Guide to Evagrius Ponticus

edited by Joel Kalvesmaki


1
Fragments of the Kephalaia Gnostika preserved in MS Moscow 425
Work
WORK
eng
The Kephalaia Gnostika, written by Evagrius Ponticus
tag:evagriusponticus.net,2015:cpg2432
tag:kalvesmaki.com,2014:cpg2432
Source
Irénée Hausherr, "Nouveaux Fragments Grecs d’Évagre Le Pontique." Orientalia Christiana Periodica 5 (1939): 229–33.
urn:uuid:4664feb0-2600-4212-a570-f9d58cb55e96
tag:evagriusponticus.net,2012:scriptum:hausherr-1939b
grc
false
century
1
I
1
I
chapter
39
1 39
I 39
230
I. 39. Ἀρετῆς γεγόναμεν σπέρματα, κακίας δὲ οὔ· οὐ γὰρ 
εἴ τινος δεκτικοί ἐσμεν, τούτου πάντως καὶ τὴν δύναμιν ἔχομεν, ἐπεὶ 
καὶ μὴ εἶναι δυνάμενοι, τοῦ μὴ ὄντος οὐκ ἔχομεν δύναμιν· εἴπερ αἱ 
δυνάμεις ποιότητες, τὸ δὲ μὴ ὄν οὐκ ἔστι ποιότης. = E 11.
chapter
53
1 53
I 53
I. 53. Τὰ μὲν τῷ νοῒ μαχόμενα δαιμόνια καλοῦνται πτηνά, θηρία 
δὲ τὰ τὸν θυμὸν ἐκταράσσοντα, κτήνη δὲ ὀνομάζεται τὰ τὴν ἐπιθυμίαν 
κινοῦντα. = E 4.
chapter
78
1 78
I 78
I. 78. Ἀπόταξις μὲν πρώτη ἐστὶ κατάλειψις κοσμικῶν πραγμάτων 
ἑκούσιος τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν· = E 5.
chapter
79
1 79
I 79
I. 79. ἀπόταξις δὲ δευτέρα ἀπόθεσις κακίας χάριτι Θεοῦ καὶ 
σπουδῇ τοῦ ἀνθρώπου προσγινομένη· = E 5.
chapter
80
1 80
I 80
I. 80. ἀπόταξις δὲ τρίτη ἐστὶ χωρισμὸς ἀγνοίας τῶν πεφυκότων 
ἐμφανίζεσθαι τοῖς ἀνθρώποις κατ᾿ ἀναλογίαν τῆς καταστάσεως. = E 5.
chapter
81
1 81
I 81
I. 81. Δόξα οὖν καὶ φῶς τοῦ νοός ἐστιν ἡ γνῶσις, δόξα δὲ καὶ 
φῶς ζωῆς ἡ ἀπάθεια. = E 7.
century
2
II
2
II
chapter
6
2 6
II 6
II. 6. Ψυχὴ δὲ ἡ τὴν πρακτικὴν σὺν Θεῷ κατορθώσασα καὶ 
λυθεῖσα τοῦ σώματος, ἐν ἐκείνοις γίνεται τοῖς τῆς γνώσεως τόποις, ἐν 
οἷς αὐτὴν τὸ τῆς ἀπαθείας πτερὸν καταπαύσει. = E 4.
chapter
10
2 10
II 10
II. 10. Τερπνὰ μὲν τὰ διὰ τῶν αἰσθήσεων ἡμῖν προσπίπτοντα 
πράγματα· τερπνοτέρα δὲ πολλῷ μᾶλλον τούτων ἐστίν ἡ θεωρία, 
ἀλλ᾿ ἐπειδὴ μὴ φθάνει τὴν γνῶσιν ἡ αἴσθησις διὰ τὴν ἡμετέραν ἀσθέ-
no
νειαν, αὐτὴ προτιμοτέρα εἶναι δοκεῖ τῆς μηδέπω παρούσης. = E6.
chapter
83
2 83
II 83
II. 83. Ὥσπερ αἱ αἰσθήσεις ἀλλοιοῦνται διαφόρων ἀντιλαμβα-
no
νόμεναι ποιοτήτων, οὕτω καὶ ὁ νοῦς ἀλλοιοῦται ποικίλαις θεωρίαις 
ἐνατενίζων ἀεί. = E 7.
century
3
III
3
III
chapter
59
3 59
III 59
III. 59. Εἰ πᾶσα κακία ἐκ τοῦ λογιστικοῦ, ἐκ τοῦ ἐπιθυμητικοῦ, 
ἢ ἐκ τοῦ θυμικοῦ πέφυκε γίνεσθαι, ταύταις δὲ ταῖς δυνάμεσιν ἔστιν 
εὖ ἢ κακῶς χρήσασθαι, παρὰ τὴν χρῆσιν δηλονότι τούτων τῶν μερῶν 
ἐπισυμβαίνουσιν ἡμῖν αἱ κακίαι· εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐδὲν τῶν 
ὑπὸ Θεοῦ γεγονότων ἐστὶ πονηρόν. = E 8.
century
4
IV
4
IV
chapter
31
4 31
IV 31
IV. 31. Ὥσπερ ὁ κρυπτόμενος ἀστὴρ τοῦ κρύπτοντος αὐτὸν 
ἀστέρος ἀνώτερος ἀποδείκνυται, οὕτως ὁ μᾶλλον πρᾳῢς τοῦ ἧττον 
πρᾳέος ἐν τῷ αἰῶνι τῷ μέλλοντι ὑψηλότερος εὑρεθήσεται. = E 9.
chapter
33
4 33
IV 33
IV. 33. Τοὺς ἀνελεήμονας μετὰ θάνατον ἀνελεήμονες ὑποδέχονται 
231
δαίμονες, τοὺς δὲ μᾶλλον ἀνελεήμονας οἱ μᾶλλον τούτων ἀπανθρω-
no
πότεροι. Εἰ δὲ τοῦτο οὕτως ἔχει, λέληθεν ἄρα τοὺς ἑαυτοὺς ἐκ τοῦ 
 σώματος ὑπεξάγοντας, ὁποῖοι αὐτοῖς μετὰ τὴν ἔξοδον ὑπαντιάζουσι 
δαίμονες· καὶ γὰρ λόγος ἐστὶ μηδένα τῶν βουλήσει Θεοῦ ἐξιόντων 
τοῖς τοιούτοις παραδίδοσθαι δαίμοσιν. = E 10.
chapter
68
4 68
IV 68
IV. 68. Οἴκου μὲν εἰκόνα σώζει τὸ σῶμα τὸ τῆς ψυχῆς, αἱ δὲ 
αἰσθήσεις θυρίδων ἐπέχουσι λόγον, δι᾿ ὧν παρακύπτων ὁ νοῦς βλέπει 
τὰ αἰσθητά. = E13.
chapter
70
4 70
IV 70
IV. 70. Οὐ πάντων οὖν ἐστι τὸ λέγειν· ἔκβαλλε ἐκ φυλακῆς τὴν 
ψυχήν μου ἀλλὰ τῶν δυναμένων διὰ καθαρότητα ψυχῆς καὶ χωρὶς τοῦ 
σώματος τούτου τῇ θεωρίᾳ τῶν γεγονότων ἐπιβάλλειν. = E13.
century
5
V
5
V
chapter
27
5 27
V 27
V. 27. Ὁ θυμὸς μὲν ταρασσόμενος τὸν ὁρῶντα τυφλοῖ, ἐπιθυμία 
δὲ ἀλόγως κινουμένη τὰ ὁρώμενα πράγματα κρύπτει. = E14.
chapter
41
5 41
V 41
V. 41. Ὁ τὸν νοητὸν κόσμον ἐν ἑαυτῷ περιφέρων τυπούμενον, 
παύεται μὲν ἁπάσης ἐπιθυμίας φθαρτῆς· αἰσχύνεται δὲ ἐπὶ τούτοις 
λοιπὸν ἐφ᾿ οἷς πρότερον ἥδετο, τοῦ λογισμοῦ πολλάκις ἐγκαλοῦντος 
αὐτῷ τὰ τὴς προτέρας ἀναισθησίας. = E15.
chapter
45
5 45
V 45
V. 45. Ὁ νοῦς μὲν κεφαλὴ τῆς ψυχῆς ὀνομάζεται, αἱ δὲ ἀρεταὶ 
τριχῶν ἐπέχουσι λόγον, ὧν στερηθεὶς Ναζιραῖος, τῆς γνώσεώς τε χω-
no
ρίζεται καὶ δέσμιος ὑπὸ τῶν πολεμίων ἀπάγεται. = E 17.
chapter
57
5 57
V 57
V. 57. Ὥσπερ νῦν μὲν διὰ τῶν αἰσθήσεων τοῖς αἰσθητοῖς ἐπι-
no
βάλλομεν πράγμασιν, ὕστερον δὲ καθαρθέντες, καὶ τοὺς λόγους τούτων 
ἐπιγινώσκομεν· οὕτω πρότερον μὲν ὀψόμεθα αὐτὰ τὰ πράγματα, ἐπὶ 
πλεῖον δὲ καθαρθέντες, καὶ τὴν περὶ αὐτῶν θεωρίαν εἰσόμεθα, μεθ’ ἣν 
ἔστι γνῶναι λοιπὸν καὶ αὐτὴν τὴν ἁγίαν Τριάδα. = E 18.
chapter
90
5 90
V 90
V. 90. Τὰ πράγματα ὡς ἔχει φύσεως ἢ νοῦς καθαρὸς ὁρᾷ, ἢ 
λόγος πνευματικὸς σαφῶς παρίστησιν· ὁ δὲ ἀμφοτέρων ἐστηρημένος 
πρὸς κακηγορίαν χωρήσει τοῦ συγγράφεως. = E 2.
century
6
VI
6
VI
chapter
21
6 21
VI 21
VI. 21. Ἀρετὴ δέ ἐστιν ἕξις ἀρίστη ψυχῆς λογικῆς, καθ᾿ ἣν δυσκί-
no
νητος γίνεται πρὸς κακίαν. = E 24.
chapter
22
6 22
VI 22
VI. 22. Εἰ αἰσθητοὶ λόγοι ἐν τῷ αἰῶνι τῷ μέλλοντι παριστῶσι 
τὰ πράγματα οἱ σοφοὶ δηλονότι τοῦ αἰῶνος τούτου λήψονται τὴν 
βασιλείαν τῶν οὐρανῶν. Εἰ δὲ καθαρότης ὁρᾷ διανοίας καὶ λόγος 
σημαίνει ταύτην κατάλληλος, μακρὰν οἱ σοφοὶ γενήσονται τῆς γνώσεως 
τοῦ Θεοῦ. = E 19.
chapter
52
6 52
VI 52
VI. 52. Πολλὰ πάθη κέκρυπται ἐν ταῖς ψυχαῖς ἡμῶν, ἅπερ λαν-
no
θάνοντα ἡμᾶς οἱ ὀξύτεροι τῶν πειρασμῶν φανεροῦσι, καὶ δεῖ πάσῃ 
φυλακῇ τηρεῖν τὴν καρδίαν, μήποτε παραφανέντος ἐκείνου τοῦ πράγ-
no
ματος, πρὸς ὃ τὸ πάθος κεκτήμεθα, συναρπασθέντες ἐξαίφνης ὑπὸ 
δαιμόνων, δράσωμέν τι τῶν ἀπηγορευμένων παρὰ Θεοῦ. = E 22.
232
chapter
55
6 55
VI 55
VI. 55. Ὁ νοῦς τὸ τηνικαῦτα ἐπιβάλλει τοῖς νοητοῖς, ὁπηνίκα 
ἂν μηκέτι ποιῶται τοῖς ἀπὸ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς λογι-
no
σμοῖς. = E 23.
chapter
62
6 62
VI 62
VI. 62. Στεῖρά ἐστι ψυχὴ λογικὴ ἡ πάντοτε μανθάνουσα καὶ 
μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν βουλομένη· = E 24.
chapter
63
6 63
VI 63
VI. 63. Ὥσπερ οἱ τὰς ὄψεις κεκαθαρμένοι καὶ τῷ ἡλίῳ ἐνα-
no
τενίζοντες εἰς δάκρυά τε προσπίπτουσι καὶ τὸν ἀέρα ποικίλοις χρώ-
no
μασι κεκραμένον ὁρῶσιν, οὕτω καὶ ὁ καθαρὸς νοῦς ὑπὸ ὀργῆς 
ταρασσόμενος περιδράξασθαι τῆς θεωρίας ἀδυνατεῖ καὶ νεφέλας τινὰς 
περιπετομένας τοῖς πράγμασιν ὁρᾷ. = E 25.
century
5
V
5
V
chapter
42
5 42
V 42
E 16. Ὁ ἐν τῇ διανοίᾳ κόσμος κτιζόμενος μεθ’ ἡμέραν μὲν δυσ-
no
διάγνωστος εἶναι δοκεῖ, τῶν αἰσθήσεων περισπωσῶν τὸν νοῦν, καὶ 
τοῦ αἰσθητοῦ φωτὸς περιλάμποντος· νύκτωρ δὲ ἔστιν ἰδεῖν αὐτὸν 
περιφανῶς κατὰ τὸν καιρὸν τῆς προσευχῆς ἐκτυπούμενον.
century
6
VI
6
VI
chapter
51
6 51
VI 51
E 20. Εἰ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων τὸ λογιστικὸν μέρος 
ἐστὶ τιμιώτατον, τοῦτο δὲ μόνον τῇ σοφίᾳ ποιοῦται, προτέρα ἂν εἴη 
πασῶν τῶν ἀρετῶν ἡ σοφία· ταύτην γὰρ καὶ υἱοθεσίας πνεῦμα ὁ 
σοφὸς ἡμῶν διδάσκαλος εἴρηκεν.
233
chapter
25
6 25
VI 25
E 21. Ὅταν ἀδυνατήσωσι δαίμονες κινῆσαι λογισμοὺς γνωστικῷ, 
τὸ τηνικαῦτα τῶν ὀφθαλμῶν αὐτοῦ δράσσονται καὶ τούτους πάνυ 
καταψυχρώσαντες εἰς βαρύτατον αὐτοὺς ὕπνον καθέλκουσι· ψυχρὰ 
γὰρ πάντα τὰ τῶν δαιμόνων σώματα καὶ κρυστάλλῳ παρεμφερῆ.