chapter
17
17
Μύρμηξ ἐστὶν ἄνθρωπος πρακτικὸς τὴν ἑαυτοῦ τροφὴν ἐν τῷ αἰῶνι τούτῳ παρασκευάζων.
chapter
18
18
Χοιρογρύλλιοι εἰσιν ἔθνη ἀκάθαρτα τὰς ἐντολὰς δεξάμενα τοῦ σωτῆρος ἡμῶν Χριστοῦ.
chapter
19
19
Ἀβασίλευτοι ἀκρίδες εἰσὶ ψυχαὶ λογικαὶ μὴ βασιλευόμεναι ὑπὸ τοῦ θανάτου καὶ ὑπὸ τῶν τοῦ θεοῦ σπερμάτων διατρεφόμεναι.
chapter
20
20
Ἀσκαλαβότης ἐστὶ νοῦς πρακτικὸς ἐπερειδόμενος ἀρεταῖς καὶ κατοικῶν ἐν ταῖς γνώσεσι τῶν οὐρανίων δυνάμεων.
chapter
21
21
Σκύμνος λέοντός ἐστιν ἄνθρωπος ἀπαθὴς τῶν ἐν αὐτῷ γενομένων βασιλεύσας θηρίων.
chapter
22
22
Ἀλεκτρυών ἐστιν ἄνθρωπος πνευματικὸς πληρούμενος γνώσεως καὶ ἑτέραις εὐαγγελιζόμενος ψυχαῖς τὴν παρὰ τοῦ νοητοῦ ἡλίου γενομένην ἡμέραν.
chapter
23
23
Τράγος ἐστὶν ἀνὴρ πρακτικὸς τῶν ἐν αὐτῷ ἀτάκτων λογισμῶν ὀρθῶς καθηγούμενος.
chapter
23#2
23b
23#2
Βασιλεύς ἐστιν ἄνθρωπος καταξιωθεὶς τῆς βασιλείας τῶν οὐρανῶν διδάσκειν ἑτέρους πεπαιδευμένος.
chapter
24
24
Βδέλλα ἐστὶ φύσις ἀκάθαρτος τὸ δίκαιον αἷμα ἐκ τῶν λογικῶν ψυχῶν ἐκμυζῶσα.
chapter
25
25
ᾍδης ἐστὶν ἄγνοια φύσεως λογικῆς κατὰ στέρησιν τῆς τοῦ Θεοῦ θεωρίας ἐπισυμβαίνουσα.
chapter
26
26
Γυνή ἐστιν ἀφροσύνη λογικὰς ψυχὰς ἐπὶ ἀκαθαρσίαν προσκαλουμένη.
chapter
27
27
Γῆ ἐστιν ἕξις χειρίστη ἐξ ἀσεβείας καὶ παρανομίας συλλεγομένη.
chapter
28
28
Πῦρ ἐστι κακία φύσεως λογικῆς φθαρτικὴ τῶν τοῦ θεοῦ ἀρετῶν.
chapter
29
29
Ὕδωρ ἐστὶ γνῶσις ψευδὴς σβεστικὴ γνώσεως ἀληθοῦς.
chapter
30
30
Ὀφθαλμὸς καταγελῶν ἐστι φύσις ἀκάθαρτος τῆς τοῦ θεοῦ καταγελῶσα γνώσεως καὶ ἀτιμάζουσα τὴν ἐν τοῖς γεγονόσι σοφίαν.
chapter
31
31
Κόρακές εἰσι δυνάμεις ἅγιαι φθαρτικαὶ τῶν κακιῶν.
chapter
32
32
Φάραγγές εἰσι ψυχαὶ λογικαὶ κοιλανθεῖσαι ἀπὸ κακίας καὶ ἀγνωσίας.
chapter
33
33
Νεοσσοὶ ἀετῶν εἰσι δυνάμεις ἅγιαι τοὺς ἀκαθάρτους καταβάλλειν πεπιστευμέναι.