section
1
1
Ὁ Χριστὸς ᾗ μέν ἐστι Χριστὸς, ἔχει τὴν γνῶσιν τὴν οὐσιώδη· ᾗ δὲ δημιουργὸς, τοὺς λόγους τῶν αἰώνων· ᾗ δὲ ἀσώματος, πάλιν τοὺς λόγους τῶν ἀσωμάτων.
section
2
2
Εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω ἑαυτὸν πάντων τῶν νοημάτων, καὶ τότε ὄψεται ἀυτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· τοῦτο δὲ ποιῆσαι ἄνευ ἀπαθείας, τῶν ἀδυνάτων ἐστίν· Θεοῦ γὰρ χρεία συνεργοῦντος τοῦ ἀναπνέοντος αὐτῷ τὸ συγγενὲς φῶς.
section
3
3
Ἀπάθειά ἐστι κατάστασις ἠρέμεα ψυχῆς λογικῆς, ἐκ πραύτητος καὶ σωφροσύνης συνισταμένη.
section
4
4
Νοῦ κατάστασίς ἐστιν ὕψος νοητὸν οὐρανίῳ χρώματι παρεμφερής· ᾧ καὶ τὸ τῆς ἁγίας Τριάδος κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς.
section
5
5
Χριστός ἐστι φύσις λογικὴ, τὸ ὑπὸ τῆς καταπτάσης ἐπ' αὐτὸν περιστερᾶς σημαινόμενον ἔχων ἐν ἑαυτῷ.
section
6
6
Θυμιατήριόν ἐστι νοῦς καθαρὼς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, μὴ ἐφαπτόμενος πράγματος αἰσθητοῦ. Κατὰ μὲν τὴν ἀρετὴν, ἓν ἐσόμεθα ἐν τῇ ὀγδόῃ ἡμέρᾳ· κατὰ δὲ τὴν γνῶσιν, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
section
7
7
Νοῦ φίλημα ἐστι ψεκτὸν, νόημα ἐμπαθὲς πράγματος αἰσθητοῦ· δι' ὅπερ καὶ λέγει ὁ Σωτὴρ τοῖς μαθηταῖς·
Μηδένα κατὰ τὴν τῆς ἀρετῆς ὁδὸν ἀσπάσησθε
.
section
8
8
Θυμός ἐστι δύναμις ψυχῆς, φθαρτικὴ λογισμῶν.
section
9
9
Κυνικός ἐστι νοῦς θεωρητικὸς,
διὰ τῆς κινήσεως τοῦ θυμοῦ πάντας ἀποδιώκων τοὺς ἐμπαθεῖς λογισμούς.
section
10
10
Κυνικός ἐστι νοῦς πρακτικὸς, πάντας τοὺς ἀδίκους καθυλακτῶν λογισμούς.
section
11
11
Παιδεία ἐστὶν ἄρνησις ἀσεβείας καὶ κοσμικῶν ἐπιθυμιῶν.
section
12
12
Φόβος ἐστὶ προδοσία τῶν ἀπὸ λογισμῶν βοηθημάτων.
section
13
13
Λογισμὸς δαιμονιώδης ἐστὶ εἰκὼν τοῦ αἰσθητοῦ ἀνθρώπου, συνισταμένη κατὰ διάνοιαν, μεθ' ἧς ὁ νοῦς κινούμενος ἐμπαθῶς, λέγει τι ἢ πράττει ἀνόμως, ἐν τῷ κρυπτῷ, πρὸς τὸ παρεμπεσὸν εἴδωλον ἐκ διαδοχῆς ὑπ' αὐτοὺ.
section
14
14
Ἀναχωρητής ἐστιν, ὁ ἐν τῷ κατὰ διάνοιαν κόσμῳ συνισταμένῳ, εὐσεβῶς καὶ δικαίως ἀναστρεφόμενος.
section
15
15
Ἄνθρωπός ἐστι πρακτικὸς, ὁ τοῖς παρὰ Θεοῦ δοθεῖσι κεχρημένος ὀρθῶς.
section
16
16
Νοῦς ἐστι πρακτικὸς, ὁ τοῦ κόσμου τούτου ἀπαθῶς ἀεὶ δεχόμενος τὰ νοήματα.
section
17
17
Τέσσαρες τρόποι εἰσὶν δι' ὧν ὁ νοῦς λαμβάνει νοήματα· καὶ πρῶτος μὲν τρόπος, ὁ διὰ τῶν ὀφθαλμῶν· δεύτερος, ὁ διὰ τῆς ἀκοῆς· τρίτος, ὁ διὰ τῆς μνήμης· τέταρτος, ὁ διὰ τῆς κράσεως· καὶ διὰ μὲν τῶν ὀφθαλμῶν, μορφοῦντα μόνον λαμβάνει νοήματα· διὰ δὲ τῆς ἀκοῆς, καὶ μορφοῦντα καὶ μὴ μορφοῦντα, τῷ τὸν λόγον σημαίνειν πράγματα αἰσθητὰ καὶ θεωρητά· ἡ δὲ μνήμη καὶ ἡ κράσις ἀκολουθοῦσι τῇ ἀκοῇ· ἑκάτερα γὰρ μορφοῦσι τὸν νοῦν καὶ οὐ μορφοῦσι μιμούμενα τὴν ἀκοήν.
section
18
18
Ἐν μὲν τοῖς σώμασι, καὶ ὁμοουσιότης καὶ ἑτεροουσίοτης· ἐν δὲ τοῖς ἀσωμάτοις, μόνον ὁμοουσιότης· ἐν δὲ γνώσεσιν, ἑτεροουσίοτης· οὐδεμία γὰρ τῶν θεωριῶν ἐστιν ἡ αὐτή, ἤπερ ἄστρων ἐστὶ θεωρία·
ἐν δὲ Τριάδι μόνον ὁμοουσιότης· οὐδὲ γάρ ἐστι διάφορα ὑποκείμενα πράγματα ὡς ἐν ταῖς θεωρίαις·
οὐδὲ πάλιν ἐκ πλειόνων οὐσιῶν συνέστηκεν ὡς ἐν τοῖς σώμασι· οὐσίας δὲ νῦν λέγω, τὰς συντελούσας εἰς σύστασιν τοῦ ὅρου τοῦ δηλοῦντος τὸ τί εἶναι τοῦ ὑποκειμένου, ἀλλ' οὐδ' ὡς ἐν τοῖς ἀσωμάτοις· εἴγε κἀκεῖνα ὁμοούσια λέγομεν τῷ τῆς αὐτῆς εἶναι γνώσεως δεκτικά.
section
19
19
Ἐπειδὴ ἐκ τῶν πέντε αἰσθήσεων λαμβάνει ὁ νοῦς λογισμοὺς, τηρητέον ἐκ ποίας μᾶλλον γίνονται χαλεπώτεροι· φανερὸν μὲν οὖν ὅτι ἐκ τῆς ἀκοῆς, εἴγε καὶ λυπηρὸς λόγος ταράσσει καρδίαν ἀνδρὸς, κατὰ τὴν παροιμίαν.
section
20
20
Ὁ νοῦς ἐν πρακτικῇ ὢν, ἐν τοῖς νοήμασιν ἐστιν τοῦ κόσμου τούτου· ἐν δὲ γνώσει ὢν, ἐν θεωρίᾳ διατρίβει· ἐν δὲ προσευχῇ γινόμενος, ἐν ἀνειδέῳ ἐστὶ, ὅπερ ὀνομάζεται τόπος Θεοῦ· αὐτὸς οὖν ὄψεται τήν τε ἐν τοῖς σώμασιν ὁμοουσιότητα καὶ ἑτεροουσιότητα καὶ τὴν ἐν θεωρήμασι καὶ τὴν ἐν Θεῳ· ὅπερ ἐπὶ Θεοῦ, τῶν ἀδυνάτων ἐστὶν σαφῶς, ἀδήλου οὔσης τῆς οὐσιώδους γνώσεως καὶ μηδεμίαν ἐχούσης παραλλαγὴν πρὸς γνῶσιν οὐσιώδη.
section
21
21
Τῶν πειρασμῶν οἱ μὲν ἡδονάς· οἱ δὲ λύπας· οἱ δὲ ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις προσάγουσιν.
section
22
22
Ὁ νοῦς ποτὲ μὲν ἀπὸ νοήματος εἰς νοήματα μεταβαίνει· ποτὲ δὲ ἀπὸ θεωρήματος εἰς θεωρήματα, καὶ ἀπὸ θεωρήματος ἐπὶ νοήματα· ἔστι δὲ ὅτε καὶ ἀπὸ τῆς ἀνειδέου καταστάσεως ἐπὶ νοήματα ἢ ἐπὶ θεωρήματα, καὶ ἀπὸ τούτων πάλιν ἐπὶ τὴν ἀνείδεον κατάστασιν ἀνατρέχει· τοῦτο
δὲ αὐτῷ συμβαίνει κατὰ τὸν καιρὸν τῆς προσευχῆς.
section
23
23
Οὐκ ἂν ἴδοι ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ πάντων τῶν ἐν τοῖς πράγμασιν νοημάτων ὑψηλότερος γεγονώς·
οὐ γενήσεται δὲ ὑψηλότερος, μὴ τὰ πάθη ἀπεκδυσάμενος τὰ συνδεσμοῦντα αὐτὸν διὰ τῶν νοημάτων τοῖς πράγμασι τοῖς αἰσθητοῖς· καὶ τὰ μὲν πάθη ἀποθήσεται διὰ τῶν ἀρετῶν, τοὺς δὲ ψιλοὺς λογισμοὺς διὰ τῆς πνευματικῆς θεωρίας· καὶ ταύτην πάλιν, ἐπιφανέντος αὐτῷ τοῦ φωτός.
section
24
24
Οἱ δαιμονιώδεις λογισμοὶ τὸν εὐώνυμον ὀφθαλμὸν τῆς ψυχῆς ἐκτυφλοῦσι, τὸν επιβάλλοντα τῇ θεωρίᾳ τῶν γεγονότων.
section
25
25
Παρὰ δὲ τοῦ ἁγίου Δαυὶδ σαφῶς μεμαθήκαμεν τίς ὁ τόπος τοῦ Θεοῦ·
ἐγενήθη γάρ,
φησὶν,
ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών
. Τόπος ἐστὶ τοίνυν Θεοῦ, ψυχὴ λογική· κατοικητήριον δὲ, νοῦς φωτοειδὴς τὰς κοσμικὰς ἐπιθυμίας ἀρνησάμενος, τοὺς τὴς ψυχῆς λόγους ἀποσκοπεύειν δεδιδαγμένος.
section
26
26
Προσευχή ἐστι κατάστασις νοῦ, φθαρτικὴ παντὸς ἐπιγείου νοήματος·.
section
27
27
Προσευχή ἐστι κατάστασις νοῦ, ὑπὸ φωτὸς μόνου γινομένη τῆς ἁγίας Τριάδος.
section
28
28
Δέησίς ἐστιν ὁμιλία νοῦ πρὸς Θεὸν μεθ' ἱκεσίας βοήθειαν ἢ αἴτησιν ἀγαθῶν περιέχουσα.
section
29
29
Ἐυχή ἐστιν ὑπόσχεσις ἀγαθῶν ἑκούσιος.
section
30
30
Ἔντευξίς ἐστι παράκλησις ὑπὸ μείζονος προσαγομένη Θεῷ περί σωτηρίας ἑτέρων.
section
31
31
ᾍδης ἐστὶ χωρίον ἀφεγγὲς, σκότους αἰωνίου καὶ ζόφου πεπληρωμένον.
section
32
32
Γνωστικός ἐστιν αὐθημερινὸς μίσθιος.
section
33
33
Πρακτικός ἐστι μισθωτὸς, ἀναμένων τὸν μισθὸν αὐτοῦ.
section
34
34
Νοῦς ἐστι ναὸς τῆς ἁγίας Τριάδος.
section
35
35
Νοῦς ἐστιν ἐνσώματος, ὁ πάντων τῶν αἰώνων θεατής.
section
36
36
Νοῦς ἀκάθαρτός ἐστιν, ὁ ἐγκρονίζων μετὰ πάθους ψεκτοῦ τοῖς πράγμασι τοῖς αἰσθητοῖς.
section
37
37
Ἐπιθυμία ἐστὶ δύναμις ψυχῆς, ὀργῆς ἀφανιστική.
section
38
38
Πρακτικός ἐστιν, ὁ ἐν τῷ κατὰ διάνοιαν κόσμῳ συνισταμένῳ εὐσεβῶς καὶ δικαίως πολιτευόμενος.
section
39
39
Θεωρητικός ἐστιν, ὁ πλάττων τὸν αἰσθητὸν κόσμον κατὰ διάνοιαν τῆς αὐτοῦ μόνον γνώσεως ἕνεκεν.
section
40
40
Τῶν λογισμὼν οἱ μὲν, ὡς ζώοις ἡμῖν ἐπισυμβαίνουσιν· οἱ δὲ, ὡς ἀνθρώποις· καὶ ὡς ζώοις μὲν, ὅσοι ἀπὸ ἐπιθυμίας εἰσὶ καὶ θυμοῦ· ὡς ἀνθρώποις δὲ, ὅσοι ἀπὸ λύπης εἰσὶ καὶ καὶ κενοδοξίας και ὑπερηφανίας· οἱ δὲ ἐκ τῆς ἀκηδίας, καὶ ὡς ζώοις καὶ ὡς ἀνθρώποις μικτοὶ ὄντες.
section
41
41
Τῶν λογισμῶν οἱ μὲν ἡγοῦνται, οἱ δὲ ἕπονται· καὶ ἡγοῦνται μὲν οἱ ἐκ τῆς ὑπερηφανίας, ἕπονται δὲ οἱ ἐκ τοῦ θυμοῦ.
section
42
42
Τῶν ἡγουμένων λογισμῶν οἱ μὲν πάλιν προηγοῦνται, οἱ δὲ ἕπονται· καὶ προηγοῦνται μὲν, οἱ ἐκ τῆς γαστριμαργίας, ἕπονται δὲ οἱ τῆς πορνείας.
section
43
43
Τῶν ἑπομένων λογισμῶν τοῖς πρώτοις οἱ μὲν ἡγοῦνται, οἱ δὲ ἕπονται· καὶ ἡγοῦνται μὲν οἱ εκ τῆς λύπης, ἕπονται δὲ οἱ ἐκ τῆς ὀργῆς· εἴγε, κατὰ τὴν παροιμίαν, λόγος λυπηρὸς ἐγείρει ὀργάς.
section
44
44
Τῶν λογισμῶν οἱ μὲν ἄϋλοι εἰσίν· οἱ δὲ ὀλιγόϋλοι· οἱ δὲ πολύϋλοι· καὶ ἄϋλοι μὲν, οἱ ἀπὸ τῆς πρώτης ὑπερηφανίας· ὀλιγόϋλοι δὲ, οἱ ἐκ τῆς πορνείας· πολύϋλοι δὲ, οἱ τῆς κενοδοξίας.
section
45
45
Τῶν λογισμῶν, οἱ μὲν ἀπὸ χρόνου βλάπτουσιν· οἱ δὲ, ἀπὸ τῆς συγκαταθέσεως· οἱ δὲ, ἀπὸ τῆς
κατ' ἐνέργειαν ἁμαρτίας· καὶ ἐκ τοῦ χρόνου μὲν μόνου, οἱ φυσικοί· ἐκ τοῦ
χρόνου δὲ καὶ ἐκ τῆς ἐνεργείας, οἱ παρὰ φύσιν, ὅ τε δαιμονιώδης, καὶ ὁ τῆς κακῆς προαιρέσεως.
section
46
46
Τῷ λογισμῷ τῷ ἀγαθῷ δύο ἀντίκεινται λογισμοὶ, ὅ τε δαιμονώδης καὶ ὁ τῆς κακῆς προαιρέσεως· τῷ δὲ πονηρῷ τρεῖς, ἐκ φύσεως, ἐκ τῆς ὀρθῆς προαιρέσεως καὶ ἐξ ἀγγέλου.
section
47
47
Τῶν λογισμῶν οἱ μὲν ἔξωθεν ἔχουσι τὰς ὕλας· οἱ δὲ τῆς πορνείας ἐκ τοῦ σώματος.
section
48
48
Τῶν λογισμῶν οἱ μὲν ἐκ τῆς ψυχῆς κινουμένης γεννῶνται· οἱ δὲ ἔξωθεν ὑπὸ δαιμόνων ἐγγίνονται.
section
49
49
Τῶν ἀκαθάρτων λογισμῶν οἱ μὲν, ἄδικον· οἱ δὲ, προσωπολήπτην· οἱ δὲ, ἀδύνατον· οἱ δὲ ἀνελεήμονα δεικνύουσι τὸν Θεόν· ἄδικον μὲν, οἱ τῆς πορνείας καὶ κενοδοξίας· προσωπολήπτην δὲ, οἱ τῆς δευτέρας ὑπερηφανίας γινόμενοι λογισμοί· ἀδύνατον δὲ, οἱ τῆς πρώτης ὑπερηφανίας· ἀνελεήμονα δὲ, οἱ λοιποί.
section
50
50
Τῶν λογισμῶν οἱ μὲν ὡς μοναχοῖς ἡμῖν ἐπισυμβαίνουσιν· οἱ δὲ ὡς κοσμικοῖς.
section
51
51
Παντὶ λογισμῷ ἕπεται ἡδονὴ χωρὶς τῆς τῶν λύπης λογισμῶν.
section
52
52
Τῶν λογισμῶν οἱ μὲν τάς φαντασίας ἔχουσι προτέρας τῶν ἰδίων γνώσεων· οἱ δὲ τὰς γνώσεις.
section
53
53
Πρῶτος πάντων λογισμός ἐστιν ὁ τῆς φιλαυτίας, μεθ' ὃν οἱ ὀκτώ.
section
54
54
Τῶν λογισμῶν οἱ μὲν ἐξ αἰτήσεως· οἰ δὲ ἐκ τοῦ κοινοῦ πολεμίου εἰσίν.
section
55
55
Τῶν λογισμῶν οἱ μὲν μορφοῦσι τὴν διάνοιαν, οἱ δὲ οὐ μορφοῦσι· καὶ μορφοῦσι μὲν, ὅσοι ἐξ ὁράσεως· οὐ μορφοῦσι δὲ, ὅσοι ἐκ τῶν λοιπῶν αἰσθήσεων ἡμῖν ἐπισυμβαίνουσι.
section
56
56
Τῶν λογισμῶν οἱ μὲν εἰσὶ κατὰ φύσιν, οἱ δὲ παρὰ φύσιν· καὶ παρὰ φύσιν μὲν ὅσοι ἐξ ἐπιθυμίας εἰσὶ καὶ θυμοῦ, κατὰ φύσιν
δὲ ὅσοι εἰσὶν ἐκ πατρὸς, ἢ μητρὸς ἢ γυναικὸς ἢ τέχνων.
section
57
57
Μόνοι τῶν λογισμῶν οἱ τῆς κενοδοξίας καὶ ὑπερηφανίας μετὰ τὴν ἧτταν τῶν λοιπῶν λογισμῶν, ἐπισυμβαίνουσι λογισμοί.
section
58
58
Κοινὸν πάντων τῶν λογισμῶν, τὸ βλάπτειν ἐκ τοῦ χρόνου.
section
59
59
Τῶν κινουμένων παθῶν, τὰ μὲν ἐκ μνήμης κινεῖται, τὰ δὲ ἐξ αἰσθήσεως, τὰ δὲ ἐκ δαιμόνων.
section
60
60
Πάντες οἱ ἀκάθαρτοι λογισμοὶ ἢ ἐξ ἐπιθυμίας, ἢ ἐκ θυμοῦ, ἢ λύπης δεσμοῦσι τὸν νοῦν.
section
61
61
Μόνοι τῶν λογισμῶν οἱ τῆς λύπης φθαρτικοί εἰσι πάντων τῶν λογισμῶν.
section
62
62
Τῶν νοημάτων τὰ μὲν ἐξ αἰσθήσεως, ἔστι πέντε. τὰ δ' ἐκ μνήμης, δέκα· ὧν τὰ πέντε καθαρὰ εἰ εὖ πράττοιτο, τὰ δὲ πέντε ἀκάθαρτα εἰ κακῶς ἄγοιν ἑαυτὸν· τὰ δὲ ἐξ ἀγγέλων πέντε πνευματικὰ, τὰ δὲ ἐκ δαιμόνων πέντε· τούτων τὰ μὲν ἐξ ὁράσεως ἐστὶ πέντε, ἐκ μνήμης ἀγαθῆς καὶ κακῆς, ἐξ ἀγγέλου, ἐξ ὁράσεως, ἐκ δαιμόνων· ὦν τὰ μὲν δύο πονηρὰ, ἐκ μνήμης κακῆς καὶ δαιμόνων μιμουμένων τὴν ὅρασιν· τὰ δὲ τρία καθαρά· ἀνείδεα δὲ εἰκοσιοκτώ.