title
title
Παραίνεσις πρὸς παρθένον.
1
sententia
1
1
ln
1 1
Ἀγάπα τὸν κύριον καὶ ἀγαπήσει σε,
2
ln
1 2
καὶ δούλευε αὐτῷ καὶ φωτιεῖ τὴν καρδίαν σου.
2
sententia
2
1
ln
2 1
Τίμα τὴν μητέρα σου ὡς μητέρα Χριστοῦ,
2
ln
2 2
καὶ μὴ παροξύνῃς πολιὰν τεκούσης σε.
3
sententia
3
1
ln
3 1
Ἀγάπα τὰς ἀδελφάς σου ὡς θυγατέρας μητρός σου,
2
ln
3 2
καὶ μὴ ἐγκαταλίπῃς ὁδὸν εἰρήνης.
4
sententia
4
1
ln
4 1
Ἀνατέλλων ὁ ἥλιος βλεπέτω τὸ βιβλίον ἐν ταῖς χερσί σου,
2
ln
4 2
καὶ μετὰ δευτέραν ὥραν τὸ ἔργον σου.
5
sententia
5
1
ln
5 1
Προσεύχου ἀδιαλείπτως,
2
ln
5 2
καὶ μέμνησο Χριστοῦ τοῦ γεννήσαντός σε.
6
sententia
6
1
ln
6 1
Συντυχίας ἀνδρῶν παραιτοῦ,
2
ln
6 2
ἵνα μὴ γένηται εἴδωλα ἐν σῇ ψυχῇ
3
ln
6 3
καὶ ἔσται σοι πρόσκομμα ἐν καιρῷ προσευχῆς.
7
sententia
7
1
ln
7 1
Χριστὸν ἔχεις ἀγαπητόν·
2
ln
7 2
ἀπόρριψον ἀπό σου ἄνδρας ἅπαντας
3
ln
7 3
καὶ οὐ μὴ βιώσῃς ἐπονείδιστον βίον.
8
sententia
8
1
ln
8 1
Θυμὸν καὶ ὀργὴν μακρὰν ποίησον ἀπό σου,
2
ln
8 2
καὶ μνησικακία μὴ αὐλιζέσθω ἔν σοι.
9
sententia
9
1
ln
9 1
Μὴ εἴπῃς· σήμερον βρώσομαι καὶ αὔριον οὐ βρώσομαι,
2
ln
9 2
ὅτι οὐκ ἐν φρονήσει ποιεῖς τοῦτο.
3
ln
9 3
ἔσται γὰρ βλάβη τῷ σώματί σου
4
ln
9 4
καὶ ὀδύνη τῷ στομάχῳ σου.
10
sententia
10
1
ln
10 1
Ἐσθίειν κρέα οὐ καλὸν καὶ πίνειν οἶνον οὐκ ἀγαθόν,
2
ln
10 2
προσφέρειν δὲ χρὴ ταῦτα ταῖς ἀσθενούσαις.
11
sententia
11
1
ln
11 1
Παρθένος θρασεῖα οὐ σωθήσεται
2
ln
11 2
καὶ σπαταλῶσα οὐκ ὄψεται τὸν νυμφίον αὐτῆς.
12
sententia
12
1
ln
12 1
Μὴ εἴπῃς, ὅτι λελύπηκέ με ἡ θεραπαινὶς καὶ τίσομαι αὐτήν,
2
ln
12 2
διότι οὐκ ἔστιν δουλεία ἐν θυγατράσι θεοῦ.
13
sententia
13
1
ln
13 1
Μὴ δῷς ἀκοήν σου λόγοις ματαίοις,
2
ln
13 2
καὶ διηγήματα γραῶν φεῦγε κυκλευουσῶν.
14
sententia
14
1
ln
14 1
Ἑορτὰς μεθύσων μὴ ἴδῃς,
2
ln
14 2
καὶ εἰς γάμους ἀλλοτρίων μὴ εἰσέλθῃς.
3
ln
14 3
ἀκάθαρτος γὰρ παρὰ κυρίῳ πᾶσα παρθένος ποιοῦσα ταῦτα.
15
sententia
15
1
ln
15 1
Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ,
2
ln
15 2
καὶ κώλυε ἀπὸ πολυλογίας τὴν γλῶσσαν σου.
16
sententia
16
1
ln
16 1
Ἔναντι κυρίου ταπείνου σεαυτήν,
2
ln
16 2
καὶ ὑψώσει σε ἡ δεξιὰ αὐτοῦ.
17
sententia
17
1
ln
17 1
Μὴ ἀποστρέφου πένητα ἐν καιρῷ θλίψεως,
2
ln
17 2
καὶ οὐ λείψει ἔλαιον ἐν τῇ λαμπάδι σου.
18
sententia
18
1
ln
18 1
Πάντα ποίει διὰ τὸν κύριον,
2
ln
18 2
καὶ μὴ ζήτει παρὰ ἀνθρώπων δόξαν,
3
ln
18 3
ὅτι δόξα ἀνθρώπων ὡς ἄνθος χόρτου,
4
ln
18 4
δόξα δὲ κυρίου μένει εἰς τὸν αἰῶνα.
19
sententia
19
1
ln
19 1
Παρθένον πραεῖαν ἀγαπᾷ ὁ κύριος,
2
ln
19 2
παρθένος δὲ ὀργίλος μισηθήσεται.
20
sententia
20
1
ln
20 1
Ὑπακούουσα παρθένος ἐλεηθήσεται,
2
ln
20 2
ἡ δὲ ἀντιλέγουσα ἰσχυρῶς ἄφρων.
21
sententia
21
1
ln
21 1
Γόγγυσον παρθένον ἀπολεῖ κύριος,
2
ln
21 2
τὴν δὲ εὐχάριστον ῥύσεται ἐκ θανάτου.
22
sententia
22
1
ln
22 1
Αἰσχρὸν γέλως καὶ ἐπονείδιστον ἀναισχυντία,
2
ln
22 2
πᾶσα δὲ ἄφρων τοῖς τοιούτοις συμπλέκεται.
23
sententia
23
1
ln
23 1
Ἡ καλλωπίζουσα ἱμάτια αὐτῆς
2
ln
23 2
καὶ σωφροσύνης ἐκτὸς ἔσται.
24
sententia
24
1
ln
24 1
Μὴ συναυλίζου κοσμικαῖς,
2
ln
24 2
ἵνα μὴ διαστρέψωσι σὴν καρδίαν
3
ln
24 3
καὶ ἀκύρους ποιήσωσι βουλὰς δικαίας.
25
sententia
25
1
ln
25 1
Δάκρυσιν ἐν νυκτὶ παρακάλει τὸν κύριον,
2
ln
25 2
καὶ μηδεὶς αἴσθηται προσευχομένης σου καὶ εὑρήσεις χάριν.
26
sententia
26
1
ln
26 1
Ἐπιθυμία περιπάτων καὶ πόθος οἰκιῶν ἀλλοτρίων
2
ln
26 2
ἀνατρέπει κατάστασιν ψυχῆς καὶ διαφθείρει προθυμίαν αὐτῆς.
27
sententia
27
1
ln
27 1
Πιστὴ παρθένος οὐ δειλιάσει,
2
ln
27 2
ἡ δὲ ἄπιστος φεύξεται καὶ τὴν σκιὰν αὐτῆς.
28
sententia
28
1
ln
28 1
Φθόνος τήκει ψυχήν,
2
ln
28 2
καὶ ζῆλος κατεσθίει αὐτήν.
29
sententia
29
1
ln
29 1
Καταφρονοῦσα τῆς ἀδελφῆς τῆς ἀσθενούσης
2
ln
29 2
καὶ τοῦ Χριστοῦ μακρὰν ἔσται.
30
sententia
30
1
ln
30 1
Μὴ εἴπῃς· ἐμὸν τοῦτο καὶ σὸν τοῦτο.
2
ln
30 2
ἐν γὰρ Χριστῷ Ἰησοῦ τὰ πάντα κοινά.
31
sententia
31
1
ln
31 1
Οὐ περιεργάσῃ ζωὴν ἀλλοτρίαν,
2
ln
31 2
καὶ πτώματι ἀδελφῆς σου οὐκ ἐπιχαρήσῃ.
32
sententia
32
1
ln
32 1
Ἐπάρκει δεομέναις παρθένοις,
2
ln
32 2
καὶ ἐπὶ εὐγενείᾳ σου μὴ ἐπαίρου.
33
sententia
33
1
ln
33 1
Μὴ προενέγκῃς λόγον ἐκ στόματός σου ἐν ἐκκλησίᾳ κυρίου,
2
ln
33 2
καὶ μὴ μετεωρίσῃς τοὺς ὀφθαλμούς σου.
3
ln
33 3
ὁ γὰρ κύριος γινώσκει σὴν καρδίαν,
4
ln
33 4
καὶ πάντας τοὺς διαλογισμούς σου σκοπεύει.
34
sententia
34
1
ln
34 1
Πᾶσαν κακὴν ἐπιθυμίαν ἄπωσαι ἀπό σου,
2
ln
34 2
καὶ οὐ μὴ λυπήσωσίν σε οἱ ἐχθροί σου.
35
sententia
35
1
ln
35 1
Ψάλλε ἀπὸ καρδίας σου,
2
ln
35 2
καὶ μὴ κίνει μόνον τὴν γλῶσσαν σου ἐν τῷ στόματί σου.
36
sententia
36
1
ln
36 1
Ἄφρων παρθένος ἀγαπήσει ἀργύριον,
2
ln
36 2
ἡ δὲ φρονίμη προσθήσει καὶ τὸν ψωμὸν αὐτῆς.
37
sententia
37
1
ln
37 1
Ὥσπερ ὁρμὴ πυρὸς δυσκάθεκτος,
2
ln
37 2
οὕτως ψυχὴ παρθένου τρωθεῖσα δυσίατος.
38
sententia
38
1
ln
38 1
Μὴ δώῃς τὴν ψυχήν σου διαλογισμοῖς πονηροῖς,
2
ln
38 2
ἵνα μὴ μιάνωσι σὴν καρδίαν
3
ln
38 3
καὶ καθαρὰν προσευχὴν μακρὰν ποιήσωσι ἀπό σου.
39
sententia
39
1
ln
39 1
Βαρεῖα λύπη καὶ ἀνυπόστατος ἀκηδία,
2
ln
39 2
δάκρυα δὲ πρὸς θεὸν ἰσχυρότερα ἀμφοτέρων.
40
sententia
40
1
ln
40 1
Λιμὸς καὶ δίψα μαραίνει ἐπιθυμίας κακάς,
2
ln
40 2
ἀγρυπνία δὲ ἀγαθὴ καθαίρει διάνοιαν.
41
sententia
41
1
ln
41 1
Ὀργὴν καὶ θυμὸν ἀποστρέφει ἀγάπη,
2
ln
41 2
μνησικακίαν δὲ ἀνατρέπει δῶρα.
42
sententia
42
1
ln
42 1
Ἡ καταλαλοῦσα λάθρα τῆς ἀδελφῆς αὐτῆς
2
ln
42 2
ἐξωσθήσεται τοῦ νυμφῶνος,
3
ln
42 3
καὶ βοήσεται πρὸς ταῖς θύραις αὐτοῦ
4
ln
42 4
καὶ οὐκ ἔσται ὁ ὑπακούων.
43
sententia
43
1
ln
43 1
Παρθένου ἀνελεήμονος σβεσθήσεται λαμπάς,
2
ln
43 2
καὶ οὐ μὴ ἴδῃ προελθόντα τὸν νυμφίον αὐτῆς.
44
sententia
44
1
ln
44 1
Ὕαλος προσπίπτων λίθῳ συντριβήσεται,
2
ln
44 2
καὶ παρθένος ἁπτομένη ἀνδρὸς οὐκ ἀθωωθήσεται.
45
sententia
45
1
ln
45 1
Κρείσσων γυνὴ πραεῖα
2
ln
45 2
παρθένου ὀργίλου καὶ θυμώδους.
46
sententia
46
1
ln
46 1
Ἡ ἐξέλκουσα ἐν γέλωτι λόγους ἀνδρός,
2
ln
46 2
ὁμοία ἐστὶν τῇ περιβαλλούσῃ βρόχον τῷ ἑαυτῆς τραχήλῳ.
47
sententia
47
1
ln
47 1
Ὥσπερ μαργαρίτης ἐν σφενδόνῃ χρυσῇ,
2
ln
47 2
οὕτως παρθένος καλυπτομένη ὑπὸ αἰδοῦς.
48
sententia
48
1
ln
48 1
Ὠιδαὶ δαιμόνων καὶ αὐλοὶ ἐκλύουσιν ψυχὴν
2
ln
48 2
καὶ ἀπολλύουσιν εὐτονίαν αὐτῆς,
3
ln
48 3
ἣν φύλαξον διὰ παντός,
4
ln
48 4
ἵνα μὴ ἐπονείδιστος γένῃ.
49
sententia
49
1
ln
49 1
Μὴ τέρπου ἐπὶ γελοίοις,
2
ln
49 2
καὶ ἐπισκωπτούσαις μὴ εὐφραίνου,
3
ln
49 3
ὅτι κύριος ἐγκατέλιπεν αὐτάς.
50
sententia
50
1
ln
50 1
Οὐκ ἐξουδενώσεις τὴν ἀδελφήν σου ἐσθίουσαν
2
ln
50 2
καὶ ἐπὶ ἐγκρατείᾳ σου μὴ ἐπαρθῇς.
3
ln
50 3
οὐ γὰρ οἶδας, τί βεβούλευται ὁ κύριος
4
ln
50 4
ἢ τίς στήσεται ἐνώπιον αὐτοῦ.
51
sententia
51
1
ln
51 1
Ἡ οἰκτείρουσα πελιδνουμένους τοὺς ὀφθαλμοὺς
2
ln
51 2
καὶ τηκομένας τὰς σάρκας αὐτῆς,
3
ln
51 3
οὐκ εὐφρανθήσεται ἐπὶ ἀπαθείᾳ ψυχῆς.
52
sententia
52
1
ln
52 1
Βαρεῖα ἐγκράτεια καὶ δυσκατόρθωτος ἁγνεία,
2
ln
52 2
ἀλλ' οὐδὲν γλυκύτερον τοῦ ἐπουρανίου νυμφίου.
53
sententia
53
1
ln
53 1
Ψυχαὶ παρθένων φωτισθήσονται,
2
ln
53 2
ψυχαὶ δὲ ἀκαθάρτων ὄψονται σκότος.
54
sententia
54
1
ln
54 1
Εἶδον ἄνδρας φθείροντας παρθένους ἐν δόγμασι
2
ln
54 2
καὶ ματαίαν ποιοῦντας τὴν παρθενείαν αὐτῶν.
3
ln
54 3
σὺ δὲ ἄκουε, τέκνον, δογμάτων ἐκκλησίας κυρίου,
4
ln
54 4
καὶ μηδεὶς ἀλλότριος μεταπείσῃ σε.
5
ln
54 5
δίκαιοι γὰρ κληρονομήσουσι φῶς,
6
ln
54 6
ἀσεβεῖς δὲ οἰκήσουσι σκότος.
55
sententia
55
1
ln
55 1
Παρθένοι ὀφθαλμοὶ ὄψονται κύριον.
2
ln
55 2
ἀκοαὶ δὲ παρθένων ἀκούσονται λόγων αὐτοῦ.
3
ln
55 3
παρθένων στόμα φιλήσει νυμφίον αὐτοῦ.
4
ln
55 4
ὄσφρησις δὲ παρθένων ἐπ' ὀσμὴν μύρων αὐτοῦ δραμεῖται.
5
ln
55 5
χεῖρες παρθένοι ψηλαφήσουσι κύριον,
6
ln
55 6
καὶ ἁγνεία σαρκὸς εὐπρόσδεκτος ἔσται.
7
ln
55 7
παρθένος ψυχὴ στεφανωθήσεται,
8
ln
55 8
καὶ μετὰ τοῦ νυμφίου αὐτῆς βιώσεται διὰ παντός.
9
ln
55 9
ἔνδυμα πνευματικὸν δοθήσεται αὐτῇ,
10
ln
55 10
καὶ μετὰ ἀγγέλων ἐν οὐρανοῖς ἑορτάσει.
11
ln
55 11
ἄσβεστον ἀνάψει λαμπάδα,
12
ln
55 12
καὶ ἔλαιον οὐ λείψει ἐν τοῖς ἀγγείοις αὐτῆς.
13
ln
55 13
λήψεται πλοῦτον αἰώνιον,
14
ln
55 14
καὶ κληρονομήσει βασιλείαν τὴν τοῦ θεοῦ.
56
sententia
56
1
ln
56 1
Οἱ ἐμοὶ λόγοι, τέκνον, εἴρηνται πρός σε,
2
ln
56 2
τὰ δὲ ἐμὰ ῥήματα τηρείτω σὴ καρδία.
3
ln
56 3
μέμνησο Χριστοῦ τοῦ φυλάσσοντός σε,
4
ln
56 4
καὶ μὴ ἐπιλάθῃ τῆς προσκυνητῆς τριάδος.