section
45
45
τῶν λογισμῶν, οἱ μὲν ἐκ τοῦ χρόνου μόνον· οἱ δὲ, ἐκ τοῦ χρόνου καὶ ἐκ τῆς κατ' ἐνέργειαν ἁμαρτίας τὸν ἄνθρωπον βλάπτουσιν· καὶ ἐκ τοῦ χρόνου μὲν μόνου, οἱ φυσικοί· ἐκ τοῦ χρόνου δὲ καὶ ἐκ τῆς ἐνεργείας, οἱ παρὰ φύσιν· κοινὸν γὰρ πάντων τῶν λογισμῶν τὸ βλάπτειν ἐκ τοῦ χρόνου.
section
19#1
S1
19#1
Τῶν ἀκαθάρτων λογισμῶν, οἱ μὲν ἔξωθεν εἰσίασιν· οἱ δὲ ἐκ τῆς μνήμης γεννῶνται τῆς ψυχῆς· καὶ οἱ μὲν ἔξωθεν προϋπάρχουσιν τῆς ἑαυτῶν γνώσεως, οἱ δὲ ἔσωθεν μετὰ τὴν αὐτῶν γνῶσιν·
section
19#2
S2
19#2
Λογισμὸς δαιμονιώδης ἐστὶ νόημα πράγματος αἰσθητοῦ, θυμὸν ἢ ἐπιθυμίαν παρὰ φύσιν κινῶν.
section
19#3
S3
19#3
Χοῖρος βορβορώδης ἐστὶν ὁ τῆς πορνείας δαίμων, ὁ δὲ σύαγρος ὁ τῆς ὀργῆς ἐστίν· ὁ δὲ διασπῶν τοὺς ὀδόντας αὐτῶν ἐν δυνάμει θεοῦ τὴν δύναμιν αὐτῶν καταθραύσει.