Πολλὰ πάθη κέκρυπται ἐν ταῖς ψυχαῖς ἡμῶν, ἅπερ λαν-
θάνοντα ἡμᾶς οἱ ὀξύτεροι τῶν πειρασμῶν φανεροῦσι, καὶ δεῖ πάσῃ
φυλακῇ τηρεῖν τὴν καρδίαν, μήποτε παραφανέντος ἐκείνου τοῦ πράγ-
ματος, πρὸς ὃ τὸ πάθος κεκτήμεθα, συναρπασθέντες ἐξαίφνης ὑπὸ
δαιμόνων, δράσωμέν τι τῶν ἀπηγορευμένων παρὰ Θεοῦ. = E 22.