Οὐ ταὐτὸν αἴσθησις καὶ αἰσθητήριον, οὐ
δὲ αἰσθητηκόν τε καὶ αἰσθητόν· Αἴσθησις
μὲν γάρ ἐστιν ἡ δύναμις καθ’ ἣν εἰώθαμεν
ἀντιλαμβάνεσθαι τῶν ὑλῶν. Αἰσθητήριον δὲ,
τὸ ὄργανον ἐν ᾧ καθίδρυται αὕτη· Αἰσθητι
κὸν δὲ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθή
σεις· Αἰσθητὸν δὲ τὸ πεφυσικὸς ταῖς αἰσθή
σεσιν ὑποπίπτειν. Ἀλλ’ οὐχ οὕτως ἐπὶ τῶν
εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστήρην
ται· μόνα δὲ ἔχει τὰ τῶν φυσικῶν αἰσθητη
ρίων μιμήματα, οἷον ὀφθαλμοὺς καὶ ὦτα
καὶ ῥῖνας καὶ τὰ ἑξῆς.