1
section
1
Ἄτοπόν ἐστιν τὸ διώκοντα τὰς τιμὰς φεύγειν τοὺς πόνους, δι' ὧν αἱ τιμαί.
2
section
2
Βούλει γνῶναι θεόν, προλαβὼν γνῶθι σεαυτόν.
3
section
3
Γνήσιος φίλων ὁ τὰς περιστάσεις κοινούμενος.
4
section
4
Δεινόν ἐστι μέγα φρονεῖν μικρὰ πράττοντα.
5
section
5
Ἐν παντὶ τὸ οἴεσθαι εἰς τὸ εἰδέναι ἐμποδίζει.
6
section
6
Ζωῆς ἀλόγου δαίμων ἡγεμών.
7
section
7
Ἡ τῆς ψυχῆς εὐγένεια ἐκ τῆς εὐτονίας ἀναφαίνεται.
8
section
8
Θεοσεβὴς ἐκεῖνος ὁ μὴ καθ' ἑαυτοῦ φθεγγόμενος.
9
section
9
Ἱερὸν θεοῦ ἄνθρωπος ἀνεπίληπτος.
10
section
10
Κάκιστον κτῆμα βίος ἀδόκιμος.
11
section
11
Λάλει ἃ δεῖ καὶ ὅτε δεῖ καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ.
12
section
12
Μέγιστον κτῆμα φίλος ἀδιάπτωτος.
13
section
13
Νόσημα ψυχῆς γνώμη φιλόδοξος.
14
section
14
Ξένος καὶ πένης θεοῦ κολλούριον—
15
section
15
Ὁ δεχόμενος αὐτὸν ταχέως ἀναβλέψει.
16
section
16
Πάντας μὲν εὐεργετεῖν καλόν, μᾶλλον δὲ τοὺς μὴ δυναμένους ἀμείβεσθαι.
17
section
17
Ῥήτωρ ἐν δικαιότητι ποτήριον ψυχροῦ ὕδατος.
18
section
18
Σωφροσύνη καὶ πραΰτης ψυχῆς Χερουβίμ.
19
section
19
Τὸ ἔντιμον ἐν γήρᾳ εἶναι ἀπόδειξις τοῦ φιλόπονον πρὸ γήρως γεγονέναι· τὸ σπουδαῖον ἐν νέῳ ἐχέγγυον τοῦ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι.
20
section
20
Ὑπερῷον ψυχῆς θεωρία ἀληθής.
21
section
21
Φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ.
22
section
22
Χρυσὸν κίβδηλον ἄμεινον ἢ φίλον κεκτῆσθαι.
23
section
23
Ψυχὴ καθαρὰ μετὰ θεὸν θεός.
24
section
24
Ὢ ἀπὸ τῆς φιλαυτίας τῆς πάντα μισούσης.