Guide to Evagrius Ponticus

edited by Joel Kalvesmaki


1
Guillaumonts' Greek edition of the Praktikos of Evagrios Pontikos
Work
eng
Evagrius Ponticus, Praktikos
IRIs
tag:evagriusponticus.net,2015:cpg2430
tag:kalvesmaki.com,2014:cpg2430
Source
fra
Traitè pratique, ou, Le moine. Evagre le Pontique. Introduction par Antoine Guillaumont et Claire Guillaumont. Sources chrétiennes 171. Paris, Éditions du Cerf, 1971.
tag:evagriusponticus.net,2012:scriptum:guillaumont-1971
Rights for the source are held by Sources chrétiennes, Les Éditions du Cerf 24, rue des Tanneries 75013 Paris France www.editionsducerf.fr
urn:uuid:d56dd4a9-5487-4131-ac61-f43e2b11a17a
grc
false
preface
pr
pr
title
ti
pr ti
482
ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ
section
1
pr 1
Ἐπειδή μοι πρώην δεδήλωκας ἀπὸ τοῦ ἁγίου ὄρους ἐν τῇ Σκίτει καθεζομένῳ, ποθεινότατε ἀδελφὲ Ἀνατόλιε, καὶ τὸ συμβολικὸν σχῆμα τῶν ἐν Αἰγύπτῳ μοναχῶν σαφηνισθῆναί σοι παρεκάλεσας· οὐ γὰρ εἰκῇ οὐδὲ παρέλκον αὐτὸ νενόμικας 
484
τοσαύτην παραλλαγὴν ἔχον παρὰ τὰ λοιπὰ σχήματα τῶν ἀνθρώπων· φέρε, ὅσα παρὰ τῶν ἁγίων Πατέρων περὶ τούτου μεμαθήκαμεν, ἐξαγγείλωμεν.
section
2
pr 2
Τὸ μὲν κουκούλλιον σύμβολόν ἐστι τῆς χάριτος τοῦ Σωτῆρος ἡμῶν Θεοῦ σκεπαζούσης αὐτῶν τὸ ἡγεμονικὸν καὶ περιθαλπούσης τὴν ἐν Χριστῷ νηπιότητα διὰ τοὺς ῥαπίζειν ἀεὶ καὶ τιτρώσκειν ἐπιχειροῦντας. Ὅσοι τοίνυν ἐπὶ τῆς κεφαλῆς φέρουσι τοῦτο δυνάμει ψάλλουσι ταῦτα· 
ἐὰν μὴ 
486
Κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασεν ὁ οἰκοδομῶν καὶ ὁ φυλάσσειν πειρώμενος
Ps 126.1.2-5
. Αἱ δὲ τοιαῦται φωναὶ ταπεινοφροσύνην μὲν ἐμποιοῦσιν, ἐκριζοῦσι δὲ ὑπερηφανίαν τὸ ἀρχαῖον κακόν, τὸ κατασεῖσαν εἰς τὴν γῆν 
τὸν Ἑωσφόρον τὸν πρωῒ ἀνατέλλοντα
Is 14.12
.
section
3
pr 3
Τὸ δὲ γεγυμνῶσθαι τὰς χεῖρας τὸ ἀνυπόκριτον τῆς πολιτείας ἐμφαίνει· δεινὴ γὰρ ἡ κενοδοξία συγκαλύψαι καὶ συσκιάσαι τὰς ἀρετάς, ἀεὶ δόξας τὰς παρὰ τῶν ἀνθρώπων θηρεύουσα καὶ τὴν πίστιν ἀποδιώκουσα. 
Πῶς γὰρ δύνασθε, φήσι, πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;
Jn 5.44
 Δεῖ γὰρ τὸ ἀγαθὸν μὴ δι' ἕτερον ἀλλὰ δι' αὐτὸ μᾶλλον εἶναι αἱρετόν· εἰ γὰρ μὴ τοῦτο δοθείη, φανήσεται τὸ κινοῦν ἡμᾶς πρὸς τὴν ἐργασίαν τοῦ καλοῦ πολλῷ τιμιώτερον ὑπάρχον τοῦ γινομένου, ὅπερ τῶν ἀτοπωτάτων ἂν εἴη Θεοῦ τι κρεῖττον ἐννοεῖν τε καὶ λέγειν
section
4
pr 4
488
Ὁ δὲ ἀνάλαβος πάλιν ὁ σταυροειδῶς τοῖς ὤμοις αὐτῶν περιπλεκόμενος σύμβολον τῆς εἰς Χριστόν ἐστι πίστεως ἀναλαμβανούσης τοὺς πραεῖς καὶ περιστελλούσης ἀεὶ τὰ κωλύοντα καὶ τὴν ἐργασίαν ἀνεμπόδιστον αὐτοῖς παρεχούσης.
section
5
pr 5
Ἡ δὲ ζώνη περισφίγγουσα τοὺς νεφροὺς αὐτῶν ἀπωθεῖται πᾶσαν ἀκαθαρσίαν καὶ τοῦτο παραγγέλλει· 
καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι
1Co 7.1
.
section
6
pr 6
Τὴν δὲ μηλωτὴν ἔχουσιν 
οἱ πάντοτε τὴν νέκρωσιν τοῦ 
490
Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες
2Co 4.10
 καὶ φιμοῦντες μὲν πάντα τὰ τοῦ σώματος ἄλογα πάθη, τὰς δὲ τῆς ψυχῆς κακίας μετουσίᾳ τοῦ καλοῦ περικόπτοντες· καὶ πενίαν μὲν ἀγαπῶντες, πλεονεξίαν δὲ φεύγοντες ὡς εἰδωλολατρίας μητέρα.
section
7
pr 7
Ἡ δὲ ῥάβδος 
ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής
Pro 3.18
.
section
8
pr 8
Καὶ τούτων μὲν σύμβολον ὡς ἐν ἐπιτομῇ τῶν πραγμάτων τὸ σχῆμα· τὰ δὲ ῥήματα ταῦτά ἐστιν ἃ πρὸς αὐτοὺς ἀεὶ 
492
λέγουσιν οἱ Πατέρες· τὴν πίστιν, ὦ τέκνα, βεβαιοῖ ὁ φόβος ὁ τοῦ Θεοῦ, καὶ τοῦτον πάλιν ἐγκράτεια, ταύτην δὲ ἀκλινῆ ποιοῦσιν ὑπομονὴ καὶ ἐλπίς, ἀφ' ὧν τίκτεται ἀπάθεια, ἧς ἔγγονον ἡ ἀγάπη, ἀγάπη δὲ θύρα γνώσεως φυσικῆς ἣν διαδέχεται θεολογία καὶ ἡ ἐσχάτη μακαριότης.
section
9
pr 9
Καὶ περὶ μὲν τοῦ σχήματος τοῦ ἱεροῦ καὶ τῆς διδασκαλίας τῶν γερόντων τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω. Περὶ δὲ τοῦ βίου τοῦ τε πρακτικοῦ καὶ τοῦ γνωστικοῦ νυνὶ διηγούμεθα, οὐχ ὅσα ἑωράκαμεν ἢ ἠκούσαμεν, ἀλλ' ὅσα τοῦ καὶ ἄλλοις εἰπεῖν παρ' αὐτῶν μεμαθήκαμεν, ἑκατὸν μὲν κεφαλαίοις τὰ πρακτικά, πεντήκοντα δὲ πρὸς τοῖς ἑξακοσίοις τὰ γνωστικὰ συντετμημένως διελόντες· καὶ τὰ μὲν ἐπικρύψαντες, τὰ δὲ συσκιάσαντες, ἵνα 
μὴ δῶμεν τὰ ἅγια τοῖς κυσὶ μηδὲ 
494
βάλωμεν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων
Mt 7.6
. Ἔσται δὲ ταῦτα ἐμφανῆ τοῖς εἰς τὸ αὐτὸ ἴχνος αὐτοῖς ἐμβεβηκόσιν.
title
ti
ti
496
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΑΚΤΙΚΟΣ 
ΚΕΦΑΛΑΙΑ Ρ´
chapter
1
1
498
Χριστιανισμός ἐστι δόγμα τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστός.
chapter
2
2
Βασιλεία οὐρανῶν ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς
chapter
3
3
500
Βασιλεία Θεοῦ ἐστι γνῶσις τῆς ἁγίας Τριάδος συμπαρεκτεινομένη τῇ συστάσει τοῦ νοός, καὶ ὑπερβάλλουσα τὴν ἀφθαρσίαν αὐτοῦ.
chapter
4
4
502
Οὗτινός τις ἐρᾷ τούτου καὶ ἐφίεται πάντως, καὶ οὗ ἐφίεται, τούτου καὶ τυχεῖν ἀγωνίζεται· καὶ πάσης μὲν ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμίαν δὲ τίκτει αἴσθησις· τὸ γὰρ αἰσθήσεως ἄμοιρον καὶ πάθους ἐλεύθερον.
chapter
5
5
504
Τοῖς μὲν ἀναχωρηταῖς οἱ δαίμονες γυμνοὶ προσπαλαίουσι, τοῖς δὲ ἐν κοινοβίοις ἢ συνοδίαις κατεργαζομένοις τὴν ἀρετὴν τοὺς ἀμελεστέρους τῶν ἀδελφῶν ἐφοπλίζουσι· πολλῷ δὲ κουφότερος ὁ δεύτερος πόλεμος τοῦ πρώτου διότι οὐκ ἔστιν εὑρεῖν ἐπὶ τῆς γῆς ἀνθρώπους πικροτέρους δαιμόνων ἢ πᾶσαν ἀθρόως αὐτῶν ὑποδεχομένους τὴν κακουργίαν.
title
head 1
head 1
506
Περὶ τῶν ὀκτὼ λογισμῶν
chapter
6
6
Ὀκτώ εἰσι πάντες οἱ γενικώτατοι λογισμοὶ ἐν οἷς περιέχεται πᾶς λογισμός. πρῶτος ὁ τῆς γαστριμαργίας, καὶ μετ' αὐτὸν 
508
ὁ τῆς πορνείας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς λύπης· πέμπτος ὁ τῆς ὀργῆς· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· ὄγδοος ὁ τῆς ὑπερηφανίας. Τούτους πάντας παρενοχλεῖν μὲν τῇ ψυχῇ ἢ μὴ παρενοχλεῖν, τῶν οὐκ ἐφ’ ἡμῖν ἐστι· τὸ δὲ χρονίζειν αὐτοὺς ἢ μὴ χρονίζειν, ἢ πάθη κινεῖν ἢ μὴ κινεῖν, τῶν ἐφ’ ἡμῖν.
chapter
7
7
Ὁ μὲν τῆς γαστριμαργίας λογισμὸς ἔκπτωσιν ταχεῖαν τῷ μοναχῷ τῆς ἀσκήσεως ὑποβάλλει· στόμαχον καὶ ἧπαρ καὶ 
510
σπλῆνα καὶ ὕδρωπα διαγράφων, καὶ νόσον μακράν, καὶ σπάνιν τῶν ἐπιτηδείων, καὶ ἰατρῶν ἀπορίαν. Φέρει δὲ αὐτὸν πολλάκις καὶ εἰς μνήμην ἀδελφῶν τινων τούτοις περιπεσόντων τοῖς πάθεσιν. Ἔστι δὲ ὅτε καὶ αὐτοὺς ἐκείνους τοὺς πεπονθότας παραβάλλειν ἀναπείθει τοῖς ἐγκρατευομένοις, καὶ τὰς ἑαυτῶν ἐκδιηγεῖσθαι συμφοράς, καὶ ὡς ἐκ τῆς ἀσκήσεως τοιοῦτοι γεγόνασιν.
chapter
8
8
Ὁ τῆς πορνείας δαίμων σωμάτων καταναγκάζει διαφόρων ἐπιθυμεῖν· καὶ σφοδρότερος τοῖς ἐγκρατευομένοις ἐφίσταται, 
512
ἵν’ ὡς μηδὲν ἀνύοντες παύσωνται· καὶ τὴν ψυχὴν μιαίνων περὶ ἐκείνας κατακάμπτει τὰς ἐργασίας· λέγειν τε αὐτήν τινα ῥήματα καὶ πάλιν ἀκούειν ποιεῖ, ὡς ὁρωμένου δῆθεν καὶ παρόντος τοῦ πράγματος. 
chapter
9
9
Ἡ φιλαργυρία γῆρας μακρὸν ὑποβάλλει καὶ πρὸς ἐργασίαν ἀδυναμίαν χειρῶν, λιμούς τε ἐσομένους καὶ νόσους συμβησομένας, καὶ τὰ τῆς πενίας πικρά, καὶ ὡς ἐπονείδιστον τὸ παρ’ ἑτέρων λαμβάνειν τὰ πρὸς τὴν χρείαν.
chapter
10
10
514
Ἡ λύπη ποτὲ μὲν ἐπισυμβαίνει κατὰ στέρησιν τῶν ἐπιθυμιῶν, ποτὲ δὲ καὶ παρέπεται τῇ ὀργῇ. Κατὰ στέρησιν δὲ τῶν ἐπιθυμιῶν οὕτως ἐπισυμβαίνει· λογισμοί τινες προλαβόντες εἰς μνήμην ἄγουσι τὴν ψυχὴν οἴκου τε καὶ γονέων καὶ τῆς προτέρας διαγωγῆς. Καὶ ὅταν αὐτὴν μὴ ἀνθισταμένην ἀλλ’ ἐπακολουθοῦσαν θεάσωνται καὶ διαχεομένην ἐν ταῖς κατὰ διάνοιαν ἡδοναῖς, τότε λαμβάνοντες αὐτὴν ἐν τῇ λύπῃ βαπτίζουσιν ὡς οὐχ ὑπαρχόντων τῶν προτέρων πραγμάτων οὐδὲ δυναμένων λοιπὸν διὰ τὸν παρόντα βίον ὑπάρξαι· καὶ ἡ ταλαίπωρος ψυχή, ὅσον διεχύθη ἐπὶ τοῖς προτέροις λογισμοῖς, τοσοῦτον ἐπὶ τοῖς δευτέροις συνεστάλη ταπεινωθεῖσα.
chapter
11
11
516
Ἡ ὀργὴ πάθος ἐστὶν ὀξύτατον· θυμοῦ γὰρ λέγεται ζέσις καὶ κίνησις κατὰ τοῦ ἠδικηκότος ἢ δοκοῦντος ἠδικηκέναι· 
518
ἥτις πανημέριον μὲν ἐξαγριοῖ τὴν ψυχὴν, μάλιστα δὲ ἐν ταῖς προσευχαῖς συναρπάζει τὸν νοῦν, τὸ τοῦ λελυπηκότος πρόσωπον ἐσοπτρίζουσα. Ἔστι δὲ ὅτε χρονίζουσα καὶ μεταβαλλομένη εἰς μῆνιν, ταραχὰς νύκτωρ παρέχει, τῆξίν τε τοῦ σώματος καὶ ὠχρότητα, καὶ θηρίων ἰοβόλων ἐπιδρομάς. Ταῦτα δὲ τὰ τέσσαρα μετὰ τὴν μῆνιν συμβαίνοντα, εὕροι ἄν τις παρακολουθοῦντα πλείοσι λογισμοῖς.
chapter
12
12
520
Ὁ τῆς ἀκηδίας δαίμων, ὃς καὶ 
μεσημβρινὸς
Ps 90.6
 καλεῖται, πάντων τῶν δαιμόνων ἐστὶ βαρύτατος· καὶ ἐφίσταται μὲν τῷ μοναχῷ περὶ ὥραν τετάρτην, κυκλοῖ δὲ τὴν ψυχὴν αὐτοῦ μέχρις ὥρας ὀγδόης. Καὶ πρῶτον μὲν τὸν ἥλιον καθορᾶσθαι ποιεῖ δυσκίνητον ἢ ἀκίνητον, πεντηκοντάωρον τὴν ἡμέραν δεικνύς. Ἔπειτα δὲ συνεχῶς ἀφορᾶν πρὸς τὰς θυρίδας καὶ 
522
τῆς κέλλης ἐκπηδᾶν ἐκβιάζεται, τῷ τε ἡλίῳ ἐνατενίζειν πόσον τῆς ἐνάτης ἀφέστηκε, καὶ περιβλέπεσθαι τῇδε κἀκεῖσε μή τις τῶν ἀδελφῶν. Ἔτι δὲ μῖσος πρὸς τὸν τόπον ἐμβάλλει καὶ πρὸς τὸν βίον αὐτόν, καὶ πρὸς τὸ ἔργον τὸ τῶν χειρῶν· καὶ ὅτι ἐκλέλοιπε παρὰ τοῖς ἀδελφοῖς ἡ ἀγάπη καὶ οὐκ ἔστιν 
524
ὁ παρακαλῶν· εἰ δὲ καί τις κατ’ ἐκείνας τὰς ἡμέρας εἴη λυπήσας τὸν μοναχόν, καὶ τοῦτο εἰς αὔξησιν τοῦ μίσους ὁ δαίμων προστίθησιν. Ἄγει δὲ αὐτὸν καὶ εἰς ἐπιθυμίαν τόπων ἑτέρων ἐν οἷς ῥᾳδίως τὰ πρὸς τὴν χρείαν ἔστιν εὑρεῖν καὶ τέχνην μετελθεῖν εὐκοπωτέραν μᾶλλον καὶ προχωροῦσαν· καὶ ὡς οὐκ ἔστιν ἐν τόπῳ τὸ εὐαρεστεῖν τῷ Κυρίῳ προστίθησιν· 
allusion
πανταχοῦ γάρ, φησί, τὸ θεῖον προσκυνητόν
Jn 4.21 - Jn 4.24
. Συνάπτει δὲ 
526
τούτοις καὶ μνήμην τῶν οἰκείων καὶ τῆς προτέρας διαγωγῆς· καὶ χρόνον τῆς ζωῆς ὑπογράφει μακρόν, τοὺς τῆς ἀσκήσεως πόνους φέρων πρὸ ὀφθαλμῶν· καὶ πᾶσαν τὸ δὴ λεγόμενον κινεῖ μηχανὴν ἵνα καταλελοιπὼς ὁ μοναχὸς τὴν κέλλαν φύγῃ τὸ στάδιον. Τούτῳ τῷ δαίμονι ἄλλος μὲν εὐθὺς δαίμων οὐχ ἕπεται· εἰρηνικὴ δέ τις κατάστασις καὶ χαρὰ ἀνεκλάλητος μετὰ τὸν ἀγῶνα τὴν ψυχὴν διαδέχεται.
chapter
13
13
528
Ὁ τῆς κενοδοξίας λογισμὸς λεπτότατός τίς ἐστι καὶ παρυφίσταται τοῖς κατορθοῦσι ῥᾳδίως δημοσιεύειν αὐτῶν τοὺς ἀγῶνας βουλόμενος καὶ 
allusion
τὰς παρὰ τῶν ἀνθρώπων δόξας θηρώμενος
1Th 2.6
, δαίμονάς τε κράζοντας ἀναπλάττων καὶ θεραπευόμενα γύναια καὶ ὄχλον τινὰ τῶν ἱματίων ἐφαπτόμενον· μαντεύεται δὲ αὐτῷ καὶ ἱερωσύνην λοιπὸν καὶ τοὺς ζητοῦντας αὐτὸν ταῖς θύραις ἐφίστησι· καὶ ὡς εἰ μὴ βούλοιτο δέσμιος ἀπαχθήσεται. Καὶ οὕτως αὐτὸν μετέωρον ταῖς κεναῖς ἐλπίσι 
530
ποιήσας ἀφίπταται καταλιπὼν ἢ τῷ τῆς ὑπερηφανίας δαίμονι πειράζειν αὐτὸν ἢ τῷ τῆς λύπης, ὅστις ἐπάγει καὶ λογισμοὺς αὐτῷ ταῖς ἐλπίσιν ἐναντιουμένους· ἔστι δὲ ὅτε καὶ τῷ τῆς πορνείας δαίμονι παραδίδωσι τὸν πρὸ ὀλίγου δέσμιον καὶ ἅγιον ἱερέα.
chapter
14
14
532
Ὁ τῆς ὑπερηφανίας δαίμων χαλεπωτάτης πτώσεως τῇ ψυχῇ πρόξενος γίνεται· ἀναπείθει γὰρ αὐτὴν Θεὸν μὲν μὴ ὁμολογεῖν βοηθόν, ἑαυτὴν δὲ τῶν κατορθουμένων αἰτίαν εἶναι νομίζειν καὶ φυσιοῦσθαι κατὰ τῶν ἀδελφῶν ὡς ἀνοήτων, 
534
διότι μὴ τοῦτο περὶ αὐτῆς πάντες ἐπίστανται. Παρακολουθεῖ δὲ ταύτῃ ὀργὴ καὶ λύπη, καὶ τὸ τελευταῖον κακόν, ἔκστασις φρενῶν καὶ μανία καὶ δαιμόνων ἐν τῷ ἀέρι πλῆθος ὁρώμενον.
title
head 2
head 2
536
Πρὸς τοὺς ὀκτὼ λογισμούς 
chapter
15
15
Νοῦν μὲν πλανώμενον ἵστησιν ἀνάγνωσις καὶ ἀγρυπνία καὶ προσευχή· ἐπιθυμίαν δὲ ἐκφλογουμένην μαραίνει πεῖνα καὶ κόπος καὶ ἀναχώρησις· θυμὸν δὲ καταπαύει κυκώμενον ψαλμῳδία καὶ μακροθυμία καὶ ἔλεος· καὶ ταῦτα τοῖς προσή-
538
κουσι χρόνοις τε καὶ μέτροις γινόμενα· τὰ γὰρ ἄμετρα καὶ ἄκαιρα ὀλιγοχρόνια· τὰ δὲ ὀλιγοχρόνια βλαβερὰ μᾶλλον καὶ οὐκ ὠφέλιμα.
chapter
16
16
540
Ὁπηνίκα διαφόρων βρωμάτων ἐφίεται ἡμῶν ἡ ψυχή, τὸ τηνικαῦτα ἐν ἄρτῳ στενούσθω καὶ ὕδατι ἵν' εὐχάριστος γένηται καὶ ἐπ' αὐτῷ ψιλῷ τῷ ψωμῷ· κόρος γὰρ ποικίλων ἐδεσμάτων ἐπιθυμεῖ, λιμὸς δὲ τὸν κόρον τοῦ ἄρτου μακαριότητα εἶναι νομίζει. 
chapter
17
17
542
Πάνυ πρὸς σωφροσύνην συμβάλλεται ἡ τοῦ ὕδατος ἔνδεια· καὶ πειθέτωσάν σε 
allusion
τῶν Ἰσραηλιτῶν οἱ μετὰ Γεδεὼν τριακόσιοι τὴν Μαδιὰμ
Jug 7.5-7
 χειρωσάμενοι.
chapter
18
18
546
Ὡς ζωὴν καὶ θάνατον ἅμα συμβῆναι τῷ αὐτῷ τῶν οὐκ ἐνδεχομένων ἐστίν, οὕτως ἀγάπην χρήμασι συνυπάρξαι τινὶ τῶν ἀδυνάτων ἐστίν· ἀναιρετικὴ γὰρ οὐ μόνον χρημάτων ἡ ἀγάπη, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς. 
chapter
19
19
Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἡδονὰς πύργος ἐστὶ τῷ τῆς λύπης ἀπόσιτος δαίμονι· λύπη γάρ ἐστι στέρησις ἡδονῆς 
548
ἢ παρούσης ἢ προσδοκωμένης· ἀδύνατον δὲ τὸν ἐχθρὸν τοῦτον ἀπώσασθαι πρός τι τῶν ἐπιγείων ἔχοντας ἡμᾶς προσπάθειαν· ἐκεῖ γὰρ ἵστησι τὴν παγίδα καὶ τὴν λύπην ἐργάζεται ὅπου βλέπει μάλιστα νενευκότας ἡμᾶς. 
chapter
20
20
Ὀργὴ μὲν καὶ μῖσος αὔξει θυμόν· ἐλεημοσύνη δὲ καὶ πραΰτης καὶ τὸν ὄντα μειοῖ. 
chapter
21
21
550
Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπἰ τῷ παροργισμῷ ἡμῶν
Eph 4.26
, ἵνα μὴ νύκτωρ ἐπιστάντες οἱ δαίμονες ἐκδειματώσωσι τὴν ψυχὴν καὶ δειλότερον ποιήσωσι τῇ ἐπιούσῃ τὸν νοῦν πρὸς τὸν πόλεμον· τὰ γὰρ φοβερὰ φάσματα ἐκ τῆς ταραχῆς τοῦ θυμοῦ πέφυκε γίνεσθαι· οὐδὲν δὲ λειποτάκτην οὕτως ἄλλο τὸν νοῦν ἀπεργάζεται ὡς θυμὸς ταρασσόμενος. 
chapter
22
22
552
Ὁπηνίκα προφάσεως ἐφαψάμενον τὸ θυμικὸν ἡμῶν μέρος τῆς ψυχῆς ἐκταράσσεται, τὸ τηνικαῦτα καὶ οἱ δαίμονες τὴν ἀναχώρησιν ἡμῖν ὡς καλὴν ὑποβάλλουσιν, ἵνα μὴ τὰς αἰτίας τῆς λύπης λύσαντες ταραχῆς ἑαυτοὺς ἀπαλλάξωμεν. Ὅταν δὲ τὸ ἐπιθυμητικὸν ἐκθερμαίνηται, τότε πάλιν φιλανθρώπους ἡμᾶς ἀπεργάζονται σκληροὺς καὶ ἀγρίους ἀποκαλοῦντες, ἵνα σωμάτων ἐπιθυμοῦντες σώμασιν ἐντυγχάνωμεν. Οἷς οὐ πείθεσθαι δεῖ· μᾶλλον δὲ τὸ ἐναντίον ποιεῖν. 
chapter
23
23
554
Μή δῷς σεαυτὸν τῷ τῆς ὀγῆς λογισμῷ κατὰ διάνοιαν τῷ λελυπηκότι μαχόμενος· μηδ' αὐ πάλιν τῷ τῆς πορνείας ἐπὶ πλεῖστον τὴν ἡδονὴν φανταζόμενος· τὸ μὲν γὰρ ἐπισκοτεῖ τῇ ψυχῇ, τὸ δὲ πρὸς τὴν πύρωσιν τοῦ πάθους αὐτὴν προσκαλεῖται· ἑκάτερα δὲ τὸν νοῦν σου ῥυπῶντα ποιεῖ· καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὰ εἴδωλα φανταζόμενος καὶ καθαρὰν τῷ Θεῷ τὴν εὐχὴν μὴ προσφέρων εὐθὺς τῷ τῆς ἀκηδίας δαίμονι περιπίπτεις· ὅστις μάλιστα ταῖς τοιαύταις ἐφάλλεται καταστάσεσι καὶ δίκην κυνὸς καθάπερ νεβρὸν τὴν ψυχὴν διαρπάζει.
chapter
24
24
556
Φύσις θυμοῦ τὸ τοῖς δαίμουσι μάχεσθαι καί ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. Διόπερ οἱ μὲν ἄγγελοι τὴν πνευματικὴν ἡμῖν ἡδονὴν ὑποβάλλοντες καὶ τὴν ἐκ ταύτης μακαριότητα, πρὸς τοὺς δαίμονας τὸν θυμὸν τρέψαι παρακαλοῦσιν· ἐκεῖνοι δ' αὖ πάλιν πρὸς τὰς κοσμικὰς ἐπιθυμίας ἕλκοντες ἡμᾶς, τὸν θυμὸν παρὰ φύσιν μάχεσθαι τοῖς ἀνθρώποις βιάζονται, ἵνα σκοτισθεὶς ὁ νοῦς καὶ τῆς γνώσεως ἐκπεσὼν προδότης γένηται τῶν ἀρετῶν. 
chapter
25
25
558
Πρόσεχε σεαυτῷ μήποτε φυγαδεύσῃς τινὰ τῶν ἀδελφῶν παροργίσας, καὶ οὐκ ἐκφεύξῃ ἐν τῇ ζωῇ σου τὸν τῆς λύπης δαίμονα παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἀεί σοι σκῶλον γινόμενον.
chapter
26
26
560
Μνησικακίαν σβέννυσι δῶρα· καὶ πειθέτω σε 
allusion
Ἰακὼβ τὸν Ἠσαῦ δόμασιν ὑπελθὼν μετὰ τετρακοσίων εἰς ὑπάντησιν ἐξελθόντα
Gen 32.7
. Ἀλλ' ἡμεῖς πένητες ὄντες τραπέζῃ τὴν χρείαν πληρώσωμεν. 
chapter
27
27
562
Ὅταν τῷ τῆς ἀκηδίας περιπέσωμεν δαίμονι, τὸ τηνικαῦτα τὴν ψυχὴν μετὰ δακρύων μερίσαντες τὴν μὲν παρακαλοῦσαν τὴν δὲ παρακαλουμένην ποιήσωμεν, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑποσπείροντες καὶ τὸ τοῦ ἁγίου Δαυΐδ κατεπᾴδοντες· 
ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξοολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου
Ps 41.6
chapter
28
28
564
Οὐ δεῖ κατὰ τὸν καιρὸν τῶν πειρασμῶν καταλιμπάνειν τὴν κέλλαν προφάσεις εὐλόγους δῆθεν πλαττόμενον, ἀλλ' ἔνδον καθῆσθαι καὶ ὑπομένειν καὶ δέχεσθαι γενναίως τοὺς ἐπερχομένους ἅπαντας μέν, ἐξαιρέτως δὲ τὸν τῆς ἀκηδίας δαίμονα, ὅστις ὑπὲρ πάντας βαρύτατος ὢν δοκιμωτάτην μάλιστα τὴν ψυχὴν ἀπεργάζεται. Τὸ γὰρ φεύγειν τοὺς τοιούτους ἀγῶνας καὶ περιίστασθαι ἄτεχνον τὸν νοῦν καὶ δειλὸν καὶ δραπέτην διδάσκει. 
chapter
29
29
566
Ἔλεγε δὲ ὁ ἅγιος καὶ πρακτικώτατος ἡμῶν διδάσκαλος· οὕτω δεῖ ἀεὶ παρασκευάζεσθαι τὸν μονοχὸν ὡς αὔριον τεθνηξόμενον, καὶ οὕτω πάλιν τῷ σώματι κεχρῆσθαι ὡς ἐν πολλοῖς ἔτεσι συζησόμενον. Τὸ μὲν γάρ, φησί, τοὺς τῆς ἀκηδίας 
568
λογισμοὺς περικόπτει καὶ σπουδαιότερον παρασκευάζει τὸν μοναχόν· τὸ δὲ σῷον διαφυλάττει τὸ σῶμα καὶ ἴσην αὐτοῦ ἀεὶ συντηρεῖ τὴν ἐγκράτειαν. 
chapter
30
30
570
Χαλεπὸν διαυγεῖν τὸν τῆς κενοδοξίας λογισμόν· ὃ γὰρ ποιεῖς εἰς καθαίρεσιν αὐτοῦ τοῦτο ἀρχή σοι κενοδοξίας ἑτέρας καθίσταται. Οὐ παντὶ δὲ λογισμῷ ἡμῶν ὀρθῷ ἐναντιοῦνται οἱ δαίμονες ἀλλά τισι καὶ αἱ κακίαι αὗται καθ' ἃς πεποιώμεθα. 
chapter
31
31
572
Ἔγνων τὸν τῆς κενοδοξίας δαίμονα σχεδὸν ὑπὸ πάντων διωκόμενον τῶν δαιμόνων καὶ ἐπὶ τοῖς τῶν διωκόντων πτώμασιν ἀναιδῶς παριστάμενον καὶ τῷ μοναχῷ μέγεθος ἀρετῶν ἐμφανίζοντα. 
chapter
32
32
Ὁ γνώσεως ἐφαψάμενος καὶ τὴν ἀπ' αὐτῆς καρπούμενος ἡδονὴν οὐκέτι τῷ τῆς κενοδοξίας πεισθήσεται δαίμονι, 
574
πάσας αὐτῷ τὰς ἡδονὰς τοῦ κόσμου προσάγοντι· τί γὰρ ἂν καὶ ὑπόσχοιτο μεῖζον πνευματικῆς θεωρίας; Ἐν ὅσῳ δέ ἐσμεν γνώσεως ἄγευστοι, τὴν πρακτικὴν προθύμως κατεργαζώμεθα, τὸν σκοπὸν ἡμῶν δεικνύντες Θεῷ ὅτι πάντα πράττομεν τῆς αὐτοῦ γνώσεως ἕνεκεν. 
chapter
33
33
Μέμνησο τοῦ προτέρου σου βίου καὶ ἀρχαίων παραπτωμάτων, καὶ πῶς ἐμπαθὴς ὢν ἐλέει Χριστοῦ πρὸς τὴν ἀπάθειαν μεταβέβηκας, καὶ πῶς πάλιν ἐξῆλθες τοῦ κόσμου τοῦ πολλὰ καὶ πολλάκις σε ταπεινώσαντος. Λόγισαι δέ μοι 
576
καὶ τοῦτο· τίς ὁ ἐν τῆ ἐρήμῳ φυλάσσων σε, καὶ τίς ὁ ἀπελαύνων τοὺς δαίμονας βρύχοντας κατὰ σοῦ τοὺς ὀδόντας αὐτῶν. Οἱ γὰρ τοιοῦτοι λογισμοὶ ταπεινοφροσύνην μὲν ἐμποιοῦσιν, τὸν δὲ τῆς ὑπερηφανίας οὐκ εἰσδέχονται δαίμονα. 
title
head 3
head 3
578
Περὶ παθῶν 
chapter
34
34
Ὧν τὰς μνήμας ἔχομεν ἐμπαθεῖς, τούτων καὶ τὰ πράγματα πρότερον μετὰ πάθους ὑπεδεξάμεθα· καὶ ὅσα τῶν πραγμάτων πάλιν μετὰ πάθους ὑποδεχόμεθα, τούτων καὶ τὰς μνήμας ἕξομεν ἐμπαθεῖς. Ὅθεν ὁ νικήσας τοὺς ἐνεργοῦντας δαίμονας τῶν ὑπ’ αὐτῶν ἐνεργουμένων καταφρονεῖ· τοῦ γὰρ ἐνύλου πολέμου ὁ ἄϋλος χαλεπώτερος. 
chapter
35
35
580
Τὰ μὲν τῆς ψυχῆς πάθη ἐκ τῶν ἀνθρώπων ἔχει τὰς ἀφορμάς· τὰ δὲ τοῦ σώματος ἐκ τοῦ σώματος· καὶ τὰ μὲν τοῦ σώματος πάθη περικόπτει ἐγκράτεια, τὰ δὲ τῆς ψυχῆς ἀγάπη πνευματική. 
chapter
36
36
582
Οἱ μὲν τῶν ψυχικῶν προεστῶτες παθῶν ἄχρι θανάτου προσκαρτεροῦσιν· οἱ δὲ τῶν σωματικῶν θᾶττον ὑποχωροῦσιν· καὶ οἱ μὲν ἄλλοι δαίμονες ἀνατέλλοντι ἢ δύνοντι τῷ ἡλίῳ ἐοίκασιν, ἑνός τινος μέρους τῆς ψυχῆς ἐφαπτόμενοι· ὁ δὲ μεσημβρινὸς ὅλην περιλαμβάνειν εἴωθε τὴν ψυχὴν καὶ ἐναποπνίγειν τὸν νοῦν. Διὸ γλυκεῖα ἡ ἀναχώρησις μετὰ τὴν τῶν παθῶν κένωσιν· τότε γὰρ αἱ μνῆμαι μόνον εἰσὶ ψιλαί· καὶ ἡ πάλη οὐ πρὸς ἀγῶνα λοιπόν, ἀλλὰ πρὸς θεωρίαν αὐτῆς παρασκευάζει τὸν μοναχόν. 
chapter
37
37
584
Πότερον ἡ ἔννοια τὰ πάθη κινεῖ, ἢ τὰ πάθη τὴν ἔννοιαν προσεκτέον· τισὶ μὲν γὰρ ἔδοξε τὸ πρότερον, τισὶ δὲ τὸ δεύτερον. 
chapter
38
38
586
Ὑπὸ τῶν αἰσθήσεων πέφυκε κινεῖσθαι τὰ πάθη· καὶ παρούσης μὲν ἀγάπης καὶ ἐγκρατείας οὐ κινηθήσεται, ἀπούσης δὲ κινηθήσεται· πλειόνων δὲ παρὰ τὴν ἐπιθυμίαν ὁ θυμὸς δεῖται φαρμάκων, καὶ διὰ τοῦτο 
μεγάλη
1Co 13.13
 λέγεται ἡ ἀγάπη ὅτι χαλινός ἐστι τοῦ θυμοῦ· ταύτην καὶ Μωσῆς ἐκεῖνος ὁ ἅγιος ἐν τοῖς φυσικοῖς συμβολικῶς 
allusion
ὀφιομάχην ὠνόμασεν
Lev 11.22
chapter
39
39
590
Πρὸς τὴν ἐπικρατοῦσαν δυσωδίαν ἐν τοῖς δαίμοσιν εἴωθεν ἀνάπτεσθαι πρὸς λογισμοὺς ἡ ψυχή, ὅταν αὐτῶν ἐγγιζόντων ἀντιλαμβάνηται, τῷ τοῦ παρενοχλοῦντος πάθει πεποιωμένη. 
title
head 4
head 4
592
Ὑποθῆκαι
chapter
40
40
Οὐκ ἐν παντὶ καιρῷ δυνατὸν ἐκτελεῖν τὸν συνήθη κανόνα, προσέχειν δὲ δεῖ τῷ καιρῷ καὶ τὰς ἐνδεχομένας ἐντολὰς ὡς ἕνι μάλιστα πειρᾶσθαι ποιεῖν· τοὺς γὰρ καιροὺς καὶ αὐτοὶ τοὺς τοιούτους οὐκ ἀγνοοῦσιν οἱ δαίμονες. Ὅθεν κινούμενοι καθ’ ἡμῶν, τὰ μὲν δυνατὰ γενέσθαι κωλύουσι, τὰ δὲ μὴ δυνατὰ γενέσθαι πράττειν ἡμᾶς καταναγκάζουσι· καὶ γὰρ τοὺς ἀσθενοῦντας εὐχαριστεῖν μὲν ἐπὶ ταῖς ἀλγηδόσι καὶ μακροθυμεῖν ἐπὶ τοῖς ὑπηρετοῦσιν ἀποκωλύουσιν· ἀτονοῦντας δὲ πάλιν ἐγκρατεύεσθαι καὶ βεβαρημένους ἑστῶτας ψάλλειν προτρέπονται.
chapter
41
41
594
Ὅταν ἐν πόλεσιν ἢ ἐν κώμαις ἐπ’ ὀλίγον ἀναγκαζώμεθα διατρίβειν, τότε μάλιστα σφοδρότερον τῆς ἐγκρατείας ἐχόμενοι τοῖς κοσμικοῖς συνεσόμεθα, μήποτε παχυνθεὶς ἡμῶν ὁ νοῦς καὶ τῆς συνήθους ἐπιμελείας διὰ τὸν παρόντα καιρὸν στερηθεὶς πράξῃ τι τῶν ἀβουλήτων καὶ γένηται φυγάς, ὑπὸ τῶν δαιμόνων βαλλόμενος. 
chapter
42
42
596
Οὐ πρότερον προσεύξῃ πειραζόμενος, πρὶν εἰπεῖν τινα ῥήματα μετ’ ὀργῆς πρὸς τὸν θλίβοντα· τῆς γὰρ ψυχῆς σου πεποιωμένης τοῖς λογισμοῖς, συμβαίνει μηδὲ καθαρὰν γενέσθαι τὴν προσευχήν· ἐὰν δὲ μετ’ ὀργῆς εἴπῃς τι πρὸς αὐτούς, συγχεῖς τε καὶ ἐξαφανίζεις τῶν ἀντικειμένων τὰ νοήματα. Τοῦτο γὰρ ἡ ὀργὴ καὶ ἐπὶ τῶν κρειττόνων νοημάτων ἐργάζεσθαι πέφυκεν. 
chapter
43
43
598
Δεῖ δὲ καὶ τὰς διαφορὰς τῶν δαιμόνων ἐπιγινώσκειν, καὶ τοὺς καιροὺς αὐτῶν σημειοῦσθαι· εἰσόμεθα δὲ ἐκ τῶν λογισμῶν, τοὺς δὲ λογισμοὺς ἐκ τῶν πραγμάτων, τίνες τῶν δαιμόνων σπάνιοι καὶ βαρύτεροι, καὶ ποῖοι συνεχεῖς καὶ κουφότεροι, καὶ τίνες οἱ ἀθρόως εἰσπηδῶντες καὶ πρὸς 
600
βλασφημίαν τὸν νοῦν ἁρπάζοντες. Ταῦτα δὲ ἀναγκαῖον εἰδέναι, ἵν’ ὅταν ἄρξωνται οἱ λογισμοὶ τὰς ἰδίας ὕλας κινεῖν, πρὶν ἢ πολὺ τῆς οἰκείας ἐκβαλώμεθα καταστάσεως, φθεγγώμεθά τι πρὸς αὐτοὺς καὶ τὸν παρόντα σημαίνωμεν· οὕτω γὰρ ἂν αὐτοί τε ῥᾳδίως σὺν Θεῷ προκόπτωμεν, κἀκείνους θαυμάζοντας ἡμᾶς καὶ ὀδυνωμένους ἀποπτῆναι ποιήσωμεν. 
chapter
44
44
Ὅταν ἀγωνιζόμενοι πρὸς τοὺς μοναχοὺς ἀδυνατῶσιν οἱ δαίμονες, τότε μικρὸν ὑποχωρήσαντες ἐπιτηροῦσι ποία τῶν ἀρετῶν ἐν τῷ μεταξὺ παρημέληται, κἀκείνῃ αἰφνιδίως ἐπεισελθόντες, τὴν ἀθλίαν ψυχὴν διαρπάζουσιν. 
chapter
45
45
602
Οἱ πονηροὶ δαίμονες τοὺς πονηροτέρους αὐτῶν δαίμονας εἰς βοήθειαν ἐπισπῶνται· καὶ κατὰ τὰς διαθέσεις ἀλλήλοις ἐναντιούμενοι, συμφωνοῦσιν ἐπ’ ἀπωλείᾳ μόνον ψυχῆς. 
chapter
46
46
Μὴ ταραττέτω δὲ ἡμᾶς ὁ δαίμων ὁ συναρπάζων τὸν νοῦν πρὸς βλασφημίαν Θεοῦ καὶ πρὸς τὰς ἀπειρημένας φαντασίας 
604
ἐκείνας ἃς ἔγωγε οὐδὲ γραφῇ παραδοῦναι τετόλμηκα, μηδὲ τὴν προθυμίαν ἡμῶν ἐκκοπτέτω· 
καρδιογνώστης
Ac 1.24
 γάρ ἐστιν ὁ Κύριος καὶ οἶδεν ὅτι οὐδὲ ἐν τῷ κόσμῳ ὄντες ποτὲ τοιαύτην μανίαν ἐμάνημεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι παῦσαι ἡμᾶς τῆς προσευχῆς, ἵνα μὴ στῶμεν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν, μηδὲ τὰς χεῖρας ἐκτεῖναι τολμήσωμεν καθ’ οὗ τοιαῦτα διενοήθημεν. 
chapter
47
47
606
Τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολον γίνεται ἢ λόγος τις προενεχθείς, ἢ κίνησις τοῦ σώματος γενομένη, δι’ οὗ ἐπαισθάνονται οἱ ἐχθροὶ πότερον ἔνδον ἔχομεν τοὺς λογισμοὺς αὐτῶν καὶ ὠδίνομεν, ἢ ἀπορρίψαντες αὐτοὺς μεριμνῶμεν περὶ τῆς σωτηρίας ἡμῶν. Τὸν γὰρ νοῦν μόνος ἐπίσταται ὁ ποιήσας ἡμᾶς Θεός, καὶ οὐ δεῖται συμβόλων αὐτὸς πρὸς τὸ γινώσκειν τὰ ἐν τῇ καρδίᾳ κρυπτόμενα. 
chapter
48
48
608
Τοῖς μὲν κοσμικοῖς οἱ δαίμονες διὰ τῶν πραγμάτων μᾶλλον παλαίουσι, τοῖς δὲ μοναχοῖς ὡς ἐπὶ πλεῖστον διὰ τῶν λογισμῶν· πραγμάτων γὰρ διὰ τὴν ἐρημίαν ἐστέρηνται· καὶ ὅσον εὐκολώτερον τὸ κατὰ διάνοιαν ἁμαρτάνειν τοῦ κατ’ ἐνέργειαν, τοσοῦτον χαλεπώτερος καὶ ὁ κατὰ διάνοιαν πόλεμος τοῦ διὰ τῶν πραγμάτων συνισταμένου· εὐκίνητον γάρ τι πρᾶγμα ὁ νοῦς καὶ πρὸς τὰς ἀνόμους φαντασίας δυσκάθεκτον. 
chapter
49
49
610
Ἐργάζεσθαι μὲν διὰ παντὸς καὶ ἀγρυπνεῖν καὶ νηστεύειν οὐ προστετάγμεθα, 
προσεύχεσθαι δὲ ἡμῖν ἀδιαλείπτως
1Th 5.17
 νενομοθέτηται· διότι ἐκεῖνα μὲν τὸ παθητικὸν μέρος τῆς 
612
ψυχῆς θεραπεύοντα καὶ τοῦ σώματος ἡμῶν εἰς τὴν ἐργασίαν προσδεῖται, ὅπερ δι’ οἰκείαν ἀσθένειαν πρὸς τοὺς πόνους οὐκ ἐπαρκεῖ· ἡ δὲ προσευχὴ τὸν νοῦν ἐρρωμένον καὶ καθαρὸν πρὸς τὴν πάλην παρασκευάζει, πεφυκότα προσεύχεσθαι καὶ δίχα τούτου τοῦ σώματος καὶ ὑπὲρ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων τοῖς δαίμοσι μάχεσθαι. 
chapter
50
50
614
Εἴ τις βούλοιτο τῶν μοναχῶν ἀγρίων πειραθῆναι δαιμόνων καὶ τῆς αὐτῶν τέχνης ἕξιν λαβεῖν, τηρείτω τοὺς λογισμούς, καὶ τὰς ἐπιτάσεις σημειούσθω τούτων, καὶ τὰς ἀνέσεις, καὶ τὰς μετεμπλοκάς, καὶ τοὺς χρόνους, καὶ τίνες τῶν δαιμόνων οἱ τοῦτο ποιοῦντες, καὶ ποῖος ποίῳ δαίμονι ἀκολουθεῖ, καὶ τίς τίνι οὐχ ἕπεται· καὶ ζητείτω παρὰ Χριστοῦ τούτων τοὺς 
616
λόγους. Πάνυ γὰρ χαλεπαίνουσιν ἐπὶ τοῖς γνωστικώτερον τὴν πρακτικὴν μετιοῦσι, βουλόμενοι 
κατατοξεύειν ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
Ps 10.2
chapter
51
51
Δύο τῶν δαιμόνων ὀξυτάτους παρατηρήσας εὑρήσεις, καὶ σχεδὸν τὴν κίνησιν τοῦ νοὸς ἡμῶν παρατρέχοντας· τὸν δαίμονα τῆς πορνείας καὶ τὸν συναρπάζοντα ἡμᾶς πρὸς βλασφημίαν Θεοῦ· ἀλλ’ ὁ μὲν δεύτερός ἐστιν ὀλιγοχρόνιος, ὁ δὲ πρότερος, εἰ μὴ μετὰ πάθους κινοίη τοὺς λογισμούς, οὐκ ἐμποδίσει ἡμῖν πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ. 
chapter
52
52
618
Σῶμα μὲν χωρίσαι ψυχῆς, μόνου ἐστὶ τοῦ συνδήσαντος· ψυχὴν δὲ ἀπὸ σώματος, καὶ τοῦ ἐφιεμένου τῆς ἀρετῆς. Τὴν γὰρ ἀναχώρησιν μελέτην θανάτου καὶ φυγὴν τοῦ σώματος οἱ Πατέρες ἡμῶν ὀνομάζουσιν. 
chapter
53
53
620
Οἱ τὴν σάρκα κακῶς διατρέφοντες καὶ 
πρόνοιαν αὐτῆς εἰς ἐπιθυμίας ποιούμενοι
Rom 13.14
, ἑαυτοὺς μὴ ταύτην καταμεμφέσθωσαν· ἴσασι γὰρ τὴν χάριν τοῦ Δημιουργοῦ οἱ τὴν τῆς ψυχῆς ἀπάθειαν διὰ τοῦ σώματος τούτου κτησάμενοι καὶ τῇ τῶν ὄντων θεωρίᾳ ποσῶς ἐπιβάλλοντες. 
624
title
head 5
head 5
Περὶ τῶν ἐν τοῖς ὕπνοις συμβαινόντων 
chapter
54
54
Ὅταν ἐν ταῖς καθ’ ὕπνον φαντασίαις τῷ ἐπιθυμητικῷ μέρει πολεμοῦντες οἱ δαίμονες αὐτοὶ μὲν δεικνύωσιν, ἡμεῖς δὲ προστρέχωμεν, συντυχίας γνωρίμων καὶ συμπόσια συγγενῶν καὶ χοροὺς γυναικῶν καὶ ὅσα ἄλλα τοιαῦτα ἡδονῶν ἀποτελεστικά, ἐν τούτῳ τῷ μέρει νοσοῦμεν καὶ τὸ πάθος ἰσχύει. Ὅταν δὲ πάλιν τὸ θυμικὸν ἐκταράσσωσιν, ὁδοὺς 
626
κρημνώδεις ὁδεύειν καταναγκάζοντες, καὶ ἐνόπλους ἄνδρας ἐπάγοντες καὶ ἰοβόλα καὶ σαρκοβόρα θηρία, ἡμεῖς δὲ πρὸς μὲν τὰς ὁδοὺς ἐκδειματούμεθα, ὑπὸ δὲ τῶν θηρίων καὶ τῶν ἀνδρῶν διωκόμενοι φεύγωμεν, τοῦ θυμικοῦ μέρους ποιησώμεθα πρόνοιαν, καὶ τὸν Χριστὸν ἐν ἀγρυπνίαις ἐπικαλούμενοι, τοῖς προειρημένοις φαρμάκοις χρησώμεθα. 
628
chapter
55
55
Αἱ ἀνείδωλοι ἐν τοῖς ὕπνοις τοῦ σώματος φυσικαὶ κινήσεις ὑγιαίνειν ποσῶς μηνύουσι τὴν ψυχήν· πῆξις δὲ εἰδώλων ἀρρωστίας γνώρισμα· καὶ τὰ μὲν ἀόριστα πρόσωπα τοῦ παλαιοῦ πάθους, τὰ δὲ ὡρισμένα τῆς παραυτίκα πληγῆς σύμβολον νόμιζε. 
630
chapter
56
56
Τὰ τῆς ἀπαθείας τεκμήρια, μεθ’ ἡμέραν μὲν διὰ τῶν λογισμῶν, νύκτωρ δὲ διὰ τῶν ἐνυπνίων ἐπιγνωσόμεθα· καὶ τὴν μὲν ἀπάθειαν ὑγείαν ἐροῦμεν εἶναι ψυχῆς, τροφὴν δὲ 
632
τὴν γνῶσιν, ἥτις μόνη συνάπτειν ἡμᾶς ταῖς ἁγίαις δυνάμεσιν εἴωθεν· εἴπερ ἡ τῶν ἀσωμάτων συνάφεια ἐκ τῆς ὁμοίας διαθέσεως γίνεσθαι πέφυκεν. 
634
title
head 6
head 6
Περὶ καταστάσεως ἐγγιζούσης τῇ ἀπαθείᾳ 
chapter
57
57
Δύο τῆς ψυχῆς εἰρηνικαὶ καταστάσεις εἰσί, μία μὲν ἡ ἀπὸ τῶν φυσικῶν σπερμάτων ἀναδιδομένη, ἑτέρα δὲ ἡ ἐξ ὑποχωρήσεως τῶν δαιμόνων ἐπιγινομένη· καὶ τῇ μὲν προτέρᾳ ἀκολουθεῖ ταπεινοφροσύνη μετὰ κατανύξεως, καὶ δάκρυον καὶ πόθος πρὸς τὸ θεῖον ἄπειρος, καὶ σπουδὴ περὶ τὸ ἔργον ἀμέτρητος· τῇ δὲ δευτέρᾳ κενοδοξία μετὰ ὑπερηφανίας ἐν ἀναιρέσει τῶν λοιπῶν δαιμόνων τὸν μοναχὸν ὑποσύρουσα. Ὁ τοίνυν τηρῶν τὰ ὅρια τῆς προτέρας καταστάσεως, τὰς ἐπιδρομὰς τῶν δαιμόνων ὀξύτερον ἐπιγνώσεται. 
636
chapter
58
58
Ὁ τῆς κενοδοξίας δαίμων ἀντίκειται τῷ δαίμονι τῆς πορνείας, καὶ τούτους ἅμα προσβαλεῖν ψυχῇ τῶν οὐκ ἐνδεχομένων ἐστίν· εἴπερ ὁ μὲν τιμὰς ἐπαγγέλλεται, ὁ δὲ ἀτιμίας πρόξενος γίνεται· ὁπότερος τοίνυν τούτων ἐὰν προσεγγίσας πιέζῃ σε, τοὺς τοῦ ἀντικειμένου δαίμονος πλάττε δῆθεν ἐν σεαυτῷ λογισμούς· κἂν δυνηθῇς τὸ δὴ λεγόμενον ἥλῳ τὸν ἧλον ἐκκρούειν, γίνωσκε σεαυτὸν πλησίον ὄντα τῶν ὅρων τῆς ἀπαθείας· ἴσχυσε γάρ σου ὁ νοῦς λογισμοῖς ἀνθρωπίνοις λογισμοὺς ἀφανίσαι δαιμόνων. Τὸ δὲ διὰ ταπεινοφροσύνης 
638
ἀπώσασθαι τὸν τῆς κενοδοξίας λογισμόν, ἢ διὰ σωφροσύνης τὸν τῆς πορνείας, βαθυτάτης ἂν εἴη τεκμήριον ἀπαθείας. Καὶ τοῦτο ἐπὶ πάντων τῶν ἀντικειμένων ἀλλήλοις δαιμόνων πράττειν πειράθητι· ἅμα γὰρ καὶ γνώσῃ ποίῳ πάθει μᾶλλον πεποίωσαι. Πλὴν ὅση δύναμις αἴτει παρὰ Θεοῦ τῷ δευτέρῳ τρόπῳ τοὺς πολεμίους ἀμύνασθαι. 
chapter
59
59
Ὅσῳ προκόπτει ψυχή, τοσούτῳ μείζονες αὐτὴν ἀνταγωνισταὶ διαδέχονται· τοὺς γὰρ αὐτοὺς ἀεὶ δαίμονας αὐτῇ 
640
παραμένειν οὐ πείθομαι· καὶ τοῦτο ἴσασι μάλιστα οἱ ὀξύτερον τοῖς πειρασμοῖς ἐπιβάλλοντες, καὶ τὴν προσοῦσαν αὐτοῖς ἀπάθειαν ἐκμοχλευομένην ὑπὸ τῶν διαδεξαμένων ὁρῶντες. 
chapter
60
60
Ἡ μὲν τελεία τῇ ψυχῇ ἀπάθεια μετὰ τὴν νίκην τὴν κατὰ πάντων τῶν ἀντικειμένων τῇ πρακτικῇ δαιμόνων ἐγγίνεται· ἡ δὲ ἀτελὴς ἀπάθεια ὡς πρὸς τὴν δύναμιν τέως τοῦ παλαίοντος αὐτῇ λέγεται δαίμονος. 
642
chapter
61
61
Οὐκ ἂν προέλθοι ὁ νοῦς, οὐδὲ ἀποδημήσει τὴν καλὴν ἐκείνην ἀποδημίαν, καὶ ἐν τῇ χώρᾳ γένοιτο τῶν ἀσωμάτων, μὴ τὰ ἔνδον διορθωσάμενος· ἡ γὰρ ταραχὴ τῶν οἰκείων ἐπιστρέφειν αὐτὸν εἴωθε πρὸς τὰ ἀφ’ ὧν ἐξελήλυθεν. 
644
chapter
62
62
Τὸν νοῦν καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι τυφλὸν ἀπεργάζονται· αἱ μέν, ἵνα μὴ βλέπῃ τὰς κακίας· αἱ δέ, ἵνα μὴ πάλιν ἴδῃ τὰς ἀρετάς.
646
title
head 7
head 7
Περὶ τῶν τῆς ἀπαθείας συμβόλων 
chapter
63
63
Ὅταν ὁ νοῦς ἀπερισπάστως ἄρξηται ποιεῖσθαι τὰς προσευχάς, τότε περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς νύκτωρ καὶ μεθ' ἡμέραν ὁ πᾶς συνίσταται πόλεμος. 
648
chapter
64
64
Ἀπαθείας τεκμήριον, νοῦς ἀρξάμενος τὸ οἰκεῖον φέγγος ὁρᾶν, καὶ πρὸς τὰ καθ' ὕπνον φάσματα διαμένων ἥσυχος, καὶ λεῖος βλέπων τὰ πράγματα. 
650
chapter
65
65
Ἔρρωται νοῦς μηδὲν τῶν τοῦ κόσμου τούτου παρὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενος. 
chapter
66
66
Νοῦς σὺν Θεῷ πρακτικὴν κατορθώσας καὶ προσπελάσας τῇ γνώσει ὀλίγον ἢ οὐδ' ὅλως τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ἐπαισθάνεται, τῆς γνώσεως αὐτὸν ἁρπαζούσης μετάρσιον καὶ χωριζούσης τῶν αἰσθητῶν. 
652
chapter
67
67
Ἀπάθειαν ἔχει ψυχή, οὐχ ἡ μὴ πάσχουσα πρὸς τὰ πράγματα, ἀλλ' ἡ καὶ πρὸς τὰς μνήμας αὐτῶν ἀτάραχος διαμένουσα. 
chapter
68
68
Ὁ τέλειος οὐκ ἐγκρατεύεται, καὶ ὁ ἀπαθὴς οὐχ ὑπομένει, εἴπερ τοῦ πάσχοντος ἡ ὑπομονή, καὶ τοῦ ὀχλουμένου ἡ ἐγκράτεια. 
654
chapter
69
69
Μέγα μὲν τὸ ἀπερισπάστως προσεύχεσθαι, μεῖζον δὲ τὸ καὶ ψάλλειν ἀπερισπάστως. 
656
chapter
70
70
Ὁ τὰς ἀρετας ἐν ἑαυτῷ καθιδρύσας, καὶ ταύταις ὅλος ἀνακραθείς, οὐκ ἔτι μέμνηται νόμου ἢ ἐντολῶν ἢ κολάσεως, ἀλλὰ ταῦτα λέγει καὶ πράττει ὁπόσα ἡ ἀρίστη ἕξις ὑπαγορεύει. 
658
title
head 8
head 8
Θεωρήματα πρακτικά
chapter
71
71
Αἱ μὲν δαιμονιώδες ᾠδαὶ τὴν ἐπιθυμίαν ἡμῶν κινοῦσι, καὶ εἰς αἰσχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν· 
οἱ δὲ ψαλμοὶ καὶ ὕμνοι καὶ αἱ πνευματικαὶ ὠδαὶ
Eph 5.19
 εἰς μνήμην ἀεὶ τῆς ἀρετῆς τὸν νοῦν προκαλοῦνται, περιζέοντα τὸν θυμὸν ἡμῶν καταψύχοντες καὶ τὰς ἐπιθυμίας μαραίνοντες. 
660
chapter
72
72
Εἰ οἱ παλαίοντες ἐν τῷ θλίβεσθαι καὶ ἀντιθλίβειν εἰσί, παλαίουσι δὲ ἡμῖν οἱ δαίμονες, καὶ αὐτοὶ ἄρα θλίβοντες ἡμᾶς ὑφ’ ἡμῶν ἀντιθλίβονται. 
Ἐκθλιψω γὰρ αὐτούς, φησί, καὶ οὐ μὴ δύνωνται στῆναι.
Ps 17.39
 Καὶ πάλιν· 
οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον.
26.2
chapter
73
73
Ἀνάπαυσις μὲν τῇ σοφίᾳ, κόπος δὲ τῂ φρονήσει συνέζευκται· οὐκ ἔστι γὰρ σοφίαν κτήσασθαι ἄνευ πολέμου, καὶ οὐκ ἔστι κατορθῶσαι τὸν πόλεμον χωρὶς φρονήσεως· αὕτη γὰρ ἀνθίστασθαι τῷ θυμῷ τῶν δαιμόνων πεπίστευται, τὰς τῆς ψυχῆς δυνάμεις κατὰ φύσιν ἐνεργεῖν ἀναγκάζουσα, καὶ τὴν ὁδὸν τῆς σοφίας προευτρεπίζουσα. 
662
chapter
74
74
Πειρασμός ἐστι μοναχοῦ λογισμὸς διὰ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἀναβὰς καὶ σκοτίζων τὸν νοῦν. 
chapter
75
75
Ἁμαρτία ἐστὶ μοναχοῦ ἡ πρὸς τὴν ἀπηγορευμένην ἡδονὴν τοῦ λογισμοῦ συγκατάθεσις. 
664
chapter
76
76
Ἄγγελοι μὲν χαίρουσι μειουμένης κακίας, δαίμονες δὲ τῆς ἀρετῆς· οἱ μὲν γάρ εἰσιν ἐλέους καὶ ἀγάπης θεράποντες, οἱ δὲ ὀργῆς καὶ μίσους ὑπήκοοι· καὶ οἱ μὲν πρότεροι πλησιάζοντες πνευματικῆς θεωρίας ἡμᾶς πληροῦσιν, οἱ δὲ δεύτεροι προσεγγίζοντες εἰς αἰσχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν. 
chapter
77
77
Αἱ ἀρεταὶ οὐ τὰς τῶν δαιμόνων ὁρμὰς ἀνακόπτουσιν, ἀλλ' ἡμᾶς ἀθῴους διαφυλάττουσιν. 
666
chapter
78
78
Πρακτική ἐστι μέθοδος πνευματικὴ τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα. 
chapter
79
79
Οὐκ ἀρκοῦσιν αἱ ἐνέργειαι τῶν ἐντολῶν πρὸς τὸ τελείως ἰάσασθαι τὰς δυνάμεις τῆς ψυχῆς, ἐὰν μὴ καὶ κατάλληλοι ταύταις διαδέξωνται τὸν νοῦν θεωρίαι. 
668
chapter
80
80
Οὐ πᾶσι μὲν τοῖς ὑπ' ἀγγέλων λογισμοῖς ἡμῖν ἐμβαλλομένοις δυνατὸν ἀντιστῆναι, πάντας δὲ τοὺς ὑπὸ δαιμόνων λογισμοὺς δυνατὸν ἀνατρέψαι· ἕπεται δὲ τοῖς μὲν προτέροις λογισμοῖς εἰρηνικὴ κατάστασις, τοῖς δὲ δευτέροις τεταραγμενη. 
670
chapter
81
81
Ἀπαθείας ἔγγονον ἀγάπη· ἀπάθεια δέ ἐστιν ἄνθος τῆς πρακτικῆς· πρακτικὴν δὲ συνίστησιν ἡ τήρησις τῶν ἐντολῶν· τούτων δὲ φύλαξ ὁ φόβος τοῦ Θεοῦ, ὅστις γέννημα τῆς ὀρθῆς ἐστι πίστεως· πίστις δέ ἐστιν ἐνδιάθετον ἀγαθόν, ἥτις ἐνυπάρχειν πέφυκε καὶ τοῖς μηδέπω πεπιστευκόσι Θεῷ. 
672
chapter
82
82
Ὥσπερ ἐνεργοῦσα διὰ τοῦ σώματος ἡ ψυχὴ τῶν ἀσθενούντων μελῶν ἐπαισθάνεται· οὕτως ἐνεργῶν καὶ ὁ νοῦς τὴν οἰκείαν ἐνέργειαν τάς τε δυνάμεις ἐπιγινώσκει τὰς ἑαυτοῦ καὶ διὰ τῆς ἐμποδιζούσης αὐτῷ τὴν θεραπευτικὴν αὐτῆς ἐντολὴν ἐφευρίσκει. 
chapter
83
83
Ὁ νοῦς τὸν ἐμπαθῆ πόλεμον πολεμῶν οὐ θεωρήσει τοὺς λόγους τοῦ πολέμου· τῷ γὰρ ἐν νυκτὶ μαχομένῳ ἔοικεν· ἀπάθειαν δὲ κτησάμενος, ῥᾳδίως ἐπιγνώσεται τὰς μεθοδείας τῶν πολεμίων. 
674
chapter
84
84
Πέρας μὲν πρακτικῆς ἀγάπη· γνώσεως δὲ θεολογία· ἀρχαὶ δὲ ἑκατέρων πίστις καὶ φυσικὴ θεωρία· καὶ ὅσοι μὲν τῶν δαιμόνων τοῦ παθητικοῦ μέρους ἐφάπτονται τῆς ψυχῆς, οὗτοι λέγονται ἀντικεῖσθαι τῇ πρακτικῇ· ὅσοι δ' αὖ πάλιν τῷ λογιστικῷ διοχλοῦσιν, ἐχθροὶ πάσης ἀληθείας ὀνομάζονται καὶ ἐναντίοι τῇ θεωρίᾳ. 
676
chapter
85
85
Οὐδὲν τῶν καθαιρότων τὰ σώματα σύνεστι μετὰ τοῦτο τοῖς καθαρθεῖσιν· αἱ δὲ ἀρεταὶ ὁμοῦ τε καθαίρουσι τὴν ψυχὴν καὶ καθαρθείσῃ συμπαραμένουσιν. 
chapter
86
86
Κατὰ φύσιν ἐνεργεῖ ψυχὴ λογικὴ ὅταν τὸ μεν ἐπιθυμητικὸν αὐτῆς μέρος τῆς ἀρετῆς ἐφίεται, τὸ δὲ θυμικὸν ὑπὲρ αὐτῆς ἀγωνίζεται, τὸ δὲ λογιστικὸν ἐπιβάλλει τῇ θεωρίᾳ τῶν γεγονότων. 
678
chapter
87
87
Ὁ μὲν προκόπτων ἐν πρακτικῇ τὰ πάθη μειοῖ, ὁ δὲ ἐν θεωρίᾳ τὴν ἀγνωσίαν· καὶ τῶν μὲν παθῶν ἔσται τοτὲ καὶ φθορὰ παντελής, τῆς δὲ ἀγνωσίας τῆς μὲν εἶναι πέρας, τῆς δὲ μὴ εἶναί φασι. 
680
chapter
88
88
Τὰ παρὰ τὴν χρῆσιν ἀγαθὰ καὶ κακὰ τῶν ἀρετῶν καὶ τῶν κακιῶν γίνεται ποιητικά· φρονήσεως δέ ἐστι λοιπὸν τὸ χρήσασθαι τούτοις πρὸς θάτερα. 
chapter
89
89
Τριμεροῦς δὲ τῆς λογιχῆς ψυχῆς οὔσης κατὰ τὸν σοφὸν ἡμῶν διδάσκαλον· ὅταν μὲν ἐν τῷ λογιστικῷ μέρει γένηται ἡ ἀρετή, καλεῖται φρόνησις καὶ σύνεσις καὶ σοφία. ὄταν δὲ ἐν 
682
τῷ ἐπιθυμητικῷ, σωφροσύνη καὶ ἀγάπη καὶ ἐγκράτεια. ὅταν δὲ ἐν τῷ θυμικῷ, ἀνδρεία καὶ ὑπομονή· ἐν ὅλῇ δὲ τῇ ψυχῇ, δικαιοσύνη. Καὶ φρονήσεως μὲν ἔργον τὸ στρατηγεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις, καὶ τῶν μὲν ἀρετῶν ὑπερασπίζειν, πρὸς δὲ τὰς κακίας παρατάττεσθαι, τὰ δὲ μέσα πρὸς 
684
τοὺς καιροὺς διοικεῖν· συνέσεως δὲ τὸ πάντα τὰ συντελοῦντα ἡμῖν πρὸς τὸν σκοπὸν ἁρμοδίως οἰκονομεῖν· σοφίας δὲ τὸ θεωρεῖν λόγους σωμάτων καὶ ἀσωμάτων· σωφροσύνης δὲ 
686
ἔργον τὸ βλέπειν ἀπαθῶς τὰ πράγματα τὰ κινοῦντα ἐν ἡμῖν φαντασίας ἀλόγους· ἀγάπης δὲ τὸ πάσῃ εἰκόνι τοῦ Θεοῦ τοιαύτην ἑαυτὴν ἐμπαρέχειν οἵαν καὶ τῷ πρωτοτύπῳ σχεδόν, κἂν μιαίνειν αὐτὰς ἐπιχειρῶσιν οἱ δαίμονες· ἐγκρατείας δὲ τὸ πᾶσαν ἡδονὴν τοῦ φάρυγγος μετὰ χαρᾶς ἀποσείσθαι· μὴ δεδιέναι δὲ τοὺς πολεμίους καὶ προθύμως ἐγκρατερεῖν τοῖς 
688
δεινοῖς τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἐστί· δικαιοσύνης δὲ τὸ συμφωνίαν τινὰ καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς μερῶν κατεργάζεσθαι. 
690
chapter
90
90
Καρπὸς μὲν σπερμάτων τὰ δράγματα, ἀρετῶν δὲ ἡ γνῶσις· καὶ ὡς ἕπεται τοῖς σπέρμασι δάκρυα, οὕτω τοῖς δράγμασιν ἡ χαρά. 
692
title
head 9
head 9
Ῥήσεις μοναχῶν ἁγίων 
chapter
91
91
Ἀναγκαῖον δὲ καὶ τὰς ὁδοὺς τῶν προοδευσάντων ὀρθῶς διερωτᾶν μοναχῶν καὶ πρὸς αὐτὰς κατορθοῦσθαι· πολλὰ γὰρ ἔστιν εὑρεῖν ὑπ’ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό φησί τις αὐτῶν, τὴν ξηροτέραν καὶ μὴ ἀνώμαλον δίαιταν ἀγάπῃ συζευχθεῖσαν θᾶττον εἰσάγειν τὸν 
694
μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα. Ὁ δ’ αὐτὸς ταρασσόμενόν τινα νύκτωρ τῶν ἀδελφῶν τῶν φασμάτων ἀπήλλαξεν, ἀσθενοῦσι μετὰ νηστείας ὑπηρετῆσαι προστάξας· οὐδενὶ γὰρ οὕτως, ἐρωτηθεὶς ἔφη, ὡς ἐλέῳ τὰ τοιαῦτα κατασβέννυται πάθη. 
chapter
92
92
Τῷ δικαίῳ Ἀντωνίῳ προσῆλθέ τις τῶν τότε σοφῶν καὶ πῶς διακαρτερεῖς, εἶπεν, ὦ πάτερ, τῆς ἐκ τῶν βιβλίων παραμυθίας ἐστερημένος; Ὁ δέ φησι· τὸ ἐμὸν βιβλίον, φιλόσοφε, ἡ φύσις τῶν γεγονότων ἐστί, καὶ πάρεστιν ὅτε βούλομαι τοὺς λόγους ἀναγινώσκειν τοὺς τοῦ Θεοῦ. 
696
chapter
93
93
Ἠρώτησέ με 
τὸ σκεῦος τῆς ἐκλογῆς
Ac 9.15
 ὁ Αἰγύπτιος γέρων Μακάριος· τί δήποτε μνησικακοῦντες μὲν τοῖς ἀνθρώποις τὴν μνημονευτικὴν δύναμιν τῆς ψυχῆς ἀφανίζομεν, δαίμοσι δὲ μνησικακοῦντες ἀβλαβεῖς διαμένομεν; Κἀμοῦ πρὸς τὴν ἀπόκρισιν ἀπορήσαντος καὶ παρακαλοῦντος τὸν λόγον μαθεῖν, διότι, φησὶν ἐκεῖνος, τὸ μὲν πρότερον παρὰ φύσιν, τὸ δὲ δεύτερον κατὰ φύσιν ἐστὶ τοῦ θυμοῦ. 
698
chapter
94
94
Παρέβαλον κατ’ αὐτὴν τὴν σταθερὰν μεσημβρίαν τῷ ἁγίῳ πατρὶ Μακαρίῳ καὶ λίαν ὑπὸ τῆς δίψης φλεγόμενος ᾔτουν ὕδωρ πιεῖν· ὁ δέ φησιν· ἀρκέσθητι τῇ σκιᾷ· πολλοὶ γὰρ νῦν ὁδοιποροῦντες ἢ πλέοντες καὶ ταύτης ἐστέρηνται. Εἶτα λόγους μου πρὸς αὐτὸν περὶ ἐγκρατείας γυμνάζοντος· θάρσει, φησίν, ὦ τέκνον, ἐν ὅλοις ἔτεσιν εἴκοσι οὔτε ἄρτου, οὔτε ὕδατος, οὔτε ὕπνου κόρον εἴληφα· τὸν μὲν γὰρ ἄρτον μου ἤσθιον σταθμῷ, τὸ δὲ ὕδωρ ἔπινον μέτρῳ, τοῖς τοίχοις δὲ ἐμαυτὸν παρακλίνων μικρόν τι τοῦ ὕπνου μέρος ἀφήρπαζον. 
700
chapter
95
95
Ἐμηνύθη τινὶ τῶν μοναχῶν θάνατος τοῦ πατρός· ὁ δὲ πρὸς τὸν ἀπαγγείλαντα, παῦσαι, φησί, βλασφημῶν· ὁ γὰρ ἐμὸς πατὴρ ἀθάνατός ἐστιν. 
702
chapter
96
96
Ἐπύθετό τις τῶν ἀδελφῶν ἑνὸς τῶν γερόντων εἰ κελεύοι τῇ μητρὶ καὶ ταῖς ἀδελφαῖς συμφαγεῖν αὐτὸν παραβαλόντα τῷ οἴκῳ· ὁ δέ, μετὰ γυναικός, εἶπεν, οὐ βρώσῃ. 
704
chapter
97
97
Ἐκέκτητό τις τῶν ἀδελφῶν εὐαγγέλιον μόνον, καὶ τοῦτο πωλήσας ἔδωκεν εἰς τροφὴν τοῖς πεινῶσιν, ἄξιον μνήμης ἐπιφθεγξάμενος ῥῆμα· αὐτὸν γάρ, φησί, τὸν λόγον πεπώληκα τὸν λέγοντά μοι· 
πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς.
Mat 19.21
706
chapter
98
98
Ἔστι δέ τις παρὰ τὴν Ἀλεξάνδρειαν νῆσος κατ’ αὐτὸ τὸ βόρειον μέρος τῆς λίμνης κειμένη τῆς καλουμένης Μαρίας, προσοικεῖ δὲ αὐτῇ μοναχὸς τῆς παρεμβολῆς τῶν γνωστικῶν ὁ δοκιμώτατος· ὅστις ἀπεφήνατο πάντα τὰ πραττόμενα ὑπὸ τῶν μοναχῶν πράττεσθαι δι’ αἰτίας πέντε· διὰ Θεόν, διὰ φύσιν, διὰ ἔθος, διὰ ἀνάγκην, διὰ τὰ ἔργα τῶν χειρῶν. Ὁ δ’ αὐτὸς ἔλεγε πάλιν μίαν μὲν εἶναι τῇ φύσει τὴν ἀρετήν, εἰδοποιεῖσθαι δὲ αὐτὴν ἐν ταῖς δυνάμεσι τῆς ψυχῆς· καὶ γὰρ τὸ φῶς τὸ ἡλιακὸν ἀσχημάτιστον μέν ἐστι, φησί, ταῖς δὲ δι’ ὧν εἰσβάλλει θυρίσι συσχηματίζεσθαι πέφυκεν. 
708
chapter
99
99
Ἄλλος δὲ πάλιν τῶν μοναχῶν· διὰ τοῦτο περιαιρῶ τὰς ἡδονάς, εἶπεν, ἵνα τὰς τοῦ θυμοῦ περικόψω προφάσεις· οἶδα γὰρ αὐτὸν ἀεὶ μαχόμενον ὑπὲρ τῶν ἡδονῶν καὶ ἐκταράσσοντά 
710
μου τὸν νοῦν καὶ τὴν γνῶσιν ἀποδιώκοντα. Ἔλεγε δέ τις τῶν γερόντων ὅτι ἡ ἀγάπη παραθήκας βρωμάτων ἢ χρημάτων τηρεῖν οὐκ ἐπίσταται. Ὁ δ’ αὐτός· οὐκ οἶδα, φησίν, εἰς τὸ αὐτὸ δὶς ὑπὸ δαιμόνων ἀπατηθείς. 
chapter
100
100
Πάντας μὲν ἐπ’ ἴσης οὐ δυνατὸν τοὺς ἀδελφοὺς ἀγαπᾶν, πᾶσι δὲ δυνατὸν ἀπαθῶς συντυγχάνειν μνησικακίας ὄντα καὶ μίσους ἐλεύθερον· τοὺς ἱερεῖς ἀγαπητέον μετὰ τὸν Κύριον τοὺς διὰ τῶν ἁγίων μυστηρίων καθαρίζοντας ἡμᾶς καὶ προσευχομένους ὑπὲρ ἡμῶν· τοὺς δὲ γέροντας ἡμῶν τιμητέον ὡς τοὺς ἀγγέλους· αὐτοὶ γάρ εἰσιν οἱ πρὸς τοὺς ἀγῶνας ἡμᾶς ἀλείφοντες καὶ τὰ τῶν ἀγρίων θηρίων δήγματα θεραπεύοντες. 
712
epilogue
ep
ep
Ἀλλὰ νῦν μέν μοι τοσαῦτα λελέχθω πρὸς σὲ περὶ πρακτικῆς, ποθεινότατε ἀδελφὲ Ἀνατόλιε, ὅσα χάριτι τοῦ ἁγίου Πνεύματος ἐν τῷ σπόρῳ περκαζούσης ἡμῶν τῆς σταφυλῆς ἐπιρωγολογούμενοι εὑρήκαμεν· εἰ δὲ σταθερὸς ἡμῖν ἐπιλάμψει 
τῆς δικαιοσύνης ὁ ἥλιος
Mal 3.20
 καὶ ὁ βότρυς πέπειρος γένηται, τότε καὶ τὸν οἶνον πιόμεθα αὐτοῦ 
τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου
Ps 103.15
, εὐχαῖς καὶ πρεσβείαις τοῦ δικαίου Γρηγορίου τοῦ φυτεύσαντός με καὶ τῶν νῦν ὁσίων Πατέρων τῶν ποτιζόντων με, καὶ δυνάμει τῇ 
allusion
τοῦ αὐξάνοντός
1Co 3.6-7
 με Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.