Ἀναιρουμένων τῶν τεσσάρων, ἀναιροῦνται καὶ τὰ πέντε·
ἀναιρουμένων δὲ τῶν πέντε, οὐκ ἀναιροῦνται καὶ τὰ τέσσαρα· τῇ
διαζεύξει γὰρ τῆς ψυχῆς ἀναιρουμένων τῶν τεσσάρων στοιχείων τοῦ
σώματος, ἀναιροῦνται καὶ αἱ πέντε αἰσθήσεις· ἀναιρουμένων δὲ τῶν
πέντε αἰσθήσεων τῇ φιλοσόφῳ νεκρώσει τοῦ σώματος, οὐκ ἀναιροῦν
ται καὶ τὰ τέσσαρα τούτου στοιχεῖα.