Guide to Evagrius Ponticus

edited by Joel Kalvesmaki


1
Fragments of the Kephalaia Gnostika from Muyldermans's edition of Milan, Ambr. gr. 681 (Q 74 sup.)
Work
WORK
eng
The Kephalaia Gnostika, written by Evagrius Ponticus
tag:evagriusponticus.net,2015:cpg2432
tag:kalvesmaki.com,2014:cpg2432
Source
Evagriana. Extrait de la revue "Le Muséon" ... augmenté de: nouveaux fragments grecs inédits. [Edited by J. Muyldermans.].
tag:evagriusponticus.net,2012:scriptum:muyldermans-1931b
grc
false
century
1
I
1
I
title
ti
1 ti
I ti
56
66v Εὐαγρίου κεφάλαια.
chapter
1
1 1
I 1
1. Τῷ πρώτῳ ἀγαθῷ οὐδέν ἐστιν ἐναντίον, διότι κατ’ οὐσίαν 
ἐστίν· ἐναντίον δὲ οὐδὲν τῇ οὐσίᾳ.
chapter
2
1 2
I 2
2. Ἡ ἐναντιότης ἐν ταῖς ποιότησιν· αἱ δὲ ποιότητες ἐν τοῖς 
κτίσμασιν· ἡ ἐναντιότης ἄρα ἐν τοῖς κτίσμασιν.
chapter
3
1 3
I 3
3. Πᾶσα λογικὴ φύσις οὐσία γινώσκουσά ἐστιν· ὁ δὲ Θεὸς ἡμῶν 
αὐτὸ γινωσκόμενόν ἐστιν, ἀμερίστως μὲν ἐγγινόμενος, οἷ ἂν 
ἐγγένηται· καθάπερ ἡ ἐπίγειος ἐπιστήμη· διαφέρων δὲ ταύτης 
τὸ ἐνυπόστατος εἶναι.
chapter
4
1 4
I 4
4. Πάντα τὰ γεγονότα ἢ τῶν ἐναντίων ἐστὶν δεκτικὰ, ἢ ἐκ 
τῶν ἐναντίων συνέστικεν· οὐ πάντα δὲ τὰ τῶν ἐναντίων δεκτικὰ 
καὶ τοῖς ἐκ τῶν ἐναντίων συνεστῶσι συνέζευκται.
57
chapter
5
1 5
I 5
5. Αἱ ἀκρότητες οὔτε γεννῶσιν, οὔτε γεννῶνται· ἡ δὲ μεσότης 
καὶ γεννᾷ καὶ γεννᾶται.
chapter
7
1 7
I 7
6. Ἀναιρουμένων τῶν ἅμα, ἀναιρεῖται καὶ ὁ ἀριθμός· καὶ 
τούτου ἀναιρεθέντος, ταὐτὸν ἔσται τὸ ἐν ἡμῖν καὶ τὸ ἐν ᾧ 
ἐσμεν.
chapter
14
1 14
I 14
7. Ἑκάστην τῶν ἐπιστημῶν ἐν τῷ οἰκίῳ μόνῳ θεωρίσεις 
ἐπιστητῷ· τὴν δὲ τοῦ ὄντως γνῶσιν ἐν πᾶσιν τούτοις εὑρήσεις. 
chapter
24
1 24
I 24
8. Εἰ ὁ στάχυς κατὰ δύναμιν ἐν τῷ κόκκῳ, καὶ τὸ τέλος κατὰ 
δύναμιν ἐν τῷ αἰτίῳ· οὐτ’ αὐτὸν ὁ κόκκος καὶ τὰ ἐν τῷ κόκκῳ, οὐδ’ 
ὁ στάχυς καὶ τὰ ἐν τῷ κόκκῳ.
chapter
29
1 29
I 29
9. Ὡς χρῶμα καὶ σχῆμα καὶ ἀριθμὸς τοῖς σώμασι συναπέρχεται, 
οὕτως καὶ τοῖς τέτρασι στοιχίοις ἡ ὕλη συνδιαφθείρεται. 
chapter
36
1 36
I 36
10. Οὐτ’ αὐτὸν αἴσθησις καὶ αἰσθητήριον, οὐδ’ αἰσθητηκόν 
τε καὶ αἰσθητόν· αἴσθησις μὲν γάρ ἐστιν ἡ δύναμις, καθ’ ἣν εἰώθαμεν 
ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν· αἰσθητήριον δὲ τὸ ὄργανον ἐν ᾧ 
καθίδρυται αὕτη· αἰσθητηκὸν δὲ τὸ ζῷον αὐτὸ τὸ κεκτιμένον 
 τὰς αἰσθήσεις· αἰσθητὸν δὲ τὸ πεφυσικῶς ταῖς αἰσθήσεσιν ὑπο-
no
πίπτειν.
chapter
39
1 39
I 39
11. Ἀρετῆς μὲν γεγόναμεν ἔχοντες σπέρματα, κακίας δὲ οὔ· 
οὐ γὰρ εἴ τινος δεκτικοί ἐσμεν, τούτου πάντως καὶ τὴν δύναμιν 
ἔχομεν· ἐπεὶ καὶ μὴ εἶναι δυνάμενοι, τοῦ μὴ ὄντος οὐκ ἔχομεν 
δύναμιν, εἴπερ αἱ δυνάμεις ποιότητες, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν ποιότης. 
chapter
40
1 40
I 40
12. Ἦν ὅτε οὐκ ἦν κακία, καὶ ἔσται ὅτε οὐκ ἔσται· οὐκ ἦν δὲ 
ὅτε οὐκ ἦν ἀρετὴ, οὐ δὲ ἔσται ὅτε οὐκ ἔσται· πείθει δέ με ὁ ἐν τῷ 
58
 ᾅδῃ πλούσιος διὰ κακίαν, καὶ ἐλεῶν τοὺς ἀδελφούς· τὸ δὲ ἐλεεῖν 
ἀρετή.
chapter
42
1 42
I 42
13. Ἐκεῖ λέγεται Θεὸς παρεῖναι, ἔνθα καὶ ἐνεργεῖ· ὅπου δὲ 
μᾶλλον ἐνεργεῖ, μᾶλλον πάρεστιν· ἐνεργεῖ δὲ πλέον ἐν ταῖς οὐρα-
no
νίαις δυνάμεσιν, πλέον οὖν ἐκεῖσαι πάρεστιν. 
chapter
43
1 43
I 43
14. Ὁ Θεὸς καὶ πανταχοῦ πάρεστιν καὶ οὐδαμοῦ· πανταχοῦ 
μὲν, ὅτι πᾶσιν ἐνυπάρχει τοῖς γεγονόσιν· οὐδαμοῦ δε, διότι ἕτερος 
αὐτῶν ἐστιν.
chapter
58
1 58
I 58
15. Θνητόν ἐστι τὸ πεφυκὸς ἀπὸ τοῦ συνεζευγμένου σώματος 
λυέσθαι· ἀθάνατον δὲ ὃ μὴ διαλυέσθαι πέφυκεν· πάντα γὰρ ἀναγκαίως 
τὰ συνδεθέντα σώμασιν καὶ λυθήσεται ποτέ.
chapter
64
1 64
I 64
16. Ζωὴ ὄντως ἐστὶν ἡ κατὰ φύσιν ἐνέργεια τῶν ἐμψυχομένων· 
θάνατος δὲ ἡ παρὰ φύσιν.
chapter
87
1 87
I 87
17. Πάντα τὰ γεγονότα διὰ τὴν γνῶσιν γέγονε τοῦ Θεοῦ, ἵνα ἐκ 
μεγέθους καὶ καλλονῆς (cf. Sap. XIII, 5) ὃ γέγονεν γινώσκεται· 
πᾶν δὲ ὃ ἐτέρου [ἑτέρου] γίνεται χάριν, τοῦτο ἔλαττον ἐκείνου ἐστὶν οὗ 
ἕνεκα γίνεται· πάντων ἄρα τιμιωτέρα ἐστὶν ἡ γνῶσις τοῦ Θεοῦ.
century
2
II
2
II
chapter
32
2 32
II 32
18. Ὥσπερ οὐκ αἱ ὕλαι, ἀλλ’ αἱ ποιότητες αὐτῶν τὰ σώματα 
διαστρέφουσιν· οὕτως οὐ τὰ πράγματα, ἀλλ’ αἱ περὶ αὐτῶν θεωρίαι 
αὔξουσι τὴν ψυχήν. 
chapter
35
2 35
II 35
19. Πέντε καὶ ὁ νοῦς κέκτηται θεῖας αἰσθήσεις, δι’ ὧν ἀντιλαμ-
no
βάνεται τῶν οἰκίων ὑλῶν· καὶ ὅρασις μὲν αὐτὰ ψιλὰ τὰ νοητὰ 
παρίστησιν αὐτῷ πράγματα· ἀκοὴ δὲ τοὺς λόγους περὶ αὐτῶν εἰσδέ-
no
χεται· τῆς δὲ παντὸς ψευδοῦς ἀμιγοῦς εὐωδίας ἀπολαύει ἡ ὄσφησις, 
59
 καὶ τῆς ἐκ τούτων ἡδονῆς μεταλαμβάνει τὸ στόμα· διὰ δὲ τῆς ἁφῆς 
πληροφορεῖται τὴν ἀκριβῆ λαμβάνοντων πραγμάτων ἀπόδειξιν.
chapter
45
2 45
II 45
20. Αἴσθησις μὲν καὶ νοῦς μερίζονται τὰ αἰσθητά· νοῦς δὲ μόνος 
ἔχει τὰ νοητά· καὶ γὰρ τῶν πραγμάτων καὶ τῶν λόγων ὁ αὐτὸς 
γίνεται θεατής.
century
3
III
3
III
chapter
76
3 76
III 76
21. Μορφούμενοι μὲν ἐν τῇ γαστρὶ, τὴν τῶν φυτῶν ζῶμεν ζωὴν, 
τεχθέντες δὲ τὴν τῶν ζῴον, καὶ τελειωθέντες τὴν τῶν ἀγγέλων.
22. Αἴτιον δὲ τῆς μὲν πρώτης ζωῆς ἡ ἔμψυχος οὐσία, τῆς δὲ 
δευτέρας αἱ αἰσθήσεις, τῆς δὲ τρίτης τὸ ἀρετῆς εἶναι ἡμᾶς καὶ κακίας 
δεκτικούς. 
chapter
90
3 90
III 90
23. Οὐ παύονται τῶν γνωστικὸν συκοφαντοῦντες οἱ δαίμονες 
καὶ μηδὲν πλημμελοῦντα, ἵνα τὸν νοῦν πρὸς αὐτοὺς περισπάσωσιν· 
νέφος γάρ τι περὶ τὸν νοῦν ἵσταται καὶ τῆς θεωρίας ἀπάγει τὸν νοῦν, 
καθ’ὃν καιρὸν ὡς συκοφαντοῦντας ἐλλέγχει τοὺς δαίμονας.
century
4
IV
4
IV
chapter
81
4 81
IV 81
24. Πᾶσα μὲν θεωρία τῷ ἰδίῳ λόγῳ ἄϋλός ἐστιν καὶ ἀσώματος· 
ἔνυλον δὲ πάλιν λέγουσιν καὶ ἄϋλον θεωρίαν τὴν ἐχουσαν καὶ μὴ 
ἔχουσαν ὑποκείμενα πράγματα. 
chapter
90
4 90
IV 90
25. Ἡ τοῦ Χριστοῦ γνῶσις οὐ διαλεκτικῆς χρίζει ψυχῆς, ἀλλὰ 
βλεπούσης· τὸ μὲν γὰρ διαλέγεσθαι, καὶ ταῖς ἀκαθάρτοις προσγίνεται 
ψυχαῖς· τὸ δὲ βλέπειν μόναις ταῖς καθαραῖς.