section
2
2
Εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω αὐτὸν πάντων τῶν νοημάτων, καὶ τότε ὄψεται ἀυτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· τοῦτο δὲ ποιῆσαι ἄνευ ἀπαθείας, τῶν ἀδυνάτων ἐστί· Θεοῦ γὰρ χρεία συνεργοῦντος καὶ ἐμπνέοντος αὐτῷ τὸ συγγενὲς φῶς.
section
16
16
Νοῦς ἐστι πρακτικὸς, ὁ τοῦ κόσμου τούτου ἀπαθῶς δεχόμενος τὰ νοήματα.
section
17
17
Τέσσαρες τρόποι εἰσὶ δι' ὧν ὁ νοῦς λαμβάνει νοήματα· καὶ πρῶτος μὲν τρόπος, ὁ διὰ τῶν ὀφθαλμῶν· δεύτερος, ὁ διὰ τῆς ἀκοῆς· τρίτος, ὁ διὰ τῆς μνήμης· τέταρτος, ὁ διὰ τῆς κράσεως· καὶ διὰ μὲν τῶν ὀφθαλμῶν μορφοῦντα μόνον λαμβάνει νοήματα· διὰ δὲ τῆς ἀκοῆς, καὶ μορφοῦντα καὶ μὴ μορφοῦντα, τῷ τὸν λόγον σημαίνειν πράγματα αἰσθητὰ καὶ θεωρητά· ἡ δὲ μνήμη καὶ ἡ κράσις μιμοῦνται τὴν ἀκοήν· ἑκάτεραι γὰρ μορφοῦσι τὸν νοῦν.
section
19
19
Ἐπειδὴ ἐκ τῶν πέντε αἰσθήσεων λαμβάνει ὁ νοῦς λογισμοὺς, τηρητέον ἐκ ποίας μᾶλλον γίνονται χαλεπώτεροι· φανερὸν οὖν ἐστιν ἐκ τῆς ἀκοῆς, εἴγε καὶ λυπηρὸς λόγος ταράσσει καρδίαν ἀνδρός.
section
22
22
Ὁ νοῦς ποτὲ μὲν ἀπὸ νοήματος εἰς νόημα μεταβαίνει· ποτὲ δὲ ἀπὸ θεωρήματος εἰς θεωρήματα, καὶ ἀπὸ θεωρήματος ἐπὶ νόημα· ἔστι δὲ ὅτε ἀπὸ τῆς ἀνειδέου καταστάσεως ἐπὶ νοήματα καὶ ἐπὶ θεωρήματα, καὶ ἀπὸ τούτων πάλιν ἐπὶ τὴν ἀνείδεον κατάστασιν ἀνατρέχει κατὰ τὸν καιρὸν τῆς προσευχῆς.
section
20
20
Ὁ νοῦς ἐν πρακτικῇ ὢν, ἐν τοῖς νοήμασιν τοῦ κόσμου
τούτου ἐστίν· ἐν δὲ γνώσει ὢν, ἐν θεωρίᾳ διατρίβει· ἐν δὲ προσευχῇ γινόμενος, ἐν τῷ ἀνειδέῳ ἐστιν, ὅπερ ὀνομάζεται τόπος Θεοῦ·
section
23
23
Οὐκ ἂν δὲ ἴδῃ ὁ νοῦς τὸν τοῦ Θεοῦ τόπον ἐν ἑαυτῷ, μὴ τῶν ἐν τοῖς πράγμασιν νοημάτων ὑψηλότερος γεγονώς· καὶ ἀπεκδυσάμενος τὰ πάθη τὰ συνδεσμοῦντα αὐτὸν τοῖς αἰσθητοῖς.
section
25
25
ἐγενήθη γάρ,
φησιν,
ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ
. Τόπος τοίνυν ἐστὶ τοῦ Θεοῦ, καὶ κατοικητήριον νοῦς φωτοειδὴς, τὰς κοσμικὰς ἐπιθυμίας ἀρνησάμενος.
section
21
21
Τῶν πειρασμῶν οἱ μὲν ἡδονάς· οἱ δὲ λύπας· οἱ δὲ ὀδύνας σωματικὰς τοῖς ἀνθρώποις προσάγουσι.
section
44
44
Τῶν λογισμῶν οἱ μὲν ἄϋλοι εἰσίν· οἱ δὲ ὀλιγόϋλοι· οἱ δὲ πολύϋλοι· καὶ ἄϋλοι μὲν, οἱ ἀπὸ τῆς ὑπερηφανίας· ὀλιγόϋλοι δὲ, οἱ τῆς πορνείας· πολύϋλοι δὲ, οἱ τῆς κενοδοξίας.
section
45
45
Τῶν λογισμῶν, οἱ μὲν ἀπὸ χρόνου βλάπτουσιν· οἱ δὲ, ἀπὸ τῆς κατ' ἐνέργειαν ἁμαρτίας· καὶ ἀπὸ τοῦ χρόνου μὲν, οἱ φυσικοί· ἐκ τῆς ἐνεργείας δὲ, οἱ παρὰ φύσιν.
section
46
46
Τῷ λογισμῷ τῷ ἀγαθῷ δύο ἀντίκεινται λογισμοὶ, ὅ τε δαιμονιώδης καὶ ὁ τῆς κακῆς προαιρέσεως· τῷ δὲ πονηρῷ τρεῖς, ὁ ἐκ φύσεως, ὁ ἐκ τῆς ὀρθῆς προαιρέσεως καὶ ὁ ἐκ τοῦ ἀγαθοῦ ἀγγέλου.
section
47
47
Τῶν λογισμῶν οἱ μὲν ἔξωθεν ἔχουσι τὰς ὕλας· ὁ δὲ τῆς πορνείας ἐκ τοῦ σώματος.
section
48
48
Καὶ οἱ μὲν αὐτῶν τῆς ψυχῆς γεννῶνται· οἱ δὲ ἔξωθεν ὑπὸ δαιμόνων ἐγγίνονται.
section
53
53
Πρῶτος πάντων λογισμός ἐστιν ὁ τῆς φιλαυτίας μεθ' ὃν οἱ ὀκτώ.
section
55
55
Καὶ οἱ μὲν αὐτῶν μορφοῦσι τὴν
διάνοιαν, οἱ δὲ οὐ μορφοῦσι· καὶ μορφοῦσι μὲν ὅσοι ἐξ ὁράσεως. οὐ μορφοῦσι δὲ, ὅσοι ἐκ τῶν λοιπῶν αἰσθήσεων ἡμῖν ἐπισυμβαίνουσιν.
section
58
58
Ἰστέον ὅτι κοινόν ἐστι πάντων τῶν λογισμῶν, τὸ βλάπτειν ἐκ τοῦ χρόνου.
section
57
57
Ἰστέον ὅτι μετὰ τὴν ἧτταν τῶν λογισμῶν ἁπα΄ντων, μόνοι συνίστανται καὶ συνεπεμβαίνουσι ἡμῖν οἱ τῆς κενοδοξίας καὶ οἱ τῆς ὑπερηφανίας.
section
59
59
Ἰστέον ὅτι τὰ μὲν τῶν παθῶν ἐκ μνήμης κινοῦνται, τὰ δὲ ἐξ αἰσθήσεως, τὰ δὲ ἐκ δαιμόνων.
section
60
60
Καὶ πάντες οἱ ἀκάθαρτοι λογισμοὶ ἢ ἐξ ἐπιθυμίας, ἢ ἐκ θυμοῦ, ἢ ἐκ λύπης δεσμοῦσι τὸν νοῦν.