title
title
ΤΟΙΣ ΚΑΙΣΑΡΕΥΣΙΝ ΑΠΟΛΟΓΙΑ ΠΕΡΙ ΤΗΣ ΑΠΟΧΩΡΗΣΕΩΣ
sect
1
1
Πολλάκις ἐθαύμασα, τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἥττησθε, τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε, φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες. ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ ἀρνηθείην, τὴν δὲ αἰτίαν μάθοιτ' ἂν ἤδη ποθοῦντες.
sect
2
2
μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς. ἀλλ' ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφ' ὑμῶν. ἔπειτα δὲ καὶ πόθος τίς ὑπεισήει μου τῶν θείων δογμάτων. καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. πῶς γὰρ ἂν δυναίμην. πῶς γὰρ ἂν ἔφην ἐγώ κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας. τίς δ' ἄν μοι γένηται λάβαν, ἀπαλλάττων με τοῦ ἠσαῦ. καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν.
sect
3
3
ἀλλ' ἐπειδή, σὺν θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν, εὑρόντες σκεῦος ἐκλογῆς, καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ χριστοῦ στόμα γρηγόριον, ὀλίγον ἡμῖν παρακαλῶ, ὀλίγον συγχωρήσατε. χρόνον αἰτούμεθα οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι, οὐδὲ γὰρ λέληθεν ἡμᾶς ὁ πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανόμενος. ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίναντες. ἐν γὰρ τῷ λέγειν τὶ περὶ τῶν θείων δογμάτων, καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. καὶ τὰ μὲν καθ' ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον.
sect
4
4
ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξη ὑμῶν τὰ φρέατα. καὶ τὸ καθαρὸν τῆς γνώσεως, τῆς περὶ τὴν πίστιν ἐπιθωλώση. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστὶν ἐπιμελὲς, μὴ ἐκ τῶν θείων γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς. ἀλλ' ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. ὁ γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα, μὴ ὄντα ποτὲ δογματίζων, καὶ τὸν φύσει καὶ ἀεὶ πατέρα, πατέρα γινόμενον, καὶ τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι φυλιστιεὺς, βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος. ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσονται. τὸ, ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν. δέον ὁμολογεῖν, Θεὸν τὸν πατέρα. θεὸν τὸν υἱόν. θεὸν τὸν πνεῦμα τὸ ἅγιον. ὡς οἱ θεῖοι λόγοι, καὶ οἱ τούτων ὑψηλότερον νενοηκότες ἐδίδαξαν.
sect
5
5
Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμᾶς τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτι περ ἡμεῖς ἕνα θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει, ὁμολογοῦμεν. πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως, οὐδ' ἁπλοῦν τῇ φύσει ἐστίν. ὁ δὲ θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται, οὐκ ἆρα εἷς ἀριθμῷ ἐστιν ὁ Θεός.
sect
6
6
ὃ δὲ λέγω τοιοῦτόν ἐστίν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναι φαμὲν, ἀλλ' οὐχ ἕνα τῇ φύσει, ἀλλ' οὐδ' ἁπλοῦν τινα τοῦτον. τέμνομεν γὰρ αὐτὸν, εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεία, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται. ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. ἀλλ' οὐχ ἁπλοῦς τις οὗτος ἐστὶν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον, ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλ' οὐχ ἕνα τῇ φύσει, οὐδὲ ἁπλοῦν. οὐσίαν γὰρ μεθ' ἁγιασμοῦ, τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν.
sect
7
7
εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ, ἓν τῇ φύσει οὐκ ἔστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὐκ ἔστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας καὶ νοητῆς φύσεως. ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ. τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται. ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν. ἡ δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντικόν.
sect
8
8
Ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν υἱὸν τοῦ θεοῦ, ἢ τὸ πνεῦμα τὸ ἅγιον λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλ' ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν. ὃ καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστιν. πᾶν οὖν ἅγιον ὃ περιγραπτὴν ἔχει τὴν φύσιν, καὶ ἐπίκτιστον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. ὁ δὲ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον πηγὴ ἐστὶν ἁγιασμοῦ. ὑφ' ἧς πᾶσα ἡ λογικὴ κτίσις, κατ' ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται.
sect
9
9
καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον, οὔτε ὅμοιον, οὔτε ἀνόμοιον λέγομεν τὸν υἱὸν τῷ πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται. ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταυτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες, καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα, καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατ' οὐσίαν θεοῦ καὶ πατρὸς, τὸν κατ' οὐσίαν θεὸν καὶ υἱὸν γεγεννηκότος. ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. ὁ γὰρ κατ' οὐσίαν θεὸς, τῷ κατ' οὐσίαν θεῷ, ὁμοούσιος ἐστίν. ἐπεὶ δὲ λέγεται θεὸς καὶ ἄνθρωπος. ὡς τὸ ἐγὼ εἶπα θεοὶ ἐστέ. καὶ ὁ δαίμων θεός. ὡς τὸ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. ἀλλ' οἱ μὲν, κατὰ χάριν ὀνομάζονται. οἱ δὲ κατὰ ψεῦδος. ὁ δὲ θεὸς, μόνος κατ' οὐσίαν ἐστὶ Θεός.
sect
10
10
μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ θεοῦ, τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ. τὸ γὰρ μόνος, λέγεται καὶ ἐπί τινος ἀνθρώπου, καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου. ἐπί τινος μὲν, οἷον, φέρε εἰπεῖν ἐπὶ παύλου. ὅτι μόνος ἡρπάγει ἕως τρίτου οὐρανοῦ, καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγει δαβίδ ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. ἐνταῦθα γὰρ, οὐ τὸν τινὰ ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ. πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. οὕτως κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα, τὸ, ὁ μόνος ἔχων ἀθανασίαν. καὶ μόνῳ σοφῷ θεῷ. καὶ τὸ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. τὸ γὰρ εἷς ἐνταῦθα, τὸ μόνος ταυτὸν δηλοῖ. καὶ τὸ ὁ τανύσας τὸν οὐρανὸν μόνος. καὶ πάλιν, κυρίῳ τῷ θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. καὶ τὸ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ.
sect
11
11
τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ τοῦ θεοῦ ἐν τῇ γραφῇ, οὐ πρὸς ἀντιδιαστολὴν τοῦ υἱοῦ, ἢ τοῦ ἁγίου πνεύματος λέγεται. ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεοὺς, ὀνομαζομένους δὲ ψευδῶς. ὡς τὸ κύριος μόνος ἦγεν αὐτούς. καὶ οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος. καὶ τὸ περιεῖλον ἰσραὴλ τὰ βααλεὶμ, καὶ τὰ ἅλση ἀσταρὼθ, καὶ ἐδούλευον κυρίῳ μόνῳ. καὶ πάλιν ὁ παῦλος εἴπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, ἀλλ' ἡμῖν εἷς θεός ὁ πατήρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος ἰησοῦς χριστός, δι' οὗ τὰ πάντα.
sect
12
12
ἀλλὰ ζητοῦμεν ἐνταῦθα, πῶς θεὸς εἰρηκὼς, οὐκ ἠρκέσθη τῇ φωνῇ. ἔφαμεν γὰρ ὅτι τὸ μόνος καὶ τὸ εἷς ἐπὶ θεοῦ, τὴν φύσιν δηλοῖ. ἀλλὰ καὶ τὸ πατὴρ προσέθηκε, καὶ τοῦ χριστοῦ ἐμνημόνευσεν. ὑπονοῶ τοίνυν, ὅτι οὐκ ἐξαρκεῖν ὠήθη νῦν ὁ παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς κηρύσσειν μόνον θεὸν τὸν υἱὸν, καὶ θεὸν τὸ πνεῦμα τὸ ἅγιον· ὅπερ διὰ τῆς εἷς θεὸς ἐδήλωσε ῥήσεως· ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώση. καὶ διὰ τῆς μνήμης τοῦ κυρίου, τὸν λόγον τὸν δι' οὗ τὰ πάντα σημάνη. καὶ πάλιν διὰ τῆς ἰησοῦ χριστοῦ συμπαραλήψεως τὴν ἐνανθρώπησιν παραγγείλη. καὶ τὸ πάθος παραστήση καὶ τὴν ἀνάστασιν φανερώση. τὸ γὰρ ἰησοῦς χριστὸς, τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει.
sect
13
13
διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται ὁ κύριος, ἰησοῦς χριστὸς καταγγέλλεσθαι. καὶ διαστέλλεται τοῖς μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ἰησοῦς ὁ χριστός. πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν ἰησοῦν τὸν χριστόν. τοιοῦτον ἐστι καὶ τὸ ἵνα γινώσκωσι σε τὸν μόνον ἀληθινὸν θεὸν, καὶ ὃν ἀπέστειλας ἰησοῦν χριστόν. καὶ τὸ πιστεύετε εἰς τὸν θεόν καὶ εἰς ἐμὲ πιστεύετε. πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ πνεύματος τοῦ ἁγίου. ἵνα μὴ θατέρῳ προσμαίνοντες, θατέρου ἐκπίπτωμεν, καὶ τῇ θεολογίᾳ προσέχοντες, τῆς οἰκονομίας καταφρονῶμεν, καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον, ἡ ἀσέβεια.
sect
14
14
τὰ δὲ ῥήματα τῆς θείας γραφῆς ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνείδησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσομεν, κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτά. καὶ πρῶτον ἡμῖν προτιθέσθω τὸ ἐγὼ ζῶ διὰ τὸν πατέρα. τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶν αὐτῷ κεχρημένων. ἐνταῦθα δὲ τὸ ῥητὸν, οὐκ αὐτὴν προαιώνιον ὡς οἶμαι ζωὴν ὀνομάζει. πᾶν γὰρ τὸ δι' ἕτερον ζῶν, αὐτοζωὴ εἶναι οὐ δύναται. ὡς οὐδὲ τὸ ὑφ' ἑτέρου θερμανθὲν, αὐτοθερμότης εἶναι. ὁ δὲ χριστὸς καὶ θεὸς ἡμῶν εἴρηκεν, ἐγώ εἰμι ἡ ζωή. ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ, καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην, ἣν ἔζησε διὰ τὸν πατέρα. βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων. καὶ οὐκ εἶπεν ἐγὼ ἔζησα διὰ τὸν πατέρα, ἀλλ' ἐγὼ ζῶ διὰ τὸν πατέρα. σαφῶς τὸν παρόντα προσημαίνων χρόνον.
sect
15
15
δύναται δὲ καὶ ζωὴν λέγειν, ἣν ζῇ ὁ χριστὸς, τὸν λόγον τοῦ θεοῦ ἔχων ἐν ἑαυτῷ. καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον, ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα, καὶ ὁ τρώγων με φησί ζήσεται δι' ἐμέ. τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα, καὶ πίνομεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι διὰ τῆς ἐνανθρωπήσεως, καὶ τῆς αἰσθητῆς ζωῆς τοῦ λόγου καὶ τῆς σοφίας. σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὀνόμασε. καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε. δι' ἧς τρέφεται ψυχὴ, καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευάζεται. καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον.
sect
16
16
καὶ πάλιν. ὁ πατήρ μου μείζων μου ἐστί. κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα τὰ τοῦ πονηροῦ γεννήματα. ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς, τὸ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ δηλοῦσθαι πεπίστευκα. τὰς γὰρ συγκρίσεις οἶδα κυρίως, ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα. καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον. καὶ πτηνὸν πτηνοῦ ταχύτερον. εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται, μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ πατὴρ τοῦ υἱοῦ, ὁμοούσιος τῷ πατρί ὁ υἱὸς.
sect
17
17
ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. τί γὰρ θαυμαστὸν, εἰ μείζονα ἑαυτοῦ τὸν πατέρα ὡμολόγησε, λόγος ὢν καὶ σὰρξ γεγωνός, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων. καὶ ἀνθρώπων κατὰ τὸ εἶδος. ἠλάττωσε γὰρ αὐτόν φησι βραχύτι παρ' ἀγγέλους. καὶ πάλιν. τὸν δὲ βραχύτι παρ' ἀγγέλους ἠλαττωμένον. καὶ τὸ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλείπων παρὰ πάντας τοὺς ἀνθρώπους.
sect
18
18
τούτων δὲ πάντων ἠνέσχετο, διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώση. καὶ τὸ σωθὲν καταμίξη, καὶ τὸν κατελθόντα ἀπὸ ἱερουσαλὴμ εἰς ἱερυχὼ, καὶ διὰ τοῦτο περιπεσόντα λησταῖς, εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγη πατρίδα. ἢ καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσεις αἱρετικός δι' ἧς ἄλλος ὢν ἐτράφῃ ὑπὸ τοῦ λόγου. καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρισεν ὁ τοῦ τέκτονος υἱός. διὰ τοῦτο πατρὸς ἐλάττων ὁ υἱός, ὅτι διά σε γέγονε νεκρός, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξη, καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήση. ὥσπερ ἂν εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῶτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύη, ἵνα τοὺς πεπτωκότας ἰάσηται.
sect
19
19
διὰ σε καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ. καίτοι οὐδὲν ἐλάνθανε τὴν ὄντως σοφίαν. πάντα γὰρ δι' αὐτῆς ἐγένετο. οὐδεὶς δὲ ἀνθρώπων πώποτε, ὃ πεποίηκεν ἀγνοεῖ. ἀλλὰ τοῦτο οἰκονομεῖ, διὰ τὴν σὴν ἀσθένειαν. ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελημμένου καιροῦ μετανοίας. μηδ' αὖ πάλιν οἱ πολεμοῦντες μακρᾷ τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. ἑκατέρους τοίνυν διὰ τῆς προσποιητικῆς ἀγνοίας οἰκονομεῖ. τῷ μὲν, διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον. τῷ δὲ, διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος.
sect
20
20
καίτοι ἐν τοῖς εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι, διὰ τὴν τῶν πολλῶν ὡς ἔφην ἀσθένειαν, ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατ' ἰδίαν διαλεγόμενος, καθ' ὑπεξαίρεσιν ἑαυτοῦ φησιν. οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῆ ἰδίᾳ ἐξουσίᾳ. καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰράσθω παχύτερον. ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ, καὶ κρουστέον τὴν θύραν τῆς γνώσιως, εἴπως δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτὸν, ἐπειδὴ φίλοι καὶ ἀδελφοὶ εἰσὶν, οὓς ἑστιᾶσαι σπουδάζομεν.
sect
21
21
οἱ ἅγιοι μαθηται τοῦ σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας ὡς ἔνι ἀνθρώποις ἐλθόντες, καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι. καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ αὐτὸν ὁ κύριος ἡμῶν ἀπεφήνατο. ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοιῶν τοῦ θεοῦ. ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν. ὧν τὴν εἴδησιν, μόνῳ προσένειμε τῷ πατρί. ὑπονοῶ τοίνυν, ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ θεός, ὅπερ ἐστι. κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὐκ ἔστι. δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι ὁ θεός, αὐτος καὶ δικαιοσύνη καὶ σοφία ὑπάρχων. ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν. οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς θεός.
sect
22
22
εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ θεὸς ὅπερ ἐστι, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν· οὐκ ἔστι δὲ ὁ κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτὸν, οὐκ ἆρα εἶδεν ὁ σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. ἀλλ' οὐδὲ οἱ ἄγγελοι φησίν ἴσασι. τουτ' ἔστιν, οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία, καὶ οἱ λόγοι τῶν διακονιῶν, εἰσὶ τὸ ἔσχατον ὀρεκτὸν. παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις. συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον. μόνος δὲ ὁ πατήρ φησιν ἐπίσταται. ἐπεὶ καὶ αὐτός ἐστι τὸ τέλος. καὶ ἡ ἐσχάτη μακαριότης. ὅταν γὰρ μηκέτι θεὸν ἐν τοῖς κατόπτροις, μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκομεν, ἀλλ' αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. χριστοῦ γὰρ βασιλείαν φασιν εἶναι, πᾶσαν τὴν ἔνυλον γνῶσιν, τοῦ δὲ θεοῦ καὶ πατρὸς, τὴν ἄϋλον καί ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν.
sect
23
23
ἔστι δὲ καὶ ὁ κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης, κατὰ τὴν τοῦ λόγου ἐπίνοιαν. τί γάρ φησιν ἐν τῷ εὐαγγελίῳ. κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως, ἐπὶ τὴν ἄϋλον θεωρίαν. ἐσχάτην τὴν ἡμέραν τὴν γνῶσιν ταύτην εἰπὼν, μεθ' ἣν οὐκ ἔστιν ἑτέρα. τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσταται, καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήση τὴν ἑνάδα καὶ μονάδα τοῦ λόγου. ἀλλ' ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη, καὶ τῷ πηλῷ συμφύρεται, καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος, τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ, καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει. ἵν' οὕτως κατὰ μικρὸν αὐξηθεὶς ἰσχύση ποτὲ, καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι.
sect
24
24
κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ ὁ πατήρ μου μείζων μού ἐστί. καὶ τὸ οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός. τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν χριστὸν, τῷ θεῷ καὶ πατρί. ἀπαρχὴν ὄντα καὶ οὐ τέλος, κατὰ τὴν παχυτέραν ὡς ἔφην διδασκαλίαν. ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν υἱὸν θεωρεῖται. ὅτι δὲ ταῦθ' οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων τὸ, πότε ἀποκαθιστανεῖς τὴν βασιλείαν τῷ ἰσραὴλ, φησιν, οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους καὶ καιροὺς, οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. τουτ' ἐστιν οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας ἡ γνῶσις. ταυτὴν γὰρ τὴν θεωρίαν, ὁ πατὴρ ἐναπέθετο, τῇ ἰδίᾳ ἐξουσίᾳ. ἐξουσίαν λέγων, τοὺς ἐξουσιαζομένους. ἰδίους δὲ, ὧν μὴ κατέχει ἄγνοια τοὺς κατωτέρω πραγμάτων.
sect
25
25
χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς. ἀλλὰ διαστήματα τινὰ γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην, ἐπὶ πέρας ἀχθῆναι τοῦ δεσπότου ἡμῶν. ἰησοῦς γάρ ἐστιν ὁ προσευξάμενος. δὸς αὐτοῖς ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμὲν πάτερ. εἷς γὰρ ὢν ὁ θεός, ἐν ἑκάστῳ γινόμενος, ἑνοῖ τοὺς πάντας καὶ ἀπόλλυται ὁ ἀριθμὸς, τῇ τῆς μονάδος ἐπιδημίᾳ.
sect
26
26
κἀγὼ μὲν οὕτως ἀπέβαλον τῷ ῥητῷ, κατὰ τὴν δευτέραν ἐπιχείρησιν. εἰ δέ τις βέλτιων λέγοι, ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. οὐδεὶς γὰρ παρ' ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν ἢ κενοδοξίας, ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλ' ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ θεοῦ ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὁπλισμένων σοφίας.
sect
27
27
πάλιν διὰ τοῦ σοφοῦ σολομῶντος, ἐν παροιμΐας κέκτισται. κύριος γάρ φησίν ἔκτισέ με. καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν. οὐ κατ' οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. τὸ γὰρ γεγονέναι, καὶ τὸ ἐκτίσται ταυτὸν δηλοῖ. ὡς γὰρ ὁδὸς γέγονε καὶ θύρα καὶ ποιμὴν. καὶ ἄγγελος καὶ πρόβατον. καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος. ἄλλων κατ' ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων,
sect
28
28
τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυπωτάκτου θεοῦ. καὶ τοῦ δι' ἡμᾶς ἁμαρτίαν γεγενημένου. γέγραπται γάρ, ὅταν ὑποταγῆ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. οὐ φοβῆ ἄνθρωπε τὸν θεὸν ἀνυπότακτον ὀνομαζόμενον. διὰ σέ τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετὴν, ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον, σαῦλε γάρ φησί σαῦλε τί με διώκεις. ἡνίκα ἐπὶ δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ χριστοῦ συνδῆσαι βουλόμενος. καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινὸς τῶν ἀδελφῶν γυμνητεύοντος. γυμνὸς γάρ φησίν ἤμην, καὶ περιεβάλλετέ με. καὶ ἄλλου ἐν φυλακῇ ὄντος, ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. αὐτὸς γὰρ, τὰς ἁμαρτίας ἡμῶν ἦρε, καὶ τὰς νόσους ἐβάστασε. μία δὲ τῶν ἀσθενειῶν ἐστὶ, καὶ ἡ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε. διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται ὁ κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος.
sect
29
29
ἀλλὰ καὶ τὸ οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδἐν, λαμβάνουσιν οἱ θεομάχαι, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγγέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν υἱὸν τῷ πατρί. εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ, οὐ κτίσμα ὁ υἱός. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ πατρί. καὶ πάλιν οὐδὲν τῶν κτισμάτων, τὰ ὅσα βούλεται δύναται. ὁ δὲ υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ γῆς, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. οὐκ ἆρα κτίσμα ὁ υἱός. καὶ πάλιν πάντα τὰ κτίσματα, ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν, ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά. ὁ δὲ υἱὸς, αὐτοδικαιοσύνη, καὶ ἄϋλός ἐστιν, οὐκ ἆρα κτίσμα ὁ υἱός. εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ πατρί.
sect
30
30
καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις, κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. ἤδη δὲ λοιπὸν, καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσομεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. τὸ πνεῦμα τὸ ἅγιον κτίσμα λέγεις. πᾶν δὲ κτίσμα, δοῦλον ἐστὶ τοῦ κτίσαντος. τὰ γὰρ σύμπαντά φησι δοῦλα σά. εἰ δὲ δοῦλον ἐστὶ, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. τὸ δὲ πνεῦμα τὸ ἅγιον κατ' οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσαγόρευται. οὐκ ἆρα κτίσμα τὸ πνεῦμα τὸ ἅγιον. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιον ἐστι τῷ θεῷ. πῶς δὲ δοῦλον ἀποκαλεῖς εἴπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντα σε τῆς δουλείας. ὁ γὰρ νόμος φησι τοῦ πνεύματος τῆς ζωῆς, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας.
sect
31
31
ἀλλ' οὐδὲ τρεπτὴν αὐτοῦ ποτὲ τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως. ἥ τις ὡς ἀστραπὴ πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ. καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς, διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα. καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος, καὶ τὸ ἀγγελικὸν ἀποῤῥίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος. ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως. τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως, ἀναφθείσης.
sect
32
32
ἔπειτα εἰ κτίσμα λέγοι τὸ πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. πῶς οὖν σταθήσεται, τὸ πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην. καὶ τὸ, ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; ἀλλ' οὐδ' ἁπλοῦν αὐτὸ τῇ φύσει ὡς ἔοικεν ὁμολογεῖ. ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. πᾶν δὲ, ὃ ἓν ἀριθμῷ τοῦτο οὐχ ἁπλοῦν ὡς ἔφην ἐστίν. εἰ δὲ μὴ ἁπλοῦν ἐστὶ τὸ πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε. τὸ δὲ τοιοῦτον σύνθετον. καὶ τίς οὕτως ἀνόητος, ὡς σύνθετον εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν, καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον πατρὶ καὶ υἱῷ.
sect
33
33
εἰ δὲ δεῖ προσβῆναι τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου πνεύματος θεωρήσωμεν. τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ γραφῇ· μίαν μὲν καὶ πρώτην, τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν. δευτέραν δὲ, τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττων ἀλλοίωσιν. τρίτην δὲ τὴν ἐξανάστασιν τῶν νεκρῶν. ἐν ταύταις εὑρήσεις συνεργὸν πατρὶ καὶ υἱῷ τὸ ἅγιον πνεῦμα. οὐρανῶν γὰρ οὐσίωσις. καὶ τί φησιν ὁ δαβίδ. τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται. εἴ τις γὰρ ἐν χριστῷ καινὴ κτίσις. καὶ τί φησι τοῖς μαθηταῖς ὁ σωτήρ; ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ὁρᾶς κἀνταῦθα συμπαρὸν πατρὶ καὶ υἱῷ τὸ ἅγιον πνεῦμα. τί δ' ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν. ὅταν ἐκλείψωμεν καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν. γῆ γάρ ἐσμὲν, καὶ εἰς γῆν ἀπελευσόμεθα, καὶ ἀποστελεῖ τὸ πνεῦμα τὸ ἅγιον, καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινήσει τὸ πρόσωπον τῆς γῆς. ἣν γὰρ παῦλος ὁ ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε.
sect
34
34
ἀκούσωμεν δὲ τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ, τί φησιν. ὅτι ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματός ἐστε. πᾶς δὲ ναὸς, θεοῦ ναός. εἰ δὲ ναός ἐσμὲν τοῦ πνεύματος τοῦ ἁγίου, θεὸς τὸ ἅγιον πνεῦμα. λέγεται δὲ καὶ ναὸς σολομῶντος, ἀλλ' ὡς κατασκευάσαντος. εἰ δὲ οὕτως ἐσμὲν ναὸς τοῦ ἁγίου πνεύματος, θεὸς τὸ ἅγιον πνεῦμα· ὁ γὰρ πάντα κατασκευάσας θεός. εἰ δὲ ὡς προσκυνουμένου καὶ οἰκοῦντος ἐν ἡμῖν, ὁμολογήσωμεν αὐτὸ εἶναι θεόν. κυρίῳ γὰρ τῷ θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
sect
35
35
εἰ δὲ τὴν θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. παρὰ γὰρ τὸ τεθνηκέναι τὰ πάντα. ἢ θεᾶσθαι τὰ πάντα. τὸ δὲ πνεῦμα πάντα γινώσκει τὰ τοῦ θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα. θεὸς τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν, ἡ μάχαιρα τοῦ πνεύματος ῥῆμα ἐστὶ θεοῦ. θεὸς τὸ πνεῦμα τὸ ἅγιον. ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα οὗ καὶ ῥῆμα καλεῖται. καὶ ἡ δεξιὰ τοῦ πατρὸς ὀνομάζεται. δεξιὰ γὰρ κυρίου ἐποίησε δύναμιν. καὶ ἡ δεξιά σου κύριε ἔθραυσεν ἐχθρούς. δάκτυλος δὲ θεοῦ τὸ πνεῦμα τὸ ἅγιον, κατὰ τὸ ῥητὸν. τὸ εἰ ἐγὼ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια. ὅπερ ἐν ἑτέρῳ εὐαγγελίῳ γέγραπται, τὸ εἰ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια. τῆς αὐτῆς φύσεως τῷ πατρὶ καὶ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον.
sect
36
36
καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας τριάδος, τοιαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω. οὐ γὰρ νῦν δυνατὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. ὑμεῖς δὲ λαβόντες, παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρμα, στάχυν ὥριμον ἑαυτοῖς γεωργήσατε. ἐπεὶ καὶ τόκους ὡς ἴστε τῶν τοιούτων, προσαπαιτούμεθα. πιστεύω δὲ τῷ θεῷ ὅτι καρποφορήσετε, καὶ τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατὸν, διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.
sect
37
37
καὶ μηδὲ ἄλλό τι ἀδελφοί τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν. ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ θεῖαι γραφαί. ἡ γὰρ βασιλεία τῶν οὐρανῶν, ἐντὸς ὑμῶν ἐστι. περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον, οὐδὲν ἕτερον ἢ θεωρία συνίσταται. θεωρία ἂν εἴη λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν. ὧν γὰρ τὰς σκιὰς καθορῶμεν ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου, καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα. ὀψόμεθα, εἴ γε τὸν ἑαυτῶν βίον, πρὸς τὸ εὐθὲς κυβερνοίημεν, καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν. ὧν χωρὶς, οὐδεὶς ὄψεται τὸν κύριον. εἰς γὰρ κακότεχνον ψυχήν φησίν, οὐκ εἰσελεύσεται σοφία. οὐδὲ κατοικήσει ἐν σώματι, καταχρέω ἁμαρτίας.
sect
38
38
καὶ μηδεὶς ὑποκρουέτω λέγων, ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀνύλου οὐσίας ἡμῖν φιλοσοφεῖς. καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾶν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας. ὡς γὰρ ἡ αἴσθησις τῶν αἰσθητῶν, οὕτως ὁ νοῦς τῶν νοητῶν ἐπήβολός ἐστιν. ἅμα δὲ καὶ τοῦτο λεκτέον, ὅτι τὰ φυσικὰ κριτήρια ἀδίδακτα πεποίηκεν, ὁ κτίσας ἡμᾶς θεός. οὐδεὶς γὰρ διδάσκει τὰς ὄψεις χρωμάτων, ἢ σχημάτων ἀντιλαμβάνεσθαι. οὐδ' ἀκοὴν ψόφων τε καὶ φωνῶν. οὐδ' ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν. οὐδὲ γεῦσιν, χυμῶν καὶ χυλῶν. οὐδ' ἁφὴν μαλακῶν τε καὶ σκληρῶν, ἢ θερμῶν καὶ ψυχρῶν. οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν. καὶ ὥσπερ εἴ τι πάθοιεν αὗται ἐπιμελείας μόνον προσδέονται, καὶ τὴν οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν. οὕτως καὶ ὁ νοῦς σαρκὶ συνδεθεὶς, καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθεὶς, πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς. αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶσι αὐτὸν.
sect
39
39
τοῦτό τοι αὐτὸ καὶ ὁ σοφὸς παρεγγυᾶ σολομῶν. καὶ ποτὲ μὲν ἡμῖν προφέρει τὸν ἀνεπαίσχυντον ἐργάτην τὸν μύρμηκα. καὶ δι' αὐτοῦ τὴν πρακτικὴν ὁδὸν ὑπογράφει. ποτὲ δὲ τὸ τῆς σοφῆς μελίττης κηρόπλαστον ὄργανον, καὶ δι' αὐτοῦ τὴν φυσικὴν θεωρίαν αἰνίττεται. ἐν ἧ καὶ ὁ περὶ τῆς ἁγίας τριάδος ἐγκέκραται λόγος. εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται.
sect
40
40
εὐχαριστήσαντες πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, καὶ ἡ παροιμία φησίν.