title
title
ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ ΚΕΦΑΛΑΙΑ ΛΓʹ ΚΑΤ' ΑΚΟΛΟΥΘΙΑΝ.
ch
1
1
Ἴκτερος, ἔστιν ἕξις χειρίστη ψυχῆς λογικῆς, καθ' ἣν ἐσφαλμένως Θεόν τε καὶ τὴν τῶν γεγονότων θεωρίαν ὁρᾷ.
ch
2
2
Ὀπισθότονος, ἔστι κακία φύσεως λογικῆς, καθ' ἣν δυσκαμπὴς γίνεται πρὸς ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ.
ch
3
3
Σφακελλισμὸς, ἔστι ζέσις καὶ κίνησις θυμοῦ τὸ λογιστικὸν μέρος τῆς ψυχῆς ἐκταράττουσα.
ch
4
4
Τυφλότης, ἔστιν ἄγνοια τοῦ νοῦ, ταῖς πρακτικαῖς ἀρεταῖς καὶ τῇ τῶν γεγονότων θεωρίᾳ μὴ ἐπιβάλλουσα.
ch
5
5
Παράλυσις, ἔστι δυσκινησία λογιστικῆς ψυχῆς πρὸς τὰς πρακτικὰς ἀρετάς.
ch
6
6
Γονόῤῥοια, ἔστι ῥᾳθυμία λογικῆς ψυχῆς, καθ' ἣν ἀποβάλλειν τοὺς τῆς πνευματικῆς διδασκαλίας εἴωθε λόγους.
ch
7
7
Ἀποκάθισις, ἔστιν ἀδυναμία λογικῆς ψυχῆς, καθ' ἣν τὰς συντελούσας ἀρετὰς πρὸς τὴν μόρφωσιν τοῦ Χριστοῦ εἴωθεν ἀποβάλλειν.
ch
8
8
Λέπρα ἀπιστία ἐστὶν λογικῆς ψυχῆς, καθ' ἣν οὐ πληροφορεῖται ψηλαφῶσα τοὺς λόγους.
ch
9
9
Ἔκστασις, ἔστι νεῦσις πάλιν πρὸς κακίαν λογικῆς ψυχῆς μετὰ τὴν ἀρετὴν καὶ γνῶσιν τὴν τοῦ Θεοῦ.
ch
10
10
Θλάσις, ἔστιν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἢν μετέρχεται τὰς ἀρετὰς οὐ δι' αὐτὸ τὸ καλόν.
ch
11
11
Κολόβωσις ῥινὸς, ἔστι στέρησις ἀρετῆς ἀντιλαμβανομένης εὐωδίας τῆς τοῦ Χριστοῦ.
ch
12
12
Ὠτότμησις. ἔστι σκληρία λογικῆς ψυχῆς πρὸς τὴν πνευματικὴν διδασκαλίαν ἀνθέλκουσα.
ch
13
13
Ἐφηλὶς, ἔστι πνευματικῆς θεωρίας ἔκπτωσις, ἢ τῆς τῶν γεγονότων θεωρίας οὐκ ἀληθὴς κατανόησις.
ch
14
14
Μογιλαλία, ἔστι πάθος τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς, καθ' ὃ σκανδαλιζόμενος ἐπὶ τοῖς γινομένοις ἐν παντὶ εὐχαριστεῖν ἀδυνατεῖ τῷ Θεῷ.
ch
15
15
Χωλότης, ἔστιν ἀδυναμία φύσεως λογικῆς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν.
ch
16
16
Ὕδρωψ, ἔστιν ἔκκλισις ἄλογος ψυχῆς, καθ' ἣν σβεσθεισῶν τῶν ἀρετῶν ἐπικρατεῖ κακία καὶ ἀγνωσία.
ch
17
17
Μύρμηξ, ἔστιν ἄνθρωπος πρακτικὸς τὴν ἑαυτοῦ τροφὴν ἐν τῷ αἰῶνι τούτῳ παρασκευάζων.
ch
18
18
Χοιρογρύλλιοι, εἰσὶν ἔθνη ἀκάθαρτα τὰς ἐντολὰς δεξάμενα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ.
ch
19
19
Ἀβασίλευτοι ἀκρίδες, ψυχαὶ λογικαὶ μὴ σαλευόμεναι ὑπὸ τοῦ θανάτου καὶ ὑπὸ τῶν σπερμάτων διατρεφόμεναι.
ch
20
20
Ἀσκαλαβότης, ἔστι νοῦς πρακτικὸς, ἐπερειδόμενος ἀρεταῖς καὶ κατοικῶν ἐν ταῖς γνώσεσι τῶν οὐρανίων δυνάμεων.
ch
21
21
Σκύμνος λέοντος, ἔστιν ἄνθρωπος ἀπαθὴς τῶν ἐν αὐτῷ γενομένων βασιλεύσας θηρίων.
ch
22
22
Ἀλεκτρυὼν, ἔστιν ἄνθρωπος πνευματικὸς πληρούμενος γνώσεως καὶ ἑτέραις εὐαγγελιζόμενος ψυχαῖς τὴν παρὰ τοῦ νοητοῦ ἡλίου γενομένην ἡμέραν.
ch
23
23
Τράγος, ἔστιν ἀνὴρ πρακτικὸς τῶν ἐν αὐτῷ ἀτάκτων λογισμῶν ὀρθῶς καθηγούμενος.
ch
24
24
Βδέλλα, ἔστι φύσις ἀκάθαρτος τὸ δίκαιον αἷμα ἐκ τῶν λογικῶν ψυχῶν ἐκμυζῶσα.
ch
25
25
Ἅδης, ἔστιν ἄγνοια φύσεως λογικῆς κατὰ στέρησιν τοῦ Θεοῦ θεωρίας ἐπισυμβαίνουσα.
ch
26
26
Γυνὴ, ἔστιν ἀφροσύνη λογικὰς ψυχὰς ἐπὶ ἀκαθαρσίαν προσκαλουμένη.
ch
27
27
Γῆ, ἔστιν ἕξις χειρίστη ἐξ ἀσεβείας καὶ παρανομίας συλλεγομένη.
ch
28
28
Πῦρ, ἔστι κακία φύσεως λογικῆς φθαρτικὴ τῶν τοῦ Θεοῦ ἀρετῶν.
ch
29
29
Ὕδωρ, ἔστι γνῶσις ψευδὴς σβεστικὴ γνώσεως ἀληθοῦς.
ch
30
30
Ὀφθαλμὸς καταγελῶν, ἔστι φύσις ἀκάθαρτος τῆς τοῦ Θεοῦ καταγελῶσα γνώσεως καὶ ἀτιμάζουσα τὴν ἐν τοῖς γεγονόσι σοφίαν.
ch
31
31
Κόρακες, εἰσὶ δυνάμεις ἅγιαι, φθαρτικαὶ τῶν κακιῶν.
ch
32
32
Φάραγγες, εἰσὶ ψυχαὶ λογικαὶ κοιλανθεῖσαι ἀπὸ κακίας καὶ ἀγνωσίας.
ch
33
33
Νεοσσοὶ ἀετῶν, εἰσὶ δυνάμεις ἅγιαι τοὺς ἀκαθάρτους καταβάλλειν πεπιστευμέναι.