Τέσσαρας ἀρετὰς καὶ τῆς θεωρίας αὐτῆς, παρὰ τοῦ δικαίου
Γρηγορίου μεμαθήκαμεν εἶναι, φρόνησιν καὶ ἀνδρείαν, σωφρο-
σύνην καὶ δικαιοσύνην· καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι
τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων·
τούτους γὰρ ὑπὸ τῆς σοφίας μόνης δηλοῦσθαι παραδέδωκεν· ἀνδρείας δὲ τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ πολεμούμενον,
καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα·
τὸ δὲ παρὰ τοῦ πρώτου
γεωργοῦ δέχεσθαι τὰ σπέρματα καὶ ἀπωθεῖσθαι τὸν
ἐπισπορέα
, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι· δικαιο-
σύνης δὲ πάλιν, τὸ κατ’ ἀξίαν ἑκάστῳ τοὺς λόγους ἀποδιδόναι,
τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ δὲ δι’ αἰνιγμάτων
σημαίνουσαν, τινὰ δὲ καὶ φανεροῦσαν πρὸς ὠφέλειαν τῶν
ἁπλουστέρων.