1
section
1
Ἀρχὴ ἀγάπης, ὑπόληψις δόξης.
2
section
2
Καλὸν πλουτεῖν ἐν πραότητι καὶ ἀγάπῃ.
3
section
3
Λικμήτωρ ἀρετῆς, λογισμὸς ὑπερήφανος.
4
section
4
Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται.
5
section
5
Ἄδικος δικαστὴς, μεμολυσμένη συνείδησις.
6
section
6
Δεινόν ἐστι πάθεσι δουλεύειν σαρκός.
7
section
7
Εἰ θέλεις ἄλυπος εἶναι, Θεῷ ἀρέσκειν σπούδαζε.
8
section
8
Ὁ καλῶς φροντίζων ἑαυτοῦ φροντίζεται ὑπὸ Θεοῦ.
9
section
9
Σώφρων καρδία λιμὴν θεωρημάτων.
10
section
10
Ὅταν θέλῃς σαυτὸν γνῶναι τίς εἶ, μὴ συγκρίνῃς τίς ἦς, ἀλλὰ τί γέγονας ἐξ ἀρχῆς.
11
section
11
Λάκκος ἄνυδρος, φιλόδοξος ψυχή.
12
section
12
Ὑπερήφανος ψυχὴ, πανδοχεῖον λῃστῶν, μισεῖ δὲ ἦχον γνώσεως.
13
section
13
Ἀληθοῦς ἀνδρὸς πλάνη κακὴ τὸ μὴ εἰδέναι τὰς Γραφάς.
14
section
14
Εἰ φοβῇ τὸν Θεόν, ἐκ τῶν δακρύων γνῶθι.
15
section
15
Ἄῤῥηκτον ὅπλον ταπεινοφροσύνη ψυχῆς.
16
section
16
Δένδρον παραδείσου φιλάρετος ἀνήρ.
17
section
17
Ἰησοῦς Χριστὸς ξύλον ἐστὶ ζωῆς. Χρῶ αὐτῷ ὡς δεῖ, καὶ οὐ μὴ ἀποθάνῃς εἰς τὸν αἰῶνα.
18
section
18
Εὐεργέτει τοὺς ὄντως πτωχοὺς, καὶ βρώσῃ Χριστόν.
19
section
19
Ῥώμη ἀληθὴς, τὸ τοῦ Χριστοῦ σῶμα ἐσθίειν.
20
section
20
Εἰ φιλεῖς τὸν Χριστόν, τὰς ἐντολὰς αὐτοῦ τηρεῖν οὐκ ἐπιλάθῃ·
21
section
21
Ἐκεῖθεν γὰρ ἀναφαίνεται εὐεργέτης μετὰ Θεόν.
22
section
22
Ὁ κατὰ Θεὸν φίλος ῥέει γάλα καὶ μέλι τοῖς ἀληθέσι λόγοις.
23
section
23
Ἡ ῥᾴθυμος δὲ ψυχὴ, τοιοῦτον οὐχ ἕξει φίλον.
24
section
24
Ὠμὸς δεσπότης φιλήδονος λογισμός.
25
section
25
Σιγᾷν τὴν ἀλήθειαν, χρυσόν ἐστι θάπτειν.
26
section
26
Ὁ φοβούμενος τὸν Θεὸν κατὰ Θεὸν πάντα ποιεῖ.