section
2
2
Εἴ τις βούλοιτο ἰδεῖν τὴν τοῦ νοῦ κατάστασιν, στερησάτω ἑαυτὸν πάντων τῶν νοημάτων, καὶ τότε ὄψεται ἀυτὸν σαπφείρῳ ἢ οὐρανίῳ χρώματι παρεμφερῆ· Τοῦτο ποιῆσαι ἄνευ ἀπαθείας, τῶν ἀδυνάτων ἐστίν· Θεοῦ γὰρ χρεία συνεργοῦντος τοῦ ἀναπνέοντος αὐτῷ τὸ συγγενὲς φῶς.
section
4
4
Νοῦ κατάστασίς ἐστιν ὕψος νοητὸν οὐρανίῳ χρώματι παρεμφερής· ᾧ καὶ τὸ τῆς ἁγίας Τριάδος κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐπιγίνεται φῶς.
section
6
6
Θυμιατήριόν ἐστι νοῦς καθαρὸς κατὰ τὸν καιρὸν τῆς προσευχῆς, μὴ ἐφαπτόμενος πράγματος αἰσθητοῦ. Κατὰ μὲν τὴν ἀρετὴν, ἓν ἐσόμεθα ἐν τῇ ὀγδόῃ ἡμέρᾳ· κατὰ δὲ τὴν γνῶσιν, ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
section
27
27
Προσευχή ἐστι κατάστασις νοῦ ὑπὸ φωτὸς μόνου γινομένη τῆς ἁγίας Τριάδος.