσαις εἰσβολαῖς· καὶ ἐν μὲν τῇ ἐνδημίᾳ τῆς θερμοτάτης ἐκδημίας ὑπαναχαιτίζει πρὸς ὀλίγον, ἕως οὗ τὴν ψυχὴν περὶ τὰς θλίψεις καταμάθοι ναυτιῶσαν· καὶ τότε τὴν τῶν λογισμῶν νύκτα ἐπιφερόμενος ὁ νυχτικόραξ ἐπισκοτίζει τὴν ψυχὴν τῆς τῶν χρειττόνων ἀκτῖνος. Εἰ δὲ καὶ κατὰ μόνας παρατάττοιτο ἐν τῇ τῆς ἐρήμης παλαίστρᾳ, καὶ τύχοι τὸ σῶμα ὑπὸ ἀρρωστίας τρωθῆναι, τοσούτῳ μᾶλλον χαλεπὴν ὑποδείκνυσι τῇ ψυχῇ τὴν ξενιτείαν, οὐκ ἐν τόπῳ, ἀλλ' ἐν τρόπῳ κατορθοῦσθαι τὰ τῶν ἀρετῶν ὑπεισβάλλων καὶ ὅτι παράκλησιν ἔχων οἴκοι τὴν ἀπὸ γένους, ἐχεῖσε τὰ τῆς ἀποταξίας ἆθλα ἀκόπως ἦν καὶ διασῴζειν· ἔνθα καὶ τῆς ἀσθενείας προσηνὴς ὑπηρεσία καὶ οὐχ ὡς νῦν κακουχία καὶ ἐπώδυνος λειποθυμία· ἐν τῷ καὶ μάλιστα ἐκ τῆς ἀδελφότητος σπανίσαι τὴν τῆς φιλοξενίας σπουδήν. Διὸ καὶ μάλιστα ἄπιθι, χαρὰν τῷ σῷ γένει καὶ δόξαν σαυτὸν ἀποκομίζων, οἷς καὶ τὸ πένθος ἀφόρητον καταλέλοιπας ἀσυμπαθῶς· πολλοὶ γὰρ καὶ πατρίδα μὴ φυγόντες ἐκ μέσου τοῦ γένους εἵλοντο τῆς ἀρετῆς. Ἀλλ᾽ ὁ τὴν πορφυρίδα τῶν θλίψεων ἐν τῇ παρατάξει τῆς ξενῆς περιβεβλημένος καὶ τῶν κόπων τὰς ἐλπίδας πίστει περιεστεμμένος, ὑπομονῇ τῆς εὐχαριστίας τῶνδε τῶν λογισμῶν τὰς νιφάδας ἐκ τῶν ἐντὸς ἐκτινάσσει καὶ ὅσῳπερ ὑποστρέφειν εἰς ὀπίσω τὴν καρδίαν διορύττουσι, τοσούτῳ μᾶλλον ἔτι καταψάλλωμεν αὐτῶν· Ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ». Καὶ γὰρ ὀνειδίζοντες θλίβουσιν καὶ τραπῆναι κολακεύουσιν, ἵνα τῆς προθέσεως κενώσαντες καὶ τῆς ἐν τῇ ὑπομονῇ εὐχαριστίας διακόψουσιν, καὶ οὕτω λοιπὸν μετὰ πολλῆς τῆς ἀδείας τὰς παγὰς καὶ ἐκ τῶν προσηκόντων εὐρύνωσιν.
chapter
2
2
Διὰ τοῦτο ὁ ἀρχόμενος ἀρετῆς ἐφάπτεσθαι, ψηφιζέτω καὶ τὸν κατ᾽ αὐτῆς ἐπιόντα πόλεμον, ἵνα μὴ ἀγύμναστος καταληφθεὶς ὡς ἀνέτοιμος κατασπασθῇ. Ἐπαινετὴ μὲν γὰρ τῆς ἀρετῆς ἡ ἀνδρεία καὶ εἰρήνης οὔσης, ὑπερεπαινετὴ δὲ ἡ ταύτης ἀνδραγαθία καὶ πολέμου ἐπιστάντος· τοῦτο γὰρ ἀρετή, οὐ δι᾽ ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι᾽ ὧν πολεμεῖται δεινῶν.
Ἀπαθὴς ὁ διὰ πλείστων πολέμων τὸ πάσχειν νικήσας· ἐμπαθὴς δὲ ὁ ἀρετὴν λέγων ἀπολέμητον κεκτῆσθαι. Κατὰ παράταξιν γὰρ τῆς ἐναρέτου τῶν πόνων στρατηγίας ἀντιπαρατάττεται καὶ ἡ τῶν ἐναντίων κακία.
Ἀφῄρηται τὸ εἶναι ἀρετῇ καρδία πόλεμον οὐκ ἔχουσα· ἀρετὴ γὰρ ἐκ τῶν ἀριστείων πρακτικὸν ὄνομα κέκτησαι.
Ἀρετὴ τὰς παρ᾽ ἀνθρώπων εὐφημίας οὐ ζητεῖ· οὐ γὰρ τέρπεται τιμῇ, τῇ μητρὶ τῶν κακῶν· ἀρχὴ γοῦν τιμῆς ἀνδρωπαρεσκεία, τὸ δὲ τέλος ταύτης ὑπερηφανία· ὁ γὰρ τιμὰς ἀπαιτῶν ὑψοῖ ἑαυτὸν καὶ ἐξουδένωσιν φέρειν ὁ τοιοῦτος οὐκ οἶδεν.
chapter
3
3
Τιμῆς ὄρεξις φαντασία· ὁ γὰρ ταύτης ἐρῶν καὶ κλῆρον φαντάζεται· ἔστω σοι τιμὴ ὁ πόνος τῶν ἀρετῶν καὶ ἀτιμία ὁ κατὰ θέλησιν ἔπαινος.
Δόξαν ἀπὸ σαρκὸς μὴ ζήτει ὁ τὰ σαρκὸς καταλύων πάθη· τὸ δὲ κρεῖττον ἐπιζήτει, καὶ ἔσται σοι δόξα.
Ὁ τιμᾶσθαι θέλων τῷ παρευδοκιμοῦντι φθονεῖ καὶ τούτῳ τὸ μῖσος τῷ ζήλῳ σωρεύει.
Ὁ ταῖς ἄγαν τιμαῖς ἡττηθεὶς ἑαυτοῦ προτιμᾶσθαι οὐδένα θέλει, ἁρπάζει δὲ τὰ πρωτεῖα, μήπως ἥττων φανῇ. Οὐ βαστάζει ἀπόντα τὸν εὐδοκιμοῦντα τιμᾶν, ἀλλ᾽ ἐν τοῖς αὐτοῦ πόνοις κωμῳδεῖ τὴν χαμαίζηλον δόξαν.
Ἡ ὕβρις τῷ φιλοδόξῳ ὀξυτάτη σφαγὴ καὶ μῆνιν ἐκ ταύτης οὐ πάντως ἐκφεύγει.
Ὁ τοιοῦτος βαρβάρῳ δεσποίνῃ δουλεύει καὶ πολλοῖς δεσπόταις μετεπράθη· ἐπάρσει, φθόνῳ, ζήλῳ καὶ ταῖς προρρηθείσαις τῶν πνευμάτων λογάσιν. Ὁ δὲ τῆς τιμῆς τὸ πνεῦμα ταπεινώσει ῥάσσων τὸν λεγεῶνα τῶν δαιμόνων ὅλων καθαιρήσει. Ὁ τῇ ταπεινώσει δοῦλον ἑαυτὸν πᾶσι παρέχων ἀφομοιωμένος ἔσται τῷ ταπεινώσαντι ἑαυτὸν καὶ μορφὴν δούλου λαβόντι.
Ἐὰν μέτρῃς τῷ ἐλαχίστῳ μέτρῳ σεαυτόν, οὐκ ἀντιμετρήσεις ἑτέρῳ σαυτόν, καὶ ὁ τῆς ψυχῆς τὴν ἀσθένειαν θρήνοις ἐκκαλύπτων οὐ μέγα ἐπὶ τοῖς ὑπ᾽ αὐτοῦ πονουμένοις φρονήσει.
chapter
4
4
Οἱ δαίμονες εὐτέλειαν καὶ ὕβριν τοῖς ταπεινοφρονοῦσιν ἐπάγουσιν, ἵνα τὴν ἐξουδένωσιν μὴ φέροντες τὴν ταπεινοφροσύνην φύγωσιν· ὁ δὲ διὰ ταπεινώσεως τὰς ἀτιμίας γενναίως φέρων εἰς φιλοσοφίας ὕψος δι᾽ ἐκείνων μᾶλλον ἀνωθεῖται.
Δαυὶδ ὑβριζόμενος οὐκ ἀντέλεγεν, ἀλλὰ καὶ τὴν Ἀβεσσὰ ἐπιδικίαν κατέστελλεν. Καὶ σὺ ὑβριζόμενος μὴ ἀντύβριζε, ἀλλὰ καὶ τὸν ἐκδικοῦντά σε ὀρθῶς καταπράϋνε.
Ὕβριν φέρε, τὴν σὴν προκοπήν, καὶ χείλεσι σύγκλειε τοῦ θυμοῦ τὸν θῆρα.
᾿Αποκριθήσῃ τοῖς ἀπειλοῦσιν οὐδ᾽ ὅλως, ἵνα σιγῇ κοιμήσῃς τὰ καπνίζοντα χείλη· ἀπειλοῦσι τότε καὶ ὑβρισταῖς δυνήσῃ ὅταν χαλινὸν ταῖς σαῖς σιαγόσιν ἐπιθήσῃς· σὺ μὲν γὰρ σιγῶν οὐ βρωθήσῃ τῇ ὕβρει· ὁ δὲ πολὺ μᾶλλον δάκνεται ὑπὸ τῆς σῆς σιωπῆς, ἐπὰν ὑβριστοῦ θράσος μακροθύμως ὑπενέγκῃς.
Τὸν τῶν ἀνθρώπων ἔπαινον ἐκ τῶν ἐντὸς ἀποσείου, ἵνα καὶ τὸν φιλενδείκτην λογισμὸν πρὸ αὐτοῦ ἐκτινάξῃς· ἐπιτήρει δὲ καὶ τὸ αὐτάρεσκον μάλιστα καθ᾽ ἡσυχίαν, μήποτέ σε μεγαλύνας ὑπὲρ τὸν θρασυθέντα ἐξουδενώσῃ ἐκεῖνον.
Τὶς τῶν ἀδελφῶν ὕβριν τε παρὰ εὐλαβοῦς καὶ ἀδικίαν ὑπομείνας ἀπῄει χαρᾷ τε μεριζόμενος καὶ λύπῃ· τὸ μὲν ὅτι ἀδικούμενος ὑβρίσθη καὶ οὐκ ἀντεταράχθη, τὸ δὲ ὅτι ὁ εὐλαβὴς ἠπατήθη καὶ ὁ ἀπατήσας ἐχάρῃ· νόει δέ μοι καὶ τὸν ἀπατεῶνα τὰ δύο πεπονθέναι ἐφ᾽ ᾧ μὲν ἐτάραξε πάντως χαρέντα, ἐφ᾽ ᾧ δὲ οὐκ ἀντεταράχθη καὶ μάλα λυπηθέντα.
Ὅταν ἴδωσιν ἡμᾶς οἱ δαίμονες εἰς αὐτὸ τὸ ζέμα τῶν ὕβρεων μὴ ἐξαφθέντας, τότε καθ᾽ ἡσυχίαν ἐπιστάντες ἀναμοχλεύουσι τὸ ἡγεμονικόν, ἵνα οἷς παροῦσιν εἰρηνεύσαμεν, τούτοις ἀποῦσι διαθρασυνώμεθα· ἐπὰν οὖν ἀντιλογίαν ἢ ὕβριν πρὸς τὸν ἀδελφὸν ἐκτελέσῃς, σεαυτὸν λογίζου σφαλέντα, ἵνα μὴ ἡσυχάζων μάχην λογισμῶν ἐν τῇ καρδίᾳ σου εὕρῃς, τοῦ μὲν ἐπονειδίζοντος τῶν ὕβρεων τὸν τρόπον, τοῦ δὲ ἀντονειδίζοντος ὡς τὰ δεῖνα καὶ σοῦ μὴ ἀνθυβρίσαντος.
Ὁπόταν παροξυσμὸς ἐκπικράνῃ τοὺς ἐν κοινοβίῳ ἀδελφούς, τότε οἱ λογισμοὶ τὸν μόνον μακαρίζειν ἐμβάλλουσιν, ἵνα τῆς μακροθυμίας κενώσαντες καὶ τῆς ἀγάπης ἀφορίσωσιν. Ὁ δὲ μακροθυμίᾳ τὴν ὀργὴν καὶ ἀγάπῃ τὴν λύπην ἀνατρέπων πονηροὺς δύο θῆρας διτταῖς ἀνδραγαθίαις ἀνατρέπει.
Θυμομαχοῦντας ὁ παρακαλῶν γονυπετῶν ἵνα τὴν ὀργὴν ἀπελάσῃ τὸν παροξύνοντα τοὺς ἀμφοτέρους ἐξ αὐτῶν ἀπελαύνει, ὅτι τὸ πνεῦμα τῆς ὀργῆς ἐκπολεμεῖ ὁ τοὺς ὀργιζομένους εἰρηνεύων· μηνιάσει δὲ τούτῳ ὀργὴν ὁμογενῶν ἐπ᾽ αὐτὸν ἐκθρασύνων, ὅτι τὴν τῶν πλησίων εἰς ἑαυτὸν ἀνεδέξατο μάχην.
chapter
5
5
Ὁ τὸν θρασυκάρδιον βαστάζων ἕνεκεν εἰρήνης, οὗτος ἐκβιάζεται γενέσθαι τῆς εἰρήνης υἱός. Ἀλλ᾽ οὐκ ἐπ᾽ ἀνθρώπων μόνον ζητητέος ὁ τῆς εἰρήνης σύνδεσμος, ἀλλὰ καὶ ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματι καὶ ἐν τῇ ψυχῇ. Ὅταν γὰρ τῆς σῆς ταύτης τριάδος τὸν σύνδεσμον ἑνώσῃς τῇ εἰρήνῃ, τότε ὡς τῆς θείας τριάδος ἐντολῇ ἑνωθεὶς ἀκούσεις· Μακάριοι οἱ εἰρηνοποιοὶ ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. Καὶ γὰρ ἐὰν τὴν ἀντεπίθυμον τοῦ πνεύματος σάρχα εἰρηνεύσῃς τοῖς πόνοις, κλέος ἕξεις τὸν μακαρισμὸν ἐπέκεινα αἰῶνος, νικήσας πόλεμον τὸν ἐν σώματί σου, τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός σου καὶ αἰχμαλωτίζοντά σε τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσι σου.
Μέγας ὁ τῆς εἰρήνης σύνδεσμος ἐν ᾧπερ ἥνωται καὶ ἡ χαρὰ φωτίζων τὸ ὄμμα τῆς διανοίας εἰς τὴν τῶν κρειττόνων θεωρίαν. Εἴπερ οὖν ἐπικτησώμεθα τὴν εἰρηνικὴν ἐν τοῖς πόνοις χαράν, τὰ ἐπιόντα χαλεπὰ εὐχαρίστως δι᾽ αὐτῆς ἀποκρουσόμεθα καὶ τὸν τῆς λύπης δαίμονα μυκώμενον οὐκ εἰσδεξόμεθα, ὅστις ἀκρωτηρῶν ἐν ταῖς θλίψεσιν μάλιστα τῇ ψυχῇ ἐφάλλεται καὶ τῷ πνεύματι τῆς ἀκηδίας χώραν ἑτοιμάζεται ὅπως τὴν ψυχὴν σκοτίσωσι καὶ ἅμα τοὺς πόνους ἀναλέξωσιν. Ἔστω τοίνυν νόμος ἡμῶν τῆς καρδίας ἔγγραφος ἡ τῆς εἰρήνης χαρὰ ἡ τὴν λύπην ἐξορίζουσα καὶ τὴν ὀργὴν καταποντίζουσα, ἡ τὸ μῖσος ἀπελαύνουσα καὶ τὴν μῆνιν ἀφανίζουσα, ἡ τὴν ἀκηδίαν καταλύουσα καὶ τὴν λύπην ἀμείβουσα· ἐν γὰρ τῇ εἰρηνικῇ μακροθυμίᾳ ἐμφωλεύουσα καὶ τῇ εὐχαριστίᾳ καὶ ὑπομονῇ ἐλλιμνάζουσα πέλαγός ἐστιν ἀρετῶν τὴν ἀντιπαράταξιν τοῦ διαβόλου τῷ σταυρῷ καταποντίζουσα.
chapter
6
6
Νόει δέ μοι τὴν ἐναντίαν χαρὰν τεταραγμένην ἐφίστασθαι, μήπως ἄλλην ἀντ᾽ ἄλλης σκιασθεὶς ἀπατηθῇς κατέχειν. Συσχηματίζονται γὰρ καὶ τοῖς πνευματικοῖς χαρίσμασι οἱ δαίμονες ἵνα τῷ παρασκιάσματι τὸν νοῦν ἀποπλανήσαντες τῶν φρενῶν ἀποστήσωσιν. Ἐφίσταται γὰρ χαρὰ πνευματικὴ καρδίᾳ οὐδενὸς προκειμένου, ὅτι τὸν ἡγεμόνα τῆς κατὰ θεὸν λύπης μετέωρον εὑρίσκει· ἔπειτα δὲ καὶ τῷ πνεύματι τῆς λύπης τὴν ψυχὴν παραδιδοῖ, ὅτι τῆς πνευματικῆς αὐτῆς χαρᾶς αἰχμάλωτον ἐποίησεν. Φημὶ δὲ καὶ τοῦτο ὡς ὑπηγόρευσε τινὶ τῶν ἀδελφῶν ἡ πεῖρα τῶν ζητουμένων ὅτι ἀντὶ μὲν τοῦ χαίρειν ἐν κυρίῳ χαρὰν οἰκείαν ὁ ἀλάστωρ ἀντεισάγει· ἀντὶ δὲ τῆς κατὰ θεὸν λύπης λύπην τὴν ἐναντίαν τῷ νῷ παραπετάζει, ἵνα ταῖς ἀντιστρόφοις μεταβολαῖς τῆς τῶν κρειττόνων ἀκτῖνος μερίμναις τὴν ψυχὴν ἀμαυρώσῃ.
Διτταὶ τῆς κακίας αἱ λύπαι τυγχάνουσιν ἐν ἑκάστῃ ἐργασίᾳ ἀπεζευγμέναι· καὶ ἡ μὲν ἐφίσταται καρδίᾳ λυπηρᾶς αἰτίας οὐ βλεπομένης· ἡ δὲ τίκτεται ἐξ ἀλλοκότων αἰτιῶν ὠθουμένη· ἡ κατὰ θεὸν λύπη τοῖς δάκρυσι τὴν ψυχὴν ἀνακαλεῖται τὴν ἀπεναντίας χαράν τε καὶ λύπην μὴ παραδεχομένη, τὸν δὲ ἐπιόντα θάνατον μεριμνᾷ καὶ κρίσιν καὶ τοῦτο κατ᾽ ὀλίγον κέχηνε προσδεχομένη.
Ἐπιθυμίαι ἀποτυχοῦσαι φυτεύουσι λύπας· εὐχαὶ δὲ καὶ εὐχαριστίαι μαραίνουσι ταύτας.
Μεταξὺ ὀργιζομένων μέση λύπη δονεῖται· ὁ οὖν πρῶτος ἐκνήψας ἐὰν τοῦ πάθους ἀναστῇ καὶ τῷ ἑτέρῳ δώσει χεῖρα ἀπολογίᾳ τὴν πικρὰν λύπην ἀπελαύνων.
Λύπη ψυχῆς νόσος καὶ σαρκὸς τυγχάνει καὶ τὴν μὲν αἰχμαλώτιδα αἴρει, τὴν δὲ ἐπὶ τόπῳ μαραίνει.
Ἐξ ἐναντίων λύπη γεννᾶται· ἐκ δὲ λύπης μῆνις, τίκτεται δὲ ἐκ τούτων ἡ φρενῖτις λοιδορία.
Λύπην καὶ μῆνιν εἰ θέλεις συμπατῆσαι, τὴν μακροθυμίαν τῆς ἀγάπης ἐναγχαλίζου καὶ τὴν χαρὰν τῆς ἀκακίας περιβαλοῦ.
Ἡ σὴ χαρὰ ἑτέρῳ λύπη μὴ ἤτω.
Ἐπ᾽ ἀδικίᾳ ὁ χαίρων ἐν εὐδοκίᾳ θρηνήσει καὶ ὁ ὑποφέρων λύπας πάσχων ἀδίκως λαμπρῶς ἀγαλλιάσεται· τὰ γὰρ μέλλοντα τοῖς παροῦσιν ἐναντία.
chapter
7
7
Ἐν ταῖς θλίψεσιν εὐχάριστος ἔσο, μάλιστα ὅτι δι᾽ αὐτῶν τῆς ἀντιλήψεως τὴν χάριν σαφέστερον αἰσθάνῃ· οὕτω γὰρ τὰς ἐπιούσας θλίψεις εὐχαρίστως ἐκτινάσσων οὐκ ἀμαυρώσεις τῆς καρτερίας τὸ λαμπρότατον κάλλος.
Ἐπάν σοι μάστιγα κατὰ σαρκὸς δαίμων καταρράξῃ, μεγίστου σοι μισθοῦ πρόξενος εὑρέθη ἐὰν ὑπόθεσιν εὐχαριστίας τὴν πληγὴν καταδέξῃ· οὕτω γὰρ καὶ ἑαυτὸν ἐχ σοῦ φυγαδεύσει, ἵνα μὴ πλεῖον ὁ μισθός σοι διὰ τῆς ὑπομονῆς ἐπομβρήσῃ.
Δι᾿ ὅλων τῶν ἀνδρείων πόνων ἡ ὑπομονή σου στρατηγείτω, ὅτι διὰ πάσης κακίας καὶ ἡ ἀκηδία ἀντιστρατηγεῖ σοι καὶ κατασχοποῦσά σου τοὺς πόνους ἅπαντας πειράζει. Ὃν δὲ μὴ εὕρῃ τῇ ὑπομονῇ ἐνηλωμένον, τοῦτον καταβαρύνει ὑφ᾽ ἑαυτὴν καὶ κατακάμπτει. Ἐὰν δὲ ὁ δαίμων τῆς ἀκηδίας πρὸς τὴν ὑπομονὴν τῶν πόνων ἁτονήσῃ, τῆς ἀπονοίας πάλιν ὁ θὴρ τὸ κατόρθωμα δάκνει· εἰ οὖν συνέσει τῆς ἀσφαλείας τοῦτον ἐλάσεις καὶ τὸ κενόδοξον πνεῦμα ἐν αὐτῷ ἐλάσῃς.
Ἐν καιρῷ συνάξεως ἐπάν σοι τὸ τῆς ἀκηδίας ἐπιπέσοι πνεῦμα, ὡς φορτικὴν ἐπιψηφίζει τῇ ψυχῇ τὴν ψαλμῳδίαν καὶ τὸν ὄκνον ὡς ἀντίπαλον τῇ σπουδῇ παρεμβάλλει, ἵνα ψαύσας τῷ τάχει τὴν σάρκα ἀνακλίνῃ τῇ μνήμῃ ὡς κοπωθεῖσαν δῆθεν ἔκ τινος αἰτίας. Ἐπὰν οὖν ἐγρηγορότες ὦμεν νυκτὸς, μὴ τὴν σύναξιν τῇ ἀκηδίᾳ ἀνακλίνωμεν, ἵνα μὴ οἱ δαίμονες ἐπιστάντες τὰ ζιζάνια τῶν λογισμῶν συνάξωσι καὶ ἅμα τῇ καρδίᾳ κατασπείρωσιν. ὅταν γὰρ τὴν σύνοδον τῶν ὕμνων ἀπολέσωμεν, τότε τὸν σύλλογον τῶν λογισμῶν ἐπισυνάγωμεν· πρὸ συνάξεως διϋπνισθέντες λογισμοὺς φωτὸς ἐν τῇ καρδίᾳ προγυμνάζωμεν, ἵνα εὐτρεπισθέντες ἐν γρηγορούσῃ διανοίᾳ τῇ ψαλμῳδίᾳ παραστῶμεν.
Πῇ μὲν ῥοίζῳ τὸν ψαλμὸν ἐν τῇ νήψει λεκτέον, πῇ δὲ ἐνδελεχεῖν ἐν τῇ ψαλμῳδίᾳ δοκιμαστέον· κατὰ γὰρ τὴν ἐνέδραν τοῦ ἐναντίου ἀνάγχη καὶ ἡμᾶς μεταμορφοῦσθαι, διότι ποτὲ μὲν ἐλαύνειν τὴν γλῶτταν ὑποτίθενται τῆς ἀκηδίας τὴν ψυχὴν περιεχούσης, ποτὲ δὲ μελῳδεῖσθαι τὰς λέξεις ἐρεθίζουσι τῆς αὐταρεσκίας τῇ ψυχῇ παρεμποδιζούσης.
Τῆς ἀκηδίας ὁ δαίμων ἐν μὲν τῷ ἀνίστασθαι εἰς προσευχὴν ὄκνον ποιεῖ, ἐν δὲ τῷ πάλιν προσεύχεσθαι ἢ ψαλμῳδεῖν κατεπείγων ταράττει· ἐντεῦθεν πρὸς τὴν θεωρίαν ὀφθαλμιῶσιν ἡμῶν αἱ ψυκαὶ χαὶ ἄτονοι καθίστανται, μάλιστα ὅταν συνόντες τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ ἀνιστάμεθα καὶ μετ᾽ αὐτῶν πρὸς ἱκεσίαν ἱστάμεθα.
chapter
8
8
Ὁ δὲ λογισμοῖς βελτίστοις τὴν ψυχὴν προγυμνάζων ἐλλάμπεσθαι τὴν στήλην τῆς εὐχῆς λαμπρὰν προαποσμήχει. Ὁ λογισμοῖς ἀτόποις τὴν καρδίαν παίων τῆς εὐχῆς τὸν βότρυν αἰχμαλωσίᾳ λιθάζει.
Ὁ ἐκτενέστερον τῶν εὐχῶν τὴν ἔλλαμψιν ἐσοπτριζόμενος τῇ ἀνωτάτω θέᾳ τοὺς κάτω λογισμοὺς αἰχμαλωτίζει, τοῦ νοεροῦ ὄμματος καθάπερ τροφὴν τὴν ἰσχὺν ἐκ τοῦ φωτὸς λαμβάνοντος. Ὁ γὰρ τῇ ὀπτασίᾳ τῶν ὑψηλῶν ἐπεκτεινόμενος ὀξυδερκέστερον ὄμμα λήψεται κατὰ τὸ ὑπόδειγμα Ἐλισαῖε.
Ὅταν λογισμός σου ἐπιστῇ τῇ καρδίᾳ πολέμιος, μὴ ἄλλα ἀντ᾽ ἄλλων δι᾽ εὐχῆς ἐπιζήτει, κατὰ δὲ τοῦ πολεμίου τὸ ξῖφος τῶν δακρύων ἀκόνα· οὕτως γὰρ σφοδροτάτως ἂν τῇ μάχῃ προσρήξωμεν, θᾶττον αὐτὸν ἀφ᾽ ἡμῶν ἀποστῆναι ποιήσομεν.
Φιλοκάλει σὺν τῷ ἔργῳ τῶν χειρῶν καὶ μάλα τῆς εὐχῆς τὴν μνήμην· τὸ μὲν γὰρ οὐ πάντοτε, τὸ δὲ ἀδιάλειπτον ἔχει τῆς ἐργασίας τὸν πόρον.
Μὴ ἀναβάλλου δοῦναι τῆς εὐχῆς τὸ χρέος λογισμοῦ ἀκούων διὰ πρόσβασιν ἔργων καὶ μὴ θορυβοῦ ἐν τῷ ἔργῳ ταράττων τὸ σῶμα, ἵνα μὴ συνταράξῃς καὶ τῆς εὐχῆς τὴν καρδίαν.
Ὥσπερ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος χερσὶν ἐργάζεται πρὸς τὸ μὴ ἐπιβαρῆσαί τιγα, οὕτως ὁ ἐντὸς φρεσὶν ἐργαζέσθω πρὸς τὸ μὴ ἐπιβαρηθῆναι τὸν νοῦν· τότε γὰρ οἱ λογισμοὶ τὴν οἰκίαν ἐργασίαν τῆς ψυχῆς προσφέρουσιν, ὅταν αὐτὴν ταῖς κατὰ θεὸν ἐννοίαις ἀργὴν καταλάβωσιν.
Ἀροτρία τὰ μὲν ἔργα τῶν χειρῶν εἰς τὸ φιλάνθρωπον, τὴν δὲ φρένα τοῦ λογιστικοῦ εἰς τὸ φιλόσοφον, ἵνα τὸ μὲν ᾖ ξένων ξενία καὶ ὀκνηρίας ἐμπρησμός, τὸ δὲ θεωρίας στρατηγὸς καὶ λογισμῶν ἀποβρασμός.
Τὰς ἡδονὰς τῶν λογισμῶν μετὰ θράσους ἐπιπλήξωμεν ἅπασαν τὴν ὀργὴν εἰς αὐτοὺς περιτρέποντες, ἵνα μὴ ἡδονῇ τὰ παρ᾽ αὐτῶν δεχόμενοι πρᾶοι πρὸς αὐτοὺς ἀντιστρόφως γενώμεθα.
chapter
9
9
Ἑτοίμαζε σαυτὸν πρᾶον εἶναι καὶ μαχητήν, τὸ μὲν τῷ ὁμοφύλῳ, τὸ δὲ τῷ πολεμίῳ· ἐν τούτῳ γὰρ ἡ χρῆσις τοῦ θυμοῦ, ἐν τῷ κατὰ τὴν ἔχθραν ἀντιμάχεσθαι τῷ ὄφει· ἐν δὲ τούτῳ καὶ τοῦ πράου τὸ ἐπιεικές, ἐν τῷ κατὰ τὴν ἀγάπην μακροθυμεῖν τῷ ἀδελφῷ καὶ πολεμεῖν τῷ λογισμῷ. Ὁ πρᾶος οὖν ἔστω μαχητής, διαιρουμένης τῆς πραΰτητος ἐκ τῶν δολοφόνων λογισμῶν καθάπερ καὶ τῆς μάχης ἐκ τῶν τῆς φύσεως ὁμογενῶν.
Μὴ ἀντιστρέψῃς τοῦ θυμοῦ τὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, θυμοῦσθαι μὲν τῷ ἀδελφῷ κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, φιλιοῦσθαι δὲ τῷ ὄφει κατὰ τὴν συγκατάθεσιν τῶν λογισμῶν.
Ὁ πραΰς, κἂν πάσχῃ τὰ δεινά, τῆς ἀγάπης οὐκ ἐξίσταται. Ἕνεκεν γὰρ ταύτης μακροθυμεῖ καὶ στέγει, χρηστεύεταί τε καὶ ὑπομένει· εἰ γὰρ τῆς ἀγάπης τὸ μακροθυμεῖν, οὐ τῆς ἀγάπης τὸ θυμομαχεῖν. Θυμὸς γὰρ λύπην καὶ μῆνιν ἐγείρει, ἀγάπη δὲ τὰ τρία μειοῖ.
Εἰ παγίαν ἔχεις ἐν τῇ ἀγάπῃ τὴν βάσιν, μᾶλλον πρόσεχε ταύτῃ ἤπερ τῷ παίοντί σε.
Φόβῳ καὶ ἀγάπῃ δούλευε τῷ θεῷ, τὸ μὲν ὡς δεσπότῃ καὶ κριτῇ, τὸ δὲ ὡς φιλανθρώπῳ καὶ τροφεῖ. Ὁ τῆς ἀγάπης τὰς ἀρετὰς κτησάμενος τὰ παθὴ τῶν φαύλων αἰχμαλωτίζει καὶ ὁ παρὰ τῆς ἁγίας τριάδος ἔχων τὰ τρία ταῦτα, πίστιν, ἐλπίδα, ἀγάπην, τρίτειχος ἔσται πόλις ταῖς ἀρεταῖς πυργωθεῖσα.
chapter
10
10
Οὐκ ἐν τῷ μὴ λαμβάνειν μόνον παρ᾽ ἑτέρου ἀγαπητικὸς ἀναδειχθήσῃ, ἀλλ᾽ ἐν τῷ διδόναι ἀφειδῶς ἀποταχτικὸς ἐπιγνωσθήσῃ· ἐν τῷ διδόναι σε τὴν ὕλην ἀγωνίζου τὰ σπέρματα καθαρὰ καταβάλλειν, ἵνα μὴ ἀντὶ πυροῦ ἐξέλθῃ σοι κνίδη.
Θεὸν ἐν οἷς παρέχεις μνημόνευε καὶ δότην καὶ λήπτορα, ὅπως σοι μετ᾽ ἐγχωμίων λογίσηται τοὺς τῆς ἀποτάξεως μισθούς.
Ὁ ἀκτήμων ἀμέριμνον ἔχει τοῦ βίου τὴν ἡδονήν· ὁ δὲ φιλοκτήμων μέριμναν ἔχει διὰ παντὸς τὴν ὀδύνην τοῦ πλούτου.
Τότε δῆμον λογισμῶν αἰχμάλωτον ἐλάσεις, ὅταν ταῖς φροντίσι τῶν ὑλῶν τὴν καρδίαν μὴ δῷς· τότε καὶ τὸν σταυρὸν ἀπερισπάστως βαστάσεις, ὅταν τοῦ κτᾶσθαι τὴν ἐπιθυμίαν ἀρνήσῃ, ἀλλ᾽ ὁ τῆς ὕλης λογισμὸς γῆράς σοι μαντεύεται λιμούς τε καὶ νόσους, ἵνα σοὺ τὴν εἰς θεὸν ἐλπίδα τοῖς χρήμασι μερίσῃ.
Ὁ τὴν ἀποταγὴν ἀσκεῖν προῃρημένος πίστει τειχιζέσθω καὶ ἐλπίδι κραταιούσθω καὶ ἀγάπῃ βεβαιούσθω. Ἔστι γὰρ ἡ πίστις οὐχ ἐγκατάλειψις, ἀλλὰ τῶν κρειττόνων ὑπόστασις ἐν τῇ ἐλπίδι τῆς ὑπομονῆς καὶ τῇ ἀγάπῃ τῆς ζωῆς.
Ὅταν ἀποτάξῃ ταῖς ἔξωθεν ὕλαις ἁπάσαις, πρόσεχε τοὺς ξιφαίους λογισμοὺς τὴν πενίαν ἐπονειδίζοντάς σοι καὶ ἔνδειαν καὶ εὐτέλειαν καὶ ἀδοξίαν σοι προσφέροντας, ἵνα τῆς τοιαύτης λαμπρᾶς ἀρετῆς μετάγνωσιν οἱ φόνιοι δολοφόνως ἐργάσωνται.
chapter
11
11
Ἐὰν οὖν τῇ συνέσει τῆς ἀθλήσεως πρόσχῃς μᾶλλον ἐκεῖνο εὑρήσεις ὅτι δι᾽ ὧν σε ὀνειδίζουσι, δι᾿ αὐτῶν ὁ στέφανος σοι πλέκεται· καὶ γὰρ ἀποτασσόμενος δι᾽ ἐκείνους ἀποτάσσῃ δι᾿ ὧν ἄθλων ὀνειδίζῃ. Μὴ οὖν τῇ πάλῃ τῶν ἐντὸς λογισμῶν ἐνδώσῃς, ὅτι οὐκ ἐν ἀρχῇ τῆς ἀποταγῆς τέλος εὐφημεῖται, ἀλλ᾽ ἐν τῷ τέλει τῆς ὑπομονῆς αἱ ἀρχαὶ στεφανοῦνται· οὐδ᾽ ἐν τῇ σωματικῇ γυμνασίᾳ μόνον οἱ ἀγῶνες συγχροτοῦνται, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν πάλῃ τὸ περὶ στεφάνου ζητεῖται.
Δίκαζε τοὺς λογισμοὺς ἐν τῷ βήματι τῆς καρδίας, ἵνα τῶν λῃστῶν ἀναιρουμένων ὁ ἀρχιλῄστης φοβηθῇ· καὶ γὰρ ὁ ὢν ἀκριβὴς τῶν λογισμῶν ἐξεταστής ἐστι καὶ ἀληθὴς τῶν ἐντολῶν ἐραστής.
Ἐπὰν λογισμὸς ἐπιστῇ σου τῇ καρδίᾳ δυσεύρετος, τότε ἐπὶ πλεῖον συντόνους πόνους ἐπ’ αὐτὸν ἐκπύρωσον. Ἢ γὰρ τὴν θέρμην ὡς ἐναντίαν οὐ φέρων ἀποδρᾷ ἢ ταύτην ὑπομένει ὡς οἰκεῖος ὢν τῆς εὐθείας ὁδοῦ. Ἔστι δ᾽ ὅταν οἱ δαίμονες λογισμὸν δῆθεν καλὸν ὑποβάλλοντές σου τῇ καρδίᾳ καὶ παρευθὺ μεταμορφούμενοι ἐναντιοῦσθαι τούτῳ προσποιοῦνται, ἵνα ἐκ τῆς ἐναντιώσεως νομίσῃς αὐτοὺς καὶ τὰς ἐνθυμήσεις τῆς καρδίας σου εἰδέναι· οὐ μόνον δέ, ἀλλ᾽ ἵνα δικάζωνται τὴν συνείδησίν σου χρίνειν ὡς τῇ ἐναντιώσει τοῦ κακοῦ ἡττηθέντα τῷ καλῷ· ἔστι δὲ πάλιν ὅτε τὴν οἰκείαν σκευωρίαν ὑπεμφαίνουσί σοι, ἵνα παρὰ σεαυτῷ δόξῃς φρόνιμος εἶναι.
Ὁ τῆς ἀσελγείας δαίμων πῇ μὲν τῷ παρθένῳ κατὰ διάνοιαν τὰς ἀκολάστους συμπλοκὰς ὑπεισφέρει, πῇ δὲ τοῦτον νεάνισιν δι' ὀνειράτων συμπλέκεσθαι φαντάζει, ὅπως εἰ μὲν τῇ μνήμῃ τοῦ φαντασθέντος κλίνοιτο πρὸς ἡδονὴν τοῖς λογισμοῖς χρήσοιτο πρὸς πόλεμον, εἰ δὲ οὐ κλίνοιτο ἀλλ' ἀνταγωνίζοιτο κἂν αἴσθηται τὸ πάθος τῇ φύσει μεμενηκός, οὐ πρότερον συγκροτοῦσι πόλεμον οἱ τῆς αἰσχύνης λογισμοὶ πρὶν ἢ χώραν ἕξουσι τοῦ τῇ ψυχῇ συνομιλεῖν οὐδ' αὖ πάλιν κινηθείη πρὸς τὸ πολεμεῖν ἡ ψυχὴ πρὶν ἢ μάθῃ ἀντιπαράττεσθαι τοῖς ἀντιπάλοις λογισμοῖς.
Ὅταν οἱ δαίμονες τὴν ἔννοιαν τοῖς αἰσχίστοις ἡδοναῖς πειρῶνται σαλεύειν, τότε καὶ τὸν τῆς λαιμαργίας πόλεμον προσάγουσιν ὅπως ταῖς ὕλαις τὴν γαστέρα προπυρώσαντες ἀκοπωτέρως τὴν ψυχὴν τῇ ἀσελγείᾳ βαραθρόσωσιν.
Ἐν τῇ ῥᾳθυμίᾳ τῆς ψυχῆς περιδράσονται ἡμῶν οἱ δαίμονες τοῦ λογιστικοῦ καὶ ἐν τοῖς λογισμοῖς ἀπερεύγονται τὰς τῆς κακίας ἡδονάς· πῇ μὲν οἱ λογισμοὶ ἐφέλκονται τὰ πάθη, πῇ δὲ τὰ πὰθη τοὺς λογισμούς· τὸ τηνικαῦτα καὶ οἱ λογισμοὶ διὰ τοῦ πάθους πολεμοῦσι τὴν ψυχὴν.
chapter
12
12
Ὅταν λογισμοὶ μεταστήσωσί σε εἰς ὂν ὑπέβαλον ἐρᾶν ἡμᾶς τόπον, τότε μεταμελεῖσθαι πάλιν ποιοῦσιν ἵνα ἀναστάτους ἡμᾶς ποιήσωσι πανταχόθεν καὶ ἀκάρπους. Διὸ μὴ πετάζωμεν ἑαυτοὺς ἀπὸ τόπων εἰς τόπους, ἀλλὰ καμπτώμεθα μᾶλλον εἰς ἡσυχίαν καὶ κόπους, ὅτι ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας λαμβάνουσι καθ᾽ ἡμῶν οἱ λογισμοὶ τὴν δύναμιν· ὁ δὲ εἰδὼς λογισμοῦ πεῖραν ἐν ᾧ τόπῳ ἐκλήθη ἐν τούτῳ μενέτω παρὰ θεῷ· ὁ δὲ μὴ εἰδὼς ἐν ἀγῶνι ἔτι βαδίζει.
Ἡ τῶν τόπων μετάθεσις ἤτω εἰς τὰ πνευματικώτερα καὶ μὴ εἰς τὰ ἀναπαυστικώτερα· ὑπομονὴ γὰρ καὶ μακροθυμία καὶ ἀγάπη ἐν ταῖς θλίψεσι εὐχαριστεῖ· ἀκηδία δὲ καὶ ἐλαφρία καὶ φιλαυτία ἐν ταῖς ἀναπαύσεσι χαίρει.
Ὁ ἀνήσυχος διὰ τῶν περὶ τὰς ὄψεις αἰσθήσεων τὴν ψυχὴν πολεμεῖται· ὁ δὲ φιλήσυχος τὰς αἰσθήσεις φυλάσσων τοὺς λογισμοὺς πολεμεῖ.
Τῷ οὖν διατάγματι τοῦ νόμου τῶν αἰσθήσεων τὴν τάξιν ὁ ἡγεμών σου συναγέτω, ἵνα μὴ βλέμματι καὶ ἀκοῇ μάστιγας κακῶν τῇ ψυχῇ σου καταρράξῃς.
Ἔν δυσὶν οὐσίαις ὑπάρχων ἑκάστῃ διανέμειν τὴν τάξιν φυλάττου ἵνα ἡ μὲν ἀριστεύῃ, ἡ δὲ μὴ ἀνταίρῃ καὶ τῷ τυράννῳ τὰ ἐπιτάγματα μὴ δίδου, ὅτι τῷ πυρὶ τούτου δοθέντος καὶ τὸν ἔσχατον κοδράντην ἀποδώσεις.
chapter
13
13
Ὅταν τὰ αἴτια τῶν παθῶν ἀντιπολεμῶν τροπώσῃ, μή σε λογισμὸς μεγαλυνέτω δολερὸς μήπως πνεύματι πλάνης πιστεύσας καὶ τῶν φρενῶν ἐκπλαγῆς. Ἐπιζήτει δὲ λογιστεύειν τὰς ἐφ᾽ οἷς πονεῖς ὑποβολάς, ὅπως τὰ τέλη τῶν κατορθωμάτων διὰ τῶν ἔνδον μὴ κλαπῇς.
Τινὲς ἐπὶ κατορθώμασιν εὐφημηθέντες τῷ χρόνῳ τοὺς πόνους ἠκηδίασαν, καὶ ἡ μὲν εὐφημία διώδευσεν, οἱ δὲ πόνοι ἐλύθησαν.
Τινὲς δι᾽ ὄγκον κακῶν σκληρουχούμενοι μεγάλοι ἐνομίσθησαν καὶ τῆς μὲν ψυχῆς τὸ συνειδὸς εἱλκοῦτο, τῆς δὲ εὐφημίας ἡ νόσος εὐρύνετο· οἱ δὲ λογισμοὶ τῶν τραυμάτων τὴν ψυχὴν ἀποπλανῶντες ἐν ταῖς εὐφημίαις τοὺς πόνους ἀπέφερον.
Ὁπηνίκα ταῖς παρ᾽ ἀνθρώπων τιμαῖς οἱ πονικώτατοι πλουτήσωσι, τὸ τηνικαῦτα καὶ τὰς ἀτιμίας οἱ δαίμονες σκευάσαντες ἐπάγουσιν, ἵνα ἀπὸ τῶν τιμῶν ὄντες τὰς ἀτιμίας μὴ φέρωσι καὶ τὰς ὕβρεις μὴ βαστάσωσιν.
Ὅταν ἐφ᾽ ἁμαρτίαις μεγάλην μετάνοιαν διδῷς, τότε οἱ λογισμοὶ τοὺς ἀγῶνας τῶν πόνων μεγαλύνοντες τὰς ἁμαρτίας σμικρύνουσι καὶ πολλάκις τῇ λήθῃ καλύπτουσιν ἢ καὶ συγκεχωρῆσθαι ταύτας σημαίνουσιν, ἵνα ὑπενδοὺς τοῖς πόνοις μὴ ἀναλογίζῃ τῶν πταισμάτων τοὺς θρήνους τοῦ κατ᾽ αὐτῶν ὠρύεσθαι πλειόνως.
Ὁ δὲ τὰ προσπεσόντα πάθη πυκτεύων ἐκκόψαι πλείονας παθῶν ὁπλίτας ἐπιστρατηγήσει τῇ μάχῃ.
Μὴ ἀμνημόνει πταίσας, κἂν μετανοήσῃς, ἀλλὰ μνήμην ἔχε τῆς σῆς ἁμαρτίας τὸ πένθος πρὸς ταπείνωσίν σου, ὅπως ταπεινωθεὶς τὴν ὑπερηφανίαν ἀνάγκῃ ἐκκόψῃς.
Εἴ τις τῶν ἄθεσμα δρασόντων βούλοιτο μετοβιῶσαι ἀρίστως, κατ᾽ ἀντικρὺ τῶν πράξεων στήτω τῇ τῶν κρειττόνων ἐναλλαγῇ· καὶ γὰρ ὁ τὴν ἄντικρυς πρᾶξιν τῇ ἑκάστῃ πονηρίᾳ ἀνθιστῶν τῇ συνετῇ τῶν ἀρετῶν βελοθήκῃ τοξεύει τὸν δράκοντα. Τοῦ δὲ θηρὸς ὀξύτατον ὅπλον ἐστὶν ἡ χενοδοξία τοὺς πόνους κατατοξεύουσα, ἥνπερ ὁ ταῖς κρυπταῖς τῶν ἔργων στρατηγίαις προκαταλαβὼν ἤγγισεν ἅπασαν τὴν τοῦ διαβόλου κατενέγχαι κεφαλήν.
chapter
14
14
Τὰ ἀρώματά σου τῶν πόνων σφράγισον τῇ σιγῇ, ἵνα μὴ γλώττῃ λυθέντα ὑπὸ δόξης κλαπῶσι· χρύπτε σου τὴν γλῶτταν ἐν τῷ πρακτικῷ τῆς ἀσχήσεως τρόπῳ· σοῦ γὰρ σιγῶντος μάρτυρας σχοίης τοῦ βίου τοὺς ἀξιοπίστους συμβιωτάς σου πόνους. Ὁ μαρτυρεῖσθαι ἀπὸ τῶν παρόντων πόνων οὐκ ἔχων τίς ἦν ποτε, ἑαυτῷ μὴ γλώττῃ μαρτυρείτω. Τινὲς γὰρ τῶν πόνων τῆς σκληρουχίας ἑαυτοὺς ἐκδύσαντες ὡς προκάλυμμα τῆς ῥᾳθυμίας τῶν ἀπελθόντων χρόνων τὰς πράξεις προβάλλουσι μάρτυρας ἐκδήμους ἔργοις οὐ παροῦσιν ἀβεβαίως παρέχοντες.
Ὥσπερ ἐκ τῶν ἀνθρώπων χρύπτεις σου τὰς ἁμαρτίας, οὕτω καὶ τοὺς πόνους ἐξ αὐτῶν ἀπόκρυπτε· καὶ γὰρ τὸ ἀντίτεχνον τῶν κρυφίων τῆς καρδίας σκελισμάτων, τὸ κρυφῇ καὶ τὰ ἀναπαλαίσματα κατ᾽ αὐτῶν ἀντιστηρίζειν σε· εἰ δὲ τὰ μὲν πλημμελήματα μετὰ ἀσφαλείας ἀποκρύπτομεν, τὰ δὲ κατ᾽ αὐτῶν πονήματα ἀνασφάλτως ἀνακαλύπτομεν, καὶ ἐν τοῖς ἀμφοτέροις τὰ ἐναντία διαπραττόμεθα. Ἀλλ᾽ ἐπαισχύνῃ τῶν αἰσχρῶν τὴν δημοσίευσιν μήπως ὄνειδος καὶ ἐξουδένωσιν ποιήσῃς τὰ τῆς ψυχῆς σου σύμφορα· φόβου καὶ τῶν πόνων τὴν ἐπίδειξιν μήπως ἐγκλήματι ἀνθρωπαρέσκῳ κομίσῃ τὸν τῆς ψυχῆς ὄλεθρον. Εἰ δὲ καὶ μόνῳ θεῷ ἐκφαίνεις τὰ τῆς αἰσχύνης παραπτώματα, μὴ ἀνθρώποις ἔκφαινε τὰ κατ᾽ αὐτῶν ἀνταγωνίσματα, ἵνα μὴ νομισθῶσιν ἤδη νίκης εἶναι στεφανώματα.
Οἱ τὴν δύναμιν τῶν πόνων ἀπὸ τῆς χάριτος λαμβάνοντες μὴ ὡς ἐξ οἰκείας ἰσχύος ἔχειν ταύτην νομιζέτωσαν· αἴτιος γὰρ ἁπάντων τῶν καλῶν ἡμῖν ἐστιν ὁ τῶν ἐντολῶν λόγος· ὥσπερ οὖν καὶ τῶν κακῶν ὁ τῶν ὑποβολῶν ἀπατηλός· ἅπερ οὖν διαπράττῃ καλά, τῷ αἰτίῳ τὴν εὐχαριστίαν πρόσφερε· ἃ δὲ διοχλεῖ σοι κακά, τῷ ἀρχηγέτῃ τούτων πρόσριπτε.
Πάσης πραγματείας τὸ τέλος πρόσφερε εὐχαριστίαν τῷ κρείττονι, ἵνα τῆς προσφορᾶς σοὺ νομικῶς προσενεχθείσης ἡ κακία καταισχύνηται. Ὁ γὰρ τῇ πράξει τὴν εὐχαριστίαν συνάψας ἀπόρθητον ἕξει τὸν θησαυρὸν τῆς καρδίας, διπλοῦν κατὰ τῆς κακίας πυργώσας τὸ τεῖχος.
chapter
15
15
Ἐπαινετὸς οὗτος ἀνὴρ ὁ τῇ πρακτικῇ τὴν γνωστικὴν συζεύξας, ἵνα ἐξ ἀμφοτέρων πηγῶν τὸ τῆς ψυχῆς χωρίον ἀρδεύοιτο πρὸς ἀρετήν. Ἡ μὲν γὰρ γνωστικὴ πτεροῖ τὴν νοερὰν οὐσίαν τῇ τῶν κρειττόνων θεωρίᾳ· ἡ δὲ πρακτικὴ νεκροῖ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, κακίαν, ἐπιθυμίαν κακήν· οἱ οὖν διὰ τῶν ἀμφοτέρων τούτων τῇ πανοπλίᾳ περιπεφραγμένοι εὐκόλως κατεπιβήσονται λοιπὸν τῆς τῶν δαιμόνων πονηρίας.
Οἱ δαίμονες διὰ τῶν λογισμῶν τὴν ψυχὴν πολεμοῦσι· κἀκεῖνοι δὲ χαλεπωτέρως διὰ τῆς ὑπομονῆς ἀντιπολεμοῦνται καὶ δειλιῶντες προσιᾶσι λοιπὸν τῇ μάχῃ κραταιὸν τὸν στρατηγὸν τῆς πυγμῆς ὑφορῶντες.
Εἰ βούλει στρατηγῆσαι κατὰ τῆς φάλαγγος τῶν δαιμόνων, ἡσυχίᾳ φράσσε τὰς τῆς ψυχῆς σου πύλας.
Θῆγε δὲ καὶ τὸ οὖς σου τοῖς τῆς πατροσύνης λόγοις, ἵνα τότε μᾶλλον λογισμῶν ἀκάνθας μαθὼν ἐμπρήσῃς.
Ἐπὰν πατρικῆς νουθεσίας λόγον ἀκροᾶσαι, μὴ τῶν ἔργων ἔσο τούτου δικαστής, ἀλλὰ τῶν ῥήσεων ἐξεταστής. Ἔθος γὰρ τοῖς τοιούτοις λογισμοῖς εἰς τὸ πρακτικὸν τοῦ νουθετοῦντός σε ἀπάγειν, ἵνα δεινόν σε τούτου καταστήσαντες κριτὴν τῆς ἐπωφελοῦς νουθεσίας ἀποστήσωσι.
Μὴ ἀπαναίνου νουθετούμενος, κἂν γνωστικὸς ὑπάρχῃς· ἐὰν γὰρ τὸ πρακτικὸν τῆς γνωστικῆς ἀποζευχθῇ, χρεία τοῦ ζευγνύντος τὴν ὁποτέρων τῶν ἀρετῶν ἁρμονίαν τῇ φρικτῇ τῆς κρίσεως δίκῃ.
Ὁ τὴν πατρῴαν ἐντολὴν ἐκ τοῦ ὠτὸς ἐκτινάσσων καὶ νομικῆς ἐντολῆς παρήκοος ἔσται.
Μὴ μόνον κατορθώματα πατέρων τερπόμενος λάλει, ἀλλὰ καὶ σεαυτὸν ἐργάτην τούτων πονικώτατον ἀπαίτει· ὁ πονικώτερον ἐπιζητῶν οἷός τε οἵῳ πόνῳ λογισμὸς ἀντίκειται τεχνίτης ἐν πάλῃ κατὰ τῆς πλάνης εὑρίσκεται. Ἐν ὅλοις δὲ τοῖς νοεροῖς σου πόνοις εἷς ἐὰν ἐλλείψῃ ὁ τοῦτον συλήσας ἀντ᾽ αὐτοῦ παρεισδύνει· μνημόνευε τῇ συνέσει τῶν πόνων συντηρεῖν τὴν καρδίαν μήπως ἡ λήθη τῆς τῶν κρειττόνων μερίμνης ταύτην συλήσασα τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ παραδῷ· ἡ γὰρ λήθη τῆς αἰχμαλωσίας προπηδᾷ τῇ κακίᾳ, ἵν᾽ ὑπ᾽ ἐκείνης τοῦ νοῦ κλαπέντος ἑτοίμως αὐτῇ παρεισέλθοι.
chapter
16
16
Νοῦς κλεπτόμενος ἀπὸ θεοῦ καὶ μνήμῃ μακρυνόμενος καὶ διὰ τῶν ἐκτὸς αἰσθήσεων ἀδιαφόρως ἁμαρτάνει· ἀκοὴν γὰρ καὶ γλῶτταν ὁ τοιοῦτος ἀδυνατεῖ παιδαγωγῆσαι ὅτι τὸ φίλτρον τῶν πόνων ἐκ τῶν ἐκτὸς ἐξαφῆκεν.
Ὁ φιλῶν εἰσακούειν τοῦ ψέγοντος τὸν δεῖνα, δυσὶ συνεργοῖς πνεύμασι συνεργοῦσιν οἱ δύο· ἡ γὰρ κακηκοΐα τῆς κακηγορίας συνεργὸς τυγχάνει καὶ ἐρῶσιν ἀλλήλων εἰς λύμην καρδίας.
Ἐκ τῶν καταλαλιῶν τὰ ὦτά σου φράξον, ἵνα μὴ διττῶς σὺν αὐτοῖς ἀνομήσῃς, σαυτὸν μὲν δεινῷ πάθει ἐθίζων, γλωσσαλγεῖν δὲ ἐκείνους οὐκ ἀνακόπτων.
Ψυχὴν τῶν κρειττόνων ὁ φιλοσκώπτης λῃστεύει σαθρὰν ἀκοὴν διαβολαῖς διορύττων· ὁ δὲ διαδρᾶς τὴν τοῦ πέλας λοίδορον γλῶτταν καὶ τὴν οἰκείαν λοιδορίαν φυγαδεύει· ἡδεῖς ἀκοὰς ὁ τῷ λοιδόρῳ παρέχων ἰὸν θηρὸς τοῖς ὠσὶν ἀμέλγει.
Μὴ γευέσθω τὸ οὖς σου τῆς τοιαύτης πικρᾶς ἀντιδότου, μήπως τοιαύτην καὶ σὺ συγκεράσῃς ἑτέρῳ.
Μὴ γοητεύου καταλαλιαῖς τὸ οὖς σου, ἵνα μὴ πάθει πραθεὶς πολυπαθείᾳ δουλεύσῃς· ἓν γὰρ τῶν πολλῶν πάθος τόπον ἐν σοὶ εὑρὸν εἰς τὸν αὐτὸν σηκὸν καὶ ἄλλα συνεισφέρει. Τότε πλήθει κακῶν ὁ ἡγεμὼν δουλοῦται ὅταν πάθει ζευχθεὶς τοὺς πόνους ἀποζεύξῃ.
Ὁ τὰς ἑτέρων σκώψεις πειρώμενος ἐρευνᾶν τὰς ἑαυτοῦ πράξεις ἔργῳ οὐκ ἐρευνᾷ.
Μὴ ὡς ἀμελῶς ζήσαντα τὸν ἀποβιώσαντα σκώπτε, ἵνα μὴ ὡς ἐκ συνηθείας τῶν ζώντων καὶ τοῦ νεκροῦ πικρὸς γένῃ δικαστής.
Μὴ τοῖς πταίουσιν ἔπεχε λογισμῷ ἀλαζόνι ἐπαίροντί σε ὡς δικαστήν, ἀλλὰ σαυτῷ πρόσεχε λογισμῷ νήφοντι τῶν σῶν πράξεων δοκιμαστῇ· στένε πταίων καὶ μὴ φυσῶ κατορθῶν.
Ἀκαταφρόνητος εἶναι μὴ μεγαλαύχει, ὅπως μὴ ὡς κόσμον τὸ κακὸν ἐνδύσῃ· τινὲς γὰρ ἀπὸ εὐλαβείας μὴ δυνάμενοι γνωσθῆναι ἔσπευσαν κἂν ἀπὸ κακίας οὕτω γνωσθῆναι· ἕτεροι δὲ αὐξηθέντες τῷ φθόνῳ προφάσεις ἀκροβολοῦσι καὶ τοὺς εὐσταθοῦντας ταῖς ἀρεταῖς ἐξουδενοῦσι τοῖς πέριξ.
chapter
17
17
Τινὲς εἰς φαῦλα θρυλούμενοι βίον σεμνὸν ἀμφιέννυνται, οὐχ ἵνα τὰ πταίσματα τοῖς πόνοις θρηνήσωσιν, ἀλλ᾽ ἵνα τῶν ψόγων τὰς φήμας σχιάσωσιν. Ἀλλὰ μὴ τῷ ἀπατῶντί σε καλλωπίζου μηδὲ τῷ ἀπατᾶσθαι ἐναγάλλου· ἐὰν γὰρ δι᾽ ὄνομα ψιλὸν τῶν σπουδαίων ἐφάπτῃ, οὐ θεῷ ἀλλ᾽ ἀνθρώποις ἐργάζῃ.
Μὴ παρρησίαν ἄγε τῷ ἀπόνως βιοῦντι, κἂν ὄνομα μέγα τούτῳ πομπεύῃ· ἔστι φίλος προσώπου χάριν καὶ χρόνος κατήγορος τούτου γίνεται.
Δεδοικότα σκώπτειν φίλον κτῆσαι, ἵνα σκέπην εὕρῃς τῶν σῶν πταισμάτων, τὸ δὲ φθονούμενον ἐν σοὶ κρύπτε μάλιστα τοῦ φθονοῦντος.
Ὅταν ὁ σὸς φίλος ἐπὶ τοῖς σαῖς τῶν πόνων εὐφημίαις ἐλαττούμενος εἰς φθόνον ἐκτραπῇ ὡς καὶ τοῖς πέριξ ῥήματα κενοδοξίας ἀκοντίζειν σου τοῖς πόνοις ὅπως τὴν διατρέχουσαν περὶ σοῦ δόξαν συσκιάσῃ τοῖς σοῖς σκώμμασι, τότε μὴ τῇ ἐκείνου βασκανίᾳ προσέχων δηχθῇς, ἵνα μὴ ἰὸν πικρὸν τῇ ψυχῇ σου σιφωνήσῃς· τοῦτο γὰρ ἔργον τοῦ Σατανᾶ, ἵνα ἐκεῖνον μὲν τῷ φθόνῳ ἐκπυρώσῃ, σὲ δὲ πικρίᾳ ἀναλώσῃ. Ταπεινούμεθα δὲ μᾶλλον καὶ τῇ τιμῇ τοὺς τοιούτους προηγούμεθα ἐξημεροῦντες αὐτῶν καὶ διὰ τραπέζης τὸ ἀγριωθὲν τῷ ζήλῳ φρόνημα.
Μὴ ὡς ἐξ ἑτέρου προσώπου ψέγε ζήλῳ τὸν φίλον, ἵνα ὡς ἐξ ἄλλου δῆθεν στόματος ψέγων ἐκεῖνον σεαυτὸν ὡς ἀθῷον ποιήσῃς καὶ ὡς ἄψογον ὑψώσῃς· τοῦτο γὰρ μετασχημάτισμα τοῦ Σατανᾶ τοῦ ἐκ προσώπου ὄφεως τὸν ὕψιστον ψέγοντος, ἵνα ὡς ἐξ ἑτέρου δῆθεν στόματος τὸν ἑαυτοῦ φθόνον τῷ θεῷ προσάψας αὐτὸς ὡς ἄφθονος νομίζηται.
Μὴ ὡς ὑπόδουλον θέλων ἔχειν τὸν ἀδελφὸν πειρῶ τούτου πταῖσμα καταλαβεῖν, ἵνα μὴ συνεργὸς εὑρεθῇς τοῦ Σατανᾶ.
Ὁ πταίσας καὶ ἑτέρους ψέγειν ἢ πταίειν μὴ ἐπιτηρείτω, ὡς ἵνα μὴ μόνος ᾖ συμπεσὼν τῷ κακῷ, ὅπερ τῆς ἐκπτώσεως τοῦ διαβόλου πρῶτον καὶ τοῦτο ἔργον ἐστίν· ἔστω δὲ μεταμελούμενος ἐφ᾽ οἷς ἁτόποις ἔπραξεν ἔργοις τὸν τῆς λύπης θρῆνον κατ᾽ αὐτῶν ἐπιγινώσκων, ἐπισπάσηται δὲ τὴν πρωτοστάτην τῶν πόνων ἡσυχίαν φαίνουσαν αὐτῷ τὴν πολυόμματον τῶν ἀρετῶν θεωρίαν.
Ὁ ἡσυχάζων τῇ γλώττῃ κατὰ τῶν λογισμῶν ἀνδριζέσθω· ἡ γὰρ τῆς ψυχῆς ἀνδρεία οὐκ ἐν τῇ ἡσυχίᾳ μόνον δείκνυται τοῦ στόματος, ἀλλὰ καὶ ἐν τῇ τῶν λογισμῶν ἀνδραγαθίᾳ καὶ τῇ τῶν ὕβρεων καὶ ἀδικιῶν εὐσταθείᾳ· ἐντεῦθεν γὰρ αἱ δειναὶ μάστιγες τοῦ διαβόλου περιτινάσσονται.
Ἐν ταῖς συντυχίαις μὴ στόμα μόνον, ἀλλὰ καὶ καρδία τηρείσθω· τότε γὰρ ἁμαυροῦται τῆς ψυχῆς τὸ ὄμμα τῷ τῆς ἀρεσκείας πνεύματι τοῦ νοῦ πασσομένου.
chapter
18
18
Ἔστω σου πηρὸς ὁ νοῦς περὶ τὰ αἴσχιστα· κύριος γὰρ σοφοῖ τοὺς τοιούτους τυφλούς, διορατικὸς δὲ περὶ τὰ κάλλιστα, ἵν᾿ ἐκτυφλώττῃ περὶ τὰ κάκιστα. Νόει δέ μοι πορνείας εἶναι δύο ἐν διαιρέσει ἐζυγωμένας, καθ᾽ ὧν· καὶ ἡ παρθένος...ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι.
Ὅταν λογισμῷ πορνείας τὸ πνεῦμά σου μίγνυται, τότε ἐκτυπώματι πλάνης ἡ ψυχή σου συγγίνεται.
Προσώπῳ θηλείας σχηματίζεται δαίμων, ἵνα φαρμάξῃ σὴν ψυχὴν μετ᾽ αὐτοῦ συμμιγῆναι· μορφῆς γλύμμα φορεῖ ἄσαρκον φᾶσμα ἵνα λογισμῷ ἀκολάστῳ τὴν ψυχὴν ἐκπορνεύσῃ· μὴ οὖν συγκατακάμπτου εἰδωλείῳ ἀνυπάρκτῳ, ἵνα μὴ καὶ τῇ σαρκὶ τὸ ὅμοιον δράσῃς· πνεύματι πορνείας ἐπλανήθησαν οἱ τοιοῦτοι οἱ τὰς ἔνδον μοιχείας τῶν πνευμάτων τῷ σταυρῷ μὴ σοβοῦντες.
Αἴκιζε τοὺς λογισμοὺς ἀσιτίᾳ βρωμάτων, ἵνα μὴ πορνείᾳ, ἀλλὰ πείνῃ λαλῶσιν.
Εὐχῆς ἀγρυπνίαν στῆσον δαχρύων ἵνα βοήθειαν λάβῃς τοῦ παρόντος πολέμου· ἐν καιρῷ τοῦ τῆς πορνείας πολέμου τὰς κλήσεις τῶν ἑστιατόρων παραίτησαι καὶ τὸν μὲν ξένον ἐπιστάντα ὑπερετῶν ἀναπαύσεις, σεαυτὸν δὲ περικεκαλυμμένως ἀσιτίᾳ περιφράξεις.
Διπλοῦς ἔστω σοι τῶν ἀμφοτέρων ἔργων ὁ μισθὸς ἑνὶ ἑκάστῳ τὸ πρακτικὸν δι᾽ ἀρετὴν ἀπονέμοντι.
Μὴ εἴνεκεν γαστρὸς συνεσθία τῷ ἀδελφῷ, ἀλλ᾽ εἵνεχεν Χριστοῦ συναυλίζου τῇ ἀγάπῃ.
Κόρος σιτίων λογισμοὺς σιτίζει καὶ μέθυσος ὕπνον φαντασίας ποτίζει.
Τέθνηχε μετὰ τὸν φάρυγγα ἡ τῆς τρυφῆς ἡδονὴ καὶ πνεῖ ἐν τῷ τάφῳ τὰ τῆς γαστρὸς λαγνεύματα.
Οἱ πόνοι τῆς σκληρουχίας τελευτῶσιν εἰς ἀνάπαυσιν, οἱ δὲ τρόποι τῆς τρυφυλίας τελευτῶσιν εἰς κατάκαυσιν.
Ὁ τῆς σαρκὸς τὸ ἄνθδος τῇ ἀσχήσει μαραίνων καθ' ἡμέραν ἐν τῇ σαρκὶ μελετᾷ τὴν ἑαυτοῦ τελευτήν.
Ἡ τῆς καρδίας λογιστεία τὸ σῶμα συμμετρείτω, ἵνα μὴ τούτου πληγέντος καὶ αὐτὴ κοπιάσῃ.
᾿Ἀρκείσθω σὰρξ τὰ φυσικὰ περικόπτειν [καὶ καρδία τὰ μὴ φυσικὰ ἐκκόπτειν].
Ἡ σωματική σου γυμνασία ἐν τοῖς ἤθεσιν οἰκοδομείσθω, ἵνα μάθῃς καρδίᾳ πονεῖν καὶ ψυχῇ συμπονεῖν.
Οἱ τοῦ προσώπου τὴν ὠχρείαν ἐν τῇ ἀσκήσει λάμποντες τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καὶ πρὶν ἐλθεῖν ῥιπτέτωσαν, τοῦτον τοῦ λογισμοῦ καὶ πρὸ τῆς συντυχίας ἔνδον ἐμβάλλοντος.
Ὅταν χρονίσῃς ἀπεχόμενος οἴνου καὶ ἐλαίου καὶ τῶν περιττῶν, τότε οἱ λογισμοὶ τοὺς χρόνους σοι μετ᾽ ἐγκωμίων ψηφίζοντες ὑπενδοῦναί σε τοῖς πόνοις διὰ τὸ σῶμα γυμνάζουσιν· εἰκότως οὖν τοῖς κακογνώμοσιν ἀντιφθέγξῃ διαψηφισταῖς ὅσα πρὸς ἀνατροπὴν τῆς ἐκείνων σκευωρίας ἀντίκειται.
chapter
19
19
Τίς τῶν ἀδελφῶν διὰ τῶν λογισμῶν τοὺς πόνους ὑπὸ δαιμόνων ὑπὸ τῶν ἔνδον ἐπαινούμενος ἔψαλλεν· Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε· μὴ τῶν λογισμῶν ἀνάσχῃ πολυετή σοι κύκλον ἐν τῷ μονήρει βίῳ φερόντων, ἵνα μή σου τοὺς πόνους τοῖς χρόνοις χρεμάσωσι μηδὲ ἐν τῇ ὑπομονῇ τῆς ἐρημίας καυχήσῃ ζωγρηθείς, ἀλλ᾽ ἐν τῇ ὑπομονῇ τῆς εὐτελείας τὸ δοῦλος ἀχρεῖος εἶναι μνήσθητι.
Διὰ γῆρας βαθύ τινα τῶν καρτερικῶν μονηρεμίτην πρεσβύτην ἐκ τῆς ἐρημίας αἴρειν ἐβιάζετο, ὁ δὲ πρὸς αὐτὸν παῦσαί φησι τῆς βίας· οὔπω γὰρ τῆς ἐξορίας ὁ κακοῦργος ἀνακέκλημαι· ζητοῦντος δέ μου τοῦτον τὸν τῆς διδασκαλίας λόγον μαθεῖν ἔφη· Ζητεῖτε πρῶτον ἐμπόνως τὸν ἔμφυτον φόβον καὶ τότε ἔνδον εὑρήσεις τὸν ἔμπυρον λόγον τὸν διδάσκοντα ἄνθρωπον γνῶσιν· ὁ δ᾽ αὐτὸς ἐπερωτηθεὶς καὶ περὶ φόβου οὕτως ἀπεκρίνατο· ὁ μέριμναν ἔχων τοῦ θανάτου τὴν μνήμην ὁδηγεῖται καὶ εἰς τὸν τῆς κρίσεως φόβον.
chapter
20
20
Φόβῳ τῶν θείων γραφῶν καθ᾽ ἑκάστην συνόμιλος γίνου· τῇ γὰρ τούτων συνουσίᾳ λογισμῶν ἐξοίσεις ὁμιλίας.
Ὁ μελέτῃ τὰς θείας γραφὰς ἐνθησαυρίζων τῇ καρδίᾳ τοὺς λογισμοὺς ἐκ ταύτης ῥᾳδίως ἐκβάλλει.
Ἀναγνώσει νυκτερινῇ ἐν ταῖς ἀγρυπνίαις τῶν θείων γραφῶν ἀκροώμενοι μὴ τὰς ἀκοὰς τῷ ὕπνῳ νεκρώσωμεν μηδὲ τῇ τῶν λογισμῶν αἰχμαλωσίᾳ τὴν ψυχὴν προδώσωμεν, ἀλλὰ τῷ κέντρῳ τῶν γραφῶν τὴν καρδίαν κατανύξωμεν, ὅπως τῇ τῆς ἐπιμελείας κατανύξει τὴν ἀντίζυγον ἀμέλειαν διχοτομήσωμεν.
Τινὲς διὰ φήμην καὶ οὐκ ἐπιμέλειαν ψυχῆς τοῖς εὐλαβέσι φιλιοῦνται, ἵν᾽ ἑαυτοῖς χόσμον περιποιήσωσιν ἀπόνως.
Ὁ δὲ διὰ μνήμην τῶν ἐπουρανίων τῇ ἀγάπῃ πυρούμενος τὴν ἀρέσκειαν τῶν ἐπιγείων ἐκ τῆς ἐννοίας ἐκκαθαίρεται.
Τὸ διαμαρτυροῦν σοι συνειδὸς μὴ παραπέμπου λογισμῷ καταφρονοῦντι καὶ γλυκολογοῦντι τὸ πταῖσμα. Τῷ φιλονεικοῦντι μὴ συνδιατείνου, ἵνα μὴ πάθει πάθος στρατεύσας τῆς ἀρετῆς ἡττηθῇς. Τῷ ὑπερηφάνῳ μὴ συνεπαίρου λογισμῷ ἀντιφυσῶντι εἰς ἀντάνεμον πνεῦμα.
Οὐκ ἔπαινος γλώσσῃ τροχαλῶς φθεγγομένῃ, ἀλλὰ χείλεσι δόξα εὐσταθῶς κινουμένοις.
Ἀκροώμενος λόγον ἐρώτα τὸν νοῦν σου καὶ τότε διακρίνας τὸ ψήφισμα δώσεις.
Μὴ παραλογίζου τὸν νοῦν σου ἀβουλίᾳ ῥημάτων, ἵνα μὴ κρημνισθείη ἡ Χανανῖτις σου γλῶσσα.
Μή σε πγεῦμα πολύρρημον πλανήσῃ· ἐν αὐτῷ γὰρ φωλεύει τὸ δόλιον ψεῦδος. [Ὅπλισαι δὲ σοφίας λόγον ἀληθῆ, ἵν᾽ ἐκπολημήσῃς τὸ πολυμήχανον ψεῦδος.]
Ὁ ταῖς παρ᾽ ἑτέρων λοιδορίαις δακνόμενος καὶ μὴ ταύτας τῷ διαβόλῳ προσρίπτων τὸν τῶν λογισμῶν αὐτοῦ δῆμον ἑαυτῷ ἐπεγείρει· καὶ ἑαυτὸν δὲ βέλη σκευάζειν ἔτι μᾶλλον ἐρεθίζει ἐν τῷ τὴν ψυχὴν διὰ τῶν τοιούτων τιτρωσκομένην συμπίπτειν.
Ἕνεκεν διακονίας ἐπ᾽ ἀλλοδαπῆς ἐὰν βαδίσῃς, μὴ φιλοξενεῖσθαι παρὰ πάντων εὐτρεπίζου ἀνάξιον ἑαυτὸν τῆς δοχῆς καταλέγων, ἵν᾽ οὕτως τὸν τῆς λοιδορίας λογισμὸν φυγαδεύσῃς, κἂν λέγειν τἀληθῆ νομίζῃ ὡς οὐκ οὔσης ἀγάπης.
Λοιδορούμενος τὰ μέγιστα ἢ ἀδικούμενος οὐ μνησικακήσεις, ἀλλ᾽ εὐλογήσεις· ὁ γὰρ δαίμοσι μνησικακῶν ἀνθρώποις ἀμνησικακεῖ, εἰρηνεύει δὲ μετὰ δαιμόνων ὁ τῷ ἀδελφῷ μνησικακῶν.
Ἐμπρησμὸς καρδίας μῆνις ἀντιλογίας, ψυχαὶ δὲ ἀμνησικάκων δροσίζονται πνευματικῶς.
Ἄνθρακες πυρὸς σπινθῆρας ἐρεύγονται· οὕτως καὶ μνησίκακοι ψυχαὶ λογισμοὺς πονηρούς.
Ὥσπερ πληγὴ σκορπίου δριμύτατον ἔχει τὸν πόνον, οὕτω καὶ μνησίκακος ψυχὴ πικρότατον ἔχει τὸν ἰόν.
chapter
21
21
Πνεύματι πορνείας μνησικάκει καὶ κενοδοξίας, δυσὶ πικροῖς δαίμοσιν ἐναντίοις ἀλλήλων· ὁ μὲν γὰρ πρόσωπα φεύγει, ὁ δὲ προσώποις χαίρει. Καὶ ὁ μὲν τῆς ἀσελγείας δαίμων τῷ τῆς ἀσκήσεως ἀγωνιστῇ τὰς ῥυπαρίας ἄφνω ἀκοντίσας ἀφάλλεται ὀξέως, τῆς διαπύρου τῶν πόνων δᾳδουχίας τὴν θέρμην μὴ φέρων· τῷ δὲ τῆς ἐγκρατείας χαυνωθέντι κολακείᾳ ἡδονῶν τὸ κατ᾽ ὀλίγον ἐπιβουλεύει συνομιλεῖν τῇ καρδίᾳ, ἵν᾽ ἐξαφθεῖσα ταῖς κακίαις διαλεχθῇ, αἰχμαλωτισθῇ, καὶ τὸ τῆς ἁμαρτίας μύσος εἰς πέρας ἀγάγῃ. Ὁ δὲ τῆς κενοδοξίας πλάνος δημοχαρὴς τυγχάνων παρεσχιασμένως ἐφίπταται τῇ ψυχῇ τῶν ἐθελοπόνων, τὴν δι᾿ ὧν πόνων ἐργάζονται δόξαν ἐν αὑτοῖς θηρώμενος. Εἴ τις οὖν βούλοιτο τούτων σὺν θεῷ περιγενέσθαι, λεπτυνέτω τὴν σάρκα κατὰ τῆς πορνείας, ταπεινούτω δὲ τὴν ψυχὴν κατὰ τῆς κενοδοξίας· οὕτω γὰρ ῥᾳδίως τοῦ μὲν τὴν ματαίαν δόξαν ἐξώσομεν καὶ θεῷ εὐαρεστήσομεν, τοῦ δὲ τὰς ἀκαθάρτους φαντασίας φυσήσομεν καὶ καθαρὰν ἡδονῶν τὴν καρδίαν ποιήσομεν.
chapter
22
22
Χαλεπώτατόν ἐστι συνηθείᾳ ἡδονῶν συνάπτεσθαι τὴν καρδίαν καὶ πολλῶν χρεία κόπων τὴν νομὴν τῶν κακῶν εἰς ἄκρον ἐκκόψαι· μὴ οὖν ταῖς ἡδοναῖς τὸν λογισμὸν συνομιλεῖν ἐθίσῃς· ἐν γὰρ συλλόγῳ κακῶν ἐκκαίεται πῦρ· οὕτω γὰρ ἐκθερμαίνοντές σε λογίζεσθαι ποιοῦσι κόπον εἶναι τὴν πυρὰν τῆς φύσεως κρατῆσαι καὶ ὅτι πολὺς ὁ τῆς καρτερίας χρόνος καὶ βαρὺς ὁ τῆς ἐγκρατείας βίος· ἀναφέρουσι δέ σοι καὶ μνήμας ὧν σε νύκτωρ φαντάζουσιν αἰσχρῶν μορφάζοντές σοι τὰ πυρωτικὰ τῆς πλάνης εἴδωλα, εἶτα καὶ σφοδρότερον ἐν τῇ σαρκὶ ἐξάψαντες τὸν πυρετὸν τῷ νόμῳ τῆς ἁμαρτίας γνωμοδοτοῦσί σοι ἔνδον, ὅτι ὅσον οὐκ ἰσχύεις κατασχεῖν τὴν τῆς φύσεως βίαν κἂν σήμερον ἁμαρτήσῃς δι᾿ ἀνάγκην, ἀλλ᾽ αὔριον μετανοήσεις διὰ τὴν ἐντολήν· φιλάνθρωπος γὰρ ὁ νόμος καὶ συγχωρῶν ἀνομίας τοῖς μετανοοῦσι· καὶ φέρουσί σοι τινὰς τῶν μετ᾽ ἐγκρατείας πταισάντων καὶ πάλιν μετανοησάντων, ἵν᾽ ἐκ τούτων πιθανοποιήσωσι τῆς ἑαυτῶν ἀπάτης τὴν συμβουλίαν, ὅπως τῇ ἀντιστρόφῳ μετανοίᾳ τὴν ψυχὴν ἀνακλάσαντες τὸν ναὸν τῆς σωφροσύνης πορνεῖον ποιήσωσιν, οὕτως ὑποσυρίζοντες οἱ δίγλωσσοι τῶν λογισμῶν ὄφεις ἐν τῷ κινουμένῳ τῆς καρδίας ἐργαστηρίῳ. Σὺ δὲ ὦ τῆς ἐγκρατείας ἄνθρωπε, μὴ προφάσει πάλιν μετανοίας δελεάζου ἐλπίσιν ἀδήλοις· πολλοὶ γὰρ πεσόντες εὐθὺς ἀνηρπάσθησαν· ἕτεροι δὲ ἀναστῆναι οὐκ ἴσχυσαν τῇ τῶν ἡδονῶν συνηθείᾳ ὡς ὑπὸ νόμον δεθέντες. Τί γὰρ οἴδας, ἄνθρωπε, εἰ ζήσεις ἵνα καὶ μετανοήσῃς, ὅτι χρόνους ζωῆς σεαυτῷ ὑπογράφεις· κἀνταῦθα πταίων τῇ σαρκί σοὺ χαρίζῃ· τὸ μᾶλλον χάρισαι σεαυτῷ θανάτου τὴν μνήμην καὶ ἀναζωγράφει σου τῇ καρδίᾳ τὴν φοβερὰν τῆς κρίσεως δίκην εἴ πως δυνηθείης τὸ πυρεταῖνον τῆς σαρκὸς φρόνημα κατασβέσαι. Οὐ ῥᾳδίως δὲ σωματικὰ σβέσεις πάθη πρὶν ἢ τῇ σαρκί σου συγκεράσεις τοὺς τῆς ἀνασκευῆς αὐτῶν πόνους οὔτε μὴν ψυχικὰ πρὶν ἢ τῇ καρδίᾳ ἐξομβρήσεις τοὺς καρποὺς τῆς ἀγάπης. Τὰ μὲν γὰρ σωματικὰ πάθη ἐκ τῶν φυσικῶν τῆς σαρκὸς τὴν ἀρχὴν λαμβάνει καθ᾽ ὧν καὶ ἡ ἐγκράτεια, τὰ δὲ ψυχικὰ ἐκ τῶν ψυχικῶν τὴν κύησιν ἔχει καθ᾽ ὧν καὶ ἡ ἀγάπη· ἡ ἀγάπη ἀπαθείας ἐστὶ συνάφεια, παθῶν δὲ ἀπαλειφή, τὴν μακροθυμίαν προφέρουσα καὶ τὸν ζέοντα θυμὸν καταψύχουσα, τὴν ταπείνωσιν προβάλλουσα καὶ τὴν ὑπερηφανίαν καταφέρουσα· ἡ ἀγάπη ἔχει μὲν ἴδιον οὐδὲν πλὴν τοῦ θεοῦ· αὕτη γάρ ἐστι καὶ ὁ Θεός.
chapter
23
23
Ὁ εἰς τὴν φαιδρὰν τῶν μοναχῶν σύγκλητον νεοπαγὴς τυγχάνων τοὺς λογισμοὺς ἀπωθείσθω τοὺς προσσείοντας εὐφημίας αὐτῷ ἀπὸ τῆς συγγενείας, ἵν᾽ ὅπως μὴ τὸν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν ἐκ τῶν ἐντολῶν μακαρισμὸν ἐπιζητοίη. Τῶν δὲ τὰς δειλίας εἰσβαλλόντων δαιμόνων καταθαρσείτω· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον· διὰ τοῦτο πνεύματι δειλίας ἑαυτὸν μὴ καταπτησσέτω μήτε τοὺς νυκτερινοὺς κτύπους τῶν δαιμόνων τρεμέτω, ὁπότε οὔτε κατὰ χοίρων ἔχουσιν ἐξουσίαν· ἐν ταῖς ὀψιναῖς οὖν ἐξιὼν τῆς κέλλης μὴ θροείσθω καὶ φεύγων ἀνόπιν εἰσπηδάτω ὡς τῶν δαιμόνων δῆθεν κατατρεχόντων, ἀλλὰ κλίνας τὰ γόνατα ἔν ᾧ τόπῳ δειλιᾷ εὐξάσθω· οὐ γάρ σοι ἐπιπεσοῦνται κἂν οὕτω σε θροοῦσιν· ἐπειδὰν δὲ ἀναστῇς, θάρρυνε τὴν καρδίαν καὶ παρακάλει τῇ ψαλμῳδίᾳ· Οὐ φοβηθήσῃ, λέγων, ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ· οὕτω γὰρ ἅπαξ καὶ πολλοστὸν ποιήσας τὸν δαίμονα τῆς δειλίας θᾶττον ἀφ᾽ ἑαυτοῦ ἀπελάσεις. Ἀδυνατοῦντες γὰρ ἔργῳ βλάπτειν ταῖς φαντασίαις τὴν ψυχὴν δειλοκοποῦσιν, ἵνα τοὺς ἀσθενεῖς καὶ τοὺς ἀδυνάτους ἰσχυροὺς καὶ δυνατοὺς εἶναι νομίσωμεν.
chapter
24
24
Καλλίστοις ἱματίοις μὴ σεαυτὸν περιστολίσῃς, ἵνα μὴ τὸν τῆς κενοδοξίας δαίμονα προφανέστερον ἐνδύσῃ· οὐ γὰρ ἐν κάλλει ἱματίων αἱ ἀρεταὶ φοροῦνται, ἀλλ᾽ ἐν κάλλει ψυχῆς οἱ πόνοι χρυσοφοροῦνται. Τὸν δὲ τοῦ θεοῦ φόβον ἐπενδύου τῶν τῆς κρίσεως κολαστηρίων, ὅπως φόβῳ πυρὸς ἀκατάσβεστον τὴν τῶν πόνων θέρμην ἐπενδύσῃ καὶ θᾶττον κατὰ τῆς κακοτεχνίας τῶν λογισμῶν σοφισθήσῃ· Ἀρχὴ γάρ ἐστιν ὁ φόβος τῆς σοφίας.
Ὁ τῶν λογισμῶν τὴν πλάνην διὰ πείρας ἐξαγγέλλων οὐ πᾶσιν εὔγνωστος ἔσται πλὴν τῶν ἐν πείρᾳ· ὁδὸς γὰρ τῆς ἐν τούτῳ τῷ μέρει γνωστικῆς ἡ πεῖρα καθέστηκεν. Αἰτία γὰρ ἀμφοτέρων ἐστίν ἡ πρακτική, ἥνπερ πονικώτερον κατέχοντες ἑαυτοὺς ἐπιγνωσόμεθα καὶ λογισμῶν καταγνωσόμεθα καὶ θεὸν ἐπιγνωσόμεθα.
Ὁ ἐκ πρακτικῆς ἐκδημίας καὶ γνωστικῆς ἐνδημίας τῶν λογισμῶν τὴν τέχνην τοὺς ἀφελεῖς ἀλείφων βλεπέτω μὴ εἰς ἔνδειξιν δόξης τὴν γνωστικὴν κομπάζῃ· εἰ δὲ λογισμὸς τοῦτον μεγαλύνων λῃστεύει εἰς βοήθειαν λαμβανέτω τὸν νέηλυν Ἰοθὼρ Μωϋσῇ τῷ μεγάλῳ προφήτῃ τὴν ἀπὸ τῆς χάριτος σοφὴν συμβουλίαν καὶ διάκρισιν ἐκδόντα.
Ἤτω σου τῶν λογισμῶν ἡ δύναμις τὰ ἔργα· τὰ γὰρ πρακτέα τῶν λεκτέων ἐστὶ φιλοσοφώτερα, καθάπερ καὶ ἐπιπονώτερα· πράξεως παρούσης ὥσπερ οἱ λόγοι ἐξαστράπτουσιν, ἔργων δὲ μὴ παρόντων οἱ λόγοι τὴν τῶν ἔργων δύναμιν οὐκ ἀπαστράπτουσι.
chapter
25
25
Πολιῶν ἔγκλημα λόγος νεώτερος καὶ χείλη πέρπερα τινασσόμενα γέλωτι· ὁ δὲ ταράττων καὶ ταραττόμενος εἰκῇ γαλήνης ἐκτὸς ἔσται καὶ κλύδωνος οὐκ ὄντος χειμάζεται.
Μὴ τὴν ἄκαιρον γλῶσσαν λεξιθήρει, ἵνα μὴ τὸ αὐτὸ ὑφ᾽ ὧν οὐ θέλεις ὑπομείνης.
Φεῦγε πτερνίσαι τοῦ πλησίον τὴν γλῶτταν ἵνα καὶ σὺ τοῦ διαβόλου τὸν πτερνισμὸν διαφύγῃς.
Φεῦγε ὀνειδίσαι ἀδελφοῦ σου πταῖσμα, ἵνα μὴ τῆς συμπαθείας ὡς ἀλλόφυλος ἐκπέσῃς.
Ὁ τὴν χρηστότητα καὶ τὴν ἀγάπην εἰς τὸν ἀδελφὸν μὴ ἔχων, πῶς τῆς χριστοφόρου ἀγάπης μέλος ἂν εἴη;
Ἔπὰν τῇ συντόνῳ σου νηστείᾳ καὶ ἡσυχίᾳ ἀδελφός σοι παραβάλῃ, μὴ τῶν λογισμῶν τὴν ἀηδίαν παραδέξῃ ὑποτιθεμένων σοι ὄχλησιν τῇ ἡσυχίᾳ, ἐκκοπὴν δὲ τῇ νηστείᾳ· ποιοῦσι δὲ τοῦτο ἵνα ἰδὼν τὸν ἀδελφόν σου μὴ ὡς θεὸν αὐτὸν ἴδῃς.
Τὰς συνεχεῖς τῶν ἀδελφῶν ἐπιστασίας ὀχλήσεις εἶναι μὴ φάσκωμεν, συμμαχίαν δὲ μᾶλλον· κατὰ τῆς φάλαγγος τοῦ ἀντιπάλου τὴν αὐτῶν χοροστασίαν ἐμπιστεύσωμεν· οὕτω γὰρ τῷ φίλτρῳ τῆς ἀγάπης ἑνωθέντες τὴν κακίαν ἐξωθήσομεν καὶ τὰ ἔργα τῶν χειρῶν εἰς τὸν τῆς φιλοξενίας θησαυρὸν μετακομίσομεν.
Μὴ ὡς χάριν παρέχοντες τοῖς ἀδελφοῖς τούτους δεξιωσώμεθα, ἀλλ᾽ ὡς ὑπόχρειοι ὄντες τῷ δανείσματι μεθ᾽ ἱκεσίας ξενίζωμεν καθὼς ὑπέδειξε Λώτ.
Τινὲς ὡς ἐπὶ ξένῳ ἀξιώματι καὶ ξένως ἐπαίρονται καὶ ὅταν μὲν ξένον γνώριμον καλῶσιν, οὐδ᾽ ὅλως παρακαλοῦσιν, ἀλλὰ καὶ τὸν τῆς κλήσεως λόγον τῷ τύφῳ πλατύνουσιν, τὸν δὲ παραιτούμενον ὡς ἐφυβρικότα μέμφονται· διὰ τοῦτο μέγα φύσημα ἐντεῦθεν ἀνακαίεται· οἱ γὰρ λογισμοὶ τὸ ὄμμα τῆς ψυχῆς παρακεντοῦντες τυφλώττουσιν, ἵνα ταῖς καλλίσταις τῶν ἐντολῶν κακίστως χρησώμεθα.
Ὅσταν λογισμὸς ἐκκόψῃ σε μὴ ἄγαν βιάσασθαι τῇ τραπέζῃ τὸν ἀδελφόν, τότε δι᾽ αὐτοῦ κωμῳδεῖ σε μὴ βεβιασμένην ἔχειν τὴν βίαν τῆς ἀγάπης· σοὶ μὲν γὰρ ἴσως ὑποβάλλει τὸν ἀδελφὸν ἕνα τῶν κυκλευτῶν ὑπάρχειν καὶ ὅτι ἄρτοις ἀρκεσθεὶς ἀφικέσθω· ἐκείνῳ δὲ ἐμβάλλει φιλοξενίαν παρὰ σοὶ τὸ παράπαν μὴ εὑρηκέναι· τῆς γὰρ πρακτικῆς αὐτοῦ μεταβολῆς τὸ ὄμμα βαστάζων, ἕνα τῷ ἑνὶ ἐν ταῖς καρδίαις ἐμβάλλει, ἵνα τοῦ μὲν τὴν φιλοξενίαν ὑπεκκόψῃ, τοῦ δὲ τὴν λοιδορίαν ἐκβλαστήσῃ.
Ἀβραὰμ καθήμενος πρὸ τῆς σκηνῆς, εἴ που τινὰ τῶν παριόντων ἑώρα ἔργῳ προσεδέχετο καὶ τοῖς ζῶσιν ἐν ἀσεβείᾳ ἐξήπλου τὴν τράπεζαν, βαρβάρους δεχόμενος ἀγγέλων οὐκ ἀπέτυχεν. Ἴσασι τὴν τῆς φιλοξενίας γλυκύτητα ὅσοι ξενιτεύσαντες ὑπὸ ταύτης ἐξενίσθησαν, ὅτε καὶ λόγος προσηνὴς γλυκεῖαν ἀρτύει τὴν τράπεζαν τῇ καρδίᾳ· μετὰ πολλῆς οὖν σπουδῆς τὴν φιλοξενίαν χρηστοποιώμεθα, ἵνα μὴ μόνον ἀγγέλους, ἀλλὰ καὶ θεὸν ὑποδεξώμεθα· ἐφ᾽ ὅσον γάρ, φησὶν ὁ κύριος, ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.
chapter
26
26
Τὶς τῶν γνωστικωτέρων τὴν πρακτικὴν μετιόντων οὕτως ἀπεκρίνατο· Τὰς ἐνηχούσας τῶν δαιμόνων ἐν τῇ καρδίᾳ φαντασίας εἴωθεν ἐξαφανίζειν ἡ τῆς φιλοξενίας σπουδὴ καὶ δαψιλὴς ὑπηρεσία προθύμως γινομένη, εἴπερ τις τῶν ὑλῶν ὁπωσδηποτοῦν ἀπήλλακται· ταῦτα δὲ γινόμενα μετὰ ταπεινώσεως καὶ συντριβῆς καρδίας θᾶττον ἀπαλλάττει τῶν φαντασιῶν τὸν κάμνοντα· σφόδρα γὰρ δεδοίκασιν τὴν ταπείνωσιν οἱ δαίμονες εἰδότες ταύτην δεσποτικὴν γεγενῆσθαι στολήν.
Τὶς τῶν δοκιμωτάτων περὶ ταπεινώσεως λόγον κινῶν καὶ τοῦτο κατεμήνυσεν ὅτι πατήρ, φησί, τῶν πάνυ δοκίμων ὑπὸ δαιμονῶντος καὶ δεινῶς ἀφραίνοντος τὴν σιαγόνα κρουσθεὶς εὐθὺς ἐναλλάξας καὶ τὴν ἄλλην ἑτοίμην παρέθηκεν· ὁ δὲ ὡς ὑπὸ ἀστραπῆς τῆς ταπεινώσεως ἀντικρουσθεὶς κραυγάσας ἀθρόως τοῦ πλάσματος ἀφήλλατο.
Ἐπιφανίου τοῦ ἁγίου ἐπισκόπου καὶ οὗτος ὁ λόγος· ἐγένετο ὅτι, φησί, χήρας πιστῆς υἱὸς ἔχων δαίμονα πύθωνα ἐν τῇ πληγῇ χρονίσας θεραπείαν οὐχ ὑφίστατο. Τῆς δὲ τούτου μητρὸς ἐπιταπεινωθείσης τῷ πένθει εὐχαριστία τὸ πάθος κατέψυξεν, ἥπερ ἐκ τοῦ σταυροῦ τὴν ψυχὴν κρεμάσασα τὸν δαίμονα τοῦ παιδὸς ταῖς εὐχαῖς ἀπέρρηξε. Τοῦ γὰρ νέου ἐν τοῖς μέρεσι τοῖς πέριξ πλανωμένου καὶ τῆς μητρὸς οἴκοι εὐχομένης τὸ ταύτης ὄνομα βοῶν ὁ δαίμων βασάνοις ἡλαύνετο· ἡ δὲ αὐτὸ τοῦτο ἀκούσασα οὐκ ἐπέδραμε τῷ πράγματι τὴν μάχην τῆς φύσεως τῇ ταπεινώσει δεσμεύουσα, ἑλκομένη δὲ παρ᾽ ἄλλων ἀβουλήτως ἀπήγετο, ἐπέκεινα δὲ καὶ ὁ δαίμων χρῆσθαι τῇ φυγῇ ἐμαίνετο· ἡ μὲν οὖν ἐπιστάσα καὶ τοῖς δάκρυσι τὸν παῖδα περιπτυξαμένη τὴν εὐχαριστίαν καὶ ταπείνωσιν κατὰ τοῦ δαίμονος προὐβάλλετο, πικρῶς δὲ κλαύσασα καὶ Χριστὸν ἱκετεύσασα καὶ τὸν σταυρὸν τυπώσασα· πρὶν μαστίγων πολλῶν θᾶττον τοῦ παιδὸς ὁ δαίμων ἀπέδρασε.
chapter
27
27
Σφόδρα ζηλοῦσιν οἱ δαίμονες τοὺς ἐν ὑποταγῇ πατρὸς ἀστράπτοντας καὶ τρίζουσι κατ᾽ αὐτῶν τοὺς ὀδόντας, ὅτι ἐν τῇ ὑποταγῇ τὴν ἀποταγὴν ἀμερίμνως ἐζύγωσαν. Καθ᾽ ὧν καὶ προφάσεις ἀκριβολογοῦντες παροξυσμοὺς ἀρτύουσι καὶ τῇ συμβαινούσῃ ὀργῇ τὴν μνήμην ἐγγλύφουσιν. Ἔπειτα δὲ καὶ μῖσος πρὸς τὸν πατέρα τὸ κατ᾽ ὀλίγον ἐψοῦσιν ὡς ἅτε δῆθεν ἀδίκως ἐπιπλήττοντος καὶ κατὰ πρόσωπον προσέχοντος, ἵνα ἐκ διαφόρων τρόπων τὴν ψυχὴν περιτινάξαντες τῶν πατρικῶν ἀγκαλῶν σκορπίσωσιν. Ὁ οὖν ἐν ὑποταγῇ πατρὸς ὑπάρχων ὕβρεσιν μὴ ἡττάσθω καὶ ταπεινώσει νικάτω καὶ μακροθυμίᾳ ῥυθμιζέσθω καὶ μὴ τῶν λογισμῶν ὑπογογγυζόντων ἀνεχέσθω πατρὸς αὐστηρότητα καὶ ἔργων βαρύτητα καὶ ἀδελφῶν θρασύτητα, καὶ ὅτι μοχθηρᾶς δουλείας ἡ ἐλευθερία ἰσόζυγος τυγχάνει. Εἰσβάλλουσι γὰρ μάλιστα καὶ περαιτέρω τούτων, ἵνα αὐθάδη τὸν ὑπεξούσιον ποιήσαντες εὐχερῶς καὶ εἰς ὕλας περιπείρωσι· τοὺς μὲν γὰρ καὶ διὰ τούτων τῆς πατροσύνης χωρίσαι σπουδάζουσι, τοὺς δὲ καὶ δι᾿ ἑτέρων· Ἔργασαι καὶ κτῆσαι καὶ ξένιζε ἔνδον ἐπᾴδοντες ὅπως ὄνομα καλὸν σαυτῷ περιποιήσῃ· ἀπὸ γὰρ τῶν δῆθεν καλῶν τὰ ζιζάνια τῆς πονηρίας τὸ κατὰ μέρος ἐνσπείρουσι· καὶ παρὰ μὲν τὰς ἀρχὰς ἀφιᾶσιν αὐτὸν ἐν τῇ κενοδοξίᾳ ἐγγλυκαίνεσθαι καὶ νήφειν ἐν τῇ συνεχεῖ νηστείᾳ καὶ προθύμως ἀνίστασθαι ἐν ταῖς προσευχαῖς καὶ ἐν ταῖς συνάξεσιν, ὡς ἵνα λογίζηται ὅτι ὑπεξούσιος ὢν τοιοῦτος οὐκ ἐτύγχανεν· ἐκεῖ γὰρ καὶ ὕβρεις καὶ λύπαι καὶ ταραχαί, ἐνταῦθα δὲ εἰρήνη καὶ γαλήνη καὶ χαρά· ἐκεῖ πατρὸς αὐστηρία καὶ φόβος καὶ ἐπιπληξία· ἐνταῦθα δὲ ἀμεριμνία καὶ ἀφοβία καὶ ἀπληξία· καὶ ὅτε ἐν τοῖς τοιούτοις κλεψάντες αὐτοῦ τὸν νοῦν ὑφαρπάζουσιν ἄφνω ἐπιστάντες ὕπνῳ ὑπερορίῳ τὴν ψυχὴν φόβῳ ῥαντίζουσι καὶ τὰς συνάξεις ἀμελείᾳ καὶ ἀκηδίᾳ ὑπεκκόπτουσιν καὶ τὴν ξενοδοχίαν ὄχλησιν εἶναι ὑπομνηματίζουσι καὶ πάντα τὰ μάγγανα τῆς κακίας ἐπάγουσιν, ἵνα τὴν ἀκηδίαν αὐτῷ προσρίψαντες καὶ πρὸς αὐτὸν τὸν βίον μῖσος ἐργάσωνται καὶ οὕτω γυμνὸν αὐτὸν τῶν ἀρετῶν στήσαντες τοῖς ἀγγέλοις δειγματίσωσιν.
chapter
28
28
Ποτὲ μὲν οἱ δαίμονες διὰ τῶν λογισμῶν τοὺς πόνους μεγαλύνουσι, ποτὲ δὲ τούτους εὐτελίζουσιν ὡς μηδὲν ἀνύοντας, ἵν᾽ ὅπου μὲν ἀπόνοιαν ἐνθήσωσιν, ὅπου δὲ ἀπόγνωσιν ἐνσπείρωσι· τοὺς γὰρ μὴ καμπτομένους χαυνῶσαι τοὺς πόνους μεγαλύνουσιν ἵνα ἀπόνοιαν ἐνθήσωσι· τοὺς δὲ ἀπονοίᾳ κάμπτεσθαι μὴ πειθομένους οὐδὲν πλέον ἀλλ᾽ ἢ τοὺς πόνους ἐπᾴδουσιν ἀνύειν ἵνα χαυνώσαντες ἀπόγνωσιν ἐνσπείρωσιν. Ὅταν οὖν οἱ λογισμοὶ τοὺς πόνους μεγαλύνωσι, τούτους ἀποπτύοντες τὴν ψυχὴν εὐτελίζωμεν· ὅταν δὲ πάλιν τοὺς πόνους σμικρύνωσιν ὡς μηδὲν ἀνύοντας, ἡμεῖς ὅση δύναμις τὰ ἐλέη Χριστοῦ μεγαλύνωμεν· ὅσῳ γὰρ ἐπὶ πλεῖον σκληραγωγεῖς σου τὸ σῶμα, τοσοῦτον διερευνῶν σου τὸ συνειδὸς ἐπίγνωθι σαυτὸν ἐπαισθανόμενος τὰς ἐν κρυφῇ τῶν λογισμῶν διαρπαγάς, μήπως ἀναισθήτως φερόμενοι περὶ τὰς κρυπτὰς αὐτῶν λῃστείας σκιασθῶμεν μόνῃ τῇ σκληρουχίᾳ τρυγᾷν τὰς ἀρετάς. Οὕτω γάρ τινες φαντασθέντες τῶν φρενῶν ἐξετινάχθησαν ὡσεὶ ἀκρῖδες, τῶν δαιμόνων φαντασιοκοπούντων καὶ τὰς ὁράσεις παραφερόντων, ἐσθ᾽ ὅτε δὲ καὶ δειλίᾳ τὴν ψυχὴν διαρπαζόντων.
chapter
29
29
Τινὶ τῶν ἀδελφῶν ἐγρηγορότι νύκτωρ φοβερὰς φαντασίας ἐξετύπουν οἱ δαίμονες οὐ μόνον τῷ ἔξωθεν ὄμματι, ἀλλὰ καὶ τῷ ἔνδοθεν βλέμματι ὥστε μερίμνῃ τῆς ἐπιούσης νυκτὸς τὸν νοῦν ἀγωνιῶντα κινδυνεύειν τὴν τῶν φρενῶν διαρπαγήν· καὶ γὰρ ἐπὶ πλείους νύκτας ὁ πόλεμος τῇ ψυχῇ ἐφίστατο· ὁ δὲ κινδυνεύων ἔνδον κατέχειν τὸν ἡγεμόνα τῶν φρενῶν ἐβιάζετο τῷ τῆς εὐχῆς δοτῆρι τὴν ψυχὴν ἀποκρεμνῶν καὶ τὰς πράξεις τῶν πταισμάτων καθ᾽ ἑαυτοῦ προφέρων εἰσιδεῖν ἑαυτὸν ἠγωνίζετο, ἔπειτα καὶ τῇ πυρᾷ τῆς κρίσεως τὴν ψυχὴν περισπῶν ἐξεφόβει, ἵνα φόβῳ φόβον συγκρούσας τὴν δειλίαν ἀποκρούσηται, ὥσπερ οὖν καὶ γέγονεν ὡς ἔφησεν ὁ πεπονθὼς τὸν πόλεμον· τῶν γὰρ δαιμόνων πολυτρόπως τὴν ψυχὴν ἐκφοβούντων ὁ κάμνων τὸν θεὸν τῇ εὐχῇ ἐπεζήτει, ἐκείνων δὲ ταῖς φαντασίαις τὴν ψυχὴν περισπώντων, οὗτος τῶν πταισμάτων τὸν ὄγκον ἀναλέγων τῷ παντεπόπτῃ θεῷ ἐπεδείκνυ· τῶν δὲ πάλιν τῆς εὐχῆς τὸ ὄμμα κατασπώντων, ἐκεῖνος τὸν φόβον τῆς κρίσεως ἀνταμείψας τὸν φόβον τῶν φαντασμάτων ἐξηφάντωσε· τὸ γὰρ ἕτερον μέρος τοῦ φόβου πλεονάσαν τοῦ ἄλλου τῆς πλάνης σὺν θεῷ περιεγένετο· τῇ γὰρ μνήμῃ τῶν ἁμαρτημάτων ἡ ψυχὴ ταπεινωθεῖσα καὶ τῷ φόβῳ τῆς κρίσεως διυπνισθεῖσα τὰ φόβητρα τῶν δαιμόνων ἐκ τῶν ἐντὸς ἀπεφύσησε· τὸ δὲ πᾶν τῆς ἄνωθεν χάριτος γέγονε, τῶν μὲν δαιμόνων ἀπελάσαι τὰ φόβητρα, τὴν δὲ ψυχὴν καταπίπτουσαν ὑποστηρίξαι· ὑποστηρίζει γὰρ κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμέγους.
Ἔστιν ὅτε βιαζόμεθα καθαρὰν τὴν εὐχὴν ποιῆσαι καὶ ἴσως οὐ δυνάμεθα· ἔστι δὲ καὶ πάλιν ὅτε οὐ βιαζομένων ἡμῶν καθαρᾷ τῇ προσευχῇ ἡ ψυχὴ ἐγγίνεται· ὅτι τὸ μὲν τῆς ἡμῶν ἀσθενείας, τὸ δὲ τῆς ἄνω χάριτος ἐκκαλουμένης ἡμᾶς ἐπανελθεῖν εἰς τὴν τῆς εὐχῆς καθαρότητα, ἅμα δὲ καὶ δι᾽ ἀμφοτέρων παιδευούσης ἡμᾶς μὴ ἑαυτοῖς ἀποδιδόναι ἐν τῷ καθαρῶς προσεύχεσθαι, ἀλλ᾽ ἐπιγινώσκειν τὸν δωρούμενον· Τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν. Ὅταν οὖν καθαρθῆναι τὴν εὐχὴν βιαζώμεθα καὶ οὐ δυνάμεθα, ἀλλ᾽ ἐσκοτίσμεθα, τότε δάκρυσι τὰς παρειὰς καταβρέξαντες τὸν θεὸν ἱκετεύσωμεν ἐπὶ τὸ διαλυθῆναι τοῦ πολέμου τὴν νύκτα καὶ ἐλλαμφθῆναι τῆς εὐχῆς τὸ φέγγος.
chapter
30
30
Ἕνεκεν διακονίας ἐπὰν ὁ συμβιωτὴς ἀδελφὸς ἐκδημοίη, κατὰ τὸ ἔθος τῶν εὐχῶν ἀνακαίνιζε τούτου τὴν μνήμην· πέρα δὲ τοῦ μέτρου τοῦτον μὴ φαντάζου μήπως τὴν ἀρχὴν τῆς μερίμνης ἀπὸ σοῦ λαβόντες οἱ δαίμονες ταύτην ἀκονῶντες ἐπὶ πλεῖον ἐποξύνουσι σκιάζοντές σοι τοῦτον ἐν τῇ τῶν ψαλμῶν ὑμνῳδίᾳ καὶ ἐκτυποῦντες ἐν καιρῷ τῆς κατὰ θεὸν μερίμνης, ἵνα μερίμνῃ μέριμναν ἀντικρούσαντες αἰχμαλώτους ἡμᾶς τῶν κρειττόνων ἀπαγάγωσιν εἰς τὸ μὴ λογίζεσθαι ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου. Ἴσασι γὰρ ὡς ἐκ τῆς περιττῆς περὶ τὸν ἀδελφὸν φροντίδος ὅτι καὶ λύπας ἐντορνεύουσιν ὑποταράττοντες τὸ ἡγεμονικόν, ἔτι δὲ καὶ μέμψεις βραδυτῆτος ὑφάπτουσιν ὡς ἀμελήσαντος τοῦ ἀδελφοῦ περὶ τὴν τῆς διακονίας σπουδήν, ὅπως ὁ πολυμέριμνος πόθος ἴσως καὶ εἰς μῖσος ἐκτραπῇ· ἔθος δὲ ἐν ταῖς περὶ τὸν ἀπόδημον μερίμναις καὶ τοῦτο ποιεῖν τοῖς δαίμοσιν· ἐν ᾗ ἴδωσιν αὐτὸν παραγινόμενον ἡμέρᾳ κατ᾽ ὄναρ τοῦτον ἐσοπτρίζειν, ἵνα ὡς ἐκ τοῦ ἀποβάντος ἐνυπνίου ποιήσωσιν ἡμᾶς ἐν καιρῷ τῶν ἀποδήμων τοὺς προφήτας τῶν ἐνυπνίων καὶ πάλιν προσδέχεσθαι, οὓς ἀποστρέφεσθαι δεῖ μᾶλλον καὶ σφόδρα ἐκτρέπεσθαι, μήπως ἐκ τούτων καὶ εἰς ἕτερα τὴν ψυχὴν ἀποπλανήσωσι. Προΐσασι γὰρ οὗτοι μὲν οὐδέν· ἃ δὲ βλέπουσι γινόμενα, ταῦτα μηνύουσι καὶ φαντάζουσι. Πολλάκις γοῦν καθ᾽ ἡσυχίαν ὄντων ἡμῶν, θεασάμενοι ἀδελφὸν πρὸς ἡμᾶς ἐρχόμενον, διὰ τῶν λογισμῶν προεσήμαναν, οἷς οὐ χρὴ πιστεύειν, κἂν λέγειν τἀληθῆ νομίζωσι· διὰ γὰρ τῆς δῆθεν ἀληθείας τὸ ψεῦδος παρεισφέρουσιν, ἵν᾽ ἐκ τοῦ κατὰ μέρος ταῖς ἔμπροσθεν ὁδοῖς τοὺς βρόχους ὑπορράψωσιν.
chapter
31
31
Ὥσπερ ἀνέργαστος χρυσὸς ἐν χωνευτηρίῳ βαλλόμενος καθαρώτερος γίνεται, οὕτω καὶ νέηλυς μοναχὸς ἐν κοινοβίῳ τὰ ἤθη ἀναχωνευόμενος φαιδρὸς ταῖς ἀποκαρτερίαις ἀποκαθίσταται· διὰ γὰρ τῆς ἐπιταγῆς τῶν ἀδελφῶν τὴν ὑπακοὴν μανθάνειν κατεργάζεται· διὰ δὲ τοῦ ἐπιπλήττοντος ἑτοιμάζεται τὴν φύσιν μακροθυμίαν ἔχειν. Ἐπὰν οὖν χαρᾷ τὰς ὕβρεις καταδέχηται καὶ εὐτελείᾳ τὴν ταπείνωσιν ἀσπάζηται, ἀνώτερος τῶν ἄντικρυς παθῶν γενόμενος, ἐπέκεινα στίλβειν ταῖς ἀρετοῖς ἐπαγωνίζεται τῆς χάριτος αὐτῷ ἐπὶ πλεῖον τὴν δύναμιν δωρουμένης.
Ὥσπερ οἱ εἰς τὰς ῥίζας τῆς γῆς κατιόντες τὸν χρυσὸν ἀνορύττουσιν, οὕτως οἱ εἰς τὴν χρυσιτὴν ταπείνωσιν καταβαίνοντες ἀρετὰς ἀναφέρουσι.
Τότε ὁ νοῦς ἀναπαύσεως αἴσθεται ὁπότε τὰς τῶν παθῶν αἰτίας ἀποτεμὼν περὶ θεωοίαν ἠσχόληται· πρὶν δὲ τῆς τούτων κοπῆς κόπου καὶ ταλαιπωρίας ἐπαισθάνεται, τῇ τῶν ἐναντίων μάχῃ ἀσθενῶς προσερχόμενος.
Βαθμῷ τὴν ἀναχώρησιν γινομένην οἱ γέροντες ἄγαν ἀποδέχονται εἴπερ τις τὰς ἐν κοινοβίῳ τελέσας ἀρετὰς εἰς τοῦτο παρελήλυθε· καὶ εἰ μὲν δύναιτο ἐν τῇ ἀναχωρήσει προκόπτειν, ἑαυτὸν δοκιμαζέτω· εἰ δὲ ἀδυνάτως ἔχων τῆς ἀρετῆς ἐλαττοῦται, εἰς τὸ κοινόβιον ἀνακαμπτέτω, μήπως ταῖς μηχαναῖς τῶν λογισμῶν οὐ δυνηθεὶς ἀπαντῆσαι τῶν φρενῶν ἀποπέσοι.
Ὥσπερ χήρας πενθούσης παραμύθιον υἱοί, οὕτω καὶ ψυχῆς πταισάσης παρηγορία πόνοι, οἵτινες τὴν ἀπόγνωσιν τῶν λογισμῶν σκορπίζουσι καὶ τὴν πίστιν τῆς μετανοίας κατασπείρουσι καὶ τὰ ἐλέη Χριστοῦ ἀνακηρύττουσι καὶ τὰ πραχθέντα ἁμαρτήματα ἀποκηρύττουσιν· οὐκ ὀφείλομεν οὖν ὡς ἐκ συνηθείας μόνον τοὺς πόνους ἐργάζεσθαι, ἀλλὰ καὶ ἐν συνέσει εὐχαριστίας, ἵνα μὴ γυμνὴ τῆς τοιαύτης φιλοσοφίας ἡ ψυχὴ εὑρίσκοιτο· ἐὰν γὰρ ἐφ᾽ ἑκάστῃ πράξει συνήσωμεν τὸν διδόντα τὰ τέλη τῶν πόνων, εὐχαριστίᾳ σφραγίζομεν.
Ὥσπερ ἄρτον ἀπὸ βρέφους ἐνεδρεύει σκύλαξ ἐξαρπάσαι, οὕτω σύνεσιν ἀπὸ καρδίας λογισμὸς πονηρός· μὴ οὖν ἐννεάζωμεν τῶν ἐναντίων ἔργων τῇ κακίᾳ χρωμένοι, ἵνα μὴ εἰς διαρπαγὴν τούτοις τὴν ψυχὴν προεκδώσωμεν.
Ὥσπερ ἡ τῶν ἄστρων χορεία δᾳδουχοῦσα φαιδρύνει τὸν οὐρανόν, οὕτως ἡ τῶν ῥημάτῶν ἀλήθεια λαμπαδουχοῦσα φαιδρύνει τὸν ἄνθρωπον· ἵνα οὖν τὸν τῆς ἀληθείας τρόπον ἐπὶ γλώττης βαστάζωμεν ὅτι κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
Ὥσπερ ἀστραπαὶ σφοδραὶ προπηδῶσαι μηνύουσι βροντήν, οὕτω καὶ ῥήσεις ἀκριβεῖς προσιοῦσαι προσημαίνουσι πίστιν· πιστοὶ οὖν εἶναι τῇ ἀληθείᾳ σπουδάσωμεν, ἵνα καὶ εἰς τὴν μητρόπολιν τῶν ἀρετῶν ἀγάπην προκόπτωμεν.
Ὡς ἥλιος ταῖς χρυσαυγέσιν ἀκτίσιν ἁπάσῃ προσμειδιᾷ τῇ γῇ, οὕτως ἀγάπη ταῖς φωταυγέσι πράξεσιν ἁπάσῃ προσχαίρει ψυχῇ· ἥνπερ ἐὰν κατάσχωμεν, τὰ πάθη ἐσβέσαμεν καὶ εἰς οὐρανοὺς ἐλάμψαμεν. Ἅπαντα πόνον ποιήσεις ἕως τῆς ὁσίας ἀγάπης ἐπιτεύξῃ, ὅτι ταύτης ἀπούσης ὄφελος τῶν παρόντων οὐδέν· καὶ γὰρ ὀργὴ ἀγριαίνεται καὶ ἤθη χαλεπαίνεται καὶ πόνοι ἀπονοούμενοι τῇ δόξῃ συμμίγνυνται· διὰ ψυχῆς ταπείνωσιν Δαυὶδ μετὰ πένθους ἐνήστευσε, καὶ ἡμεῖς διὰ νηστείας τὴν ψυχὴν ταπεινώσωμεν.
chapter
32
32
Ὁ τοῖς σωματικοῖς πόνοις τραχυτέρως ἀσκούμενος μήτε ἐπαίνῳ ἐργαζέσθω μήτε δόξῃ ἐπαιρέσθω· εἰ γὰρ ἐν τούτοις οἱ δαίμονες ὀφρυώσουσι τὴν ψυχήν, καὶ τὴν τραχύτητα καὶ τὴν ἄσκησιν τοῦ σώματος ἐνισχύσουσι τῇ δόξῃ καὶ μειζόνων ἐφάπτεσθαι πόνων ἐφελκύσουσιν, ἵνα καὶ μειζόνως ἐπαίρηται· συλλαλοῦσι γὰρ ἔνδοθεν διὰ τῶν λογισμῶν ἐμβάλλοντες ταῦτα, ὅτι καθὼς ὁ δεῖνα ἀποσκλήρως ἀσκήσας καὶ ὁ δεῖνα μεγάλως ὠνομάσθη καὶ θανὼν ἔτι λαλεῖται, οὕτω καὶ αὐτὸς εἰς ἀκρότατον ἐπασκήσεως ἀνάβηθι ὕψος, ἵνα δόξαν σαυτῷ περιποιήσῃ καὶ μέγα σου τὸ ὄνομα ἐξέλθῃ ἐπὶ τῷ καὶ μετὰ θάνατον ὑπερβαλλόντως λαλεῖσθαι· διὰ δὴ τῶν οὕτως ἀπατηθέντων οὐ μόνον τοὺς σωματικούς σου πολεμοῦσι πόνους, ἀλλὰ καὶ μᾶλλον εἰς συμμαχίαν καλοῦσιν, ὅτι δι᾿ αὐτῶν ἐν τοῖς χαλεπωτέροις ψαύουσι τὴν ψυχήν. Καὶ γὰρ ἐνθρονίζουσιν αὐτὸν καὶ εἰς τὸν διδασκαλικὸν ἐξυψοῦσθαι λόγον, ἵν᾽ ὡς ἐκ τούτου τὰ πρῶτα τῶν μεγαλοπόνων τε καὶ γνωστικῶν ἔχειν εκφημισθῇ· ζηλοῦν δὲ καὶ φθονεῖν εἰσβάλλουσι τοῖς ἐπὶ κατορθώμασιν εὐφημουμένοις καὶ ὧν μάλιστα θαυμαστὴ πρᾶξις καὶ γνῶσις γειτνιᾷ· ἐσθ᾽ ὅτε δὲ καὶ τῆς σαρκὸς αὐτοῦ τὴν πύρωσιν ἀποκοιμίζουσιν δολουργῶς τοὺς ἀκαθάρτους λογισμοὺς ἐκ τῶν ἐντὸς ὑποτοπίζοντες, ὡς ἵνα νομισθῇ τὸ πνεῦμα τῆς πορνείας τῇ σκληρουχίᾳ νενικηκέναι καὶ κατὰ τὴν λαμπρότητα τῶγ ἁγίων τὴν καρδίαν ἡγνικέναι καὶ εἰς τὴν τῆς ἁγιωσύνης ἁψίδα ἀναβεβηκέναι. Περὶ δὲ ὧν τε καὶ ὧν ἀπέσχετο βρωμάτων καὶ συναπτῶν ἀσιτίων ἐπιψηφίζουσιν αὐτῷ τοὺς χρόνους ἐν οἷς ὀφείλει ὡς ἀριστεὺς ἐγκαυχᾶσθαι καὶ τῆς ἀδελφότητος ὡς εὐτελοῦς κατεπαίρεσθαι· οὕτω δὲ ἐκδιηγεῖσθαι ποιοῦσιν αὐτὸν τοὺς ἀγῶνας ὡς ἐκ μόνης τῆς αὐτοῦ ἰσχύος κατορθωθέντας ὅτι ἐποίησα τάδε καὶ ἤσχησα τοιῶσδε καὶ ἐκακουχήθην, ἀποστομῶντες ἔτι τοῦ λέγειν· οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ ἐν ἐμοὶ βοήθειαν. θεὸν γὰρ βοηθὸν ἐφ᾽ οἷς μεγαλαυχεῖν αὐτὸν ποιοῦσιν ὁμολογεῖν οὐκ ἐῶσιν, ἵν᾽ ὡς ἐξ οἰκείας δῆθεν ἰσχύος τὸ πᾶν τὸ τῶν ἀγώνων τελέσας τοὺς ἐπαίνους τῶν ἄθλων ὁλοκλήρως ἀπαιτοίη, ὅπως καὶ εἰς τὸν τῆς βλασφημίας βυθὸν ποντοθείη αὐτοβοηθὸν ἑαυτὸν ἀναισθήτως παρεμφαίνων. Οὕτω τοιγαροῦν τῆς καρδίας διὰ τῆς τῶν λογισμῶν δόξης ἐνηχουμένης καὶ μὴ ἀντιταττομένης οὐκ ἐκτὸς ἔσται τῆς ἐν ἀποκρύφῳ τῶν φρενῶν παραπληξίας, τοῦ ἡγεμόνος τῶν φρενῶν ἐκτιναχθῆναι κινδυνεύοντος ἢ δι᾽ ὀνειράτων πιστουμένων ἢ ἐν ἀγρυπνίαις μεταμορφουμένων ἢ ἐν μετασχηματισμῷ φωτὸς ὁπτανομένων· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτὸς πρὸς ἀπάτην ἡμετέραν, ἴσως χαρίσματα δώσειν ἐνδεικνύμενος ὡς ἵνα πεσὼν προσκυνήσῃς ἢ ἀναλαμβάνειν ὡς ἅγιον εὐαγγελιζόμενος ἢ ἁγιάζειν ὑπισχνούμενος, ὧν τινες τὴν πίστιν δεξάμενοι περὶ τὴν ἀλήθειαν ἠστόχησαν καὶ φρενοβλαβεῖς ἐγενήθησαν.
Σὺ οὖν, ὦ τῆς ἁγίας τριάδος ἱκέτα, εἰδὼς ταῦτα, ἐν οἷς φιλοπονεῖς πάσῃ φυλακῇ τήρει σὴν καρδίαν μήπως τοῖς ἔξωθεν μόνον πόνοις προσέχων τοῖς ἔσωθεν δελέασι βροχισθῇς. Οἱ ἐμοὶ λόγοι, ὦ τέκνον, εἴρηνται πρός σε, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς καὶ ἁγίας τριάδος.